ἐπὶ Θερσίτου, συγγραφικὴ δὲ ὡς ἐπὶ τοῦ “τῷ δʼ ἔχεν Αὐτομέδων” (Il. 9, 209). καὶ ἐπὶ Ἀγαμέμνονος νῦν καλλίων τῆς ἀληθινῆς καὶ μεγαλοπρεπεστέρα ἡ ὄψις ἀναπέπλασται. καὶ ἱκανὸν ἦν ἑνὶ θεῷ εἰκάζειν αὐτὸν, ὁ δὲ τρεῖς παρέλαβεν, ἑκάστου τὸ διαπρεπὲς ἐκλε- ξάμενος, τοῦ Διὸς μὲν τὸ ἡγεμονικὸν καὶ ἐποπτικὸν, ἐννοσιγαίου δὲ
τὸ ἰσχυρὸν, οἷς τὰ βάρη κατέχομεν, Ἄρεως δὲ τὰ μάλιστα ἐν πολέμῳ φαινόμενα. οἱ δὲ τὸ ἀξιωματικὸν, τὸ γεραρὸν, τὸ πολεμικόν.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.