ΕΙΣ ΤΗΝ Ω.
(Il. 21, 80) καὶ “τῆς δʼ ἄρα κλαιούσης λύτο γούνατα,” ἔκτασις ἐγένετο διὰ τὸ μέτρον· εἰ δὲ παρατατικόν τινες ἐκδέχονται, δύναται κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι, ὥσπερ ἐπὶ τοῦ ἰχθύες ἰχθῦς, μύες μῦς, ῥύεσθαι ῥῦσθαι· “πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.” ἢ ἀπὸ τοῦ λέλυτο λῦτο ὡς βέβλητο βλῆτο.
δρείαν, ἀλλʼ ἠνορέαν. ἔχει δὲ καὶ τὸ δυσεξάλειπτον, τῶν μιμνησκόμενος· καὶ γὰρ ἄνω εἴρηκεν “ἑτάρου μεμνημένος. προηθετοῦντο δὲ καὶ παρʼ Ἀριστοφάνει. ταῦτα δὲ ἤτοι συναπτέον τοῖς ἄνω, ἵνʼ ᾖ κοινὸν τὸ ποθέων, ἢ ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ κύματα πείρων. ὁ δὲ λόγος· καὶ ὅσα σὺν αὐτῷ κατειργάσατο
ἔργα πολεμῶν τε καὶ πλέων, τούτων μιμνησκόμενος ἐδάκρυεν.
φησὶ γοῦν οὕτω γενόμενος ἐπὶ τοῦ “ παννυχίη μέν ῥʼ γε καὶ ἠῶ πεῖρε κέλευθον” (Od. 2, 434)· τὸ πεῖρε διδάσκει ἡμᾶς καὶ τὴν πείρων μετοχὴν βαρύνειν· ὡς γὰρ ἔκειρε κείρων, οὕτως ἔπειρε πείρων· εἰ γὰρ περιεσπᾶτο, ἦν ἂν ὁ παρατατικὸς ἐπείρα. ἔστιν οὖν διττὸν τὸ ῥῆμα, καὶ τὸ μὲν σὺν τῷ ῑ περισπασθήσεται.
1 2 3
παρὰ Διός; οὐ γὰρ συγκατατέθειται τῇ ἀπολυτρώσει τοῦ νεκροῦ, ἀλλʼ ὕστερον· ὁ δὲ Ἀπόλλων οὐκ εἶχεν ἐξουσίαν τῆς αἰγίδος. εἰ δὲ ταῦτα ἐγέγραπτο, οὐκ ἂν ἄλλας αἰτίας εἰσέφερε τοῦ καταδρύπτεσθαι. λέγει μέντοι (ll. 23, 186) “ῥοδόεντι χρῖεν ἐλαίῳ ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.” καὶ περὶ τοῦ Ἀπόλλωνος ὃν τρόπον “πᾶσαν
ἀεικείην ἄπεχε χροΐ,” λέγει “τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων,” ἵνα διαμένῃ ἔνικμος καὶ περινίζηται τὴν ἀπὸ τοῦ φόνου ἀκαθαρσίαν, ὥς φησιν ὁ Ἑρμῆς τῷ Πριάμῳ “θηοῖό κεν αὐτὸς ἐπελθὼν, οἷον ἐερσήεις κεῖται· περὶ δʼ αἷμα νένιπται” (418).
τὴν χρυσῆν αἰγίδα. καὶ μή ποτε Ὁμηρικώτερον· τοῖόν τοι ἐγῶ νέφος ἀμφικαλύψω χρύσεον” (Il. 14. 343).
4 5 6 7 8 ὅστις ἐπιθυμίαν ἔσχε τοῦ κλέπτειν, ὅτι καὶ Ζεὺς κλέψας τὴν Ἥραν ἐμίγη Μαίᾳ. καὶ δή ποτε τῆς μητρὸς μετὰ τῶν ἀδελφῶν αὐτῆς λουομένης λαθὼν ὑφείλετο τὰς ἐσθῆτας· γυμναὶ δὲ ἐκεῖναι οὖσαι ἠπόρουν τί πράξωσιν. γέλωτα δὲ διὰ τούτου Ἑρμῆς ποιήσας ἀπέδωκεν αὐταῖς τὰς ἐσθῆτας. ἔκλεψε δὲ καὶ τὰς Ἀπόλλωνος βοῦς. ἡ
ἱστορία παρὰ Ἐρατοσθένει.
τήν τε περὶ τοῦ κάλλους κρίσιν οὐκ οἶδεν· πολλαχῆ γὰρ ἂν ἐμνήσθη· καὶ τὸ νείκεσσε οὐκ ἔστι κρῖναι, ἀλλʼ ἐπιπλῆξαι ἢ διαφέρεσθαι “νεικείων Ἕλενόν τε Πάριν” (249) ἀντὶ τοῦ ἐπιπλήσσων· “δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς” (Il. 18, 498). διεφέροντο. καὶ ἡ μαχλοσύνη κοινῶς ἐστὶ γυναικὸς μανία· δέδωκε δʼ αὐτῷ οὐ
ταύτην, ἀλλὰ τὴν καλλίστην τῶν τότε Ἑλένην. Ἡσιόδειος δʼ ἐστὶν ἡ λέξις· ἐκεῖνος γὰρ πρῶτος ἐχρήσατο ἐπὶ τῶν Προίτου θυγατέρων.
μᾶλλον οὕτως ἂν ἔχοι· ἀθετεῖ γὰρ Ἀρίσταρχος διὰ τὴν μαχλοσύνην τὸν στίχον.
ἐπὶ τῆς ἰδίας πατρίδος.
σπανίως ἔστιν εὑρεῖν τοῦτον τὸν σύνδεσμον περισσεύοντα, μήποτε διὰ 9 10 τοῦ η ἐγέγραπτο εἴξῃ, ἵνα ὑποστίζωμεν μετʼ αὐτό. καὶ ὁ λόγος· ἐπειδὰν τῇ δυνάμει καὶ τῇ ἐπιθυμίᾳ κρατηθῇ, ἐπέρχεται θρέμμασιν.
ἀναιδέστατος βούλοιτο εἶναι. παρὰ μὲν γὰρ Ἡσιόδῳ γνωμικῶς· ἐκεῖ γὰρ ὄντι λόγον ἔχει, τῆς αἰδοῦς ποτὲ μὲν ὠφέλειαν περιποιούσης ποτὲ δὲ βλάβην. δεῖ δὲ ἔξωθεν προσυπακοῦσαι τὸ ἐστί, ἵνʼ ᾖ, οὐδέ οἱ αἰδώς ἐστι· καὶ πλήρης ὁ λόγος.
ἡ δὲ ὠφελοῦσα. οὕτως δὲ καὶ Εὐριπίδης (Hippol. 385) ἐξεδέξατο εἰπὼν διττὰς εἶναι αἰδοῦς. δύναιτο δʼ ἂν ἡ αὐτὴ οὖσα πῆ μὲν ὠφέλιμος εἶναι, πῇ δὲ βλαβερά.
λέγει (Il. 15, 545). πάλιν δὲ ὁμογάστριος λέγει, καὶ οὐχ ὡς Ζηνόδοτος ἔγραφεν ἐκεῖ (Il. 21, 95) “μή με κτεῖνʼ, ἐπεὶ οὐκ ἰογάστριος Ἕκτορος.”
τοιοῦτον· Ἕκτωρ μὲν θνητὸς, θνητόν τε θήσατο μαζόν· ἄλλοι δὲ παρειλῆφθαι τὸ γυναῖκα ἀντὶ τοῦ κτητικοῦ γυναικεῖον· τοὺς δὲ Ἀττικοὺς καὶ Δωριέας τοῖς κυριωτέροις χρῆσθαι ἀντὶ κτητικῶν, Ἕλληνα στρατὸν ἀντὶ τοῦ Ἑλληνικὸν, καὶ ἄνθρωπον ἦθος ἀντὶ τοῦ ἀνθρώπινον, καὶ Ἑλλάδα διάλεκτον.
τινὲς τὸ θεων ἐπὶ τοῦ τρέχων ἐξεδέξαντο, μετοχὴν παραλαμβά- νοντες, καὶ ἐβάρυναν. ἀπίθανον δέ· διὸ περισπαστέον· γενικὴ γάρ ἐστι πληθυντικὴ ὀνόματος τοῦ θεός.
τριχίνην εἶναι τὴν ὁρμιάν. λιναῖς γὰρ ἐχρῶντο· “ἐκ πόντοιο θύραζε λίνῳ ἐνὶ ἤνοπι χαλκῷ” (Il. 16, 408). οἱ δὲ νῦν οὐδὲ βοείαις χρῶνται, ἀλλʼ ἱππείαις. λέγοι ἂν οὖν βοὸς κέρας κυρίως· κατεσκεύαζον γὰρ σύριγγα ἐκ κέρατος βοείου, ἣν παρετίθεσαν τῇ ὁρμιᾷ ὑπὲρ τὸ ἄγκιστρον, ὅπως μὴ οἱ ἰχθῦς ἀποτρώγωσι τὸν λίνον.
τῶν πρὸ ἐμοῦ εἰρημένους· τὰ γὰρ φωνήεντα ψιλοῦσθαι θέλει ἐπιφερομένου τοῦ σ, ὀσφῦς ὀσφραίνεσθαι ἀσφόδελος ἀσφάραγος ἀσχάλλω ὀσχεός ἴσχω ἰσχύς ἀσθενής ἐσθλός ἄσθμα ἔσθω· οὕτως ἄρα καὶ ἔσθος καὶ ἐσθής.
πρὸς τὰ περὶ τοῦ Ὀλύμπου· οὐρανὸν γὰρ νῦν εἰπὼν, ὑποβάς φησιν “ἤλυθες Οὔλυμπόνδε.” παρʼ ὅσον ἐπουράνιά τινα μέρη ἐστὶ τοῦ Ὀλύμπου, ὑπὲρ τὰ νέφη διήκοντα.
αὐτὸ σημαίνει, Διὸς ἑκατέρωθεν, οὐχ ὥς τινες δέχονται, χωρίς, ἀλλὰ μόνον καθʼ ἑαυτὰς ἔχουσαι τὰς γνώμας.
“οἰσέμεναι νεκρὸν Ἐλπήνορα” (Od. 12, 10).
17 18 19 20 21 22 23
Κωμανόν.
ἄριστον “ἐντύνοντο ἄριστον.” ἔστι δὲ τὸ πρωϊνὸν ἔμβρωμα· τρεῖς γὰρ τροφὰς ἐλάμβανον οἱ ἥρωες.
τι σίτου. πλῆρες δέ ἐστι, σὴν ἔδεαι κραδίην, οὐδὲ τὸ τυχὸν σίτου μεμνημένος.
νεκρὸν ἐποίησεν, ὡς ἐπὶ τοῦ “ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ” (Il. 5, 795).
δῆλον ὅτι εἴτε συγκέκοπται ἡ ὀξεῖα εἴτε ἡ βαρεῖα ἡ μετὰ τὴν ὀξεῖαν, ὀφείλει πάλιν τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα φυλάττεσθαι· οὐδὲ γὰρ χαρακτὴρ κωλύει. τὸ μέντοι “σὺ δʼ αἴδεο καί μʼ ἐλέησον” (Il. 21
Ἀσκαλωνίτης ἄντιτα παραλαμβάνει, μεταλαμβάνων εἰς τὸ ἀντέκτιτα. οὕτω καὶ οἱ πλείους, ὁμοίως τῷ ἄτιτα (Il. 14, 484). ἔχεται μὲν οὖν ἡ κατὰ σύνθεσιν ἀνάγνωσις ἐμφάσεως, καὶ μᾶλλον τοῦ νοητοῦ· μελλήσει δὲ λείπειν τὸ ἄν ἐν τῇ συντάξει, ἐπιζητοῦντος τοῦ γένοιτο εὐκτικοῦ τὸ τοιοῦτο. παραφυλακτέον δὲ ὅτι καὶ συλλαβὴ
λείπει ἡ τῑ, τοῦ ἐντελοῦς ὄντος ἀντίτιτα.
πρώτου ἐπίθετον εἶναι, μάντεις θύται· καὶ ἄλλως τῶν ἱερέων ἕτεροι νοοῦνται. θυοσκόοι μὲν οἱ διὰ τῶν ἐπιθυομένων μαντευόμενοι, οἱ ἐμπυρόσκοποι—καλοῦσι δὲ αὐτοὺς λιβανομάντεις—, ἱερεῖς δὲ οἱ διὰ τῶν 33 34 35 σπλάγχνων μαντευόμενοι. τὰ μὲν γὰρ θυμιάματα θύη καλεῖται, τὰ δὲ σπλάγχνα ἱερά. κοινὸν δέ ἐστι τὸ μάντις.
τριβράχεα, μὴ ὄντα ἐπιθετικὰ βαρύνεσθαι θέλει, κάλαμος Πρίαμος. τὸ ποταμὸς ἐγένετο παρὰ τὸ ποτασμός, καθʼ ὑφαίρεσιν τοῦ σ· τὸ δὲ ἰταμός ἐπιθετικόν ἐστι. δεύτερον δὲ ὡς τὰ ἔχοντα τὴν ἄρχουσαν μακρὰν, εἰ μὲν θέσει ᾖ, βαρύνεται, ὄρχαμος Τύρταμος Πέργαμος· εἰ δὲ φύσει, κύρια μὲν ὄντα βαρύνεται πάλιν, ὡς ἔχει τὸ Πύραμος
Τεύταμος, οὐχ οὕτως δὲ ἔχοντα ὀξύνεται, ὡς ἔχει τὸ οὐλαμός χηραμός. τούτῳ οὖν τῷ λόγῳ, εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάσσειν ἡ προκειμένη λέξις παρῆκται, ἔσται κατʼ ὀξεῖαν τάσιν, φωραμός, καὶ πλεονασμῷ τοῦ ῑ φωριαμός. ἡ διπλῆ δὲ, ὅτι ἐπιθήματα τῶν κιβωτίων τὰ πώματα, καταχρηστικῶς δὲ πίθων
καὶ τῶν ὁμοίων.
ἀνδρεῖον ἔνδυμα. || φᾶρος ἱμάτιον ἀνδρῶν καὶ γυναικῶν. || χλαίνη τὸ περίβλημα τῆς κλίνης.
δὲ καὶ Νικίας. Νεοπτόλεμος δὲ ὁ Παριανὸς, λέγων παρὰ τὸ ἐξιέναι πεποιῆσθαι τὴν λέξιν, οἷον τὴν ἔκπεμψιν, ἀξιοῖ ψιλοῦν. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ πείθεσθαι· ἠπίστατο γὰρ ὁ ποιητὴς καὶ τὸν ἥσω μέλλοντα δασυνόμενον “ἥσω γὰρ καὶ ἐγώ” (Il. 17, 515). παρὰ δὲ τοὺς μέλλοντας ὁριστικοὺς ἐγίνετο τὰ τοιαῦτα ὀνόματα, οὐ παρʼ ἐνεστῶτας
ἀπαρεμφάτου ἐγκλίσεως· θύσω γοῦν θυσία, ἄξω ἀξία, δώσω δοσία, προδώσω προδοσία. οὕτως οὖν καὶ παρὰ τὸν ἥσω ἑσία καὶ ἐξεσία.
καὶ οἱ πλείους. οἷον διὰ τῶν ἀνδρῶν ἐπορεύετο καὶ διίστα αὐτούς. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως. τὸ δὲ ἔξω ἑκατέροις δύναται συντάττεσθαι· βέλτιον δὲ τοῖς ἄνω.
Δηΐφοβος δὲ γενναίως ἀγωνισάμενος ἔγημεν αὐτήν. ἡ ἱστορία παρὰ Λυκόφρονι.
ζυγοῦ, περὶ ὃν τὰ ζυγόδεσμα εἱλεῖται καὶ ὁ κρίκος ἔγκειται.
ἀλλὰ τήν τε ἅμαξαν καὶ τὴν πείρινθα ἕλκνοτας, ἅπερ καὶ ἔντεά φησιν.
καὶ ἀδιάφορος ὁ λόγος.
λέβητα, τὸ δὲ κατὰ τῶν χειρῶν διδόμενον ὕδωρ χέρνιβα. ἔνιοι δὲ διπλῇ σημειοῦνται ὡς ἅπαξ ἐνταῦθα εἰρημένον.
τὸν ἐπιτελεστικώτατον.
κατὰ πάντα τρόπον ὀφείλει βαρύνεσθαι διά τε τοὺς σχηματισμοὺς καὶ τὸν χαρακτῆρα. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ γένους, ἔχοντα δὲ πρὸ τέλους τὴν ορ συλλαβὴν πάντα βαρύνεται, ὑπεσταλμένων τῶν εἰς μος ληγόντων, οἷον χόρτος φόρτος ὅρκος, ὄρθος τὸ μονογενὲς, πόρνος· οὐ γὰρ θηλυκὸν
αὐτοῦ τὸ πορνή. οὕτως δὲ θέλει καὶ τὸ πτόρθος· οὕτως μόρφνος. παρεφύλαξα δὲ τὰ εἰς μος διὰ τὸ κορμός φορμός. τὸ μέντοι περκνός ὀξύνεται ὁμοίως τῷ πυκνός. οὕτως καὶ ὁ Ἀσκαλωνίτης, μεταλαμβάνων εἰς τὸν μέλανα. καὶ ἐμοὶ δὲ δοκεῖ οὕτως ἔχειν ὑγιῶς, ἐπεὶ οὐδὲ παραλήγεται τῇ ορ συλλαβῇ, ὡς καὶ τὰ προκείμενα. ὁ μέντοι
Ἀρίσταρχος ἀετοῦ εἶδος, καὶ βαρύνει· ἀλλʼ οὖν γε ἐπείσθη ἡ παράδοσις τοῖς ὀξύνουσιν.
δοτικῆς παρὰ τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρχούσης καὶ πληθυντικῆς (“κερκίδʼ ὕφαινε” Od. 5, 62· “χέρσʼ ἐρέται” Od. 13, 115· “καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν” Il. 1, 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰς ῑς ἐκτεταμένον θηλυκῶν· εἰ δʼ ἡ προκειμένη λέξις κρίσεως δεῖται κατὰ τὴν ἀνάγνωσιν, δῆλον ὅτι συνθέτως ἀναγνωσόμεθα, ὅπως μὴ πληθυντικοῦ
δῶμεν τὴν χρῆσιν παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν σημειώδη. εἰ δὴ σύνθετόν ἐστι τὸ εὐκλήϊς, καὶ παροξύνειν δεῖ αὐτό· μακρὸν γὰρ τὸ ῑ καὶ ἐν τῇ συνθέσει, ὡς ἐν τῷ κ΄ τῆς καθόλου φησὶν ὁ αὐτός· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐστήσαμεν. καὶ ἐν τῷ τρίτῳ δὲ τῶν ὀνοματικῶν περὶ τῆς ἐκτάσεως αὐτῶν ταῦτά φησιν· “ ἄλλως τε εἰ ἐπιζητοῦσιν ἐκτεταμένον τὸ ῑ, ἔχουσιν ἐν τῷ ἐϋκνήμις, μελαμψήφις·
καὶ εἰ τοῦτο,” φησὶ, “δῆλον ὅτι παροξύνεται.”
πρὸς Πηλείωνα.
μὲν ἢ κατʼ ἄνδρα, γενναιότερον δὲ ἢ κατὰ παῖδα. περὶ τοὺς τοιούτους ἦν καὶ ὁ Σωκρατικὸς ἔρως. καὶ μύσταξ μὲν αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες, τὸ δὲ κάτω πάππος, τὸ δὲ ἐξ ἀμφοῖν ὑπήνη, ὡς τὸ “καὶ μολύνων τὴν ὑπήνην” (Arist. Eq. 1286). οἱ δὲ κοινῶς εἶπον τὸ γένειον· πρῶτον ὑπηνήτῃ ἀρχομένῳ γενειάζειν.
τῆς ὄψεως στοχάζεται.
ἀρχῆς· εἰ δὲ μὴ, τοῖς ἄνω συναπτέον.
τὸ μέντοι ἄνευ τοῦ προστακτικὸν προπαροξύνεται, λέγω δὲ τὸ “νημερτές μοι ἔνισπε” (Od. 4, 642).
στοναχή.
Μοίρας εἴρηται τῆς Κλωθοῦς· τρεῖς μὲν γὰρ παραδίδονται Μοῖραι, Κλωθώ Λάχεσις Ἀτροπος.
A τῆς Ὀδυσσείας καὶ αὐτούς φησιν ἐπισπᾶσθαι τὰ κακὰ τοὺς ἀνθρώπους· “οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε᾿ ἔχουσιν” (34). ῥητέον οὖν ὅτι ἐνταῦθα Ἀχιλλεύς ἐστιν ὁ λέγων ἐκ θεῶν εἶναι τὰ κακὰ, ἀγνοῶν τὴν ἀλήθειαν· ἐν δὲ τῇ Ὀδυσσείᾳ Ζεὺς, ὡς σαφῶς ἐπιστάμενος, λέγει τὴν ἀλήθειαν. λύεται οὖν τὸ ζήτημα
προσώπῳ.
φησὶ γοῦν “ἓν παρʼ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς ἀθάνατοι.” ἐχρῆν δὲ τὸ ἐπιμεριζόμενον μὴ οὕτως ἐπενεχθῆναι, κακῶν ἕτερος δὲ ἑάων, ἀλλʼ ὁ μὲν ἕτερος κακῶν, ὁ δὲ ἕτερος ἀγαθῶν.
τὸν οἶκτον ἐξεδέξαντο.
ἀνείργει καὶ διορίζει. περιώρισε δὲ τὴν Πριάμου ἀρχὴν ἐκ μὲν μεσημβρίας Λέσβῳ, ἐκ δὲ ἀνατολῶν Φρυγίᾳ, ἐκ δὲ ἄρκτων Ἑλλησπόντῳ.
μὴ πρότερον κακὸν πάθῃς, ἀλλὰ πρότερον κακὸν πείσῃ ἢ ἀναστήσεις αὐτόν. τοιοῦτο δέ ἐστι καὶ τὸ “τὴν δʼ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν” (Il. 1, 29).
γὰρ ἀδύνατον.
γράφει ἐπεί με πρῶτʼ ἐλέησας. Ἀρίσταρχος δὲ οὐδὲν ἀποφαίνεται, ἢ μόνον ἀθετεῖ τοὺς στίχους. δύναται δὲ καὶ τὸ ψιλούμενον, ὥς φησι Τρύφων, καὶ συμφωνεῖ, εἰ μὴ πλῆρές ἐστι κατὰ τὴν φράσιν, ἔχειν ἀφορμὴν, ὡς ἔτι φθεγγομένου καὶ αλοῦντος τοῦ Πριάμου τὸν Ἀχιλλέα ἀνθυπαντῆσαι ὑπὸ ὀργῆς κεκινημένον καὶ
τὴν διάλεξιν. “ἀλλὰ τάχιστα λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω, σὺ δὲ δέξαι ἄποινα πολλὰ τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο καὶ ἔλθοις 53 54 55 σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἕασας. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν μηκέτι νῦν μʼ ἐρέθιζε, γέρον.” τὸ δὲ ἐντελὲς τοῦ λόγου τοιοῦτόν τι ἔσται, εἴασας εἰς λόγους σοι ἥκειν.
δʼ αἰνῶς ἡδὺ ποτὸν πίνων” (Od. 9, 353).
κος λήγοντα ὑπὲρ δύο συλλαβὰς, παραληγόμενα τῷ ᾱ, ἐπιθετικὰ ὄντα ὀξύνεται, μαλακός παρδακός φαρμακός ἀνακός, ἔνθεν ἀνακοῖν, Διοσκόροιν.
ἔστι τὸ ἑξῆς οὐδʼ αὐτόν σε. ὁμοίως οὖν ἀναγνωστέον τῷ “μή σε, γέρον, κοίλῃσιν” (Il. 1, 26). ἐκεῖ μέντοι ἐν διαστολῇ “μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ” (Od. 1, 386).
καὶ Ἀπόλλων μὲν τοὺς ἄρρενας ἀναιρεῖ κυνηγετοῦντας ἐν τῷ Κιθαιρῶνι, Ἄρτεμις δὲ τὰς θηλείας ἐπʼ οἴκου οὔσας. θρηνοῦσαν οὖν τὴν Νιόβην τὸ τοιοῦτο δυστύχημα Ζεὺς ἐλεήσας εἰς λίθον μετέβαλεν, ὡς καὶ μέχρι νῦν ἐν Σιπύλῳ τῆς Φρυγίας ὁρᾶται παρὰ πάντων πηγὰς δακρύων προϊεμένη. ἡ ἱστορία παρὰ Εὐφορίωνι.
ἀπήντηκεν.
συνεχὲς τὸ ἐν. πῶς δὲ καὶ λίθος γενομένη θεῶν ἐκ κήδεα πέσσει; προηθετοῦντο δὲ καὶ παρ᾿ Ἀριστοφάνει.
ἐν τῷ αὐτῆμαρ καὶ ἐννῆμαρ ἑξῆμαρ. προείρηται δὲ ἤδη περὶ τῆς λέξεως, ἀλλὰ καὶ ἐζήτητο ἐν ταῖς προτάσεσι. παραιτητέον οὖν τοὺς κατὰ δάλυσιν ἀναγινώσκοντας.
ἐν συνθέσει, ἐξῃρημένου τοῦ ποδαπός· ἐπέγκειται γὰρ τὸ ποῖος τῷ δαπέδῳ. δύο δὲ πάλιν οὐ δύνανται εἶναι· εἰρήκει γὰρ ἂν πόσα ἤματα. ἀπορουμένου τοίνυν αὐτοῦ κάλλιόν ἐστι λέγειν ἂν εἶναι μέρος λόγου ὅμοιον τῷ ἐννῆμαρ.
σύνταξις ἐγένετο, ὁμοίως τῷ “ἀγρόμενοι πᾶς δῆμος” (Il. 20, 166). Φιλοξένῳ δὲ ἀρέσκει ἐν τοῖς εἰς μι λήγουσι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθως κεκλιμένον.
ὁ ἀπὸ τῆς θαλάσσης, καθὸ ἀλίμενός ἐστιν· ἢ διὰ τοὺς ἐνοικοῦντας ἀγρίους καὶ θηριώδεις καὶ λῃστρικὸν βίον ἐπανῃρημένους. ἔνιοι δὲ οὐχ οὕτως, ἀλλὰ τὴν ὀμιχλώδη ἀπέδοσαν.
ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνούμενοι. καὶ γὰρ ἤκουον τὸν πλοῦτον καὶ τὴν ἰσχὺν τῶν Τρώων πολλὴν οὖσαν. καί τινες δὲ παρῃτοῦντο τὸν πόλεμον, καὶ διὰ τοῦτο ἐκεῖ καθήμενοι ἐστρατολόγουν. νῦν δὲ εἰκοστὸν ἔτος ἐστὶν ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης. ἐπὶ δὲ Ὀδυσσέως τὰ δέκα ἔτη τῆς στρατολογίας οὐκ ἀριθμητέον. λεληθότως δὲ
ἐσήμανεν ὡς οἱ φρόνιμοι τῶν Τρώων πρὸς τιμῆς ἔχειν ἡγοῦντο τὴν Ἑλένην.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.