ΕΙΣ ΤΗΝ Χ.
χαριεστέρα δὲ ἡ διὰ τοῦ ν.
(“ἔγκασι φωτός” Il. 11, 438) καὶ οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν, ἢ τε προβάτοις πρόβασιν, τε πετάλοις πέταλσιν, οὕτως ἄστροις ἄστρασιν, ἐπεισελθόντος τοῦ ᾱ, ἵνα συστῇ ἡ λέξις.
οἱ κύνες πολλάκις ὀνομάζονται μετὰ τῶν κτητόρων, οἷον Κέρβερος Ἅιδου, Ὄρθρος Γηρυόνου, ἄλκαινα Ἀκταίωνος· οὕτως κύνα Ὠρίωνος. τῷ δὲ κυνηγετικὸν αὐτὸν εἶναι καὶ πλησίον κατηστέρισαν τὸν κύνα.
τοιαύτην αἰτίαν. Ἰκάριος γένος μὲν ἦν Ἀθηναῖος, ἔσχε δὲ θυγατέρα μονογενῆ Ἠριγόνην, ἥτις κύνα νήπιον ἔτρεφε. ξενίσας δέ ποτε ὁ Ἰκάριος Διόνυσον ἔλαβεν ἀπʼ αὐτοῦ οἶνόν τε καὶ ἀμπέλου κλῆμα. κατὰ δὲ τὰς τοῦ θεοῦ ὑποθήκας περιῄει τὴν γῆν, προφαίνων τὴν τοῦ Διονύσου χάριν, ἔχων σὺν ἑαυτῷ τὸν κύνα. γενόμενος δὲ ἐκτὸς τῆς
πόλεως βουκόλοις οἶνον παρέσχεν· οἱ δὲ ἀθρόως ἐμφορησάμενοι, οἱ μὲν εἰς βαθὺν ὕπνον ἐτράπησαν, οἱ δὲ περιλειπόμενοι, νομίσαντες 6 7 8 θανάσιμον εἶναι φάρμακον τὸ πόμα, πλήσσοντες ἐφόνευσαν τὸν Ἰκάριον. μεθʼ ἡμέραν δὲ νηψάντων αὐτῶν, καταγνόντες ἑαυτῶν εἰς φυγὴν ἐτράπησαν. ὁ δὲ κύων ὑποστρέψας πρὸς τὴν Ἠριγόνην διʼ ὠρυγμοῦ ἐμήνυσεν αὐτῇ τὰ γεγονότα· ἡ δὲ μαθοῦσα τἀληθὲς ἑαυτὴν ἀνήρτησε· νόσου δὲ ἐν Ἀθήναις γενομένης, κατὰ χρησμὸν Ἀθηναῖοι τόν τε Ἰκά.
ριον καὶ τὴν Ἠριγόνην ἐνιαυσίαις ἐγέραιρον τιμαῖς. οἳ καὶ καταστερισθέντες, Ἰκάριος μὲν Βοώτης ἐκλήθη, Ἠριγόνη δὲ παρθένος· ὁ δὲ κύων τὴν αὐτὴν ὀνομασίαν ἔσχεν. ἡ ἱστορία παρὰ Ἐρατοσθένει.
φθοροποιὸν ἡ παραβολή· καὶ ὅτι δειλοῖσιν ἀντὶ τοῦ δειλαίοις.
τούτου βιβλίοις (Il. 10, 109) πότε τὸ κλυτός κατὰ τὸ τέλος συντιθέμενον φυλάσσει τὸν τόνον, καὶ πότε ἀναδίδωσιν.
δὲ θανόντων περ καταλήθη εἰν Ἀΐδαο, αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομαι” (389).
ἀρχῆς ἀπαγορευτικὸς ὁ λόγος γένηται, μηδὲ μέγα κῦδος ὀρέξῃς. εἰ δὲ συνάπτοιμεν, ἔσται ἐπανάληψις τῶν ὑποτακτικῶν, κοινοῦ νοουμένου τοῦ ὄφρα, ἵνα σαώσῃς καὶ μὴ ὀρέξῃς καὶ μὴ ἀμερθῇς αἰῶνος.
Αἰολεῖς δὲ τὸ πρόσωπον· καὶ ῥεθομαλίδας τοὺς εὐπροσώπους φασί. Διονύσιος δέ φησι καὶ νῦν τὸ πρόσωπον δηλοῦσθαι· διὰ γὰρ μυκτήρων ἢ στόματος ἐκπνέομεν, καίτοι γε τοῦ ποιητοῦ λέγοντος (Il. 14 518) “ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν ἔσσυτο.”
ὅτι ῥέθη πάντα τὰ μέλη. οἱ δὲ Αἰολεῖς τὸ πρόσωπον.
ἐν Ὀδυσσείᾳ (2, 300) “αἶγας ἀνιεμένους” ἀναδέροντας. ἔστιν οὖν ἀπογυμνοῦσα τὸ κατὰ τοὺς μαστοὺς κόλπωμα.
ἐπέσχον.
(Od. 18, 17). ἔνιαι δὲ τῶν κατὰ πόλεις διὰ τοῦ ν, ὀρέστερον, καὶ ἀντὶ τοῦ μένῃσι δοκεύῃ.
πότερον ἐμοὶ αὐτῷ ὀλέσθαι, ἢ καθʼ Ὁμηρικὴν συνήθειαν ἀντὶ τοῦ ὑπʼ αὐτοῦ ὀλέσθαι.
Ἀχιλλεῖ καὶ τὰ καὶ τὰ ποιήσω· ἢ κομματικῶς εἰρῆσθαι ὑποληπτέον, ὡς καὶ ἡμῖν ὁ σύνδεσμος πολλάκις, ἂν δὲ κατάθωμαι καὶ πορευθῶ. δύναται δὲ καὶ ἠθικῶς ὁ Ἕκτωρ ἅπαξ ἐν μετανοίᾳ γενόμενος, πρὶν ἀνταποδοῦναι, διακόψαι τὸν λόγον. τὸ ὅμοιον νοητέον καὶ ἐπὶ τῶν ὑπʼ Ἀγήνορος ἀνωτέῤω λεγομένων. στίζομεν δὲ ταῦτα ὡς πλήρη.
λίπωμαι, οὕτως ἱκόμην ἵκωμαι.
ὁποίους ἂν παρθένοι καὶ ἠΐθεοι. οἱ γὰρ παλαιοὶ τὰ ἐκτιθέμενα βρέφη παρὰ δρυσὶν ἢ πέτραις εὑρίσκοντες ἐνόμιζον ἐκ τούτων γεγενῆσθαι. ἐκ τοιούτου δὲ ἐγένετο ἡ ὑπόληψις. οἱ παλαιοὶ νομαδικῷ ἐχρῶντο τῷ βίῳ, οἰκίας μηδέπω κεκτημένοι. αἱ οὖν γυναῖκες τίκτουσαι ἐν τοῖς ὄρεσιν ὑπὸ τὰ κοιλώματα τῶν πετρῶν καὶ δρυῶν. εὑρίσκοντες δέ τινες
νομίζοντες ἐκεῖθεν γεγενῆσθαι ἀνέτρεφον. ἡ ἱστορία παρὰ Διδύμῳ.
ψυχῆς, αὐτοῦ τοῦ Ἕκτορος ἑνὸς ὄντος τούτων.
ἀνδρὶ, ὃ καὶ ὑγιές· οὐκ οἶδε γὰρ ἄλλους ἢ τοὺς ἐπιταφίους ἀγῶνας Ὅμηρος.
Ἀχιλλεὺς διπλάσιον ἔκαμεν ἔξωθεν περιθέων.
Ἀπόλλων. ἡ διπλῆ πρὸς τὸ ζητούμενον, πῶς ὁ ποδώκης οὐ καταλαμβάνει τὸν Ἕκτορα; λέλυκε δὲ αὐτὸ ὁ ποιητὴς, ὅτι ὑπὸ Ἀπόλλωνος ἐβοηθεῖτο.
δεύτερος ἔλθοι, ἵνʼ ᾖ ὁ λόγος, ἀνῄρητο δʼ ἂν Ἕκτωρ ἤδη, εἰ μὴ Ἀπόλλων αὐτῶ ἐβοήθησε, τάχος ἐμπνεύσας, Ἀχιλλεὺς δὲ τοὺς περιεστῶτας τῶν Ἑλλήνων ἐκώλυεν ἀνανεύων βαλεῖν τὸν Ἕκτορα.
συναπτέον ἕως τοῦ γλαφυράς. ἤτοι δὲ στικτέον ἐπὶ τὸ γλαφυράς ἢ βραχὺ διασταλτέον. περισπαστέον δὲ τὸν η σύνδεσμον· ἀδύνατον γὰρ τῷ η συνδέσμῳ ἑπόμενον αὐτὸν ὀξύνεσθαι.
ἀλλὰ καὶ διὰ τοῦ προσελθεῖν ἀξιοπίστως.
ἄμμʼ ἐπιμάρτυρος ἔστω” (Il. 7, 76).
καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνὶ οἴκῳ” (Il. Ι, 29).
ὀρέγεσθαι, καὶ “ἐπίκλοπος ἔπλετο τόξων” (Od. 21, 397). ἢ ἀσκῶν διὰ λόγων παραλογίζεσθαι, ὡς τὸ “κλέπτε νόῳ” (Il. 1, 132).
περ ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον.
τὸν ἑωσφόρον φαάντατον· καὶ οὐ δεῖ ὡς μαχόμενον λαμβάνειν. ἕτερον δὲ τὸν ἕσπερον ὡς ἂν παλαιὸς οἶδε τοῦ ἑωσφόρου.
(Il. 16, 768).
φασιν ὅτι τὸ ἐκ τύχης συμβεβηκὸς αἰτιατικῶς ἐξενήνοχεν. διὰ τὸ ὅμοιον ἀθετεῖται κἀκεῖνο (Od. 17, 359) “εὖθʼ ὁ δεδειπνήκει, ὁ δὲ παύσατο θεῖος ἀοιδός.”
ὣς σέ γε πότνια μήτηρ.”
εἴκοσιν ἀριθμὸς εἰς ν καταλήξας συνετέθη.
ἠὲ μένειν μεμάασιν, ἐπειδὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν.” ὁ δὲ Διονύσιος διστάζει μὴ πρὸς τὴν ἀπόλειψιν τοῦ χρόνου· παρασκενάζει γὰρ τὸ “ἐπειδὴ νῆάς τε καὶ Ελλήσποντον ἵκοντο” (Il. 23 2) καὶ “ἐπίτονος βέβλητο” (Od. 12, 423)· τὰ γὰρ τοιαῦτα ἐσημειοῦντο πρὸς κρίσιν ποιημάτων, ὅτι σπανίως Ὅμηρος κακομέτρους
ποιεῖ.
τὴν ἀξίαν Ἀχιλλέως οἱ λόγοι· αὐτὸς γὰρ ἦν ὁ λέγων (Il.16, 243) “ὄφρα καὶ Ἕκτωρ εἴσεται ἢ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν ἡμέτερος θεράπων.”
πῆξαι ἐπὶ σκολόπεσσι, ταμόνθ᾿ ἁπαλῆς ἀπὸ δειρῆς” (Il. 16, 176)· παρανομοῦσι δὲ οὐχ οἱ ἀμυνόμενοι, ἀλλʼ οἱ ἄρξαντες. ὁ δὲ Καλλίμαχός φησιν ὅτι πάτριόν ἐστι Θεσσαλοῖς τοὺς τῶν φιλτάτων φονέας σύρειν περὶ τοὺς τῶν φονευθέντων τάφους· Σίμωνα γάρ φησι, Θεσσαλὸν τὸ γένος, Εὐρυδάμαντα τὸν Μειδίου σῦραι ἀποκτείναντα Θράσυλλον τὸν ἀδελφὸν αὐτοῦ ἄρξασθαι τοῦ νόμου πρῶτον· τοῦτον γὰρ
ἐξάψαι τοῦ δίφρου τὸν φονέα καὶ περὶ τὸν τοῦ τετελευτηκότος τάφον 43 44 45 46 ἕλκειν, ὅθεν καὶ τὸν Ἀχιλλέα ὡς Θεσσαλὸν πατρίῳ ἔθει τοῦτο ποιῆσαι καὶ δῆσαι τὸν Ἕκτορα.
ἀποδιδόασιν ὡς αὐτὴ ἅποσα. οὐκ οἷδε δὲ ὁ ποιητὴς οὔτε τὴν ι οὔτε τὴν σφεῖς. ἔστιν οὖν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ (10, 419) “σοὶ μὲν νοστήσαντι, διοτρεφὲς, ὧθ᾿ ἐχάρημεν, ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα.”
47 48 49 50
ἔοικεν οὖν, φησὶν ὁ Ἀρίσταρχος, προκαταχρησάμενος ὁ ποιητὴς τῷ τῆς Ἀνδρομάχης προσώπῳ κατὰ τὴν πρὸς Ἕκτορος κοινολογίαν (Il. 6, 394) ἀπεσχῆσθαι νῦν τοῦ προσώπου.
ποιητὴς συμπαθῶς τὸ νηπίη οὐδʼ ἐνόησεν, ὥσπερ ἐλεῶν τὴν ἄγνοιαν αὐτῆς.
δὲ ὡς ὅτι ἡ προτέρα τοῦ ἀνδρὸς ἐπίπληξις ἡ ἐν τῇ Ζ (490) σωφρονεῖν αὐτὴν ἀναγκάζει.
ἑαυτὴν ἀναλαμβάνει, ἵν᾿ ᾖ οὕτως “ἡ δʼ ἐπεὶ οὖν ἄμπνυτο καὶ ἐς φρένα θυμὸν ἀγέρθη, ἀμβλήδην γοόωσα, τῆλε δʼ ἀπὸ κρατὸς χέε δέσματα.”
τὸ τὰς ἐμπροσθίους τρίχας ἀναδεῖσθαι. καὶ “ χρυσάμπυκες ἵπποι” διὰ τὸ δεῖσθαι στροφίῳ τὰς κορυφαίας τῶν τριχῶν, παρὰ τὸ 51 52 53 54 ἀμπέχειν. ἀναδέσμη δὲ λέγεται σειρὰ ἣν κύκλῳ περὶ τοὺς κροτάφους ἀναδοῦνται. καλεῖται δὲ ὑπʼ ἐνίων καλαυδάκη. κρήδεμνον δὲ πάλιν τὸ μαφόριον, ὡς τὸ “σχομένη λιπαρὰ κρήδεμνα” (Od. 1, 334).
ἅπασαι.
τόνον· τῷ λιπόνεῳ, οἱ λιπόνεῳ.
ἡ μετάληψις. ἔφαμεν δὲ ὡς ἀναστρέφει τὰ τοῦ λόγου.
προσδιδόμενον σημαίνει τὸ ὡσαύτως, οἷον νήπιός ἐστιν, ὡς καὶ πρότερον οὐδέπω τέλειός ἐστιν.
διὰ τί δὲ ἔμελλον ἀφαιρεῖσθαι τὰς ἀποτετμημένας ἀρούρας, κατὰ τὸ βασιλικὸν γένος κληρονόμου τοῦ υἱοῦ Ἀστυάνακτος ὄντος ; ὅλως δὲ οὐδʼ ἔστιν ἴδιον τοῦ περὶ τὸν Ἀστυάνακτα οἴκτου, ἀλλὰ κοινῶς ἐπὶ παντὸς ὀρφανοῦ ἁρμόζει τὰ λεγόμενα. βέλτιον οὖν οὕτως ἐπιβαλεῖν· οὔτε σὺ τούτῳ ἔσσεαι, Ἕκτορ, ὄνειαρ, ἐπεὶ θάνες, οὕτε σοὶ
οὗτος Ἀστυάναξ ὃς πρὶν μὲν ἑοῦ.
ἔρημον τίθησι τὸν παῖδα. ἔνιοι δὲ διεσταλμένως πᾶν, εἶτα ἀφήλικα, ἵνʼ ᾖ πᾶν ἦμαρ τὸν ὀρφανικὸν παῖδα ἀφήλικα τίθησιν, ὅ ἐστιν ἐκτὸς τῶν ἡλικιωτῶν.
εἰς ἀνάμνησιν ἄγει τοῦ δυσφορεῖν.
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.