ΕΙΣ ΤΗΝ Φ.
ἐξ Ὠκεανοῦ ῥεόντων μόνον τὸν Ξάνθον ὁ ποιητής φησιν “ὃν ἀθάνατος τέκετο Ζεύς;” πῶς οὖν, φησὶ, καὶ Ὠκεανοῦ καὶ Διὸς παῖς; ῥητέον οὖν ὅτι εἰκότως ἂν καὶ Διὸς καλοῖτο παῖς, εἴγε οἱ ὄμβροι μὲν ἐκ Διὸς, ὄμβρῳ δὲ οὕτος αὔξεται. φέρεται δὲ καὶ ἄλλη τις ἱστορία, ὅτι ὁ Ἡρακλῆς ποτὲ δίψει κατασχεθεὶς ηὔξατο τῷ πατρὶ Διὶ ἐπιδεῖξαι
αὐτῷ νᾶμα, ὁ δὲ μὴ θέλων αὐτὸν τρύχεσθαι, ῥίψας κεραυνὸν. ἀνέδωκε μικρὰν λιβάδα, ἣν θεασάμενος ὁ Ἡρακλῆς, καὶ σκάψας εἰς τὸ πλουσιαίτερον μετεισφέρεσθαι, μετωνόμασε Σκάμανδρον, οἱονεὶ Κάμανδρον γενόμενον καμάτου ἑαυτῷ παραίτιον· ὅθεν εἰκότως ὁ ποιητὴς τὴν ἐκείνου γένεσιν προσῆψε τῷ Διί. Ξάνθος δὲ προσηγιρεύθη
ἀφʼ οὗ περὶ τοῦ κάλλους ἐκρίνοντο Ἥρα Ἀθηνᾶ Ἀφροδίτη, ὅτι ἐν αὐτῷ λουσάμεναι ξανθὰς ἔσχον τὰς κόμας.
(Il. 15, 609)· γράφουσι γάρ τινες μαρναμένοιο.
κηδεμόνας.” ἢ παρὰ τὸ ἀκρίζειν, ὅ ἐστι τὰ ἄκρα ἐσθίειν.
δὲ οὐ κατὰ τὸ ῥητὸν, ἀλλʼ ὕστερον (67) αὐτῷ φαίνεται χρώμενος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον, ἀγνοοῦντα ὅτι πολλὰ δεῖ προσδέχεσθαι κατὰ τὸ σιωπώμενον ἐνεργούμενα.
κατὰ τὸ συντελικόν.
ἡ φράσις συνήθης αὐτῷ.
γελοῖον δὲ τὸ τοιοῦτον. ἄμεινον οὖν ἐστὶν ἐκεῖνο λέγειν, ὡς ἐπεὶ τὸ ᾱ καὶ τὸ ε καταλήγοντα εἰς τὸ ρ ἑπομένου τοῦ π δασύνεσθαι ἤθελεν, ὡς ἔχει τὸ ἅρπη ἁρπάζω ἁρπαλέος ἑρπετόν ἑρπύζω ἅρπυια, καὶ τὸ ὄρπηξ τούτοις συνεξομοιοῦντές τινες ἠθέλησαν δασύνειν, οἷς οὐκ ἐπείσθη ἡ παράδοσις, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω ἐν
πλεονασμῷ φησὶ τοῦ π γεγενῆσθαι τὸ ὄνομα.
τὸν περισπαστέον, ὡς ἐκεῖ “ἦ μάλα δή τινα Κύπρις” (Il. 5, 422) “ἦ μάλα δὴ τέθνηκεν” (Il. 18, 12). δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι, βαρυνομένου τοῦ συνδέσμου, ἵν᾿ ὁ λόγος, μέγα δὴ τοῦτο καὶ θαυμαστὸν, εἰ οἱ Τρῶες ἔξ Ἅιδου ἀναστήσονται σὓς ἀνεῖλον.
μὴ γίνεσθαι ἀναστροφὴν, ὥσπερ καὶ ἐνθάδε.
ἀλλʼ ὦ φίλε καὶ σὺ ἀπόθανε, εἰρωνείας νουμένης. εἶτα ἀφʼ ἑτέρας ἀρχῆς τιὴ ὀλοφύρεαι.
στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου, ὡς καὶ τοῖς περὶ Ἀρίσταρχον ἐδόκει· λείπει γὰρ τὸ ἐστί ῥῆμα. τὸ δὲ ἑξῆς ἀφʼ ἑτέρας ἀρχῆς, ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ. ἔσται δὲ ὁ λόγος τοιοῦτος· ἔσται τις ὄρθρος ἢ καὶ μεσημβρία ἢ καὶ δειλίνη ὥρα, καθʼ ἣν κἀμέ τις ἀνέλῃ. οὕτως δὲ χωρὶς τοῦ σ γραπτέον, ὡς καὶ Διδύμῳ δοκεῖ ἐν τῇ
διορθώσει.
οἱ δὲ ἐνταυθοῖ ἧσο· δασυντέον δὲ τὸ ἧσο. φέρεται δὲ καὶ ἡ κεῖσο γραφή.
τουτέστι μηδεμίαν φροντίδα ἔχοντες.
οὐδέποτε φρίκην τὸ ψῦχος εἴρηκεν, ἀλλὰ τὸ ἐκ γαλήνης πρῶτον ἐξορθούμενον κῦμα, ὁμωνύμως δὲ τούτῳ καὶ τὸν ἄνεμον τὸν οἱονεὶ ἐπιστίζοντα τὴν θάλασσαν· “οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρίξ” 12 13 14 (Il. 7, 63) καὶ “ὡς δʼ ὑπὸ φρικὸς Βορέης (Il. 23, 692). ἡμεῖς δὲ λέγομεν ψῦχος κρύος καὶ πάχνην. ἔστιν οὖν τὸ λεγόμενον, μέλαιναν φρῖχʼ ὑπαίξει. τὸ μέλαν κῦμα ὑποτροχάσεται ἰχθὺς, ὃς φάγοι ἂν τοῦ Λυκάονος τὸν δημὸν, πλοάζοντος καὶ ἐξ ἐπιπολῆς φερομένου τοῦ νεκροῦ· τὸ γὰρ ὅς κε φάγῃσι, ὃς φάγοι ἄν. καὶ ἐν Ὀδυσσείᾳ
(1, 396) “τῶν κέν τις τόδʼ ἔχῃσι,” ὃς ἔχοι ἄν.
γεύεσθαι ἄνω μετέωρον ὑπὸ τὴν φρῖκα τῆς θαλάσσης ἐλθεῖν. παρὰ δὲ Ἀριστοφάνει ἐγέγραπτο διὰ τοῦ ω ὅς κε φάγῃσι.
δηθά ὡς οὐχ Ὁμηρικῶς κείμενον αἰτιῶνται. μήποτε μέντοι καὶ ὁ Ἀρίσταρχος συγκατέθετο τῇ ἀθετήσει, μηδὲν ἀντειπὼν τῷ Ἀριστοφάνει.
τοὺς τόνους τῶν εὐθειῶν. τὰ δὲ εἰς γων λήγοντα ὑπὲρ δύο συλλαβὰς 15 16 17 18 τότε μὲν θέλει ὀξύνεσθαι, ὁπότε διὰ τοῦ ο κλίνεται, τότε δὲ βαρύνεσθαι, ὁπότε διὰ τοῦ ω ἢ διὰ τοῦ ντ. τοῦ μὲν οὖν προτέρου Παφλαγόνος Λαιστρυγόνος Πηλεγόνος, “Πηλεγόνων ἐλατῆρα,” ἀρηγών. λέγω δὲ ἐπὶ τοῦ συμμάχου ρσενικῶς· “ἀρηγόνος ἡμετέροιο.” οὕτως οὖν καὶ τὸ Πηλεγών ὀξυτονηθήσεται. Πηλεγόνος γὰρ, καὶ Πηλεγόνα
ἡ αἰτιατική. “ὃς τέκε Πηλεγόνα” (v. 159). τὰ δὲ ἄλλως κλιθέντα βαρύνεται, Οὐκαλέγων Πελάγων Σαλάγγων· “μέσφα Σαλάγγωνος ποταμοῦ” (Apoll. Rh. 4, 337). τὸ δὲ καταπύγων, βαρυνόμενον καὶ διὰ τοῦ ο κλιθὲν, εἶχεν ἀφορμὴν τὸ παρώνυμον εἶναι τοῦ κατάπυγος, ὡς καὶ τοῦ ἄπειρος τό ἀπείρων.
κατείλοχε διὰ τοῦ καταλόγου.
ὅμοιον δέ ἐστι τὸ ἐν Ὀδυσσείᾳ (1, 215) “μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι.” καὶ οὐδέν ἐστι τὸ κωλῦον.
ὁ δʼ ἁμάρτῃ δούρασιν ἄμφω· καὶ λόγον ἔχει.
ἀναφερομένου τοῦ ἐπαίνου εἰς τὸν ἀκοντίζοντα. καὶ ἐν ἄλλοις “τοῦ δʼ ἰθὺς βέλος πέτετʼ” (Il. 13, 99).
περ αἰπὺν ὄλεθρον” (Od. 17, 47). οὕτως δὲ κατὰ δοτικὴν ἐκγεγαῶτι αἱ Ἀριστάρχου.
Αἰτωλίαν πρὸς Οἰνέα. καταλαβὼν δὲ μνηστευόμενον τὴν κόρην Ἀχελῷον, τὸν πλησίον ποταμὸν, διεπάλαισεν αὐτῷ ταύρου μορφὴν ἔχοντι· οὗ καὶ ἀποσπάσας τὸ ἕτερον τῶν κεράτων ἔλαβε τὴν παρθένον. φασὶ δὲ αὐτὸν Ἀχελῷον παρὰ Ἀμαλθείας τῆς Ὠκεανοῦ κέρας λαβόντα δοῦναι τῷ Ἡρακλεῖ καὶ τὸ ἴδιον ἀπολαβεῖν. δοκεῖ δὲ
τῶν ἐν τῇ Ἑλλάδι ποταμῶν μέγιστος εἶναι ὁ Ἀχελῷος. διὸ καὶ πᾶν ὕδωρ τῇ τούτου προσηγορίᾳ καλεῖται. ἡ ἱστορία παρὰ Πινδάρῳ.
πᾶσι τὰ ῥεύματα· διὸ καὶ κατὰ τιμήν φησιν “οὕτε τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο.”
πόντος, Κάσπιος καὶ ἐρυθρός.
δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα” (Il. 13, 1) κατʼ ἐξοχήν.
ἔρας τῇ γλώσσῃ ἐπαίρειν ἐρέπτεσθαι. τὸ δὲ κείροντες ἀντὶ τοῦ ἀπλήστως ἐσθίοντες· ὅθεν ὁ κόρος.
λόγος ᾖ ἀποφατικὸς, ἢ ἀνελεῖ με ἢ ἐγὼ αὐτόν. ἢ τοῖς ἄνω συναπτέον, ἵνʼ ᾖ ὁ λόγος διαπορητικὸς, τοῦ Ἕκτορος πειραθῆναι ἄντικρυς πότερον αὐτὸς ἀνέλῃ με ἢ ἐγὼ αὐτόν.
χόλος. τὸ δὲ ὀψὲ δύων ἐν δυσὶ μέρεσι λόγου· εἰ γὰρ ἦν σύνθετον, διὰ τοῦ ῑ ἐγράφετο, ὀψιδύων, ὡς ὀψιμαθής ὀψιτέλεστον. οὕτως δὲ καὶ τὸ “ὀψὲ δύοντα Βοώτην” (Od. 5, 272). ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ ιθ΄ τῆς καθόλου.
ὥς τινες ὑφʼ ἓν ἀναγινώσκουσι μελανόστου.
ὥστε σημαίνεσθαι τὸ κατωφερῆ. καὶ γὰρ τοῦ χωρίου ἐστὶ τὸ ἐπίθετον. τοῦ δὲ φθάνει ἐκτατέον τὸ ᾱ διὰ τὸ μέτρον, ὥσπερ καὶ Ἀρίσταρχος ἠξίου.
τοῦ ρ γραφὴν Ἀρίσταρχος.
ὅπου διαλαμβάνει περὶ τοῦ “διχθάδιʼ ἢ μεθʼ ὅμιλον.” καὶ λέγει ὅτι συναλοιφὴν πέπονθε διὰ τοῦ η. δεῖ οὖν διὰ τοῦ γ γράφειν, ὃς ἐνθάδε, εἶτα ἐτράφετ᾿ ἄριστος, οὐχ ὡς οἱ πολλοὶ τέτραφʼ ἄριστος, ἀπὸ τοῦ τ ποιοῦντες τὴν ἀρχὴν τοῦ ῥήματος καὶ προπαροξύνοντες.
τὸν δίυγρον· ἔστι δὲ κατὰ κοινωνίαν στοιχείων λευγαλέον ὀλέθριον, παρὰ τὸν λοιγόν. καὶ ἐν Ὀδυσσείᾳ (2, 61) “λευγαλέοι τʼ ἐσίμεσθα.”
“ἐγὼ καὶ Παλλὰς Ἀθήνη·” τίς γάρ ἐστιν, οὐ μὴ νοήσῃ.
κειμένου τοῦ ἴθι. ἡ διπλῆ δὲ, ὅτι Εκτορι ἀντὶ τοῦ Ἕκτορος, καὶ φύγῃσιν ὃς ἂν φύγοι.
κταμένῳ” (Il. 22, 72)· οὐδὲν γὰρ πλέον ἐκ τῆς συνθέσεως.
ἐν αὐτοῖς λίθους· εἶναι δὲ τὸν νοῦν τοιοῦτον, πολλῇ ἰλύϊ οὐκ ὀλίγον πλῆθος τῶν ποταμίων λίθων ἐπισωρεύσας χώσω. χεράδας οὖν λιθάδας.
τῷ ὀνόματι.
ἐλαττώματος προσφωνεῖν. τὸ δὲ κυλλοπόδιον Ἀρίσταρχος προπαροξύνει, ᾧ καὶ ἐπείσθημεν, ὥσπερ ἤδη προείπομεν ἐπὶ τοῦ ὀλβιόδαιμον (Il. 3, 182) γενόμενοι.
ἀνεγνωκώς. οὐ βούλεται δὲ γνῶναι, ἀλλὰ πορευθῆναι παρασκευάσονσα.
τοῦ ὕδατος. λέγει δὲ ὁ Ἀρίσταρχος ὅτι πρῶτον τὸ πεδίον ἀνεξήρανται τῇ φλογὶ, εἶτα εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ τρέπει τὴν φλόγα, ὅτε ὁ Ἀχιλλεὺς ἤδη ἐν τῷ πεδίῳ ἐγεγόνει.
ἀλλὰ τοιοῦτον νοῶμεν, τὸ δὲ πάντων ἔσχατον αὐτὴ τὸ ἔγχος λαβοῦσα ἐπʼ ἐμὲ ὦσας.
πληροῦν λέγεται.
θητείας, Ποσειδῶν δὲ μνήμην τούτου ποιεῖται; καὶ ῥητέον ὅτι Ποσειδῶν εἰκότως· καὶ γὰρ Ἕλλησι βοηθεῖ καὶ προσέτι τῇ μνήμῃ παροξύνεται· Ἀπόλλων δὲ οὐ μνησικακεῖ, διότι μᾶλλον τιμᾶται παρ᾿ αὐτῶν· πᾶσα δὲ χάρις, κἂν ᾖ τελευταία, δύναται μεῖζον ἔγκλημα λῦσαι.
Λαομέδοντι.”
δυσωπεῖν, ἵνα τοὺς λοιμοὺς ἀποτρέπῃ, νόμιον καὶ φύλακα τῶν βοσκημάτων ἐκάλεσαν· ὅθεν Ὅμηρον εἰπεῖν ὅτι ἐβουκόλησε παρὰ Λαομέδοντι καὶ Ἀδμήτῳ ἱπποφόρβησεν. οὕτως ἱστορεῖ Ἀπολλόδωρος.
κέρατα, ὅ ἐστιν ἐπικαμπῆ.
ἀπολεψέμεν ἀντὶ τοῦ ἀποκόψειν.
παραγωγῆς, εἰ μὴ τὸ ᾱ παραλήγοι ἐν τῷ εἰς ος λήγοντι οὐδετέρῳ, ἢ δύο σύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆς πρώτης συλλαβῆς, τὸ δὲ ἀρκτικὸν τῆς δευτέρας. οἷον ἕλος ἔλειος· διὰ τῆς ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ ᾱ. τέλος τέλειος, ὄρος ὄρειος. οὕτως ὄνειδος ὀνείδειος. παρεφυλάξατο δὲ τὰ
δύο σύμφωνα διὰ τὸ Ἀργεῖος καὶ τὸ ἑρκεῖος, καὶ τὸ ᾱ, ἐπεὶ φιλεῖ διὰ τοῦ ῑ γράφεσθαι ἡ παραγωγὴ, πελάγιος πάγιος Θάλπιος.
πολεμικός ἐστιν, ἀλλὰ χοροῖς καὶ φόρμιγγι τέρπεται.
ἔστι δὲ καὶ πελειάς· ἔνθεν τὸ “αἱ δὲ βάτην τρήρωσι πελειάσι” (Il. 5, 778). καὶ ἔστιν ὅμοιον τῷ μαῖα καὶ μαιάς.
βελῶν· καμπύλα μὲν γὰρ τὰ τόξα, πεπτεῶτα δʼ ἄλλυδις ἄλλῃ τὰ βέλη. ὡς χοῖνιξ τὸ μετροῦν καὶ τὸ μετρούμενον, καὶ κοτύλη, οὕτως καὶ τὰ βάλλοντα καὶ τὰ βαλλόμενα τόξα.
ὅτι εἰς σύνθετον μεταλαμβάνεται.
* ἀνῆκε ἀντὶ τοῦ ἐφῆκε.
ἀκόλουθος τῷ ἀλῆναι, ἀπαρεμφάτῳ παθητικῷ δευτέρῳ 54 55 56 ἀορίστῳ ὑπάρχοντι (“ἢ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι” Il. 16, 714) καὶ μετοχῇ τῇ “αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀνανεύσωσιν ἀλέντες” (534) καὶ “πόλις δʼ ἔμπλητο ἀλέντων” (607). ἡ δὲ ἑνικὴ εὐθεῖα ἦν “οἴμησεν δὲ ἀλείς” (Il. 22, 308), παρακειμένη ῥήματι ὁριστικῷ τῷ ἐάλη· “τῇ ὕπο πᾶς ἐάλη” καὶ “οἱ δή τοι εἰς
ἄστυ ἄλεν” (Il. 13, 408).
(Il. 6. 6).
δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων” (Il. 11, 165).
ξενισθέντες πρὸς τὸ ἐπίθετον.
ἐστὶ τῷ προτρέποντι τὸν Ἀγήνορα ἀντιστῆναι Ἀχιλλεῖ.
πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν.”
εἶχε ποδῶν ἕκαστος ἐσώζετο, τῶν συμμάχων οὐ μεμνημένος, ἕκαστος δὲ τὸ καθʼ ἑαυτὸν σκοπῶν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.