περιπέτειαν τὰς Μούσας παρακαλεῖ, ὥστε τὸν ἀκροατὴν διὰ τὸ μέ- 1 γεθος ὄρεξιν ἔχειν καὶ συγγινώσκειν τοῖς ἐνδεέστερον λεγομένοις. εὐτελίζων δὲ τὴν ἰδίαν φύσιν τὴν ἀπὸ τῶν ἀκουόντων ἐπεσπάσατο εὔνοιαν. ὁ δὲ λόγος, ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες· ἀρχοὺς γὰρ νηῶν ἐρέω, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδʼ εἰ δεκαπλασίων ἐμαυτοῦ γένωμαι· ὑμῶν γάρ ἐστι τὸ ἔργον.
προσώπου καὶ τῆς ὀργῆς τῆς τούτου τὸν λόγον ποιούμενος δεόντως πρὸς μίαν τῶν Μουσῶν ἐποιήσατο τὸν λόγον, μέλλων δὲ κατάλογον ἐρεῖν νεῶν καὶ βασιλέων ἐθνῶν τε καὶ τόπων πλήθους τε πραγμάτων εὐλόγως πρὸς ἁπάσας τὰς Μούσας τὸν λόγον ἀπερείδεται.
σταλτέον μὲν ἐπὶ τὸ ἔχουσαι, ἀνυποκρίτως δὲ στίζεται ἐπὶ τὸ ἐστέ καὶ πάρεστε καὶ πάντα καὶ ἀκούομεν καὶ ἴδμεν. δύναται δὲ καὶ στίζεσθαι κατὰ τὸ τέλος ὁ πρῶτος στίχος καὶ ὁ δεύτερος, ἵνα ἕκαστον ἡ καθʼ ἑαυτὸ καὶ συνάπτηται. οὐδέ τι ἴδμεν οἵτινες ἡγεμόνες, περισσεύοντος οῦ τὶ μορίου. πρότερον γὰρ ἐπεῖχέ τινα χώραν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.