τὴν ῥίζαν ἀνέσπασεν, ἔχων τὴν περὶ τὰς βοτάνας ἐμπειρίαν. ἴσως δὲ καὶ θεράπων πεμφθεὶς κατὰ τὸ σιωπώμενον ἐκόμισεν. χερσὶ δὸ καὶ οὐ λεαντικοῖς ὀργάνοις ταύτην τρίβει, ὅτι οὐκ ἔδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ, τοῦ αἵματος, ως φησι, κελαρύζοντος καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες τοῦ φαρμάκου εἰς τὸ ἐμ-
φράξαι τὸ τραῦμα. τῷ δὲ Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον βραχείας οὔσης τῆς τοῦ αἵματος φορᾶς. ἄλλοι δὲ αὐτὴν ἀριστολόχειαν φασὶν, ἣν καὶ ἴσχαιμον προσαγορεύουσιν.
Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.