ΚΥΡΙΛΛΟΥ
Σοφονίας, οὐκ ἄσημος ὢν τὸ κατὰ σάρκα γένος, οὔτε μὴν κατ’ ἐκείνους ὑπάρχων, οἷς ἦν ἔθος τὸ ψευδοεπεῖν, καὶ τοὺς θείους τοῖς ἀκροωμένοις ὑποπλάττεσθαι λόγους, περὶ ὧν ἔφη καὶ ὁ θεσπέσιος Ἰεζεκιήλ “Οὐαὶ οἱ προφητεύοντες ἀπὸ καρ- 3 “δίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέποντες,” καὶ μὴν
αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ τῆς Ἱερεμίου φωνῆς “Οὐκ ἀπέ- 4 5 6 “στελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα “πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφήτευον.” ἀλλ’ ἧν ἀλη- 7 προφήτης, τοὺς ἐκ στόματος Κυρίου διαπορθμεύων λόγους, καὶ Ἁγίου μὲν ἀναπιμπλάμενος Πνεύματος, ἀναβρύων δὲ ὥσπερ ἐκ πηγῆς ἀγαθῆς τῆς καρδίας αὐτοῦ τὰ
ἀγαθά· ψευδηγορεῖν γὰρ οὐκ οἶδε τῶν ἁγίων ἢ γλῶττα.
πᾶν ὁτιοῦν ἑτοίμως διάττοντας τῶν ἀπᾳδόντων Θεῷ· προσεπ- 8 ενήνεκται δὲ χρησίμως καὶ τῆς βασιλείας ὁ χρόνος, καθ’ ὃν τὰ τοιάδε προσλελάληκε τοῖς προσκεκρουκόσιν, ἵνα τὴν τῶν τὸ τηνικάδε πραγμάτων πολυπραγμονοῦντες κατάστασιν, λοιπὸν ἐννοῶμεν ἐφ’ ὅτῳ τε καὶ ὅση γέγονεν ἐπ’ αὐτοὺς τῆς
θείας ὀργῆς ἡ κίνησις.
τὰ ἐκ τῆς εἰδωλολατρείας περικόπτων βλάβη· προσμεμαρτύρηκε γὰρ αὐτῷ τὰ τοιάδε σαφῶς τὸ γράμμα τὸ ἱερόν. τούτου διέποντος τὴν ἐν τοῖς Ἱεροσολύμοις βασιλίδα τι- 10 μὴν, ἀνέβη Σεναχηρεὶμ, ὁ Ἀσσυρίων τύραννος, εἷλέ τε 11 Σαμάρειαν, καὶ ἀπῴκισε τὸν Ἰσραήλ· τουτέστι, τὰς δέκα
φυλάς· εἰς τὰ ὄρη Περσῶν καὶ Μηδῶν, προσεμπρήσας δὲ 12 καὶ τῆς Ἰούδα βασιλείας οὐκ εὐαριθμήτους πόλεις, οὐ κεκράτηκε τῶν Ἱεροσολύμων, Θεοῦ προασπίζοντος. ἐναργῆ δὲ ὄντα τῆς ἱστορίας τὸν λόγον παραδραμεῖν ἀναγκαῖον.
νασσῆς, γεγονὼς ἐξ αὐτοῦ, ὃς ἦν οὕτω δυσσεβὴς, ὡς μηδένα τρόπον φαυλότητος ἀνεπιτήδευτον ἐᾶν. γέγραπται δὲ οὕτως περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν “Καὶ ἐποίησε τὸ 13 πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατά τὰ βδελύγματα “ἐθνῶν ὧν ἐξῆρε κύριος ἀπὸ προσώπου τῶν υἱῶν
“καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλὰ ἃ Εζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῆ “Βάαλ, καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ “λεὺς Ἰσραὴλ, καὶ προσεκύνησε πάσῃ τῆ δυνάμει τοῦ καὶ ἐδούλευσεν αὐτοῖς· καὶ ᾠκοδόμησε θυσιαστήριον
“ἐν οἴκῳ Κυρίου, ᾧ εἶπεν Ἐν Ἱερουσαλὴμ θήσω μου, καὶ ᾠκοδόμησε θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ 14 οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου, καὶ διήγαγε “τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ, καὶ ἐκληδονίζετο καὶ καὶ ἐποίησε θελητὴν, καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ
“πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου παροργίσαι αὐτόν. “ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπε “πρὸς Δαυεὶδ καὶ πρὸς Σολομῶνα τὸν υἱὸν αὐτοῦ Ἐν “ οἴκῳ τούτῳ καὶ ἐν Ἱερουσαλὴμ ἧ ἐξελεξάμην ἐκ “φυλῶν Ἰσραὴλ καὶ θήσοι τὸ ὄνομά μου ἐκεῖ εἰς
“αἰῶνα.” αἰῶνα. ταῦτα δρῶντος ἀνοσίως τοῦ Μανασσῆ ἠγανάκτει, καὶ μάλα εἰκότως, ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς Ἰεροσολήμοις ἐποίσειν ἤδη τὰ ἐξ ὀργῆς ἠπείλει σαφῶς. γέγραπται δὲ οὕτω πάλιν “Καὶ ἐλάλησε κύριος ἐν χειρὶ δούλων αὐτοῦ 15 16 “ τῶν προφητῶν λέγων Ἀνθ᾿ ὧν ὅσα ἐποίησε Μανασσῆς ὁ “ βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ “ πάντων ὧν ἐποίησεν ὁ Ἀμορραῖος ὁ ἐμπροσθὲν, καὶ ἐξή᾿ “ μαρτε καί γε Ἰούδας ἐν τοῖς εἰδώλοις αὐτῶν, οὐχ οὕτω “ τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ Ἴδου ἐγὼ φέρω κακὰ
“ ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν ὥστε παντὸς ἀκούοντος αὐτὰ, 17 “ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, καὶ ἐκτενῶ ἐπὶ Ἱερου “ σαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου “ Ἀχαὰβ, καὶ ἀπαλείψω τὴν Ἰερουσαλὴμ, καθὼς ἀπαλεί- “ φεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται
“ ἐνώπιον αὐτῶν, καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρο- “ νομίας μου, καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐ- “ τῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσι “ τοῖς ἐχθροῖς αὐτῶν, ἀνθ᾿ ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν “ ὀφθαλμοῖς μου.” καὶ ταυτὶ μὲν, ὡς ἔφην, ἐποίσειν οὐκ εἰς
μακρὰν τοῖς κατοικοῦσι τὴν Ἱερουσαλὴμ, ἐπηπείλει Θεός.
ἀπεβίω, βεβασίλευκεν Ἰωσίας, υἱὸς μὲν αὐτοῦ, πλὴν τὴν 18 Ἐζεκίου ζηλώσας φιλοθεΐαν, καὶ τῶν ἐκείνου τρόπων ἄριστος ἐραστής καθεῖλε μὲν γὰρ βωμοὺς καὶ τεμένη, τὸν δὲ δὴ θεῖον ναὸν καθαρὸν ἀποφήνας τῶν Μανασσῆ βδελυγμάτων, τὰ συνήθη δρᾶν εἰς δόξαν Θεοῦ τοὺς κατὰ νόμον ἱερουργοὺς
ἐκέλευεν· ἐνέπρησε πρὸς τούτῳ τοῦ ἡλίου τὸ ἅρμα, ἐξήλασε τῶν Ἱεροσολύμων ψευδομάντεις, οἰωνοσκόπους, καὶ τερατo- 19 λόγους, καὶ μέντοι καὶ γνώστας· οὐκ εὐαρίθμητόν τε τῶν τεμενιτῶν ἀποσφάξας πληθὺν, ἐν τοῖς τῶν εἰδώλων κατέκαυσε βωμοῖς· ἀνέτρεψέ τε τὸ θυσιαστήριον τῶν δαμάλεων τὸ ἐν Βαιθὴλ, ὃ πεποίηκεν Ἱεροβοάμ. ἐπειδὴ δὲ ἦν φιλόθεος 20
οὕτω καὶ ἀγαθὸς, ἀνεβάλετο τὴν ὀργὴν, καὶ οὐδὲν ἐπήγαγε τῶν προεπηγγελμένων ὁ Θεός. ἐπειδὴ δὲ ἀπεβίω καὶ Ἰωσίας, βεβασίλευκεν Ἰωάχαζ, ὃν ἐχειρώσατο Φαραὼ Νεχαὼ καὶ δέσμιον ἐποιήσατο, τῇ τῆς βασιλείας στεφανώσας τιμῇ τὸν Ιεχονίαν, Ἰωσίου πάλιν υἱὸν δεύτερον, οὗ δὴ βασιλεύοντος
κατεστράτευσε τῆς Ἰουδαίας ὁ Ναβουχοδονόσορ, ὃς πᾶσαν καταδῃώσας τὴν χώραν εἷλε τε τὰ Ἱεροσόλυμα, καὶ τὸν θεῖον ἐμπρήσας ναὸν, ὁμοῦ τοῖς ἱεροῖς σκεύεσι δορίληπτον τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ἀπεκόμισεν εἰς τὴν ἑαυτοῦ. εἰδέναι 21 δὲ ἀναγκαῖον, ὅτι καὶ τὰς τῶν ἀλλοφύλων πόλεις, τὰς πρὸς
τῇ θαλάττῃ κειμένας, Γάζαν τέ φημι καὶ Ἀσκάλωνα καὶ ἑτέρας σὺν αὐταῖς, Ἰδουμαίους τε καὶ Ἀμμανίτας, ἡ τοῦ Βαβυλωνίου σκαιότης συντέτριφε τε καὶ διέθηκε κακῶς. διαμέμνηται γὰρ καὶ τούτου τῆς προφητείας ὁ λόγος.
ἐκλιπέτω ἂνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ
καὶ οἱ ἰχθύες τῆς θαλάσσης, καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ
ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος.
ἀναπείθει τοὺς ἀκροωμένους, ὡς οὐδενὸς τὸ παράπαν 23 ἔσται φειδώ· ἀλλ’ ὥσπερ νεὼς ὁμοῦ τοῖς πλωτῆρσι βεβαπτισμένης, οὐδὲν ἀπομένει λείψανον· οὕτω, φησὶν, ἁλούσης τῆς Ἰουδαίας, οὐδὲν ἔσται τὸ σωζόμενον, οὐκ ἄνθρωπος, οὐ κτήνη, οὐ πτηνὸν, οὐ νηκτόν. ἐπειδὴ δὲ ἦν καὶ σφόδρα εἰκὸς
εἶναί τινας ἐν αὐτῇ καὶ ζῶντας ἐννόμως, εὐφυᾶ τε καὶ ἀξιάγαστον ἐπησκηκότας τὴν πολιτείαν, ἵνα μὴ φαίνοιτο κατὰ πάντων ἁπλῶς καὶ ἀδιακρίτως ἱεὶς τὴν ὀργὴν, καὶ συναπολλύων μὲν τῷ ἀδίκῳ τὸν δίκαιον, τοῖς δὲ βεβήλοις καὶ ἀσεβέσι συγκαταφθείρων τὸν εὐσεβῆ, ταύτῃτοι καθίστη-
24 σιν ἐναργεῖς, καθ’ ὧν ἂν ἴοι τὰ ἐξ ὀργῆς. ἔφη γὰρ ὅτι Καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς καὶ ἐξαρῶ τοὺς ἀνόμους απο προσώπου τῆς γῆς. καὶ ἀσθενησουσι μὲν ὑπὸ χεῖρα πίπτοντες ἐξαιρονται δὲ αὖ ἢ τεθνεῶτες καὶ ῥομφαίας ἔργον γεγενημένοι, ἤγουν ἀποκομισθέντες αἰχμάλωτοι καὶ τοῖς ᾑρηκόσι
δουλεύοντες.
26 θεῖος προσπεφώνηκε λόγος “Ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ 27 “Ὑψίστου πάντες, ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε.” τῶν γὰρ ἁγίων ἀνθρώπινος μὲν οὐκ ἔτι, θειότερος δὲ μᾶλλον καὶ πνευματικὸς ὁ βίος· εἴπερ ἐστὶν ἀληθὲς, ὡς περιπατοῦσι 28
μὲν ἐν σαρκὶ, ζῶσι δὲ οὐ κατὰ σάρκα, κατὰ τὸ γεγραμμένον· ἔχουσι δὲ μᾶλλον ἐν οὐρανοῖς τὸ πολίτευμα· κτήνη δὲ αὖ τοὺς ἀμαθίᾳ πολλῇ συζῆν εἰωθότας, καὶ νωθεῖς τὴν φρένα, περὶ ὧν φησί διὰ φωνῆς τοῦ Δαυείδ “Ἄνθρωπος ἐν τιμῇ 29 ῾ὢν οὐ συνῆκε, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις 30
“καὶ ὡμοιώθη αὐτοῖς·” προσεπιτάττει δὲ λέγων “Μὴ γί- 31 “νεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις.” δὲ δὴ λογιούμεθα τοὺς ἐπηρμένην τε καὶ οἱονεὶ μετέωρον ἔχοντας φρένα, καὶ ὑψοῦ μὲν φέρεσθαι μεμελετηκότα τὸν νοῦν, καὶ τοῖς ταπεινοῖς συναπάγεσθαι παραιτούμενον. τοιουτοσι 32
ουτοσὶ δε πὼς ὁ ἀλαζὼν, καὶ τοῖς τῆς θεομισοῦς ὑπεροψίας ἐγκλήμασιν ὁλοτρόπως ἐνισχημένος. μένος. ἐκδέξῃ δὲ καὶ ἰχθῦς τὴν ἀλογωτάτην πληθύν· ἀφωνότατα δὲ τῶν ἰχθύων τὰ γένη· τοιοῦτοι δὲ καὶ οἱ πολλοὶ, οἳ καθάπερ θαλάττῃ τινὶ τῇ τοῦ 33 βίου τύρβῃ περιχεόμενοι, καὶ τὴν ἁλμυράν τε καὶ πικρὰν
τῶν ἐν αὐτῇ πραγμάτων ἡδονὴν τρεφόμενοι, τοῖς τοῦ θανάτου τετήρηνται λίνοις, ὄλεθρον ἔχοντες τοῦ βίου τὸ πέρας. οὗτοι δὴ οὖν ἐκλείψουσι, ποινὴν ἐπ’ αὐτοὺς ἱέντος Θεοῦ, καὶ κολάζειν ᾑρημένου λοιπὸν ὡς ἀσελγῆ καὶ ἀκόλαστον τρίβοντας βίον, καὶ παρότρυνε ἱν αὐτὸν οὐ παραιτουμένους.
τὰ ἀνόματα τῶν Βααλεὶμ, καὶ τὰ ἀνόματα τῶν ἱερέων, μετὰ τῶν ἱερῶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασι-
λέως αὐτῶν, καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ Κυρίου καὶ τοὺς
μὴ ζητοῦντας τὸν Κύριον, καὶ τοὺς μὴ Κυρίου.
τὴν ἑαυτοῦ χεῖρά φησιν, οἱονεὶ καταδραττομένην καὶ πλήττουσαν, καὶ ὑποτιθεῖσαν αὐτοὺς τοῖς ὅσον οὐδέπω προσδοκωμένοις, μέλλουσί τε καταδῃοῦν καὶ τῆς ἐνεγκούσης ἀποκομίζειν αὐτοὺς τοῖς τῆς δουλείας βρόχοις ἐνειλημμένους. ἀπογυμνοῖ δὲ δὴ τὰ ἐγκλήματα, καὶ ἐκ μέσου μὲν ἔσεσθαί
φησι τὰ ἀνόματα τῶν Βάαλ, οἰχήσεσθαι δὲ σὺν αὐτοῖς τὰ 38 τῶν ἱερέων. καὶ ὅτι μὲν πολλὴ παρ’ αὐτοῖς ἡ τῶν σεβασμάτων πληθὺς, καὶ διάφορος ὁ τῆς πλανήσεως τρόπος, διὰ τούτου σημαίνει. ὅτι δὲ τῷ πολέμω δαπανηθήσονται, καὶ ὀλιγανδρίας εἰς τοῦτο τὰ τῶν Ἰουδαίων ἔθνη περιστήσεται,
ὡς μὴ εἶναι τάχα που τοὺς ὀνομάζοντας τὴν Βάαλ, ἤγουν τοῖς τῶν εἰδώλων τεμένεσι προσιζῆσαι δυναμένους, ὑπεσήμηνεν εὐφυῶς, ἐξαρθήσεσθαι λέγων τὰ ἀνόματα τῶν εἰδώλων αὐτῶν, καὶ μέντοι τῶν ἱερέων. τὰ δὲ ἀνόματά φησιν ἀντὶ τοῦ 39 τὰς μνήμας, ἤγουν τὰς δόξας. οὕτω γὰρ αὐτὸ καὶ ὁ σοφώτατος Σολομὼν διερμηνεύει λέγων ℵ “Αἱρετὸν ὄνομα καλὸν, ἢ 40 πλοῦτος πολύς.’’ ὁμοῦ δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ὀνόμασι τῶν Βααλεὶμ ὀλοθρευθήσεσθαι λέγει τοὺς προσκυνοῦντας ἐπὶ τὰ
δώματα· εἶεν δ’ ἃν οὗτοι πάλιν οἱ σελήνη καὶ ἄρκτῳ καὶ τῃ λοιπῇ στρατιᾷ τοῦ οὐρανοῦ προσκυνεῖν εἰωθότες. ἐξαρῶ δέ φησιν ὁμοίως καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν και τοὺς εκκλινοντας ἀπο τοῦ κυροῦ. ἔθος γὰρ ἦν τῶν πεπλανημένων τισὶν ὅρκιον ποιεῖσθαι τὸν οὐρανὸν, καὶ κατευρύνειν
ευρύνειν ἐπ’ αὐτῷ τὴν γλῶτταν· φιλοτιμότατα δὲ ὥσπερ ἀναφωνεῖν Νὴ τὸν βασιλέα καὶ δεσπότην ἥλιον. οἷς ἀνάγκη τοῦτο δρᾶν ᾑρημένοις καὶ ἀποφοιτᾶν ἀγρίως τῆς εἰς Θεὸν 41 ἀγάπης, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος “Κύρων τὸν 42 “Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,
“ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ.’’ καὶ γοῦν ὁ προφήτης προσμαρτυρεῖ ποτε τοῖς ἐξ Ἰσραὴλ τῆς διὰ Μωυσέως ἐντολῆς τὴν τήρησιν, ἔφασκέ τε πρὸς Θεὸν, τῆς ἐπ’ αὐτοῖς ἀποφέρων ὀργῆς “Ζῇ κύριος λέγουσιν.’’ οἱ ’δε γε μὴ 43 ζητοῦντες τὸν Κῦρον, μήτε μὴν ἀντέχεσθαι μελετῶντες αὐτοῦ,
τοῦ, νοοῖντ’ ἃν εἰκότως οἱ φαύλην τε καὶ ἀσχήμονα διαβιοῦντες ζωὴν, καὶ τὴν ἔξω νόμου πολιτείαν ἐκτετιμηκότες. 44 ζητεῖται γὰρ παρ’ ἡμῶν ὁ τῶν ὅλων Θεὸς οὐχὶ μᾶλλον τοπικῶς, ἀλλ’ οἶμαι πραγματικῶς, διὰ γνώσεως ἀληθοῦς, καὶ τὸ ἀνεπίπληκτον ἐχούσης ἐφ’ ἑαυτῇ, διὰ πίστεως καὶ 45 ἐπιεικείας, καὶ τῆς εἰς πᾶν ὁτιοῦν τῶν ὁσίως τεθαυμασμένων καὶ ἁνδανόντων αὐτῷ σπουδῆς τε καὶ προθυμίας.
47 καὶ αὐτὸς βωμοὺς καὶ τεμένη καὶ τὰ χειρόκμητα· κατέσφαξε τοὺς ἱερουργοὺς, ψευδομάντεις, οἰωνοσκόπους. ἔοικε δὲ ὁ Προφήτης οὐχὶ δὴ πάντως τὰ ἐνεστηκότα δηλοῦν, καὶ περὶ τῶν ἤδη πεπραγμένων ποιεῖσθαι τοὺς λόγους, προαγγέλλειν δὲ μᾶλλον, ὡς ἔσται ταῦτα κατὰ καιροὺς, ἃ δὴ καὶ τετέλεσται
διὰ τοῦ Ναβουχοδονόσορ, οὐκ εἰς δόξαν δρῶντος Θεοῦ· πῶς γὰρ ἢ πόθεν, ὅς γε καὶ τὸν θεῖον ἐνέπρησε ναόν; ἀνελόντος δὲ μᾶλλον καὶ κατεμπρήσαντος ὁμοῦ τοῖς εἰδώλοις τοὺς 48 προσκυνοῦντας αὐτά.
Κυρίου, ὅτι ἡτοίμασε κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίασε τοὺς κλητοὺς αὐτοῦ.
ἐστι· τὸν τῶν ὅλων Θεὸν, καὶ τὰς τοῦ βίου τροχιὰς ἐπ- 49 ἀνορθοῦν ἐπείγεσθαι, καὶ ἀμελλητὶ μετατρέπειν πρὸς τὸ αὐτῷ φίλον καὶ δοκοῦν. δεῖν δέ φησιν ὁρᾶσθαι τοιούτους απὸ προσώπου κυροῦ, κατά γε τὸ εἰρημένον διὰ φωνῆς Ἡσαΐου 50 “Λούσασθε, Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ
“τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε 51 “ἀπὸ τῶν πονηριῶν ὑμῶν.” ταὐτὸν γὰρ οὔτι που τὸ πονηρίαν ἀφελεῖν ἐξ ὀφθαλμῶν ἀνθρωπίνων καὶ ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ, πλείστη δὲ ὅση τῶν πραγμάτων ἐστὶν ἢ διαφορά. πονηρὸς γὰρ ἐσθ’ ὅτε καὶ οὐκ ἀγαθὸς τοὺς
τρόπους ἀνὴρ, εὐλαβείας δόκησιν ὑποτρέχει καὶ χρηστότητος 52 ὄνομα περιπλάττεται, καίτοι τοῦτο κατ’ ἀλήθειαν οὐκ ὤν· καὶ γοῦν ὁ Χριστός “Προσέχετε, φησὶν, ἀπὸ τῶν ἐρχομένων 53 “πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι “ἅρπαγες.” ὁ τοιοῦτος εὐλαβὴς ἐν ὀφθαλμοῖς ἀνθρώπων,
καὶ οὐχὶ δὴ πάντως ἐν ὄψει Θεοῦ· ὁ δὲ ἀκάκουργος ἀληθῶς ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ, καὶ οὐχὶ μόνον τὴν ἐξωφανῆ χρηστότητα καὶ τὸ ἀγαθὸς εἶναι δοκεῖν ἀμφιέννυται, καρδίαν δὲ μᾶλλον ἀβέβηλον ἔχει, καὶ δὴ καὶ ὁρᾶται τοιοῦτος. ἔφη 54 γάρ που ὁ Σολομών “Ἔνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ
“ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ “σκοπεύει.” ἡμέραν δὲ ὀνομάζει Κυρίου τῆς ἁλώσεως τὸν καιρὸν, ὃν καὶ ἐγγὺς εἶναί φησιν, οὐκ ἐφιεὶς τοῖς ἀμελεστέροις ἐκεῖνό που τάχα διενθυμεῖσθαι καὶ φρονεῖν παρά γε σφίσιν αὐτοῖς, ὡς μακρά τις ἔσται τῶν ἔσεσθαι προεπηγγελμένων
γελμένων ἡ ἀνάβλησις, καὶ ὑπερτρέχουσι τὸ παθεῖν εἰς τὸ τῆς οἰκείας ζωῆς καταντήσαντες τέλος. ἔθος γὰρ ἦν Ἰουδαίοις ἐν ταῖς προρρήσεσι τῶν ὅτι μάλιστα σκυθρωπῶν τοιάδε τινὰ φρονεῖν τε καὶ λέγειν. καὶ γοῦν ἔφη που Θεὸς πρὸς τὸν 55 μακάριον προφήτην Ἰεζεχιήλ “Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος 56
“Ἰσραὴλ ὁ παραπικραίνων, λέγοντες λέγουσιν Ἡ ὅρασις “ἣν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς “οὗτος προφητεύει. διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε “λέγει Ἀδωναῒ κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες 57 “λόγοι μου, οὓς ἂν λαλήσω· ὅτι λαλήσω λόγον καὶ “ποιήσω, λέγει Ἀδωναῒ Κύριος.” τοῦτο καὶ νῦν, ὥς οἶμαι, φησὶν, ἠγγικέναι διαβεβαιούμενος τὴν ἡμέραν Κυρίου 58 καὶ ἡτοιμᾶσθαι μὲν τὴν θυσίαν αὐτοῦ, ἡγιᾶσθαι δὲ τοὺς κλητούς. καὶ θυσίαν μὲν ὀνομάζει τὴν κατὰ βούλησιν αὐτοῦ
πραχθησομένην σφαγὴν τῶν ἠσεβηκότων· κλητοὺς γεμὴν τοὺς Χαλδαίους, οὓς καὶ ἡγιᾶσθαί φησιν, οὐχ ὡς ἁγίους γεγενημένους, ὡς ὁρισθέντας δὲ μᾶλλον καὶ κεκλημένους παρὰ Θεοῦ πρὸς τὸ ἐμπρῆσαι τὴν Ἰουδαίαν, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης ὀλοθρεῦσαι τοὺς ἐν αὐτῇ. τοιοῦτόν τι
φησὶ καὶ ἑτέρωθι τὸ γράμμα τὸ ἱερόν. κέκληντο μὲν γὰρ 59 κατὰ τῆς Νινευὶ Πέρσαι τε καὶ Μῆδοι καὶ οἱ Κύρῳ συνησπικότες. ἔφη δὲ καὶ περὶ αὐτῶν ὁ τῶν ὅλων Θεός 60 “Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται “πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες.”
οὐκοῦν ὁ ἁγιασμὸς ἐν τούτοις οὐ φαυλότητος ἀπόθεσιν, οὔτε μὴν Πνεύματος Ἁγίου μέθεξιν κατασημήνειεν ἄν, ἀλλ’ οἱονεὶ τὸ πρὸς ἐκπλήρωσιν τοιοῦδε τινος πράγματος προωρίσθαι τε καὶ ἐκνενεμῆσθαί τινας.
61 χοντας καὶ ἐπί τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τούς
ἐνδεδυμένους ἐνδύματα ἀλλότρια· καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανῶς ἐπὶ τὰ πρόπολα ἐν τῇ ὴμέρᾳ ἐκείνῃ, τοὺς τὸ οἶκον Κυρίου τοῦ Θεοῦ αὐτῶ ἀσεβείας κοὶ δόλου.
χῶραι, βασίλεια τε καὶ τὰ ὑπ’ αὐτὴν τῶν ἐξουσιῶν τάγματα, 62 καὶ ἡ διαβόητος ἱερωσύνη. ταῦτα δὲ εἰ μὲν ἔχοι καλῶς, κατά γε τὸ ἑκάστῳ πρέπον, εὖ ἃν ἔχοι καὶ τὰ ὑπ’ αὐτὰς 63 πράγματα, καὶ σώζεται τὸ ὑπήκοον. εἰ δὲ δὴ τὴν διεστραμμένην ἕλοιντο τιμᾶν, καὶ μὴν καὶ διάττοιεν τρίβον, ἅπαντα
εὐθὺς πρὸς τὸ ἀκαλλὲς οἰχήσεται, καὶ μονονουχὶ καταμεθύει πρὸς ὄλεθρον. ὥσπερ γὰρ εἰς τὴν τοῦ σώματος κεφαλὴν ἀλγήματος γεγονότος, συναισθάνεσθαί τε αὐτῇ καὶ συναῤῥωστεῖν ἀναγκαῖον τὰ λοιπὰ τῶν μελῶν. οὕτω καὶ τῶν ἡγουμένων ἐκτετραμμένων ἐπὶ τὸ φαῦλον καὶ μέντοι ῥοπὴν
τὴν εἰς τὰ χείρω νενοσηκότων συγκαταφθείρεσθαί πως 64 ἀνάγκη τοὺς ὑπεζευγμένους. φιλεῖ γάρ πὼς τὸ ὑπήκοον ταῖς τῶν λαχόντων κρατεῖν ἕπεσθαί τε καὶ ὑποφέρεσθαι γνώμαις. ἐν ἡμέρᾳ τοίνυν, φησὶ, τῆς ἁνδανούσης Θεῷ θυσίας, τουτέστιν ἐν καιρῷ καθ’ ὃν ἂν γένοιτο τῶν τὰ πάνδεινα
πεπλημμεληκότων ἡ σφαγὴ, ἐπ’ αὐτὰ δὴ καὶ πρῶτα τὰ τῶν ἄλλων ἐξῃρημένα κατὰ τὴν δόξαν καὶ προεκκείμενα πράγματα, βαδιεῖται τὰ ἐξ ὀργῆς. ταῦτα ’δε ἐστιν, ὁ τοῦ βασιλεύοντος οἶκος· καὶ ὁ γείτων εὐθὺς τῶν ἐν δόξη καὶ περιφανείᾳ κειμένων· καὶ τρίτος ἐπ’ αὐτοῖς ὁ καὶ τῶν ἄλλων
παρὰ Θεῷ προτιμότερος ὁ τῶν θείων ἱερουργῶν· ἄρχοντες 65 δὲ καὶ αὐτοὶ, καὶ λαῶν ἡγούμενοι, κατά γε τῆς ἱερωσύνης τὴν τάξιν. αἰτιᾶται δὲ λίαν αὐτοὺς, ὡς ἐνδεδυμένους ἐνδύματα αλλοτρια, τουτέστιν, εἰς τοῦτο λοιπὸν ἀφιλοθεΐας καὶ τῶν πάλαι διὰ Μωυσέως τεθεσπισμένων καταφρονεῖν
ᾑρημένους, ὡς μηδὲ αὐτὸ τῆς ἱερωσύνης τὸ σχῆμα τηρεῖν, καιροῦ καλοῦντος αὐτοὺς ἐπί γε τὸ δεῖν ἀποπεραίνειν τὰ ἱερά.
κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν, ἐνδύμασι δὲ ἀλλοτρίοις ἠμφιεσμένοι, δρᾶν ἀπετόλμων τὰ ἱερά. ἀπόδειξις δὲ καὶ τοῦτό ἐστι καταφρονήσεως τῆς ἐσχάτης καὶ τοῦ μηδενὸς ἀξιοῦσθαι λόγου παρ’ αὐτοῖς τὸν νόμον. εἶτα πῶς ἦν ἐν- 69 νοεῖν ἐν φροντίδι γενέσθαι τοῖς ἄλλοις τοῦ νόμου τὴν τήρησιν,
εἰ μηδεὶς αὐτοῦ τοῖς ἡγουμένοις ὁ λογος; φησιν Ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα· καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτον. πλημμελοῦντα πλειστάκις τὸν Ισραὴλ, καὶ τοῖς διὰ τῶν προφητῶν οὐκ εἴκοντα λόγοις, ἐκάλει πρὸς μετάγνωσιν, ταῖς ἔξωθεν λύπαις ἐπανορθῶν ὡς πατὴρ,
ἁπτόμενος δὲ καὶ τῶν σωμάτων αὐτῶν ἔσθ᾿ ὅτε· οἷόν τι 70 φημὶ, ἐπάταξεν ἐν ἀνεμοφθορίᾳ τοὺς ἐν ἀγρῷ καρποὺς, ἣ βροῦχον ἔσθ’ ὅτε καὶ ἀκρίδα καθιεὶς, ἢ κάμπην ἐπισωρεύσας, 71 ἢ τὴν κάλου μένην ἐρυσίβην· λελύπηκε δὲ καὶ “ἐν “καὶ ἐν ἰκτέρῳ,” κατὰ τὴν τοῦ προφήτου φωνήν. ταῦτα κατὰ
καιροὺς ἐπιφέρων, οἷον ἔπληττε λεληθότως· νυνὶ δὲ, φησὶν, ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα, τουτέστιν, οὐ λεληθότως ἐποίσω τὰ ἐξ ὀργῆς, οὐ βροῦχος ἔσται καὶ ἐρυσίβη τὰ καθ’ ὑμῶν, οὐκ ἀρρωστία σωματική· ἀλλὰ γυμνῶς ἀποστίλβον τῶν πολεμίων τὸ ξίφος, καὶ τοῖς εἰς ἐμὲ δεδυσσεβηκόσιν
ἀπειλοῦν τὸν ὄλεθρον, καὶ εἰς αὐτὰ τοῦ ναοῦ τὰ πρόπυλα 72 καταφθεῖρον ὠμῶς τοὺς πληροῦντας τὸν οἰκον τοῦ Θεου αὐτων ἀσεβείας καὶ δόλου. τίς οὖν ἡ ἀσέβεια; τίς δὲ καὶ ὁ ἕτερος ἡμῖν προφήτης σαφηνιεῖ λέγων περὶ τῆς Ἱερουσαλήμ 73 “Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον καὶ οἱ προφῆται
74 “αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο·” καὶ μὴν καὶ ὁ σοφὸς Ησαΐας ἀποτείνεταί που πρὸς αὐτὴν καί φησιν “Οἱ ἄρ- 75 “χοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, “διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίτες, καὶ κρίσει
“χήρας οὐ προσέχοντες.”
καιρὸς, ἄμφιον ἔστω λαμπρὸν καὶ στολή τις ὥσπερ ἱεροπρεπὴς ἑκάστῳ τῶν κεκλημένων εἰς λειτουργίαν, πίστις ὀρθὴ καὶ ἀμώμητος, βίος εὐαγγελικὸς, πολιτεία σεμνὴ καὶ ἐννομωτάτη, καὶ τρόπος ὀρθὸς, λημμάτων αἰσχρῶν οὐχ ἡττώμενος, φροντὶς ὁρῶσα πρὸς ἀρετὴν, καὶ τοῦ παντὸς ἀξιοῦσα
λόγου τὸ ἁνδάνον Θεῷ.
πύλης ἀποκεντούντων, καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας, καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν.
πίπτοντάς τε καὶ ὄλλυ μένους καί σφισιν αὐτοῖς ἐποιμώζοντας ἐπιδεικνύει τινὰς, ἵνα τῷ μεγέθει τῶν ἐσομένων κακῶν ἡττώμενοι, μεταφοιτᾶν ἕλοιντο πρὸς τὸ ἐπείγεσθαι δρᾶν τὰ 77 ἀμείνω καὶ πρεπωδεστέρα, οὕτω τε λοιπὸν ἔξω φέροιντο τῆς ὀργῆς. ἀγαθὸς γὰρ ὁ Δημιουργὸς, καὶ οὐ θέλει “τὸν θάνατον 78
“τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ “αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῆν αὐτὸν,” κατὰ τὴν τοῦ προφήτου 79 φωνὴν Ἰεζεκιήλ. κατ’ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ φησιν ἀπὸ μιᾶς μὲν πύλης τῶν ἀποκεντούντων, τουτέστι, τῶν ἀποσφαττόντων τοὺς παρεμπίπτοντας, ὄντας, δεινή τις ἔσται καὶ ἀμειδὴς ἀναφώνησις. ἀεὶ γάρ πὼς ἐν ταῖς ἁλισκομέναις τῶν πόλεων 80 εἰσελαύνοντες οἱ πολέμιοι φρικτόν τι καταλαλάζουσι, προκατακλῶντες
εἰς φόβον τοὺς ἐν αὐταῖς, προτροπάδην τε ὥσπερ ἀλλήλους καταθήγοντες εἰς ὠμότητα. ἀπὸ ’δε γε τῆς ἑτέρας πύλης ἔσται, φησὶν, ὀλολυγὴ καὶ δάκρυον, συνωθουμένων ἀλλήλοις τῶν ἑαλωκότων, καὶ ἑκάστου διασπεύδοντος τῆς πόλεως ἀποπηδᾶν ὡς νεὼς βεβαπτισμένης. ἔσεσθαι δὲ
καὶ συντριμμὸν μέγαν φησὶν ἀπὸ τῶν Βουνῶν, τάχα που βουνοὺς τὴν καλουμένην ἄνω πόλιν ἐν τοῖς Ἱεροσολύμοις, 81 ἤτοι τὴν Σιῶν ὀνομάζων, ἤγουν ἕτερόν τι δηλῶν. ἀεὶ γάρ πὼς ἐν ταῖς τῶν πολέμων καταδρομαῖς εἰς τὰς τῶν ὀρῶν καταφεύγουσι κορυφὰς οἱ ἔνοικοι, τὴν τῶν τόπων δυσχωρίαν
πρὸς ἐμποδὼν ἔσεσθαι τοῖς ἐχθροῖς ἡγούμενοι, καὶ τὰς τῶν διωκόντων αὐτοὺς ἀνακόψειν ὁρμάς. καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς προσπεφώνηκε ποτε τοῖς Ἰουδαίων 82 δήμοις “Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν “Ἱερουσαλὴμ, τότε οἱ ἐν τῆ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ
ὄρη.
οὐκ ἀστιβὴς δυσχωρία· σώζει δὲ μόνη μετάγνωσις, ἐκδυσωποῦσα τὸν κριτὴν, καὶ κατευνάζουσα τὸν θυμὸν, καὶ εἰς 84 τὴν αὐτῷ πρέπουσαν ἡμερότητα καλοῦσα προχείρως ἀγαθὸν ὄντα φύσει τὸν Δημιουργόν. καὶ ἄμεινον μὲν τὸ παντὶ παραιτεῖσθαι σθένει τὸ προσκρούειν αὐτῷ· ἐπειδὴ δὲ διανένευκεν ἡ ἀνθρώπου φύσις ἐπὶ τὸ φαῦλον ἀεὶ, καὶ “πολλὰ 85
“πταιομεν ἅπαντες, τὸ βεβηκὸς εἰσάπαν πρὸς ἀρετὴν οὐκ d ἔχοντες, κὰν γοῦν ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἐπανορθοῦν σπουδάζωμεν τὰς ἑαυτῶν γνώμας, καὶ ταῖς μεταγνώσεσι καλῶμεν εἰς ἡμερότητα χρηστὸν ὄντα κατὰ φύσιν, καθάπερ ἔφην ἀρτίως, τὸν τῶν ὅλων Δεσπότην.
πᾶς ὁ λαὸς Χαναὰν, ἐξωλοθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ.
μὲν διὰ τούτων. κατολοφύρεσθαι δὲ προστέταχε τοὺς ἐν τοῖς Ἱεροσολύμοις περιλελειμμένους, καὶ διαφυγεῖν ἰσχύσαντας, ὡς ὠλοθρευμένην τὴν Ἰουδαίαν, καὶ τὴν διαβόητον παρ’ αὐτοῖς κατακεκομμένην πόλιν· διάτοι τὸ πάντα τὸν ἐν αὐτῇ λαὸν τοῖς τῶν Χαναναίων ἁμιλλᾶσθαι τρόποις, καὶ τὰ ἐκείνῶν
νῶν ἑλέσθαι ζηλοῦν, παρισοῦσθαι δὲ οὕτως εἰς πάντα αὐτοῖς, 87 ὡς τάχα που καὶ ὑπερφέρεσθαι καὶ κατόπιν ἐᾶν. ἀλλογενεῖς δὲ οἱ Χαναναῖοι, θεομισεῖς τε καὶ ἀλιτήριοι καὶ εἰδωλολάτραι, καὶ τῶν ὅτι μάλιστα διαβεβλημένων ἐφ’ ἅπασι τοῖς ἐκτοπωτάτοις. καὶ γοῦν παρά γε τοῖς ἱεροῖς γράμμασιν ὀνειδίζεταί
τις, ἀκούων “Σπέρμα Χαναὰν, καὶ οὐχὶ Ἱούδα.” ὅτι δὲ 88 ἀνόνητος ο πλοῦτος αὐτοῖς, ἔρεισμά τε σαθρὸν καὶ διερμηνεύει πάλιν, ἀπολέσθαι διαβεβαιούμενος τοὺς 89 ἐπηρμένους τῷ ἀργυρίῳ, τουτέστι, τοὺς μέγα φρονεῖν εἰω- 90 θότας ἐπὶ πλούτῳ καὶ χρήμασιν, καὶ ὑψηλὴν ἀνασπῶντας ἐπ’ αὐτῷ δὴ τούτῳ τὴν ὀφρύν. ἐπειδὴ γὰρ λημμάτων 91 αἰσχρῶν ἡττώμενοι, καὶ κεχηνότες εἰς τοῦτο, “τὸν οἶκον τοῦ “Θεοῦ αὐτῶν, καθά φησιν αὐτὸς, ἀσεβείας ἐπλήρουν καὶ “δόλου,” ταύτῃτοι δικαίως ὡς ἀδρανὲς καὶ ἀνόνητον, καὶ
92 οὐδένα σώζειν εἰδὸς τὸ πλουτεῖν ἐξελέγχεται. “Αἱρετὸν οὖν “ὄνομα καλὸν ἢ πλοῦτος πολὺς,” κατὰ τὸ γεγραμμένον· “οὐ 93 “γὰρ ὠφελήσουσι θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύσεται 94 “ἐκ θανάτου,” καὶ “Κρείσσων ἀληθῶς μικρὰ μερὶς μετὰ “φόβου Θεοῦ, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας.”
95 μένοι κατὰ τῶν ἑαλωκότων, ταῦτα τῷ ἰδίῳ προσώπῳ προσάπτει Θεὸς, οὐχ ὡς αὐτὸς ὢν τῶν οὕτως ἐκτόπων ἐργάτης, ὡς ἐφιεὶς δὲ μᾶλλον κατὰ τῶν ἠσεβηκότων ἰέναι τὰ ἐξ ὀργῆς ἐν δίκῃ. καὶ γάρ ἐστιν ἀληθὲς, ὅπερ εἴρηκεν αἰνιγματωδῶς 96 ἐν παροιμίαις ὁ Σολομών “Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα
πτερωτοῖς αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν “ἑαυτοῖς κακά.” ἐξὸν γὰρ ὡς ἀπωτάτω καὶ ποινῆς ἰέναι καὶ δίκης, ἀνθῃρημένους μένους τῶν φαύλων τὴν ἀρετὴν, αὐτοὶ 97 κατὰ σφῶν αὐτῶν καταθήγουσι τὴν ὀργὴν, καὶ εἰς αὐτόκλητον ὄλεθρον τὰς ἑαυτῶν ἱέντες ψυχὰς, ἁλοῖεν ἂν παρά
γε τοῖς ὀρθὰ κρίνειν εἰδόσιν. ἐρευνᾶται τοιγαροῦν ἡ Ἱερου- 98 σαλὴμ μετὰ λύχνου. πεπόνθασι γάρ τι τοιοῦτον οἱ Ἰουδαῖοι παρὰ Ῥωμαίων, ὃ συνέβη παθεῖν αὐτοὺς ἁλόντων τῶν Ιεροσολύμων ὑπὸ Οὐεσπασιανοῦ καὶ Τίτου· ὡς γὰρ ἱστορεῖ, ὁ μυρίοις στόμασι τὰ Ἰουδαίων ἐκτραγῳδήσας
πάθη, μετὰ τὰς ἐν τοῖς πολέμοις σφαγὰς καὶ τὴν ἀναρίθμητον τῶν ἀνὰ τὴν πόλιν ἀπολωλότων πληθὺν, τοὺς ἐν τοῖς 99 σπηλαίοις καὶ τοῖς ὑπονόμοις καταπηδήσαντας, μετὰ λύχνου διερευνώμενοι καὶ εἰς φῶς ἄγοντες, ὠμῶς τε καὶ ἀνημέρως ἀπέσφαττον. ἐκδικήσειν δέ φησιν ἐπ’ αὐτοὺς ὡς καταφρονήσαντας,
φρονήσαντας ἐπὶ τὰ φυλάγματα αὐτῶν, τουτέστιν, ἢ τοὺς ἐφ’ ἑκάστῳ τῶν πρακτέων διορισθέντας νόμους, οὓς παραβαίνοντες ἐδυσσέβουν, τὸ μηδὲν εἶναι καταλογιζόμενοι τὴν ἐπ’ αὐτοῖς τήρησιν· ἤγουν ἰδικῶς φυλάγματα καλεῖ τὰ τῶν ἱερέων ἔθη. πλείστη γὰρ ὅση κατὰ τὸν νόμον ἡ ἐπιτήρησις 100
τῶν τε ἀμφίων αὐτοῖς καὶ σχημάτων ἱεροπρεπῶν καὶ μέντοι καὶ θυσιῶν. οὐ γὰρ καθ’ ἕνα τρόπον προσεκόμιζον τῷ θυσιαστηρίῳ τὰ θύματα. καὶ ἀναμάθοι τις ἂν τὴν ἔν γε τούτοις διαφορὰν τοῖς Μωυσαϊκοῖς περιτυχὼν συγγράμμασιν. ἀλλ’ οὐδεὶς αὐτοῖς τῶν φυλαγμάτων ὁ λόγος, διάτοι τὸ
πρὸς τοῦτο καθικέσθαι ληρωδίας καὶ ψυχρῶν ἐννοιῶν, ὡς τάχα που καὶ οἴεσθαι καὶ τολμᾶν εἰπεῖν οὐδένα τῶν καθ’ ἡμᾶς ποιεῖσθαι λόγον τὸν τῶν ὅλων Θεόν· ἀφειδῆσαι δὲ οὕτω τῶν ἐπιγείων πραγμάτων, ὡς μήτε ἀγαθοὺς ἐπαινεῖν, 101 καὶ γέρα νέμειν αὐτοῖς τῆς ἐπιεικείας ἀντάξια· μήτε μὴν τοῖς
ἁμαρτάνουσιν ἐπιθήγεσθαι, καὶ δίκας ἐπάγειν αὐτοῖς τῶν ἀνοσίων ἐγχειρημάτων τὰς ἰσοστάθμους. τοῦτο οἶμαί ἐστι τό Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος, οὐδ᾿ οὐ μὴ κακώσῃ. ἀπρονοησία δὴ οὖν καὶ ἕτερον οὐδὲν τὸ θρυλλούμενον. αἰσχρὸν δὲ οὕτω τὸ δόγμα καὶ κατεστυγημένον, ὡς μηδὲ αὐτοῖς τοῖς Ἑλλήνων 102 ἀρέσαι σοφοῖς. ἄθεον γὰρ ὠνόμαζον τὸν τῶν τοιούτων εἰσηγητήν· Ἐπίκουρος οὗτος ἦν, εἷς τῶν παρ’ αὐτοῖς ἐπὶ 103 σοφίᾳ διαβεβοημένων. ἔστι τοίνυν εἰπεῖν ὡς “Ἐνώπιόν “εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας “τὰς τροχιὰς αὐτοῦ σκοπεύει.” καὶ γερῶν μὲν ἀξιοῖ τοὺς
τῆς ἀρετῆς ἐργάτας· κατεστυγημένον δὲ σφόδρα ποιεῖται 104 τον ἀλιτήριον, καὶ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ, κατὰ τὸ γεγραμμένον. δεῖ δὴ οὖν ἄρα τροχιὰς μὲν ἡμᾶς διαθεῖν ὀρθὰς, καὶ τὴν ἁνδάνουσαν τῷ πάντων Δεσπότη Θεῷ ποιεῖσθαι τρίβον, ζῶντάς τε οὕτως ἐννόμως καὶ τὸν
πανάριστον ἀληθῶς ἐπιτηδεύοντας βίον, ἵλεώ τε καὶ εὐμενῆ 105 τὸν τῶν ὅλων ἔχειν Δεσπότην, καὶ καταπικραίνεσθαι καθ’ ἡμῶν οὐκ ἐᾶν παραιτουμένους τὸ φαῦλον καὶ ταῖς μεταγνώσεσιν ἐπανορθοῦν διασπεύδοντας τὰ ὕπνου τε καὶ ῥᾳθυμίας ἐγκλήματα.
ὠφελήσουσι θησαυροὶ ανόμους.” δραπέτης μὲν γὰρ ὁ πλοῦτος ἀεὶ, καὶ τὸ βεβηκὸς οὐκ ἔχει· μεθύει δὲ μᾶλλον καὶ διανένευκεν εἰς ἀποστασίαν, καὶ πόδας ἔχει σαθρούς. τὸ δὲ δὴ καὶ ἐπ’ αὐτῷ μέγα φρονεῖν ἐθέλειν, ἠλίθιον κομιδῆ. ἐξελεῖται γὰρ ἥκιστά γε τοὺς ὑπὸ θείαν ὀργὴν, οὐδ’ ἄν
ἀπαλλάξειεν αἰτιαμάτων τινὰς, Θεοῦ ποινὴν καθορίζοντος, καὶ τὴν τοῖς πλημμελοῦσι πρέπουσαν ἐπάγοντος δίκην. τί 107 οὖν ὁ πλοῦτος; σάρκα θεραπεύει μόνην καὶ ὑπηρέτης ἐστὶν 108 ἀνοσίου καὶ βδελυρᾶς ἡδονῆς, καὶ πατὴρ ἀλαζονείας, καὶ τύφου ῥίζα καὶ γένεσις, καὶ προσκαίρων δοξαρίων περιποιεῖται τὴν μέθεξιν, ἃ σκιαῖς ἐν ἴσῳ παρελαύνει τοὺς ἐσχηκότας.
κότας. καὶ γάρ ἐστιν ἀληθὲς ὅτι “Πᾶσα σὰρξ ὡς χόρτος, 109 “καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.’’ ὅτι τοίνυν ἀνόνητος παντελῶς τοῖς ἠσεβηκόσιν ἡ ἐπὶ πλούτῳ σπουδὴ, διδάσκει λέγων, ὡς ἔσται μὲν τοῖς Χαλδαίοις εἰς διαρπαγὴν ἡ δύναμις αὐτῶν. εἰσὶ γάρ εἰσιν οἱ περὶ ὧν ἂν λέγοιτο, καὶ 110
μάλα εἰκότως, τὸ ἐν ψαλμοῖς ὑμνούμενον “Ἰδοὺ ἄνθρωπος 111 “ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ’ ἐπήλπισεν ἐπὶ “τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐπὶ τῇ ματαιότητι “αὐτοῦ ἐνεδυναμώθη.” εἰ δὲ δὴ καὶ οἶκοι γεγόνασιν αὐτοῖς πολυτελῶς ἠσκημένοι, εἶεν ἂν οὐκ αὐτῶν· κατεμπρησθήσονται
θήσονται γάρ· καὶ εἰ πρὸς τούτοις ἔτι γεγόνασιν ἀμπέλων μελεδωνοὶ, οὐκ αὐτοὶ πίονται· πόθεν; οἰχήσονται γὰρ αἰχμάλωτοι, τὰ οἴκοι μεθέντες καὶ παντὸς ἐστερημένοι τοῦ κατευφραίνειν εἰδότος. καὶ τοῦτο σαφὲς ἐποίει Θεὸς διὰ φωνῆς 112 Ἱερεμίου λέγων πρός τινα τῶν ἐν Σαμαρείᾳ βεβασιλευκότων
κότων “Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα Hier. “ῥιπιστὰ διεσταλμένα θυρίσι καὶ ἐξυλωμένα ἐν κέδρῳ 113 “καὶ κεχρισμένα ἐν μίλτῳ. μὴ βασιλεύσεις, ὅτι σὺ παρω- “ξύνθης ἐν Ἀχαὰβ τῷ πατρί σου; οὐ φάγονται καὶ “οὐ πίονται. βέλτιον ἦν σε ποιεῖν κρῖμα καὶ δικαιοσύνην “καλήν.”
καὶ τῆς πρὸς Θεὸν οἰκειότητος οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, ἀναφωνεῖν τε καὶ λέγειν “Κύριε ὁ Θεὸς τῶν δυνάμεων, 116 “μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σοί·” καὶ πρός γε δὴ 117 τούτοις ὅτι “Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ “χιλιάδας. ἐξελεξάμην παραρρίπτεσθαι ἐν τῷ οἴκῳ τοῦ
“Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρ- “τωλῶν.”
φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης,
ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ Γνόφου,
ἡμέρα νεφέλης καὶ ὁμίχλης, ἡμέρα σάλπιγγος καὶ κραυγῶς τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς.
γὰρ ὥσπερ ἀποφαίνει τὴν δίκην, καὶ τρέχουσαν κατὰ πόδας τὴν ἐκ τοῦ πολέμου συμφοράν. ἡμέραν δὲ κυροῦ τὸν καιρὸν ἀποκαλεῖ, καθ’ ὃν ἔσται τὰ τοιάδε. καὶ μὴν καὶ ταχεῖαν ὠνόμασεν ὡς μελλησμοῦ τίνος δίχα παρεσομένην, καὶ ὀφθησομένην οὐκ εἰς μακράν· σκληρὰν δὲ αὐτῆς τὴν φωνὴν εἶναί
φησι καὶ δυνατωτάτην, τὸν τῶν πολεμίων ἀλαλαγμὸν ὑπο- 120 φαίνων οἶμαί που· ὀργῆς τε καὶ θλίψεως, ἀφανισμοῦ τε καὶ 121 αωριας, σκότους τε καὶ γνόφου φησὶν ημεραν ἀυτὴν. τι γὰρ τῶν τοιούτων οὐ συμβήσεται τοῖς ἀθλιότητος εἰς τοῦτο ἀφικομένοις, ὡς ἐν αὐτοῖς γενέσθαι τοῖς τοῦ θανάτου δείμασι,
καὶ ἐν τοῖς ἐσχάτοις κεῖσθαι κακοῖς; πολεμίων δὲ πόλιν κατειληφότων, τί τοῖς ἁλοῦσιν οὐ συμβήσεται; ἢ τί τῶν ἄγαν ἐκτόπων ἀνεπιτήδευτον; ἢ οὐκ ἄνηβοι μὲν καταφθείρονται παῖδες, κόρια δὲ ῥιπτεῖται νεκρὰ, καὶ οἷον φυτὰ πρὸ ὥρας ἀναβεβοθρευμένα; οὐχὶ δὲ νὺξ οἷά τις καὶ σκότος ἡ 122 123 δυσθυμία τὴν τῶν ἑαλωκότων καταμελαίνει καρδίαν, ὡς ἀπορῆσαι βουλῆς καὶ σκεμμάτων· μόνον δὲ οὐχὶ καὶ ἀχλύι· καὶ νεφέλαις τὸν ἑκάστου κατασκιάζουσα νοῦν, οὐδὲ, ὅποι ποτέ ἐστιν, ἐφίησιν ἐννοεῖν. εἶτα πῶς τοῦτο ἀμφίβολον; ὅτι δὲ ἀφόρητος ἔσται τῶν δυσμενῶν ἡ ἔφοδος καὶ πόλεσι
ταῖς πολυανδρούσαις καὶ γεγυμνασμέναις τὰ τακτικὰ, καὶ μὴν καὶ ἑτέραις, αἵπερ ἂν εἶεν τοῖς τῶν τειχῶν περιβόλοις περιεζωσμέναι, καταμεμήνυκε προστιθεὶς, ὡς ἔσται σάλπιγγος 124 καὶ κραυγης ἥμεροι η ημερα τοῦ κυροῦ ἐπὶ τοῖς πόλεις τας οχυρας καὶ ἐπὶ τοῖς γωνίας τας υψηλας. οχυρας μὲν γὰρ,
ὡς ἔφην, τὰς εὐανδρούσας ἀποκαλεῖ, καὶ πολὺ λίαν ἐχούσας τὸ μάχιμον γένος· γωνίας γεμὴν ὑψηλὰς τὰς τετειχισμένας. ἀεὶ γάρ πὼς ἐν ταῖς τῶν τειχῶν περιβολαῖς ἀνέχουσιν αἱ γωνίαι, καὶ εἰς πύργους ἀνεστήκασι, τῶν ἄλλων ὑψηλοτέρους. “Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ 125
“ζῶντος” κατὰ τὸ γεγραμμένον. ἀντιτετάξεται γὰρ αὐτῷ 126 127 128 παντελῶς οὐδείς· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων κύριος.
τὰς σάρκας αὐτῶν ὡς βόλβιτα. καὶ τὸ ἀργύριον αὐτῶι καί
τὸ χρυσίον αὐτῶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ 129 ὀργῆς Κυρίου, ὅτι ἑ πυρί ὤλου αὺτοῦ καταναλωθήσεται πάθα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τήν τῆν.
ἂν δέοιτο, καθάπερ ἐγῷμαι, λόγου πρὸς διασάφησιν. πλὴν ἐροῦμεν ἐπιτροχάδην. ἀπειλεῖ γὰρ αὐτοῖς τὰ παντὸς ἐπέκεινα κακοῦ, καὶ τὸν εἰς νοῦν σκότον· καὶ τὴν αἰτίαν εὐθὺς ἀφηγεῖται, προστιθείς Ὄτι τῷ Κυρίῳ ἐξήμαρτον. ὅμοιον ὡς εἰ λέγοι Πεπαρῳνηκότες εἰς ἀδελφοὺς, καὶ εἰς αὐτὸν ἀφυ-
130 λάκτως δεδυσσεβήκασι τὸν τῶν ὅλων Δεσπότην καὶ τῆς θείας κατεξανιστάμενοι δόξης ἁλοῖεν ἄν. εἴπερ ἐστὶν ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, αὐτὴν μὲν τῶν ἰδίων ἀποστερῆσαι γερῶν, καὶ μονονουχὶ τῶν τῆς θεότητος ἀποσοβῆσαι θώκων, ἐνιδρύσαι δὲ ὥσπερ αὐτοῖς τὴν κτίσιν καὶ
κτηνῶν ἀλόγων μορφάς. οἱ μὲν γὰρ δαμάλεσιν ἀνῆπτον τὸ σέβας· οἱ δὲ Ἀστάρτῃ τινὶ καὶ Βεελφεγώρ· οἱ δὲ σελήνῃ καὶ ἄστροις. ταύτῃτοι λοιπὸν ἐπιφέρειν αὐτοῖς ἀπειλεῖ τὰς ἐκ τοῦ πολέμου συμφορὰς, συντέλειάν τε καὶ σπουδήν. 131 καὶ ἡ μὲν συντελεια τὸν εἰσάπαν ὄλεθρον τῆς Ἰουδαίων
χώρας κατασημήνειεν ἄν· ἡ δέ γε σπουδὴ τὸ οἷον ἐν τάχει καὶ ἀμελλητὶ γενέσθαι τὰ προηγγελμένα. δηλοῖ δὲ πολλάκις τὸ τῆς σπουδῆς ὄνομα παρά γε τοῖς ἱεροῖς γράμμασι 132 καὶ θορύβων ἔφοδον. πάνδεινον οὖν ἄρα τὸ ἁμαρτάνειν εἰς ἀδελφούς· εἰ δὲ δὴ καὶ εἰς τοῦτο φαυλότητος προίοι τὰ πλημμεληθέντα τισὶν, ὡς καὶ αὐτὴν τὴν ἀπόρρητον καταλυπῆσαι φύσιν, οὐδεὶς ἀνατρέψει τρόπος τὰ ἐξ ὀργῆς.
ἐπιτάττουσι. εἰ γὰρ ἐκπέπτωκεν ὅλως τοῦ εἶναι Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, καὶ ἐστι γενητὸς, προσκυνεῖται δὲ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων, πῶς οὐκ ἐναργῶς τῇ 134 κτίσει λατρεύομεν, καθάπερ Ἑλλήνων παῖδες εἰς ἡλίου τύπον, ἤγουν ἑτέρου τινὸς τῶν κτισμάτων, τὸ ἐξ ἀνοίας καὶ ματαιότητος
τητος λογισμῶν εἴδωλον ἀναπλάσαντες;
εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα, οὐκ εὐκόλως προσιέμεθα τὸ 136 κἂν γοῦν ἑλέσθαι μετανοεῖν, συνωθεῖ δὲ πολλάκις εἰς τοῦτο καὶ οὐχ ἑκόντας τὸ δεῖμα. καλεῖ τοίνυν εἰς οἰκειότητα τὴν 137 πρὸς αὐτόν. ὥσπερ γὰρ αὐτοὺς ἀποστῆναί φαμεν, καὶ ἀλλοτρίους γενέσθαι, λελατρευκότας εἰδώλοις, καὶ τοῖς ἰδίοις πάθεσιν ἐπιδόντας τὸν νοῦν· οὕτω πάλιν ἀνόπιν ὥσπερ ἰέναι νοήσομεν, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἐπιδράττεσθαι, προσκυνεῖν ἑλομένους αὐτῷ δὴ καὶ μόνῳ, καὶ τοῖς παρ’ αὐτοῦ
138 παρακολουθεῖν θεσπίσμασιν. ἔθνος γεμὴν ἀπαίδευτον τὸ ἐξ Ισραὴλ ὀνομάζει γένος, ὡς καὶ αὐτὴν ἀτιμάζον τὴν ἀρχαίαν ἐντολὴν, καὶ διωθούμενον ἀνοσίως τὸν παιδαγωγοῦντα νόμον καὶ πρὸς πᾶν εἶδος ἐπιεικείας ἀποκομίζειν δυνάμενον. ἀπειλεῖ δὲ πάλιν, ὡς εἰ μὴ συνδεθεῖεν αὐτῷ, κατά γε τοὺς ἀρτίως
ἡμῖν εἰρημένους τρόπους, διοίσουσι μὲν κατ’ οὐδὲν ἀνθέων τῶν ἐν ἀγροῖς, ἃ σαθρά τε ἐστὶ καὶ εὐμάραντα, ὑποπεσοῦνται δὲ πάντως τοῖς ἐξ ὀργῆς.
Θεὸς, ποιώμεθα τὴν μετάγνωσιν, προσάγωμεν ἱκετείας, ἀνα- 140 φωνῶμεν δεδακρυμένοι “Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας “μου μὴ μνησθῇς,” συνάπτωμεν ἑαυτοὺς δι’ ἁγιασμοῦ καὶ 141 νήψεως· σκεπασθησόμεθα γὰρ οὕτως ἐν ἡμέρᾳ ὀργῆς, καὶ τὴν ἐκ τῶν πταισμάτων κηλῖδα διανιψόμεθα πρὸ τοῦ ἐπελθεῖν
ἐφ’ ἡμᾶς ἡμέραν θυμοῦ κυροῦ. ἥξει γὰρ ἥξει κατὰ καιροὺς ἐξ οὐρανῶν ὁ κριτὴς, ἀποδώσει τε ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ.
143
γε τοῦ ἑλέσθαι διψῆν τὰ αὐτῷ δοκοῦ ντα δρᾶν, δρᾶν, ῥᾳθυμίας ἁπάσης ἐξῃρημένης· ἐργασόμεθα δὲ καὶ τὸ κρῖμα, τὸν θεῖον αὐτοῦ νόμον ἀποπεραίνοντες, ἀοκνότατα δὲ κατορθοῦντες τὴν 144 ἀρετήν· κερδανοῦμεν δὲ πάλιν τῆς δικαιοσύνης τὴν δόξαν, τοῖς ἐξ ἀγαθουργίας αὐχήμασιν εὖ μάλα κατεστεμμένοι, καὶ
τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἀληθῶς τῆς εἰς Θεὸν εὐσεβείας, καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης διάττοντες τρίβον· “Πλήρωμα 145 γὰρ νόμου η ἀγάπη, κατὰ τὸ γεγραμμένον. δεῖ δὲ οἴμαι προσεπενεγκεῖν οἷς ἔφην, τὸ ἀποκρίνεσθαι αὐτὰ, τουτέστι, τὸ καὶ ἑτέροις προσλαλεῖν καὶ νουθετεῖν ἀδελφούς· ἐσόμεθα
γὰρ ὧδε καὶ οὐχ ἑτέρως ἄρτιοι πρὸς ἀρετήν. οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸν ἔργῳ τε καὶ λόγῳ δοκιμώτατον δοκι- 146 μέγαν ἔφη κληθήσεσθαι ἐν τῆ βασιλείᾳ τῶν οὐρανων· 147 ἐλάχιστον δὲ τὸν εἰσηγεῖσθαι μὲν μεμελετηκότα καὶ ἀποχρῶντα εἰς τοῦτο, μὴ μὴν ἔτι καὶ δρᾶν ἀνεχόμενον
ἅπερ ἂν εὖ ἔχειν οἴηται, καὶ κατορθοῦν ἐπιτάττῃ τισί. ταλανίζει δέ που καὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οὕτω λέγων “Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑπο- 148 “κριταὶ, ὅτι δεσμεύετε φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ‘ἐπιτίθετε τοῖς ἀνθρώποις, αὐτοὶ δέ’ φησὶν, οὐδ’ ὅσον
εἰπεῖν ἄκρῳ “δακτύλῳ προσψαύετε αὐτοῖς’’ τελεωτάτης οὖν ἄρα θεοσεβείας ἀπόδειξις, τὸ καὶ κατορθοῦν ἀρετὴν, 149 εἰσηγεῖσθαι δὲ καὶ ἑτέροις τὰ δι’ ὧν ἂν γένοιντο λαμπροί.
τῇδε νοείτω. προστέταχε γὰρ καὶ ὁ Μωυσέως νόμος περὶ 152 τῶν τοῦ Θεοῦ λογίων, ὅτι “καὶ λαλήσεις ἐν αὐτοῖς καθή- “μένος, καὶ πορεύομενος ἐν ἀγορᾷ, κοιταζόμενος καὶ διαν- 153 “ιστάμενος.” ψάλλει δὲ καὶ ὁ Δαυείδ “καὶ μελετήσω ἐν “τοῖς δικαιώμασί σου διὰ παντός.
154 Ἱεροσολύμων, καὶ ἁπάσης δὲ τῆς Ἰουδαίας κατειλημμένης ὑπὸ τοῦ Ναβουχοδονόσορ, αἱ περίοικοι τῶν ἀλλοφύλων πόλεις ἐπεγάνυντο τοῖς πεπονθόσι καὶ κατεμειδίων τῶν πεπορθημένων, ἔθυον δὲ καὶ τοῖς ἰδίοις θεοῖς, ὡς τὸ πᾶσιν ἀπηχθημένον ἀπολωλεκόσι γένος· ἀπετόλμων δὲ λέγειν, ὡς
ἀνόνητον αὐτοῖς τὸ ἐπὶ Θεῷ πεποιθέναι διὰ πραγμάτων αὐτῶν ἐξελήλεγκται, ᾤοντό τε ὅτι καὶ τῆς ἄνωθεν ἐπικουρίας εὐσθενεστέρα τε καὶ ἐν ἀμείνοσιν ἢ τῶν Βαβυλωνίων 155 ἐγένετο χείρ. εἰ δὲ δήπου τις τῶν ἐκ τῆς Ἰουδαίας τὰ οἴκοι μεθεὶς, καὶ τῆς ἐνεγκούσης ἀποδραμὼν κατὰ τὸν τοῦ πολέμου
καιρὸν, ὡς πρὸς ὁμόρους ἀφίκετο σώζεσθαι προσδοκῶν, οὗτος ἦν ἐν χείροσιν, ὠμοτέροις τῶν Βαβυλωνίων περιτυχὼν, τοῖς κατοικτείρειν ὀφείλουσιν. οὐκοῦν κατεσοβαρεύοντο τῆς 156 τοῦ Θεοῦ δόξης οἱ τάλανες, σκληροί τε καὶ ἄτεγκτοι τοῖς πεπραχόσιν ἀθλίως ἀπήντων, τὸ συναλγεῖν παραιτούμενοι· μᾶλλον δὲ καὶ ἀγρίως τῆ παρ’ ἑαυτῶν σκαιότητι τοὺς ἁλόντας ἐπιφορτίζοντες. τί οὖν; μετὰ τοῦτο ἐπανῆκον μὲν κατὰ
καιροὺς ἐκ τῆς αἰχμαλωσίας οἱ ἐξ Ἰσραὴλ, Κύρου μόλις 157 ἀνέντος, καὶ δὴ ἐν τοῖς Ἱεροσολύμοις γεγονότες ἀνετείχιζον τὴν πόλιν, καὶ αὐτὸν δὲ τὸν θεῖον ἀνεδείμαντο ναὸν, καὶ ἦσαν ἤδη πὼς ἐν ἐλπίσι λοιπὸν τοῦ εὐημερεῖν, προασπίζοντος τοῦ Θεοῦ. ἐπειδὴ δὲ ταῦθ’ οὕτως πράττεσθαι μεμαθήκασι,
Γαζαῖοί τε καὶ Ἀσκαλωνῖται, καὶ μὴν καὶ Ἀζώτιοι, καὶ οἱ ἐκ τῆς καλουμένης Ἀκαρὼν, Μωαβῖται καὶ Ἰδουμαῖοι καὶ Αμμανῖται, ἕτερά τε ἅττα πρὸς τούτοις ἔθνη, τῇ τοῦ φθόνου κατετήκοντο φλογὶ, καὶ διακωλύειν ἤθελον περιφράττοντας τῷ τείχει τὴν πόλιν, καὶ δὴ συναγηγερμένοι τῶν ἐκ τῆς 158
αἰχμαλωσίας ἀνακεκλημένων κατεστρατεύοντο. καὶ συγκεκρότηται μὲν ἡ μάχη κατὰ τὴν κοιλάδα τοῦ Ἰωσαφάτ· 159 πεπτώκασι δὲ καὶ ἀνῄρηνται, Θεοῦ νευροῦντος τὸν Ἰσραήλ. εἷλον δὲ οὕτω κατὰ κράτος τὰς τῶν ἐθνῶν πόλεις, ὡς καὶ εἰς ἐρημίαν αὐτὰς καταστῆσαι παντελῆ, καὶ ποιμνίων ταύτας
ἀποφῆναι σηκούς. ταύτης διαμέμνηται τῆς ἱστορίας εἰς τὸ παρὸν, ἐπαγγελίαν ἐχούσης, πρῶτον μὲν τῆς ἐπανόδου τῆς ἐκ τῆς αἰχμαλωσίας, εἶτα τῆς ἐσομένης εὐκλείας καὶ τῆς 160 κατὰ πάντων νίκης. διαρπασθήσεσθαι μὲν γὰρ τὴν Γάζαν φησὶν, οἰχήσεσθαι δὲ τὴν ’ν πρὸς ἀφανισ μον, καὶ
Ἄζωτον μεσημβριας ἐκριφησεσθαι· τὸ δὲ μεσημβριας ἀντὶ τοῦ φανερῶς καὶ οὐ τρόπῳ λῃστρικῷ, ἀλλ’ ἐναργῶς καὶ πολέμου νόμῳ· τὴν γεμὴν Ἀκαρὼν ἐκριζωθήσεσθαι. εὐφυῶς δὲ σφόδρα πρὸς τὴν τοῦ ὀνόματος δήλωσιν ποιεῖται τὴν ἀπειλήν· ἑρμηνεύεται γὰρ Ἀκαρὼν ἐκριζωσις. τοῦτο δὲ αὐτὸ 161 πείσεσθαί φησιν αὐτὴν, οἷον ἔχουσαν ἐν τῇ κλήσει φῆς ἐπενεχθησομένης αὐτῇ συμφορᾶς τὴν δήλωσιν.
προαπηγγελκὼς τοῖς τὴν Παλαιστίνην οἰκοῦσι, Γαζαίοις τε φημι καὶ Ἀσκαλωνίταις, Ἀζωτίοις τε ὁμοῦ καὶ τοῖς ἐξ Ἀκαρὼν, τὸν ἴσον ὑφαίνει λόγον καὶ ἐπὶ ταῖς πόλεσι ταῖς Φοινικικαῖς, μάλιστα δὲ τῶν ἄλλων ταῖς πρὸς τῆ θαλάσσῃ 163 κειμέναις. ταύτῃτοί φησιν Οὐαὶ οἱ κατοικουντες τὸ σχοίνισμα
τῆς Φαλάσσης. ἐπειδὴ δὲ καὶ πολλαὶ τῶν κατὰ τὴν Παλαιστίνην πόλεων τῇ θαλάσσῃ προσῳκήκασιν, ἀποδιιστὰς ωσπερ τὰς σημαινομένας, εἰς τὸ παρὸν παροίκους αὐτὰς Κρητῶν ἀποκαλεῖ, ἵν ἐντεῦθεν νοῶμεν τοὺς τῆς Φοινίκης οἰκήτορας, οὓς καὶ Κρητῶν, ὡς ἔφην, παροικους ὀνομάζει, διὰ τοιαύτην
αἰτίαν. Κρῆτες καὶ Λίβυες διείργονται μὲν ἀπ’ ἀλλήλων, μεσολαβούσης θαλάσσης, ὀλίγοις κομιδῇ διαστήμασιν. ὡς γὰρ ὁ πολὺς ἔχει λόγος, ἀνέμου πνέοντος, ἔσθ’ ὅτε τῶν ἐκ Κρήτης βοτανῶν διάττουσιν αἱ ὀσμαὶ καὶ τοὺς ἐν Λιβύη 164 κτείνουσι θῆρας, ἑρπετά τε φημὶ καὶ τὰ τῶν ἰοβόλων ἔθνη,
τετάχατο δὴ οὖν Λίβυές τε καὶ Κρῆτες ὡς ἔθνος ἕν. ἐντεῦθεν κατὰ καιροὺς ἀποικίαν στείλαντες, τὰς ἐν τῇ Φοινίκῃ κατῳκήκασι καὶ ἀνεδείμαντο πόλεις, καθάπερ ἀμέλει καὶ Καππαδόκαι κατὰ καιροὺς τὰς τῆς Παλαιστίνης. καὶ γοῦν ἔφη 165 που Θεὸς διὰ φωνῆς Ἀμῶς “Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς
166 “ἐστέ μοι υἱοὶ Ἰσραήλ; λέγει Κύριος. οὐ τὸν Ἰσραὴλ “ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου.’’ καὶ ἀλλοφύλους 167 μὲν τοὺς Παλαιστηνοὺς ὀνομάζει, Σύρους γεμὴν τοὺς
Φοίνικας, οὓς καὶ ἀναγαγεῖν ἐκ βόθρου διϊσχυρίζεται, βόθρον, οἴμαι, τὴν Λιβύην ἀποκαλῶν, διὰ τὸ εἶναί που τάχα κοίλην τε καὶ χθαμαλὴν τὴν χώραν. κατευρύνεται γὰρ εἰς κόλπους ἡ παρ’ αὐτῇ θάλασσα, μονονουχὶ καὶ ἀναφευγούσης ἀνόπιν τῆς χέρσου, καὶ τοῖς ὅτι μάλιστα νοτιωτάτοις κλίμασιν
εἰσδυομένης. ἰστέον δὲ ὅτι ἀντὶ τοῦ Ἐκ βόθρου, Κυρήνην ὠνόμασαν οἱ ἕτεροι τῶν ἑρμηνευτῶν, ὅτι Λιβύων ἄποικοι Φοίνικες ἀποφαίνονται ἐναργέστερον· Κυρήνη γὰρ τῆς Λιβύης 168 ἐστὶν ἐπισημοτάτη πόλις.
τῶν κρητῶν, ἤγουν Λίβυες· τὸ δὲ πάροικοί φησιν ἀντὶ τοῦ ἄποικοι καὶ μετανάσται. Χαναὰν δὲ πάλιν αὐτοὺς ἀποκαλεῖ. Χαναναῖοι γὰρ ἦσαν ἅπαντες οἱ τὰς τῆς Φοινίκης κατοικοῦντες πόλεις, εἰ καὶ γεγόνασιν ἀπ’ ἀρχῆς ἄποικοι Κρητῶν. ἰστέον δὲ ὅτι πάλιν οἱ ἕτεροι τῶν ἑρμηνευτῶν
ἀντὶ τοῦ πάροικοι Κρητῶν ἐκδεδώκασι Λόγος κυρίου ἐφ’ ὑμᾶς ἔθνος ὠλοθρευμένον. ἐπειδὴ δὲ ἦν ἀναγκαῖον ἀκολουθῆσαι 169 πάλιν τῆ τῶν ἑβδομήκοντα γραφῇ, τὰ ἐκ τῆς ἱστορίας παρηγάγομεν εἰς μέσον, ἃ φέρει μὲν εἰς ἡμᾶς ἡ παράδοσις, ἐπεσφράγισε δὲ ὡς ἀληθῆ καὶ ὁ τοῦ προφήτου λόγος.
καὶ μάνδρα προβήτων.
τοὺς ἐν τῇ Φοινίκη ἀποκαλεῖ ὡς ἐκ Κρήτης ὄντας τῆς Λιβύων ὁμόρου καὶ γείτονος. ἓν δὲ ἦσαν κατὰ τοὺς ἄνωθεν χρόνους, καὶ μέμικτο ἀλλήλοις τὰ γένη καθ᾿ αἷμά τε καὶ ἔθη καὶ νόμους.
Ἰσύδα· ἐπ᾿ αὐτοῖς νεμήσονται ἐν τοἷς οἴκοις Άσκάλωνος, δείλης καταλύσουσιν ἀπό προσώπου υἱών Ἰουδα, ὅτι ἐπέσκεπται αὐτοὺς Κύριος ὁ Θεός αὀτῶι, καὶ ἀπεστρεψε τὴν αἰχμαλωσίαι αὐτῶι.
ἔθνη φθόνῳ διακεκαυμένα, καὶ κατεστρατεύοντο τῶν Ἱεροσολύμων μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, καὶ δὴ πολέμου συστάντος ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ ἥττηνται καὶ πεπτώκασιν οἱ τοῖς λελυτρωμένοις ἀνοσίως ἐπιβουλεύοντες. 174 κεκρατηκότες οὖν οἱ ἐξ Ἰσραὴλ κατέβοσκον ὡς ἐρήμους τοὺς
τῶν ἀλλοφύλων ἀγροὺς, καὶ οἷον σηκοῖς ἐχρῶντο ταῖς ἠρημωμέναις πόλεσι τῶν Φυλιστιεὶμ, τουτέστι τῶν Παλαιστηνῶν, διὰ τὸ πάντας ἄρδην ἀπολέσθαι τοὺς ἐν αὐταῖς. ἔσται τοίνυν φησὶ τὸ σχοίνισμα τῆς θιιλάσσης, τουτέστιν, αἱ πρὸς τῇ θαλάσσῃ τῶν Παλαιστηνῶν πόλεις, αἱ πολυανδροῦσαί ποτε,
αἱ δειναὶ καὶ δυσκαταγώνιστοὶ νομὴ ποιμνίων τοῖς κιιταλοί- 175 ποις οἰκοῦ Ἰούδα. οἱ γὰρ ἐκ τῆς αἰχμαλωσίας ἀνασεσωσμένοι καὶ περιλελειμμένοι μόλις, αὐτοὶ κεκρατήκασιν, αὐτοὶ 176 καὶ ἐν τοῖς οἴκοις Ἀσκάλωνος δείλης καταλύσουσι. πρὸς ἑσπέραν γὰρ οἱ ποιμένες ἐγκατακλείουσι τοῖς σηκοῖς τὰς
τῶν θρεμμάτων ἀγέλας. τίς οὖν ἡ τοσαύτη δύναμις; ἢ πῶς ἔσται τοῦτο, τὸ καὶ πίστεως ἐπέκεινα καὶ λόγου παντός; ὅτι ἐπεσκεπταί φησιν αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν ίαν αὐτῶν. ὅμοιον ὡς εἰ λέγοι Κατέληξε τῆς ἐπ’ αὐτοῖς ὀργῆς, ἀνῆκεν αὐτοῖς τὰ ἐγκλήματα καὶ
συνοπλίζεται μὲν ὥσπερ καὶ πάλαι τοῖς ἐξ Ἰσραὴλ, Καρίζεται δὲ τὸ νικᾶν τοὺς ἀνθεστηκότας, καὶ τοῦτο ἀμογητί.
ἐννόμως ἐθελοντὰς, ἀμείνους μὲν ἐσόμεθα πολέμου παντὸς, κατευμεγεθήσομεν δὲ καὶ μάλα ῥᾳδίως τῶν ἀνθεστηκότων, καὶ πληροφορήσει λέγων αὐτὸς περὶ δικαίου παντός “Ὅτι 178 ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν σκεπάσω αὐτὸν, ὅτι “ ἔγνω τὸ ὄνομά μου. κεκράξεται πρὸς μὲ καὶ ἐπακούσομαι
“αὐτοῦ· μετ’ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτὸν καὶ “δοξάσω αὐτόν. μακρότητος ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ “δείξω αὐτῷ τὸ σωτήριόν μου.”
οῐς ὠνείδιζον τοι λαόν μου κω ἐμεζαλύνοντο ἐπὶ τὰ ὅρω μου.
διὰ τοῦτο ζῶ ἐΓὼ, λέζει Κύρνος τῶ δυνάμεων ὁ Θεὸς Ἰσραὴλ,
δῶτ’ Μωὰβ ὡς Σόδομα ἐσται, κὼ υἱοὶ Ἀμμὼν ὡς Γόμοῤῥα, κὼ Δαμασκὸς ἐκλελειμμένη, ὡς θημωνιὰ ἅλωνος καὶ ἠφανισμένη εἰς τὸ αἰῶνα· κω οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται 180 αὐτούς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς.
τὸ ἁλῶναι τὴν Ἰουδαίαν, ἀνατετραμμένης εἰσάπαν καὶ οἰχομένης τάχα που πρὸς τὸ μηδὲν τῆς ἀεί τε καὶ ἄνωθεν ἐπι- κουρούσης αὐτοῖς χειρὸς, δῆλον δὲ ὅτι τῆς τοῦ πάντων κρατοῦντος Θεοῦ. δυσβουλίας γὰρ εἰς τοῦτο καθικέσθαι τ ἰνᾶς τὸ ἀπεικὸς οὐδὲν, ὡς πεπλανημένους, ξύλοις τε καὶ
182 λίθοις λελατρευκότας, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἠγνοηκότας Θεόν. ἀκήκοα τοίνυν, φησὶ, τοὺς Μωαβιτῶν ὀνειδισμοὺς καὶ κονδυλισμοὺς υἱῶν Ἄμμων. διοίσει γὰρ οἶμαι κατ’ οὐδένα τρόπον τοῦ καταπαίοντος ἢ ῥάβδῳ τυχὸν ἢ λίθῳ τοὺς πεπονθότας ὁ πλήττων ὀνειδισμοῖς, καὶ ἀχάλινον ἐπ’ αὐτοῖς 1
ἀνευρύνων στόμα, ἀνερευγόμενός τε καὶ λέγων τὰ δι’ ὧν ἦν εἰκὸς καταπικραίνεσθαί τινας εἰς δυσθυμίας καὶ λύπας, καὶ φορτικωτέραν ἔχει τῆς συμφορᾶς τὴν ἔφοδον. ἐπειδὴ δὲ καὶ κατ’ αὐτῆς τῆς θείας τε καὶ ἀπορρήτου δόξης ἀθυροστομοῦντες 183 ἠλέγχοντο, ταύτῃτοι, φησὶ, τὴν Σοδομιτῶν ἀνατλάντες
δίκην βαδιοῦνται πρὸς ὄλεθρον, καὶ μικρά που τάχα τὰ Γομόῤῥιις ἀποφαίνοντες πάθη ταῖς ἑαυτῶν συμφοραῖς, ὀψέ τε καὶ μόλις δι’ αὐτῶν εἴσονται τῶν συμβεβηκότων τὴν τοῦ κολάζοντος δύναμιν. Δαμασκὸς γεμὴν ἡ Φοινίκων μητρόπολις ἡ λαμπρὰ καὶ περίοπτος, ἐν ᾗ τὰ βασίλεια., ψωρὸς
ἔσται καλάμης, οὐκ ἐχούσης ἄσταχυν, ἧς οὐδεὶς μὲν ὁ λόγος, 184 εἰς κατάπρησιν δὲ τὸ πέρας, ἤγουν εἰς διασκεδασμόν. τοὺς γὰρ τῶν ἀχύρων σωροὺς αἱ τῶν πνευμάτων ὁρμαὶ διαῤῥιπτουσι πανταχῆ· κατὰ τὸν ἴσον δὲ τρόπον καὶ τοὺς ἐν ταῖς πόλεσι ταῖς ἁλισκομέναις αἱ τῶν ἑλόντων δυνάμεις
185 διασκιδνᾶσι πανταχοῦ, τοῖς ῥαγδαιοτάτοις ἐν ἴσω πνεύμασι κατεμπιπτόντες. ὅτι δὲ οὐχ ἑτέρου του μᾶλλον, ἁλλ’ αὐτοῦ τοῦ πεπονθότος καὶ ὀνειδισθέντος λαοῦ τὰ ποιάδε τῶν κακῶν κατόρθωσις ἔσται κατὰ καιροὺς, ὑπεμφαίνει λέγων Οἱ κατάλοιποι
τοῦ λαοῦ μου διαρπῶνται αὐτους καὶ οἱ κατάλοιποι 186 ἔθνους μου κατακληρονομησουσιν αὐτούς. καταλοιπους γὰρ ἔθνους, ὡς ἤδη προεῖπον, τοὺς ἐκ τῆς αἰχμαλωσίας ἀνασεσωσμένους ἀποκαλεῖ, οἳ κεκρατήκασι τῶν ἐθνῶν, καὶ τὰς τῶν ἀλλοφύλων ἑλόντες πόλεις, εἰς ἐρημίαν αὐτὰς κατέστησαν
παντελῆ.
δὲ μᾶλλον τοῦ παντὸς ἀγῶνος τὸ πέρας. οἱ γὰρ πλατὺ γελῶντες ἐσθ’ ὅτε, καὶ μονονουχὶ κατονειδίζοντες τὸν χριστὸν, ὡς τῶν ἰδίων οὐ προασπίζοντα, ἤγουν, ὡς οἴονται, καὶ ἀσθενοῦντα πρὸς τοῦτο, τὰ Σοδομιτῶν ὑπομενοῦσι πάθη, καὶ πυρὸς ἔσονται τροφὴ, καὶ πρός γε δὴ
τούτοις, οὓς ἡττῆσθαι νενομίκασι, κρατοῦντας εὑρήσουσιν.
ἔσται Κύριος ἐπ’ αὐτοὺς, κὼ ἐξολοθρεύσει πάντας τοὺς θεούς 188 τῶι ἐθνῶν τῆς ζῆς.
θεούς. ἀνῄρηνται γὰρ καὶ πεπτώκασι τὰ παρ’ αὐτοῖς τεμένη διὰ χειρὸς Ἰσραὴλ, καὶ πυρὸς ἔργον γεγόνασι τὰ χειρόκμητα πανταχῆ τε καὶ ἐν παντὶ ἔθνει τῶν ἑαλωκότων. ποῖ δὴ οὖν τῶν θεῶν ἡ δύναμις; ἢ πῶς ἂν ἑτέρους σώσειαν, οἵγε δή σφισιν αὐτοῖς ἐπαμύνειν οὐχ οἷοί τε; μᾶλλον δὲ τί γὰρ
191 ὅλως κωφὴ καὶ ἀναίσθητος ὕλη; “Τὰ εἴδωλα τῶν ἐθνῶν 192 “ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων, καὶ εἰ μὴ φορτικὸν εἰπεῖν, μᾶλλον δὲ καὶ εἰρήσεται “Τί “γλυπτὸν ὅτι ἔγλυψαν αὐτὸ, ἔπλασαν αὐτὸ χώνευμα φαν- “τασίαν ψευδῆ” κατὰ τὴν τοῦ προφήτου φωνήν; καὶ ᾗ
193 φησὶν ὁ θεσπέσιος Δαυείδ “Ὅμοιοι αὐτοῖς γένοιντο πάντες “οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.”
ὠλοθρευκότα πάντας αὐτῶν τοὺς θεοὺς, πάλαι μὲν διὰ τῶν ἐξ Ἰσραὴλ ταῖς τῶν ἀλλοφύλων πόλεσι συγκαταπιμπράντων εὐσθενῶς τά τε ἐν τοῖς τεμένεσιν ἕδη καὶ τοὺς ἐν αὐτοῖς βωμούς. κατὰ ’δε γε τὸν καιρὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τουτὶ γεγονὸς ἀληθέστερον κατίδοι τις ἃν, ὅτε καὶ
Θεὸς ὢν ὁ Λόγος, γέγονε καθ’ ἡμᾶς καὶ ἐπιφανής· καὶ γοῦν 195 οἱ θεσπέσιοι μαθηταὶ τὸν ὄντα ἀπ’ ἀρχῆς, ὃν ἀκηκόασι, τοῦκατεξανέστησαν 196 τον αὐτὸν ψηλαφῆσαί τε χερσὶ καὶ ἰδεῖν ἔφασκον ὀφθαλμοῖς. ἐμφανὴς γὰρ γέγονεν ὁ τοῦ ὁρᾶσθαι κρείττων ὡς 197 Θεὸς, ψάλλει δέ που καὶ ὁ Δαυείδ “Ὁ Θεὸς ἐμφανῶς ἥξει, 198 “ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.’’ ἐπειδὴ δὲ γέγονεν
ἐμφανὴς “καὶ ἐπὶ γῆς ὤφθη,’’ κατὰ τὸ γεγραμμένον, “καὶ 199 “τοῖς ἀνθρώποις συνανεστράφη,’’ τότε καὶ ἀπολώλασιν αἱ βδελυραί τε καὶ βέβηλοι τῶν εἰδώλων ἀγέλαι· ἀνῄρηται δὲ εἰσάπαν καὶ τὸ τοῦ διαβόλου κράτος, ἕκαστος δὲ λοιπὸν τῶν διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς ἐπίγνωσιν ἀληθείας ἐνηνεγμένων
μένων προσάγει δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ 200 Πατρὶ τὴν προσκύνησιν ἐκ του τόπου αυτου, καὶ οὐκ ἔτι μὲν ἐστι κατὰ μόνην τὴν Ἰουδαίαν γνωστὸς ὁ Θεὸς, ἀλλὰ καὶ 201 αἱ τῶν ἐθνῶν χῶραί τε καὶ πόλεις, κἂν εἰ τῆς Ἰουδαίας ἀπονοσφίζοιντο μεσολαβούσης θαλάσσης, οὐδὲν ἧττον προσίασι
τῷ Χριστῷ, προσάγουσι τὰς λιτὰς, ἀνάπτουσι τὰς δοξολογίας, ἀκαταλήκτοις εὐφημίαις καταγεραίρουσι. πάλαι μὲν γὰρ ἦν “ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ·’’ νυνὶ δὲ 202 λοιπὸν τοῖς ἁπανταχῆ γέγονε γνωριμώτατον, γῆ δὲ καὶ 203 θάλαττα μεστὴ τῆς δόξης αὐτοῦ. καὶ τοῦτο ἦν ἄρα τό
“Σῶ ἐγὼ, λέγει κύριος Ἤ μὴν ἐμπλησθήσεται τῆς δόξης 204 “κυρίου πᾶσα ἡ γῆ.’’ προσκυνήσει δὴ οὖν ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ φησι. προανατυπῶν μὲν γὰρ ὁ νόμος τῆς Ἐκκλησίας τὸ κάλλος, τὴν ἀρχαίαν ἐκείνην τοῖς ἐξ Ἰσραὴλ ἀνώρθου σκηνήν· ἧς εἰς τύπον καὶ ἐν τοῖς Ἰεροσολύμοις
ὁ διαβόητος ἐκεῖνος ἐγήγερτο ναός. προστέταχε δὲ τοῖς ἀρχαιοτέροις ὁ θεσπέσιος Μωυσῆς, ἤγουν δι’ ἐκείνου Θεὸς, 205 ἐκ πάσης τῆς Ἰουδαίων χώρας τοὺς προσκυνεῖν ἐθέλοντας ἀναφοιτᾶν εἰς Ἱεροσόλυμα, θύειν τε οὕτω καὶ προσκυνεῖν τῷ Θεῷ, καὶ θάνατος ἦν ἡ δίκη τοῖς ἔξω θύουσι τοῦ ναοῦ.
ἐπειδὴ δὲ παρελήλακε τῆς σκιᾶς ὁ καιρὸς, πέπαυται τὰ ἐν 206 τύποις, ἐγνώκαμέν τε λοιπὸν ὡς οὐκ ἐν τόπῳ τὸ θεῖον, 207 οὔτε μὴν “Ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ,” πληροῖ δὲ μᾶλλον οὐράνους τε καὶ γῆν καὶ τὰ κατωτέρω· ταυτῃτοι πανταχῆ τε αὐτὸν καὶ ἐν πᾶσιν εἶναι πιστεύοντες 208 ᾗπερ ἂν ἕκαστος ὢν τυγχάνῃ, ἐκεῖ ποιεῖται τὴν προσκύνησιν,
209 ὡς ἐγγὺς ἔχων τὸν λέγοντα Θεόν “Θεὸς ἐγγίζων ἐγώ εἰμι, “λέγει κύριος, καὶ οὐ Θεὸς πόῤῥωθεν.”
περιστάσεσι, καὶ μονονουχὶ ῥαγδαιοτάτοις κύμασι καταπαιομένας τοῖς διωγμοῖς, πλὴν ἀδιαπτώτως ἐρηρεισμένας 210 καὶ ἀνεχούσας ὑψοῦ, καὶ ταῖς θλίψεσιν οὐ βαπτιζομένας. 211 ἀκλόνητοι γὰρ διὰ Χριστὸν αἱ ἐκκλησίαι, “καὶ πύλαι ἅδου “οὐ κατισχύσουσιν αὐτῶν.” οὐκοῦν εἰ δὴ βούλοιτό τις
νήσους ἐθνῶν ἐννοεῖν τὰς ἐξ ἐθνῶν ἐκκλησίας, οὐκ ἔξω τοῦ πρέποντος βαδιεῖται σκοποῦ· ὡς περικλυζομένας μὲν τοῖς τῶν πειρασμῶν σάλοις, ἐχούσας δὲ τὸ πάγιον ἐν Χριστῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.