ΕΙΣ ΤΗN Ψ.
τερατῶδες γὰρ τὸ δακρύειν τὰ ὅπλα. ἡ διπλῆ δὲ, ὅτι ὡς “σπάρτα λέλυνται” (Il. 2, 135).
1
ὢν ὅμως χαῖρε, οἷον εἰ ἔστι παραμυθία καὶ χαρὰ ἐν τοῖς τετελευτηκόσι, ταύτην δέχου παρʼ ἡμῶν.
τάχα δὲ τὰς παρηγορίας τῶν φίλων οὐ φέρων καθʼ αὑτὸν τρέπεται, σχολάζειν τῷ πένθει θέλων.
ὁμοσχήμονάς φησι τὰς ψυχὰς τοῖς περιέχουσι σώμασιν εἶναι. Χρύσιππος δὲ μετὰ τὸν χωρισμὸν τοῦ σώματος σφαιροειδεῖς γενέσθαι δογματίζει.
ἀκήδεις.
ἀτάφων ψυχὰς, καὶ μὴ ἐπιμισγομένας ταῖς ἐν τῷ ἐρέβει. ἡ δὲ ἀναφορὰ πρὸς τὰ ἀθετούμενα ἐν τῇ νεκυίᾳ.
ποιήσετε. παρὰ δὲ τοῖς τραγικοῖς μετὰ τὴν ταφὴν ἐπιφαίνονται.
ὁ Κρατήτειος Χαλδαῖον τὸν Ὅμηρόν φησιν.
5
μετενήνεκται οὖν ἐκ τῆς δευτέρας νεκυίας (Od. 24, 74). φησὶν αὐτὸν μετενηνέχθαι· τὸ γὰρ οἴκοθεν ἐπάγεσθαι δυσοιώνιστον.
θάλασσαν, φιλοφρόνως αὐτὸν ὑποδεξαμένης Θέτιδος, ἔδωκεν αὐτῇ τὸν ἡφαιστότευκτον ἀμφορέα. ἡ δὲ τῷ παιδὶ ἐχαρίσατο, ὅπως μετὰ θάνατον ἐν αὐτῷ αὐτοῦ ἀποτεθῇ τὰ ὀστᾶ. ἱστορεῖ Στησίχορος.
ὦ θείη κεφαλή. γελοῖον δὲ ἐπὶ νεκρῷ τὸ ὦ θείη· διὸ ἡ διπλῆ.
6 7 8 9 “ἔν τε φρένες ἧπαρ ἔχουσι” (Od. 9, 301) καὶ πάλιν “ἔνθ᾿ ἄρα τε φρένες ἔρχαται” (Il. 16, 481). ἔστιν οὖν ἀπὸ μέρους τὸ ὅλον σῶμα. οὕτως Ἀριστοφάνης ὁ γραμματικός. ἡ διπλῆ δὲ, ὅτι τὰς τῶν ἀτάφων ψυχὰς Ὅμηρος ἔτι σωζούσας τὴν φρόνησιν ὑποτίθεται.
440) “τῷ οἱ ἀποπλήξας κεφαλήν” ἀντὶ τοῦ ἀποκόψας.
ποσσὶ δατεῦντο, διὰ ῥωπήϊα πυκνὰ ἐλδόμεναι πεδίοιο· οὐ γὰρ τοῦ πεδίου τὰ ῥωπήϊα λέγει, ἀλλʼ εἰς τὸ πεδίον αὐτὰς ἐπείγεσθαι ἀπὸ τῶν ῥωπῶν.
εἱνύω ἐστὶ θέματος, ὃ παρῆκται παρὰ τὸ ἕω δασυνόμενον. ἔν τισι δὲ καταείλυον, τουτέστιν εἴλουν. Ἀρίσταρχος δὲ καταείνυσαν. ἡ διπλῆ δὲ, ὅτι τὸ πάντα ἀντὶ τοῦ ὅλον, πρὸς τὸ “πᾶσαι δʼ ὠΐγνυντο πύλαι” (Il. 2, 809. 8, 58).
ιθ΄ τῆς καθόλου.
σημᾶναι.
φῶν αἰτίους εἶναι. διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ εἰς τοὺς ποταμοὺς ἀπὸ τῶν ποταμῶν ὕδωρ ἐκόμιζον, τέκνων τε γενέσεως καὶ παιδοτρο- φίας οἰωνὸν τιθέμενοι. διόπερ καὶ τὰς Ἀχιλλέως κόμας Πηλεὺς τούτῳ καθιέρωσεν· ἦν γὰρ ἐκ Φαρσάλου τῆς Θεσσαλίας. ἡ ἱστορία παρὰ τοῖς Ἀργολικοῖς συγγραφεῦσιν.
φωλεύω φωλεός, ὀχεύω ὀχεός καὶ ἐν πλεονασμῷ τοῦ σ ὀσχεός. καὶ παρὰ τό σωρεύω δὲ ὁ σωρεός· τὸ δὲ σωρός κατὰ συγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεός ἔσται, κατʼ ὀξεῖαν τάσιν· “ὁ δʼ ἐκ λοχεοῖο πάϊς” (Hesiod. Th. 178). ἀλλʼ οὖν γε βαρυτόνως οἱ πλείους ἀνέγνωσαν, πλεονασμὸν ἐκδεξάμενοι τοῦ ε, ὥστε παρὰ τὴν
λόχου γενικήν (“ἐκ λόχου ἀμπήδησε” Il. 11, 379) λόχοιο γενέσθαι καὶ λοχέοιο. οὕτως δὲ κατὰ τὸν προειρημένον κανόνα, ῥήματος ὄντος τοῦ κηδεύω τὸ παρʼ αὐτὸ ὄνομα, λέγω δὲ τὸ κηδεός, ὀξυτονηθήσεται.
τὸν τέ σύνδεσμον, καὶ ἀγοὺς ἡγεῖτο τοὺς ἡγεμόνας. ὁ μέντοι Ἀρίσταρχος ταγοὺς ἐξεδέξατο, καὶ σχεδὸν ἅπαντες, παρὰ τὸ τάσσω ῥῆμα τοῦ σχηματισμοῦ γενομένου. διὸ καὶ ἐγὼ συγκατατίθεμαι. τὸ δὲ μενόντων ἀντὶ τοῦ μενέτωσαν.
ποιοῦντος τοῦ Ἀχιλλέως.
διὰ τοῦτο τῷ Ποσειδῶνι πέντε θύουσιν.
τούτους, ἵνʼ ᾖ ὁ λόγος, δώδεκα μὲν Τρώων υἱοὺς τούτους σὺν σοὶ τὸ πῦρ ἐσθίει, δεικτικῶς. ἐὰν δὲ στίζωμεν ἐπὶ τὸ ἐσθλούς, ἔσται τὸ τούς ἀντὶ ὑποτακτικοῦ ἄρθρου τοῦ οὕς.
τὸ γὰρ ῥόδινον οὕτως νῦν εἶπεν ἔλαιον ῥοδόεν.
ὁρμήσειαν οἱ ἄνεμοι καίειν τὴν ὕλην.
“νυμφίον ἐν μεγάροις μίαν οἴην παῖδα λιπόντα” (Od. 7, 65).
ἐπιτολῆς.
δισύλλαβος ἐπʼ ὀνομάτων εἰς τῑ λήγουσα ὀξύνεται, χρωτί δαιτί Κρητί. οὕτως οὖν καὶ λιτί. τούτῳ γὰρ τῷ λόγῳ καὶ βλητί ὀφείλομεν κατʼ ὀξεῖαν τάσιν ἀναγινώσκειν· “νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ δάκρυον ἧκας.” οὕτως οὖν καὶ λιτί, ἴνα ᾖ μεταπλασμὸς τῆς λιτῷ δοτικῆς, ὡς ἡ κλαδί τῆς κλάδῳ. ὁμοίως δὲ καὶ ἡ αἰτιατικὴ
ἡ λῖτα μεταπέπλασται ἐκ τῆς λιτὸν, ὡς καὶ ἡ κρόκα ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ “κάθηράν τε ῥύπα πάντα” (Od. 6, 93), εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου μεταπλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγίνετο τῇ λιτόν αἰτιατικῇ ἡ λῖτα, ἐπεὶ πᾶσα αἰτιατικὴ εἰς ᾱ λήγουσα ἐβαρύνετο, ὑπεσταλμένης τῆς τινά
κατʼ ἀόριστον προφοράν.
ἀκριβὴς γὰρ ὁ ποιητὴς περὶ τὰ ἀκτὰ καὶ φορητά.
ἦν· ὡς γὰρ ἧσσον τοῦ τρίποδος καὶ τοῦ ἵππου καὶ τοῦ λέβητος τίθεται. τὸ δὲ τάλαντον νῦν μὲν ρκ΄ δραχμὰς ἔχει· τὸ δὲ παλαιὸν ὁ μὲν Πολέμαρχος δʼ δραχμῶν, Θεόφραστος δὲ ιδ΄, Τίμαιος δὲ κδ΄.
ἔστι γὰρ τρίτου προσώπον. οὕτως καὶ διʼ ἑνὸς σ, ὡς τὸ “ὅ σφιν ἐϋφρονέων ἀγορήσατο” (Il. 1, 73.)
τὴν κεφαλὴν τοῦ ἵππου καταπλύνειν ὕδατι ἀξιοῖ καὶ τὸ προκόμιον. τρίτον δὲ κοτύλης ἐλαίου τὸ πᾶν ἀνθρώπου τέγγει σῶμα.
καὶ ταχέως τρέχειν. ἡ διπλῆ δὲ, ὅτι ἐντεῦθεν παρῴδηται τὰ ὀνόματα τῶν Ἕκτορος ἵππων, Αἴθων καὶ Πόδαργος (Il. 8, 185)· οὐ γὰρ εἰσάγει τετρώρῳ χρωμένους.
“βάρδιστοι θείειν” (310).
ἀγαθόν” (Il. 9, 102), ὃ καὶ βέλτιον. καὶ ἡ ἑξῆς διαστολὴ λόγον τινὰ ἔχει, φρονῶν αὐτὸς φρονοῦντι καὶ αὐτῷ.
5, 760).
παρὰ τὸ ἄφαρ, ὅ ἐστι ταχέως.
χοινικίδος. τοῦτο δὲ πάσχειν δοκεῖ ὁ παρὰ τὸν καμπτῆρα τροχός.
κρήνῃ. ἡ δὲ ἔγκυος γενομένη ἵππον ἐγέννησεν, ὃς διὰ τὸ κρατιστεύειν Ἀρείων ἐκλήθη. Κοπρεὺς δὲ Ἁλιάρτου βασιλεύων πόλεως Βοιωτίας ἔλαβε δῶρον αὐτὸν παρὰ Ποσειδῶνος· οὗτος δὲ αὐτὸν Ἡροκλεῖ ἐχαρίσατο γενομένῳ πρός αὐτόν. τούτῳ δὲ διαγωνισάμενος Ἡροκλῆς πρὸς Κύκνον τὸν Ἄρεως υἱὸν καθʼ ἱπποδρομίαν ἐνίκησεν ἐν τῷ τοῦ
Παγασαίου Ἀπόλλωνος ἱερῷ, ὅ ἐστι πρὸς Τροιζῆνι. εἶδʼ ὕστερον 24 25 26 27 28 οὖτος ὁ Ἡρακλῆς Ἀδράστῳ τὸν πῶλον παρέσχεν· ὑφʼ οὗ μόνος ὁ Ἄδραστος ἐκ τοῦ Θηβαϊκοῦ πολέμου διεσώθη, τῶν ἄλλων ἀπολομένων. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς.
κληροῦνται περὶ τῆς στάσεως. οὐ δεόντως οὖν ἐπὶ τῶν δρομέων μετάκειται ὁ στίχος ἐντεῦθεν (757).
σχηματισμὸς καὶ προπερισπᾶται, ἐν Κύρου παιδείας πρώτῳ (6, 3) “ἀλλʼ ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τὸν θεὸν μεμνῷτο.” τὸ δὲ ἀνάλογον διὰ τοῦ η, προσκειμένου τοῦ ῑ, παρʼ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ (992)· “ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.” καὶ πάλιν προπερισπαστέον. ἐν ἑτέροις μέντοι ἐντελῶς περὶ τοῦ σχτματισμοῦ
διέλαβον καὶ περὶ γραφῆς τῆς κατὰ γενικὴν, λέγω δὲ τῆς δρόμου, ἢ αἰτιατικῆς πληθυντικῆς τῆς δρόμους.
ἐπεὶ αὐτὸς ἀνεθρέψατο αὐτὰς κατὰ τὸν ποιητὴν λέγοντα “τὰς ἐν Πιερίῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων, ἄμφω θηλείας, φόβον Ἄρεως φορεούσας” (Il. 2, 766). δοκεῖ γὰρ κατὰ τὸν μῦθον Ἀπόλλων θητεῦσαι Ἀδμήτῳ τῷ Εὐμήλου πατρὶ, ὡς μὲν Εὐριπίδης ἐν Ἀλκήστιδι, διὰ τὸ φονεῦσαι Κύκλωπας, ὡς δὲ Καλλίμαχος, διὰ τὸ ἐρασθῆναι
Ἀδμήτου.
μεταλαμβάνεσθαι, ἐγκλιτικῶς ἀνέγνωσαν, οὐκέτι ἐκδεχόμενοι πληθυντικὴν κτητικὴν εὐθεῖαν, ἀλλʼ ἑνικὴν δοτικὴν μονοσύλλαβον, ὁμοίως τῷ “οἱ δέ οἱ ἵπποι ὑψόσʼ ἀειρέσθην” (500), καὶ δηλονότι δοτικὴν ἀντὶ γενικῆς. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως.
ἐγώ τε καὶ ὑμεῖς.
τῷ ὀξυνομένῳ ἀρσενικῷ. ἐπίσταται δὲ ὁ ποιητὴς καὶ τὴν δοτικήν· “στείνει ἐν αἰνοτάτῳ” (Il. 8, 476).
γεγονὼς διασαφεῖν ἐθέλει τὸν προγνωσθέντα Διομήδη.
(Od. 17, 317). καὶ περισπώμενον, ἔνθεν τὸ δίημι ἐγένετο, παρʼ ὃ τὸ “ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται” καὶ τὸ “αὕτως ἐνδίεσαν” (Il. 18, 584).
κολάζεται νῦν τε καὶ ἐν τῷ ναυαγίῳ.
ὁπότεραί εἰσιν ἵπποι πρότεραι.
δὲ διὰ τοῦ ο.
διὰ δὲ τούτου βούλεται λέγειν οὐδʼ ὅλως ἀμφήριστον.
συντετριμμένου δὲ τοῦ ἅρματος ἔμπροσθεν γενόμενος ἐλαύνει, τὰς πλευρὰς τῶν ἵππων τύπτων. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ καλά πρὸς τὸ σαφέστερον. τὸ δὲ πρόσσοθεν ὡς ἔμπροσθεν, καὶ συνεστάλη τὸ ω εἰς τὸ ο.
δʼ Ἀντίλοχος, τέτρατα ξανθὸς Μενέλαος, πέμπτα δὲ Μηριόνης θεράπων ἐὺς Ἰδομενῆος.” χωρὶς δὲ τοῦ μηδὲ τὸν χαρακτῆρα ἔχειν Ὁμηρικὸν, ἔτι καὶ πρὸς οὐδὲν γίνεται ἡ ἐξαρίθμησις τῆς τάξεως.
ἄλλοι.
γοῦν τὸ αὐτίκα. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “Φοῖνιξ μὲν πρώτιστα, αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας” (Il. 9, 169).
39 καὶ οἱ πλείους κατὰ παρολκὴν ἐξεδέξαντο κεῖσθαι, διὰ τὸ ἀμφιδεδίνηται· διὸ οὐκ ἀναστρέφουσιν.
μέμφεται δὲ αὐτῷ ἀπατήσαντι καὶ παρὰ τὴν ἡρωῖκὴν ἁπλότητα πανουργήσαντι. καὶ Ἀχιλλεὺς “ἐκ γὰρ δή μʼ ἀπάτησε” (Il. 9, 375).
πόδες καὶ χεῖρες.
δίδυμοι, τίς τε τῆς ἁρματηλασίας ὁ τρόπος, καὶ τί τὸ τῆς νίκης αἴτιον. Ἀντόδωρος μὲν οὖν ὁ Κυμαῖος τὴν μὲν φύσιν αὐτῶν, οἵα τίς ποτέ ἐστιν, οὐ προσποιεῖται, τινὰς δέ φησι λέγειν ὅτι ἅρματα πλείονα καθῆκαν εἰς τὸν ἀγῶνα, οἷς ἐνεπόδιζον τὰ τῶν ἀντιπάλων, καὶ τοῦτο εἶναι τὸ πλήθει πρόσθε βαλόντες. ἄλλοι δέ φασι πρὸς τὴν ἄφεσιν τῶν
ἀρμάτων συνηγωνίσθαι τοῖς Ἄκτορος υἱοῖς τοὺς ἀθλοθετοῦντας, διόπερ ἀφῆκαν πολὺ προλαβεῖν τὰ τούτων ἅρματα, καὶ τουτέστι τὸ πλήθει πρόσθε βαλόντες. Ἀρίσταρχος δὲ διδύμους ἀκούει οὐχ οὕτως ὡς 45 46 ἡμεῖς ἐν τῇ συνηθείᾳ νοοῦμεν, οἷοι ἦσαν καὶ οἱ Διόσκοροι, ἀλλὰ τοὺς διφυεῖς, δύο ἔχοντας σώματα, Ἡσιόδῳ μάρτυρι χρώμενος, καὶ τοὺς συμπεφυκότας ἀλλήλοις. οὕτως γὰρ καὶ τὸ λεγόμενον ἐπʼ αὐτῶν σαφηνίζεσθαι ἄριστα· ἀναστάντος γὰρ δὴ τοῦ Νέστορος ἐπὶ τὸν ἀγῶνα καὶ αὐτοὺς ἀναστῆναι· εἶτα τὸν μὲν Νέστορα λέγειν ὡς οὐ
δίκαιοι εἶεν ἀγωνίζεσθαι παρηλλαγμένοι τὴν φύσιν ὄντες· ὁ δὲ δῆμος συναγωνίζοιτο αὐτοῖς, καὶ λέγοι ὡς εἶεν εἷς ἀμφότεροι καὶ διὰ τοῦτο ὀφείλοιεν ἑνὸς ἐπιβαίνειν ἅρματος ἅτε δὴ συμπεφυκότες, καὶ κρατοῖέν γε οἱ πολλοὶ, καὶ τοῦτο εἶναι τὸ πλήθει πρόσθε βαλόντες.
Ὁμηρικὸν τὸ ὑπερβατὸν, ἵνα ᾖ τὸ ἑξῆς, οὐδέ σε λήθω ἐνηέος τιμῆς. ἐὰν δὲ τοῖς ἄνω προσδῶμεν αὐτὸ, ὡς ἡ συνήθεια ποιεῖ, λείπειν φήσομεν τὸ ὡς, ἵνʼ ᾖ ὡς ἐνηέος. ἢ διὰ μέσου ἐστὶ τὸ οὐδέ σε λήθω.
καλεῖ, καὶ τοῦτο ἐπὶ πάντων τάττει.
καὶ συστὰς αὐτῷ ἀπέκτεινεν αὐτόν· ὅθεν ἐξ ἐκείνου καὶ τῆς πυκτικῆς ἔφορος ἐνομίσθη ὁ θεός. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς.
ἐπὶ τοῦ Εὐρυάλου, ὡς ὁ Κράτης. καὶ ὅτι οἱ νεώτεροι παρὰ τὸν Ὅμηρον τὸν Οἰδίπουν φασὶν ἑαυτὸν τυφλώσαντα ποδηγούμενον εἰς Ἀθήνας ἐλθεῖν καὶ ἐκεῖ τελευτῆσαι· νῦν δὲ ὁμόλογον ὅτι ἐν Θήβαις ἐτελεύτησεν. καὶ πρὸς τὸ δεδουπότος· οἱ γλωσσογράφοι γὰρ ἓν ἀνθʼ ἑνὸς τεθνηκότος ἐξεδέξαντο. ἐκ παρεπομένου δὲ νοητέον ὅτι ἤτοι
ἐν πολέμῳ τετελεύτηκε· ψοφοῦσι γὰρ οἱ πίπτοντες· “δούπησεν δὲ πεσών” (Il. 4, 504)· ἢ κατεκρήμνισεν ἑαυτόν· καὶ γὰρ οὗτος ὁ θάνατος μετὰ ψόφου.
ἡ γὰρ ἀνταπόδοσις οὐκ ἐπιφέρεται, ἀλλὰ προαποδέδοται. ἀμείβοντες δὲ δοκοὶ μεγάλαι, ἀλλήλαις προσπίπτουσαι ὥστε βαστάζειν τὴν ὀροφὴν, οἵτινες καὶ συστάται καλοῦνται.
ὡς ἐπὶ τοῦ “μάχῃ ἔνι κυδιανείρῃ” (Il. 6, 124) καὶ ὡς οἱ πλείους θέλουσι τοῖς ἐπιθετικοῖς συντάσσειν αὐτάς. διὸ καὶ ὁ Ἀσκαλωνίτης ἐνθάδε οὐκ ἀναστρέφει. δύναται μέντοι ἐνθάδε ἡ περί ἰσοδυναμεῖν τῷ περισσῶς, τουτέστιν ἐξαιρέτως πεποιημένου· διὸ οὐκ ἀναστρεπτέον.
νοήσαντες μετέγραψαν ἐϋκνήμιδες Ἀχαιοί.
πρόθεσιν ἐξεδέξαντο διὰ τὸ ἀεὶ ἕτερον λέγειν τὸν ποιητὴν ἐπὶ δύο, ἓν δὲ οὐδέποτε· “χωλὸς δʼ ἕτερον πόδα” (Il. 2, 217)· “τὸν δʼ ἕτερον σκοπελόν” (Od. 12, 101).
οὖν μεταστοιχὶ λέγει, ἐπὶ στίχον ἵστανται κεκληρωμένοι· ἐνταῦθα δὲ οὐκέτι, ἀλλὰ κατὰ ζυγὸν ἡ στάσις λέγεται, κατὰ μέτωπον πάντων ἐξ ἴσου ὄντων.
τοῖς ἑξῆς. ἥ τε διαφορὰ παρὰ τὴν ἀνταπόδοσιν· εἰ μὲν γὰρ δὶς κέοιτο, τοῖς ἄνω συναφθήσεται ἡ παραβολὴ, εἰ δὲ ἅπαξ, τοῖς ἑξῆς.
ἀπεμφαίνειν συναπτόμενον.
εἴωθε τιθέναι καθʼ ἑαυτὸ ὁ ποιητὴς, ὡς ἐν Ὀδυσσείᾳ (21, 175) “Ἀντίνοος δʼ ἐκέλευσε Μελάνθιον αἰπόλον αἰγῶν,” καὶ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ (Il. 24,90) “τίπτε με κεῖνος ἄνωγε θεός;” καὶ μετʼ ὀλίγον ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον ὁππότερός κε φθῇσιν ὀρεξάμενος, καὶ ὑποστικτέον μέλαν αἷμα. εἰ μὲν γὰρ συνάπτοιμεν τὸ ἄνδρε
δύω, ὁππότερος κε φθῇσιν, σολοικισμὸς γίνεται.
καὶ “διά τ᾿ ἔντεα καὶ μέλαν αἷμα” ἐκ τῆς Δολωνείας (Il. 10, 298) μετάκειται.
ἀναλαβὼν τὸν παῖδα περιέβαλε τῇ λεοντῇ, ἐφʼ ᾧ ηὔξατο αὐτὸν γενέσθαι ἄτρωτον. ὁ δὲ ηὐξήθη, καὶ τὸ πᾶν ἄτρωτος ἐγένετο.
καὶ ἐκεῖ εὐλόγως ἔστιν “ ὑπέρβαλε σήματα πάντων·” πλείονες γὰρ δισκεύουσιν.
καλοῦ καὶ τοῦ ῥέπειν.
ἔχων μνᾶς δέκα. τὸ δὲ ἡμιπέλεκκον τὸ ἥμισυ τοῦ πελέκεως, τὸ ἐκ τοῦ ἑνὸς μόνου μέρους ἔχον ἀκμὴν, ὃ καὶ διστράλιον καλοῦσιν· οὕστινας ἐφεξῆς ἱστάντες ἐπί τινα βαθμὸν ἐγυμνάζοντο οἱ τοξόται, πέμποντες διὰ τῶν τρητῶν αὐτῶν τὸ βέλος, διʼ οὗ ἐμβάλλεται αὐτοῖς ὁ στειλειός.
τὸ ἀπὸ τύχης συμβησόμενον.
κατὰ Ἀντίμαχον οὕτως· “σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείλετο τόξον χερσί.” ὁ μέντοι Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων ἐπειγόμενον βούλεται τὸν Μηριόνην ἐκσπάσαι τῆς τοῦ Τεύκρου χειρὸς τὸ τόξον· καὶ γὰρ κοινὸν τῶν ἀγωνιζομένων αὐτὸ εἶναι ὥσπερ τὸν δίσκον. τὸ δὲ “ἀτὰρ ὀϊστὸν ἔχεν πάλαι” ἐπὶ τοῦ Τεύκρου ἀκουστέον.
ἧμα ἐγεγόνει πάλιν δασυνόμενον· “καὶ ἥμασιν ἔπλευ ἄριστος” (891).
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.