διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μὲν, χρήζειν δὲ τῆς τῶν Μου- σῶν συμμαχίας. ἔστιν οὖν τὸ πᾶν, ἔσπετε νῦν μοι Μοῦσαι οἵτινες 1 ἡγεμόνες· ἀρχοὺς δʼ αὖ νηῶν ἐρέω νῆάς τε προπάσας, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι, εἰ μὴ αὐταὶ αἱ Μοῦσαι διʼ ἑαυτῶν εἴποιεν· τὸ δὲ ὑμεῖς γὰρ θεαί ἐστε ἐμεσολάβησε τοῦ ἔσπετε νῦν μοι Μοῦσαι οἵτινες ἡγεμόνες, ὥσπερ αἰτίαν ἐπαγαγὼν τοῦ πρὸς τὰς Μούσας ἀπε- ρεῖσαι τὸν λόγον.
Scholia in Iliadem. Scholia in Homerum. ed. Wilhelm Dindorf, ed. Ernst Maas. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.