ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
πόλιν, ἀποκομίσαντες δὲ τὸν Ἰσραὴλ. αἰχμάλωτον διαρκέστατα προαναπεφωνηκὼς, εὐαφόρμως ἔρχεται πρὸς τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ ὡς ἐκ λυτρώσεως τῆς γεγενημένης ἐφ’ ἑνὸς ἔθνους καὶ μερικῶς, παρακομίζει τὸν λόγον εἰς τὴν κατὰ πάντων καὶ γενικωτάτην, ὑφ’ ἧς σέσωσται μὲν τὸ
κατ’ ἄλειμμα τοῦ Ἰσραὴλ, σέσωσται δὲ οὐδὲν ἧττον ἡ σύμπασα γῆ. Κῦρος μὲν γὰρ ὁ Καμβύσου τῆς αἰχμαλωσίας 3 ἀνῆκε τὸν Ἰσραὴλ, τὴν ἀλαζόνα καὶ θεομισῆ βασιλείαν καθελὼν, φημὶ δὲ δὴ τὴν Χαλδαίων. ἐξεικονσμὸς δὲ ἄρα καὶ ὑποτύπωσις τὸ δρώμενον ἦν τῶν διὰ Χριστοῦ κατωρθωμένων·
ὃς πᾶσαν τὴν ἀνθρωπότητα δορίληπτον ὥσπερ εὑρὼν, καὶ ὑπὸ χεῖρα κάμνουσαν τὴν τυραννικήν· βεβασίλευκε γὰρ ὥσπερ ἡμῶν διὰ τῆς ἁμαρτίας ὁ σατανᾶς· ἀπ- 4 ἔφηνε μὲν ἐλευθέρους δεσμῶν τε καὶ πόνων, καὶ αὐτῆς δὲ τῆς ἐκτόπου δουλείας ἀνεὶς, ἀνεκόμισεν ὥσπερ εἰς τὴν ἁγίαν 5 πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλήμ. γεγόναμεν γὰρ, κατὰ 6 τὸ γεγραμμένον, συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ “Θεοῦ καὶ πατρίδα λοιπὸν ἐπεγραψάμεθα τὸν οὐρανόν.
κατατεθηπὼς δὴ οὖν ὁ Προφήτης τοῦ μυστηρίου τὴν δύναμιν, καὶ τὴν ἄφραστόν τε καὶ θεοπρεπῆ τῆς μετὰ σαρκὸς ἐπιδημίας τοῦ Μονογενοῦς οἰκονομίαν ὑπεραγάμενος, ποιεῖται τὴν προσευχὴν, ὡς ἐν ᾠδῆς τρόπῳ, κατ’ ἐκεῖνό που πάντως 7 τὸ διὰ φωνῆς τοῦ Δαυείδ “Ἡ γλῶσσά μου μελετήσει τὴν
8 “δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.”
τὸν Υίὸν, ἀκοήν τε τὴν περὶ αὐτοῦ διατρανοῦντα διὰ τοῦ Πνεύματος· ἢ καὶ πρὸς αὐτὸν εἰκότως τὸν ἐνανθρωπήσαντα Λόγον. καὶ εἰ μέν τις λέγοι πρὸς τὸν Πατέρα γενέσθαι 10 τυχὸν, τοιόνδε τι συνήσομεν Ὠ τῶν ὅλων Δέσποτα, φησὶ, τὴν δοθεῖσαν ἀποκάλυψιν, ἤγουν ἀκοὴν τὴν περὶ τοῦ σοῦ
γεννήματος κατατέθηπά τοι· φρικτὰ γάρ ἐστι, καὶ πέρα λόγου τὰ διηγήματα, καὶ τῆς οἰκονομίας ὁ τρόπος παντὸς ἃν εἴη λοιπὸν ἐπέκεινα νοῦ· εἰ δὲ δὴ λεπτὸν ἐνιεὶς τῆς καρδίας τὸν ὀφθαλμὸν τὴν τῶν σῶν ἔργων καταθρήσαιμι δύναμιν, ἔκστασις ἔσται τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. βλέποντος δὲ 2
τοῦ λόγου πρὸς τὸν Υἱὸν, οὐδὲν ἧττον προσβαλοῦμεν κατὰ τοιόνδε τινὰ τρόπον Ὦ κύριε καὶ κατάρχων τῶν ὅλων, 11 κἂν εἰ καὶ γένονας σὰρξ, τὴν περὶ σοῦ δεξάμενος ἀκοὴν, 12 ἤγουν ἄκουσμά τε καὶ ἀποκάλυψιν, εἰς δέος ἐμπέπτωκα. καταπέπληγμαι δὲ, καὶ σφόδρα εἰκότως, τὴν τοῦ πράγματος ὑπερβολήν. μανθάνω γὰρ, ὅτι ἐν μορφῇ καὶ ἰσότητι
τῇ κατὰ πᾶν ὁτιοῦν ὑπάρχων τῷ γεγεννηκότι, σαυτὸν μὲν καθήσεις εἰς ἑκούσιον κένωσιν, γενήσῃ δὲ καθ’ ἡμᾶς ἄνθρωπος ἐκ γυναικὸς, καὶ τὴν τῆς δουλείας ἀνατλήσῃ μορφὴν, καὶ Θεὸν μεθ’ ἡμῶν ἐπιγράψῃ τὸν σεαυτοῦ Πατέρα, ὑπήκοος 13 δὲ γενήσῃ, καὶ “μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. εἰσακήκοα 14
τοίνυν τὴν ἀκοην σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργω σου καὶ ἐξέστην. εὐηγγελίσω γὰρ τυφλοῖς ἀνάβλεψιν, ἐκήρυξας 15 αἰχμαλώτοις ἄφεσιν, ἰάσω τοὺς συντετριμμένους τὴν καρδίαν, ἐπέστρεψας τὸ πλανώμενον, κατέδησας τὸ συντετριμμένον, 16 φῶς γέγονας τοῖς ἐν σκότει, θύρα καὶ ὁδὸς εἰς
ζωὴν καὶ ἁγιασμὸν, γέγονας εἰρήνη, συνείρων διὰ τῆς πίστεως εἰς ἕνα λαὸν τούς τε ἐκ περιτομῆς, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν, γέγονας “λίθος ἀκρογωνιαῖος, ἐκλεκτὸς, ἔντιμος·” κατεκτήσω 17 τὴν οἰκουμένην τῷ Θεῷ καὶ Πατρὶ, ἠλευθέρωσας ἁμαρτιῶν τοὺς ἐξ ἀσθενείας ἑαλωκότας, ἐξείλου χειρὸς διαβολικῆς, τῇ
τῆς υἱοθεσίας χάριτι κατελαμπρύνθη τὸ δοῦλον, οὐρανοῦ πολίτης ὁ ἐκ γῆς γέγονεν ἄνθρωπος· ἀξιάκουστον δὲ πρὸς τούτοις κἀκεῖνο, οἶμαί που· ὁ γὰρ πάντα ζωογονῶν, ὑπομεμένηκας μεθ’ ἡμῶν τὸν τῆς σαρκὸς θάνατον. πλὴν γέγονας “πρωτοτοκος ἐκ νεκρῶν, καὶ ἀπαρχὴ των κεκοιμημένων,
μένων, καὶ πρωτόλειον ἀνθρωπότητος ἀνακομισθείσης εἰς ἀφθαρσίαν. ἀνεβίως γὰρ ὡς Θεὸς, τὸ σκληρὸν καὶ δυσάντητον c πατήσας θηρίον, τουτέστι τὸν θάνατον, παρέλυσας 18 τῆς ἀρχαίας ἀρᾶς ἐκείνης τὴν δύναμιν. πέπαυται δὲ ἐν σοί 19 τε καὶ διὰ σοῦ τό “Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,” καθ’ ἡμῶν εἰρημένον.
20 μὲν ἔφη, δύο κεκλῆσθαι ζῷα τὸ Πνεῦμα καὶ τὸν Υἱὸν, ὧν καὶ ἐν μέσῳ γινώσκεσθαι τὸν Θεὸν καὶ Πατέρα. ἀμαθὲς οἶμαι τὸ τῇδε νοεῖν, καὶ πολὺ τὸ εὔηθες ἔχον. τίς γὰρ ὁ φάναι τολμῶν, ὅτι ζωόν ἐστιν ἡ ζωὴ, τουτέστιν, ὁ Υἱὸς ἤτοι τὸ Πνεῦμα τὸ Ἅγιον; ζωὴ γὰρ μᾶλλον τὸ ζωοποιοῦν,
ζῷον δὲ δὴ τὸ τῆς παρ’ ἑτέρου μέτεχον ζωῆς. ἄτοπον δὲ καὶ ἑτέρως μέσον ὥσπερ ἀμφοῖν νοεῖσθαι τὸν Πατέρα, ὅς γε καὶ πρῶτος ὀνομάζεται κατά γε τὴν σύνταξιν τῆς ὁμολογίας τῆς ἁγίας τε καὶ ὁμοουσίου τριάδος. καὶ οὐ δήπου φαμὲν, ὡς προτεταγμένος κατὰ τὴν κλῆσιν τοῦ τε Υἱοῦ καὶ τοῦ
21 Πνεύματος, προὐφέστηκεν αὐτῶν· λῆρος γὰρ τοῦτο καὶ ψευδοέπεια· διακείμεθα δὲ μᾶλλον καὶ πεπιστεύκαμεν, ὅτι καὶ συναΐδιον ἔχει τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, καὶ ἦν, ὅ ἐστιν, οὐ δίχα τοῦ ἰδίου Πνεύματος, ἀλλ’ ἅμα τε Θεὸς νοεῖται ὁ Πατὴρ, καὶ συνεισβέβηκεν εὐθὺς ἡ ὕπαρξις τοῦ
δι’ ὅν ἐστι Πατὴρ, καὶ αὐτὸ δὲ τὸ θεῖον αὐτοῦ καὶ ἅγιον νεῦμα. ἐπειδὴ δὲ πηγή τις ὥσπερ ἐστὶ τοῦ ἰδίου γεννήμάτος, 22 οἰκονομικῶς προωνόμασται. ὅπως οὖν ἔσται μέσος Υἱοῦ καὶ νεύματος, ἐννοεῖν οὐκ ἔχω. ἀλλ’ ἐροῦσιν ἴσως, κατά γε τὸ εἰκὸς, ὡς ἐν τόπῳ χρῆναι νοεῖσθαι τὸ μέσον.
23 ἀλλὰ καὶ τοῦτο ἄτοπον. οὐ γὰρ ἐν τόπῳ τὸ θεῖον, ὅτι μήτε ἐν ποσῷ, μήτε μὴν κατὰ σῶμά ἐστιν.
δὲ τοῖς τοιούτοις θεωρήμασιν οἶμον ἴτω τις, ἢν ἂν βούλοιτο καθ’ ἑαυτόν· ἡμεῖς δὲ ἅπαξ τὸν λόγον εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον περιτρέποντες, νομικὴν ποιησόμεθα τὴν τῶν νοημάτων 24 ἀφήγησιν. γέγονε τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἱλαστήριον διὰ τῆς πίστεως· ἐδόκει γὰρ ὧδε φρονεῖν
τε καὶ λέγειν καὶ τῷ θεσπεσίῳ Παύλῳ· ἀπηλλάγμεθα γὰρ δι’ αὐτοῦ παντὸς αἰτιάματος, ἵλεώ τε καὶ εὐάντητον ἐσχήκαμεν τὸν Πατέρα. καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης “Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁ,αρτάμξτε. 25 “καὶ ἐάν τις δὲ ἁμάρτη, παράκλητον ἔχομεν πρὸς τὸν Πα-
“τέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι “περὶ τῶν ἁμαρτιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, 26 “ἁλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.’ ἐπειδὴ δὲ ἦσαν τύποι τῶν ἐσομένων κατὰ ἀλήθειαν τὰ πάλαι δι’ αἰνιγμάτων ἀνατυπούμενα, φέρε τι λέγωμεν τὸν ἐν τῆ ἁγίᾳ σκηνῇ γεγονότα
παρὰ τοῦ Πατρὸς ἱλαστήριον δεικνύοντες τὸν Υἱόν. προστέταχε τοίνυν ὁ τῶν ὅλων Θεὸς κιβωτὸν γενέσθαι καὶ Exod. λυχνίαν, καὶ μέντοι καὶ τράπεζαν ἐν τῇ ἁγίᾳ σκηνῇ· εἶτα πρὸς τούτοις ἱλαστήριον ἐκ χρυσοῦ καὶ πορφύρας καὶ βύσσου κεκλωσμένης καὶ κοκκίνου διανενησμένου, καὶ τοῦτο ἐπὶ
τεσσάρων αἰρόμενον στύλων ἐπεκρέματο τῆ ἁγίᾳ κιβωτῷ· d εἶτα δύο Χερουβὶμ εἰς δεξιόν τε καὶ εὐώνυμον ἐκ χρυσοῦ 27 28 πεποιημένα περιειστήκει τὸ ἱλαστήριον, τὰ πρόσωπα πρὸς αὐτὸ συντείνοντα. αἴνιγμα ’δε ἢν τὸ χρῆμα πάλιν μυστηρίου τοῦ κατὰ Χριστόν. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος, καίτοι Θεὸς καὶ κύριος τῶν ὅλων ὑπάρχων, ὡς ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνὼς κατὰ φύσιν. ἀλλ’ εἰ καὶ γέγονε σὰρξ, καὶ
τέθειται παρὰ τοῦ Πατρὸς ἱλαστήριον, οὐκ ἀποβέβληκεν 29 ὅπερ ἦν, τουτέστι, τὸ εἶναι Θεός· ἀλλ’ ἔστι καὶ οὕτως ἐν ἐξουσίᾳ καὶ δόξῃ τῇ θεοπρεπεῖ, καὶ πάλιν αὐτὸν περιεστᾶσιν αἱ ἄνω δυνάμεις, τὰς αὐταῖς συντεταγμένας ἀποπεραίνουσαι λειτουργίας. ταύτῃτοι τὰ Χερουβὶμ περιεστᾶσι τὸ ἱλαστήριον,
καὶ πρὸς αὐτὸ βλέπουσι διὰ παντός. ἔθος γὰρ ταῖς ἄνω δυνάμεσιν, ἁγίαις οὔσαις καὶ πανάγνοις, ἀεὶ κατασκέπτεσθαι τὰ Θεοῦ, καὶ εἰς αὐτὸν βλέπειν, καὶ εἰς τὰ αὐτῶ δοκοῦντα 30 καὶ φίλα τετράφθαι διὰ παντός. γνωσθήση δὴ οὖν, ὦ Δέσποτα, φησὶ, τίς ἔσῃ, καθ’ ἡμᾶς γεγονώς· ὅτι γὰρ ἱλαστήριον,
ὡς ἐκ παραδείγματος τοῦ ἐν τῆ ἁγίᾳ σκηνῇ, γνωσθήσῃ σαφῶς. ἕστηκας γὰρ ἐν μέσῳ δύο ζῴων, τουτέστι, τῶν Χερουβὶμ, καὶ ὄνομά σοι, τὸ ἱλαστήριον. καὶ ἀληθὴς ὁ λόγος· 31 ὡς γὰρ αὐτός φησιν ὁ Χριστός “Οὐκ ἀπέστειλεν ὁ Πατὴρ “τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον· ἀλλ’ ἵνα
“σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.” 32 Ἐν τῷ ἐγγίζειν τὰ ἔτη, ἐπιγνωσθήσῃ· έν τῷ παρεῖναι τὸ καιρόν ἀναδειχθήσῃ. Προκεχρησμῴδηκε μὲν ὁ νόμος τὸ Χριστοῦ μυστήριον· καὶ μὴν καὶ ὁ τῶν ἁγίων προφητῶν προανεκεκράγει χορός·
33 συμβάλλοντες δὲ χρησίμως τοῖς πάλαι περὶ αὐτοῦ γεγραμμένοις τὰ ἐν καιρῷ τῆς ἐπιδημίας συμβεβηκότα τε καὶ κατωρθωμένα, βεβαιοτέρους ἡμᾶς εἰς τὴν ἐπ’ αὐτῷ πίστιν προκαθιστᾶσιν οἱ μυσταγωγοὶ ποικίλως, καὶ αὐτοὺς δὲ πλειστάκις
εὑρήσομεν τὸν οἰκεῖον ἐντεῦθεν ἐμπεδοῦντας νοῦν· ὁποῖον ἐστὶν ἐκεῖνο τὸ διὰ φωνῆς εὐαγγελιστῶν. ἐκβέβληκε μὲν 34 γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τοὺς βόας, καὶ τὰς τραπέζας ἀνέτρεψε τῶν κολλυβιστῶν, “Καὶ ποιήσας φραγέλλιον 35
“ἐκ σχοινίων πάντας ἐξέβαλε, λέγων Μῆ ποιεῖτε ’τον “τοῦ Πατρός μου οἶκον ἐμπορίου·” καὶ τί τὸ ἐντεῦθεν; “Ἐμνήσθησαν, φησὶν, οἱ μαθηταὶ αὐτοῦ, ὅτι ἦν γεγραμ- 36 “μένον Ό ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.” οἰηθέντι ’δε ποτε τῷ Ἰωσὴφ τὴν μνηστευθεῖσαν αὐτῷ διεφθάρθαι παρθένον, 37
ἐθέλοντί τε λάθρα ἀπολῦσαι αὐτὴν, “Ὤφθη, φησὶν, 38 “ἄγγελος κυρίου κατ’ ὄναρ λέγων Ἰωσὴφ υἱὸς Δαυεὶδ, μὴ “φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ “ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν Ἁγίου. τέξεται δὲ “υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ
“σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ. εἶτα λόγιον ἱερὸν παρεκόμιζε πρὸς πληροφορίαν· ἔφη γὰρ πάλιν ὡδί “τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ 39 “τοῦ προφήτου λέγοντος Ἴδου ἡ παρθένος ἐν γαστρὶ ἕξει “καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμ-
“μανουήλ.” εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν Ἐμμανουὴλ ἐκ τῶν τοῖς προφήταις προεπηγγελμένων τὴν ἐφ’ ἑαυτῷ κρατύνοντα πίστιν, ἀξιοῦντά τε δι’ αὐτῶν ἤδη τῶν πραγμάτων ἐπιγινώ- 40 σκεσθαι, καὶ τοῖς ἤδη προειρημένοις τὴν τῶν ἀποτελεσμάτων συμφέροντας ἔκβασιν, ἐνδοιάζειν οὐδαμῶς ὡς αὐτὸς εἴη λοιπὸν, ὁ διὰ νόμου καὶ προφητῶν προκεκηρυγμένος. ἧκον 41 μὲν γὰρ πρὸς αὐτόν τινες τῶν Ἰωάννου μαθητῶν, φιλοπευστοῦντες 42 καὶ λέγοντες “Ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν
ἧμας λέγων Σὺ εἰ ο ἐρχόμενος ἢ ἕτερον ὁ δὲ, καίτοι λέγειν ἐξόν Ἐγὼ καὶ οὐχ ἕτερος, ἐπὶ τὴν ἀρχαίαν 43 αὐτοὺς ἀναπείθει προάγγελσιν ἀναφοιτῆσαι λέγων “Πορευ- “θέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ “ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ
“κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελί- “ζονται, καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν 44 “ἐμοί.” ἀτρεκὲς οὖν ὅτι, καθά φησιν ὁ Προφήτης, ἐν τῷ εγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, καὶ ὅτι κατὰ καιροὺς τοὺς πάλαι προωρισμένους ὡς ἐν θελήσει τε καὶ βουλῇ τοῦ Θεοῦ καὶ
Πατρὸς, ἀνεδείχθη Χριστός. ἐν ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς ἐπέφανεν ἡμῖν, ἐπεγνώσθη τε καὶ ὡμολόγηται, καθάπερ ἀμέλει καὶ πρό γε τῶν ἄλλων ὁ Ναθαναὴλ ἀνακεκράγει 45 λέγων “Ῥαββὶ σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ “Ισραήλ.” ἐπεγνώσθη δὴ οὖν ἐν τῷ ἐγγίζειν τ‘ὶ ἔτη, τουτέστιν,
ὡς ἐν τῶ καιρῷ τῆς μετὰ σαρκὸς οἰκονομίας. ἐπεγνώσθη 46 τε παρά τε ἁγίων καὶ ἁπάσης ἤδη λοιπὸν τῆς ὑπ’ οὐρανόν. ἐγνώκαμεν γὰρ τὸν ἐν μέσῳ δύο ζῴων, ἱλαστήριον ὡς ἐν αἰνίγμασι νομικοῖς προανατυπούμενον, τουτέστι, Χρἴστον.
θανάτῳ κεκρατήμεθα παροργισθέντος Θεοῦ· ἤκουε γὰρ ὁ προπάτωρ Ἀδὰμ, ὡς ῥίζα τοῦ γένους “Γῆ εἶ, καὶ εἰς γῆν 49 “ἀπελεύσῃ.” πλὴν οὐ μέχρι παντὸς περιεῖδεν ἡμᾶς ὁ Δημιουργὸς, ἀλλὰ κατηλέησεν ὡς Θεός. εἰ γὰρ καὶ “Κατέπιεν 50 “ὁ θάνατος ἰσχύσας” κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ἀλλὰ
“πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· “τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς.” κατήργηται γὰρ ἐν Χριστῷ τοῦ θανάτου τὸ κράτος, ἀνῃρημένης 51 τῆς ἁμαρτίας, ἐφ’ ἧ καὶ ὠνειδίσμεθα· “Κύριος γὰρ ἐμνήσθη 52 “ἡμῶν, καὶ ἠλέησεν ἡμᾶς,” καθὰ καὶ ὁ θεσπέσιος ἀναμέλπει
Δαυείδ. ἀνεκόμισε γὰρ ἡμᾶς εἰς ἀφθαρσίαν καὶ ζωὴν, καίτοι τεταραγμένους, καθάπερ ἔφην ἀρτίως, ἀπό γε τῆς θείας ὀργῆς, ὡς καὶ ἐν ἐκλείψει γενέσθαι τοῦ Πνεύματος, τουτέστιν, ἐν ἀποθέσει τε καὶ ἀποβολῆ τῆς ψυχῆς· πράττεται γὰρ οὕτως ἐν ἡμῖν ὁ θάνατος. ὅτι δὲ καταδεδικάσμεθα
μὲν τῷ θανάτῳ προσκεκρουκότες Θεῷ, σεσώσμεθα δὲ 53 πάλιν ἠλεημένοι, πιστώσεται λέγων ὁ μακάριος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Δημιουργόν “Ἀποστρέψαντος δὲ σοῦ τὸ πρό- 54 σωπον ταραχθησονται, καὶ εἰς τὸν χοῦν αὐτῶν επιστρεψου- “σιν. ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ
“ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. πεπονθότες μὲν γὰρ τὴν ἀποστροφὴν διὰ τὴν ἐν ἀδὰμ παράβασιν, ὑπεστρέψαμεν εἰς τὸν χοῦν ἐξ οὗπερ καὶ γεγόναμεν. ἐπειδὴ δὲ πάλιν ἐν Χριστῷ καὶ διὰ Χριστοῦ τὸ θεῖον πεπλουτήκαμεν Πνεῦμα, 55 56 τῆς αὐτοῦ φύσεως γεγονότες μέτοχοι, κατὰ τὰς γραφὰς, ἀνεστοιχειώμεθα πρὸς τὸ ἐν ἀρχαῖς, καὶ κεκαινουργήμεθα καὶ σεσώσμεθα. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ αὐτὸς ἡμῖν ὁ θεῖος 57 γέγραφε Παῦλος, ὅτι πάντα τὰ “ἐν Χριστῷ καινὴ κτίσις, “καὶ τὰ ἀρχαῖα παρῆλθε, ἰδοὺ γέγονε τὰ πάντα καινά.
οὐκοῦν τεταράγμεθα μὲν ἐξ ἀρχῆς, τὰ ἐκ τῆς θείας ἀνατλάντες ὀργῆς. ἐπειδὴ δὲ ἐγγιζόντων τῶν ἐτῶν ἐπεγνώσθη Χριστὸς, ἀνεδείχθη δὲ κατὰ τοὺς πάλαι προωρισμένους καιῥοῦς, 58 ἐμνήσθη λοιπὸν ἐλέους. δεδικαιώμεθα γὰρ οὐκ “ἐξ “εργων νομου, κατα τὰς γραφὰς, ἀλλ’ οὐδὲ ἐξ ἔργων τῶν
“ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ “αὐτοῦ ἔλεος.”
ἐροῦμεν τὰ ἐπ’ αὐτοῖς ὡς ἔνι· ἑρμηνεύεται γὰρ Θαιμαν ὁ νότος· ἔστι δὲ νοτιωτάτη λίαν ἡ ἔρημος Φαρὰν, οὗ καὶ ὁ 59 χωρὴβ ὄρος εἶναι λέγεται, ἔνθα παρέστησεν ὁ Μωυσῆς τῷ Θεῷ τοὺς ἐξ Ἰσραὴλ τῶν πρακτέων τοὺς ὁριστὰς ὁρίζοντι νόμους. οὐκοῦν μίαν μὲν τοῖς προκειμένοις ἐφαρμόζοντες
ἔννοιαν, ἐκεῖνό φαμεν· ἥξει φησὶν ὁ Θεὸς ἐκ Θαιμὰν, ἐξ ὄρους θαρὰν Φαρὰν ἤτοι Χωρὴβ, τουτέστιν, ὁ πάλαι κατὰ ἔρημον ἐν τῷ ὄρει Χωρὴβ ὀφθεὶς τοῖς πατράσιν ἐν εἴδει πυρὸς, αὐτὸς ὁ πάλαι λαλήσας τὸν νόμον, ἥξει, καὶ μετὰ σαρκὸς ὀφθήσεται καθ’ ἡμᾶς, ἐν τάξει προφήτου καὶ μεσίαὐτῆς
60 του· καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μωυσῆς, πρὸς ὂν 61 εἴρηται παρὰ Θεοῦ “Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν 62 “ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς λόγους μου εἰς “τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν
“ἐντείλωμαι αὐτῷ.’’ εἰ δὲ δὴ βούλοιτό τις τοῖς γεγραμμένοις προσβαλεῖν καὶ καθ’ ἕτερον τρόπον, ἐστι καὶ οὕτως. Θαιμὰν, ὡς ἔφην, τὴν νοτιωτάτην ἔρημον ἀπεκάλουν. φασὶ τοιγαροῦν ἐν τοῖς ὅτι μάλιστα νοτιωτάτοις τῆς Ἰουδαίας μέρεσι κεῖσθαι τὴν Βηθλεὲμ, ἐν ἧ ὁ χριστὸς γεγέννηται·
εἴρηται γάρ που πρὸς αὐτὴν διὰ φωνῆς προφήτου “Καὶ σὺ 63 “Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν “χιλιάσιν Ἰούδα, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὃς ποι- 64 “μανεῖ ’τον λαὸν μου ’τον Ἰσραὴλ. οὔκουν ὁ Θεὸς ἑκ Θαιμαν ἥζει, τουτέστιν, ἐκ Βηθλεὲμ τῆς πρὸς νότον. ὁ γὰρ φύσει τε 65
καὶ ἀληθῶς Θεὸς ὁ Μονογενὴς τοῦ Πατρὸς Λόγος καθ’ ἡμᾶς γεγονὼς, γεγέννηται διὰ γυναικὸς ἐν τῆ Βηθλεέμ. ἐπειδὴ δὲ ἔθος τῇ θείᾳ γραφῆ, τοῖς τῶν ὀρέων περιφανεστέροις ἔσθ ὅτε τὴν τῶν Ἰουδαίων παρεικάζειν Συναγωγὴν, διάτοι τὸ πλείστοις τε ὅσοις καὶ εὐκλεεστάτοις ἀνδράσιν ὁρᾶσθαι
κατάκομον, ταύτῃτοι καὶ νῦν τῷ ὄρει φαρὰν ἐξομοιοῖ, λέγων, ὡς ἐξ ὄρους ἥξει κατασκίου δασέος· κατάσκιον δὲ καὶ δασὺ τὸ ὄρος φησὶ διὰ τοὺς πατέρας ἐξ ὧν γενεαλογεῖται χριστός. 66 ἐστι γοῦν ἀκοῦσαι σαφῶς τοῦ μὲν μακαρίου Λουκᾶ τὸν τῆς γενεαλογίας ἐκλογισμὸν ἀναφέροντος ἐξ Ἰωσὴφ ἐπὶ τὸν 67
Ἀδὰμ, Ματθαίου γεμὴν ἐκ Δαυείδ τε καὶ Ἀβραὰμ κατα- κομίζοντος πάλιν στοιχηδὸν, ὡς ἔφην, ἔπι ’τον Ἰωσὴφ. opos 68 οὖν δασὺ καὶ κατάσκιον ἡ Συναγωγὴ, πολλοὺς ἐνεγκοῦσα κατὰ καιρὸν τοὺς ἐξ ὧν ἀνέφυ χριστός. ὅτι γάρ ἐστιν ἐξ Ἰουδαίων, πῶς ἔστιν ἀμφιβάλλειν; γεγέννηται γὰρ ἐξ αἵματος 69 Ἀβραὰμ καὶ Δαυεὶδ, κατά γε τὴν σάρκα φημὶ, καὶ 70 αὐτὸς δέ που φησὶ περὶ ἑαυτοῦ “Ὅτι ἡ σωτηρία ἐκ τῶν “Ἰουδαίων ἐστίν.’’
δούλου μορφῇ, τουτέστιν, ἄνθρωπος. ἔδοξε δέ πὼς ταύτης ἕνεκα τῆς αἰτίας καὶ αὐτῶν μειονεκτεῖσθαι τῶν ἁγίων ἀγγέλων, 71 καὶ τῆς ἐκείνων εὐκλείας ἰέναι κατόπιν· ἀλλ’ ἦν ἀνωτάτω πάλιν ὡς Θεός. καὶ πιστώσεται λέγων ὁ σοφώτατὸς 72 Παῦλος “τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττω-
“μένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξη 73 “καὶ τιμῇ ἐστεφανωμένον.” ἐπειδὴ γὰρ γέγονεν “ὑπήκοος “μέχρι θανάτου, θανάτου δὲ σταυροῦ ταύτῃτοι· καθὰ γέγραφε πάλιν ὁ αὐτός· “ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ “ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ
74 “ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων “καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι “Κύριος Ἰησοῦς χριστὸς εἰς δόξαν Θεοῦ πατρός δὴ οὖν ὁ Προφήτης λέγων Ἐκαλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ τῆς αἰνεσεως αὐτοῦ πλήρης ἡ γῆ. οἱ μὲν γὰρ τὴν
ἁγίαν οἰκοῦντες πόλιν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτώμενοι, 75 “Πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστῶ 76 “λόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν· ὁ δὲ τοῖς τῆς θεότητος ἐνίδρυται θώκοις· καὶ οὐδενὶ μὲν ἐκείνων 77 εἴρηται παρὰ τοῦ Θεοῦ καὶ Πατρός “Υἱός μου εἶ σὺ,’’ τὸν
δὲ καὶ Υἱὸν ὁμολογεῖ καὶ ἀγαπητὸν ὀνομάζει, καὶ σύνεδρον ἔχει συνυμνούμενόν τε καὶ συμπροσκυνούμενον. ἔφη γὰρ πάλιν ὁ θεσπέσιος Παῦλος περὶ αὐτοῦ “Ὅταν δὲ πάλιν 78 “εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει καὶ “προσκυνησάτωσαν αὐτῶ πάντες ἄγγελοι Θεοῦ. οὐκοῦν
κἂν εἰ γέγονεν ἱλαστήριον κατηγμένος εἰς ἀνθρωπότητα δι ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, οὐδὲν ἧττόν ἐστι Θεὸς, καὶ ὑπὲρ πᾶσαν κτίσιν, ὁρατὴν δὴ λέγω καὶ ἀόρατον. καλύπτει γὰρ 79 οὕτως οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· ἔσται δὲ πλήρης καὶ ἡ γῆ τῆς αἰνέσεως αὐτοῦ. τοῦτο καὶ αὐτὰ διακέκραγεν ἐναργῶς τὰ
ἅγια Σεραφὶμ, τὸν θεῖον αὐτοῦ περιεστῶτα θρόνον, καὶ ταῖς εὐφημίαις ὡς κύριον Σαβαὼθ καὶ τῶν ὅλων Θεὸν εὖ μάλα καταγεραίροντα· πλήρη γὰρ φάσκουσι τόν τε οὐρανὸν καὶ τὴν 80 γῆν τῆς δόξης αὐτοῦ. εἰ δὲ δὴ βούλοιτό τις ἐκεῖνο λέγειν, ὅτι μεγάλη καὶ ὑπερτελὴς ἡ ἀρετὴ τοῦ χριστοῦ, ὡς καὶ
αὐτοὺς καλύψαι τοὺς οὐρανοὺς, εἰ ἐν μεγέθει νοοῖτο μετρητῷ, πιθανὸν εἰσδέξεται νοῦν· ἔφη γάρ που καὶ ὁ μακάριος 81 Δαυείδ “Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεος σου, καὶ ἡ 82 “ἀλήθειά σου ἕως τῶν νεφελῶν,’’ τὸ τῆς χρηστότητος ἐπηρμένον καὶ τῆς ἀληθείας τὴν ὑπεροχὴν ὡς ἐν ποσότητι τῆ
κατὰ σῶμα καὶ κατὰ τόπους σημαίνων.
86 “μένος ἐν σκότει, εἶδε φῶς μέγα·’’ ὁ δὲ “Φωτίζου, φωτίζου “Ἰερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς καὶ ἡ δόξα κυρίου ἐπὶ “σὲ ἀνατέταλκε,’’ μεμαρτύρηκε δὲ καὶ αὐτὸς ὁ Θεὸς καὶ 87 Πατὴρ οὕτω λέγων “Διὰ Σιῶν οὐ σιωπήσομαι, καὶ διὰ “Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιο-
“σύνῃ μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.” 88 δικαιοσύνη γὰρ καὶ σωτήριον ὁ χριστὸς, “ὃς ἐγενήθη ἡμῖν “σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύ- “τρωσις,’’ κατὰ τὰς γραφάς. οὐκοῦν οἷαπερ ἐν σκότει βαδίζουσι λαμπὰς ἡμῖν ἀνεδείχθη ὁ χριστὸς, διὰ παιδεύσεως
εὐαγγελικῆς τῆς ἀρχαίας ἐκείνης ἀπαλλάττων ἀχλύος, ἢν ταῖς ἡμετέραις διανοίαις ἐνιεὶς ὁ πάντων ἐχθρὸς, καταθρεῖν οὐκ ἠφίει τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, οὔτε μὴν τὴν τῆς εὐσεβείας καὶ ζωῆς κατασκέπτεσθαι τρίβον. τὸ τοίνυν 89 φέγγος, ὅπερ ἡμῖν ἔδειξεν ὁ χριστὸς, ὡς φῶς ἔσται, τουέστιν, οὐκ ἀμυδρὸν οὐδὲ οἷον ἀσθενὲς, καθάπερ ἀμέλει τὸ διὰ Μωυσέως· ἐν αἰνίγμασι γὰρ καὶ σκιαῖς ὁ νόμος· ἀλλ’ ὡς φῶς καθαρὸν καὶ ἀμιγὲς ἀχλύος, καὶ εἰς νοῦν καὶ καρδίαν εἰσδυόμενον, καὶ τὴν νοητὴν ἡμῖν ἐναστράπτον αὐγὴν, καὶ τὴν τῆς ἀκιβδήλου γνώσεως ἐνοικίζον ἀκτῖνα.
“τοῦ Θεοῦ ἀδικίαν.’’ “ὑπέρογκα γὰρ ματαιότητος ῥήματα 93 “φθεγγόμενοί’’ τινες, κατὰ τὸ γεγραμμένον, ἀδικίαν κατὰ Ps. τοῦ Θεοῦ λαλοῦσι, τῶν περὶ αὐτοῦ δογμάτων παρασημαίνοντες τὴν ὀρθότητα, ἢ καὶ καθ’ ἕτερον ὁντινοῦν περιυβρίζοντες τρόπον.
εἴδει μὲν τῷ καθ’ ἡμᾶς, καὶ ὅσον ἧκεν εἰς σάρκα καὶ ἀνθρωπότητα, τῆς ἐν ἡμῖν ἀσθενείας ὑπομένων τὴν δόκησιν· πλὴν ἐν χερσὶν ὡς Θεὸς ἔχων πάντα τὰ δέρατα, τουτέστι, τὰς βασιλείας, κατὰ πᾶσαν τὴν δύναμιν τῶν ἀντικειμένων ἐνεργειῶν. τὸ δὲ ἐν χερσὶν ὅταν λέγωμεν, τὸ ἐν ἐξουσίᾳ 95
λέγομεν. καὶ γοῦν πρὸς Θεὸν δεδιδάγμεθα λέγειν ἐν προσευχαῖς, “Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.’’ ὅτι δὲ ὑπενήνεκ- 96 τᾶι τῷ Χριστῷ πᾶσα δύναμις διαβολικὴ, καὶ τὰ κέατα, τουτέστιν, αἱ κατὰ πόλεις τε καὶ χώρας τῶν ἀκαθάρτων πνευμάτων τυραννίδες· διεμερίσαντο γὰρ τὴν σύ σύμ- 97 πάσαν γῆν· πῶς ἂν ἐνδοιάσειέ τις; τὰ μὲν γὰρ ἐπ’ ἐξουσίᾳ 98 τῶν ἀνθρώπων ἐξήλαυνε, τὰ δὲ προσῄεσαν “καὶ παρεκάλουν 99 “αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.’’ γέγραπται γὰρ οὕτως παρὰ τοῖς ἁγίοις Εὐαγγελισταῖς. ὅτι δὲ τῆς καθ’ ἡμῶν τυραννίδος καὶ αὐτὸν ἀπεσόβησε τὸν τῶν
ἀκαθάρτων πνευμάτων ἐπιστάτην, τουτέστι τὸν σατανᾶν, 100 ἀκονιτὶ καταθρήσομεν, αὐτοῦ λέγοντος τοῦ Χριστοῦ “ Νῦν “κρίσις ἐστι του κόσμου τούτου· νυν ὁ ἄρχων του κόσμου “ἐκβληθήσεται ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς πάντας 101 “ἑλκύσω πρὸς ἐμαυτόν.’’ οὐκοῦν κἂν εἰ γέγονεν ἄνθρωπος,
ἀλλ’ οὖν ἐν χερσὶ, τουτέστιν ἐν ἐξουσίᾳ, τὰς τῶν ἀντικειμένων δυνάμεων ἔχει τυραννίδας ἤτοι βασιλείας ἤγουν καὶ δυνάμεις. εἰ δὲ δὴ βούλοιτό τις ἐκεῖνο νοεῖν ἀπεριεργότερον, ὡς ἐν χερσὶν ἔχει κερατα Χριστὸς, τουτέστιν, ἄμαχόν τε καὶ ἀκαταγώνιστον τὴν ἰσχὺν, καὶ οὓς ἃν ἕλοιτο τῶν ἐχθρῶν
κεραίζουσαν εὐκόλως καὶ καταδῃοῦσαν εὐχερῶς, καὶ οἷον μόσχου δίκην ἀφορήτως ἐπιθρώσκουσαν, συνήσει πάλιν ὀρθῶς.
τοὺς δι’ ἐναντίας, οἳ πᾶσαν ἐπλάνησαν τὴν ὑπ’ οὐρανόν· ἀπεκόμισαν γὰρ τοῦ κτίσαντος Θεοῦ, τὴν αὐτῷ καὶ μόνω πρεπωδεστάτην κλέπτοντες δόξαν, καὶ ταῖς σφῶν αὐτῶν ἀνάπτοντες κεφαλαῖς· ἀνασώσειν δὲ τοὺς ἠπατημένους καὶ δυσδιάφυκτον ἀληθῶς ὑπομείναντας πλεονεξίαν. ἀλλ’ ὅτι
103 μὲν τὰ ἐκείνων οἴχεται καὶ κατηφάνισται παντελῶς, ἐδίδαφεν εἰπών “κέρατα ἐν χερσὶν αὐτοῦ,’’ τὰ καταστρέφοντα 104 δηλονότι τὰ ἐκείνων κράτη, καὶ οἷον ἐκκεραίζοντα τὴν ὑπεροψίαν. ὅτι δὲ ἔμελλεν ἀνασώζειν ἡμᾶς, προσαποδείκνυσι
λέγων Ἔθετο ἀγάπησιν κραταιὰν ἰαύος αὐτοῦ. σεσώσμεθα γὰρ “οὐκ ἐξ ἔργων δικαιοσύνης, ἃ ἐποιήσαμεν” αὐτοὶ, οὐκ 105 ἐξ αὐχημάτων νομικῶν· τετελείωκε γὰρ ὁ νόμος οὐδένα. ἀλλ’ ἐξ ἡμερότητος τοῦ Θεοῦ καὶ Πατρὸς, κραταιὰν, τουτέστιν ἰσχυρὰν καὶ μεγάλην, θέντος τὴν ὑπὲρ ἡμῶν ἀγάπησιν τοῦ
Υἱοῦ. “Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς καὶ Πατὴρ τὸν κόσμον, 106 “ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ “πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.” 107 σεσώσμεθα δὴ οὖν ἐξ ἀγάπης τοῦ Θεοῦ καὶ πατρὸς, καὶ μὴν καὶ αὐτοῦ τοῦ Υἱοῦ τὸν ὑπὲρ ἡμῶν ἀνατλάντος θάνατον.
εἰ καὶ ἀνεβίω πάλιν, καταργήσας μὲν τὸ τῆς φθορᾶς κράτος, ἀποστήσας δὲ ἡμῶν τὴν ἁμαρτίαν. τοιγάρτοι καὶ ἔφασκε “Μείζονα ταύτης ἀγάπην οὐδεὶς ὦι, ἵνα τις τὴν ψυχὴν 108 αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.’’ κραταιὰ τοιγαροῦν ἀληθῶς ἡ ἀγάπησις τῆς ἰσχύος τοῦ Θεοῦ καὶ πατρὸς, δι’ ἧς
καὶ θανάτου καὶ ἁμαρτίας καὶ τῆς τοῦ διαβόλου πλεονεξίας 109 ἐξῃρήμεθα.
ἐκ τῆς ἁγίας παρθένου γεγέννηται Χριστὸς, καὶ ἧκον εὐθὺς 110 111 ἀνατολῶν οἱ Μάγοι, μονονουχὶ καταγγέλλοντος αὐτοῖς τὴν γέννησιν οἰκονομικῶς τοῦ παραδόξως ὀφθέντος κατὰ τὸν 112 οὐρανὸν ἀστέρος. ἐπειδὴ δὲ προβαίνοντος τοῦ καιροῦ καὶ 113 σημείων ἤρξατο καὶ τῶν παραδόξων ἐργάτης εἶναι, τότε “ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ,” καθά φησιν ὁ εὐαγγελιστὴς, “εἰς ὅλην
“τὴν Συρίαν.” ἄλλως τε καὶ διαβόητος γέγονεν ἐν πάσῃ ἀληθῶς τῇ ὑπ’ οὐρανόν. τίς γὰρ ἠγνόηκε τὴν δόξαν Χριστοῦ; ποῖον ἔθνος, ἢ χώρα τῆς ἐνούσης αὐτῷ ἰσχύος μεμένηκεν 114 ἀνήκοον ἢ ἀπείρατον; ὡς γὰρ αὐτὸς ἔφη πάλιν, κεκήρυκται τὸ εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη, καὶ περιπεφοίτηκεν ἡλίου δίκην
115 τὴν σύμπασαν γῆν ἡ τῶν παρ’ αὐτοῦ γεγονότων λαμπρότης.
τὰ ἐψιλωμένα· δυσχερῆ δὲ καὶ οὐχ ἱππήλατα τὰ εἰς γηλόφους ἀνεστηκότα. εὔκολα δὴ οὖν τὰ πάντα τῷ Χριστῷ καὶ ἢν ἃν 116 βούλοιτο διάττειν ὁδὸν, τὴν ἐφ’ ἑκάστῳ φημὶ τῶν δρωμένων, αὕτη που πάντως ἐστὶ καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένη. τί γὰρ οὐκ ἂν κατορθώσειε, καὶ λίαν ἀμογητὶ, Θεὸς ὢν
φύσει καὶ τῶν δυνάμεων Κύριος; οὐκοῦν ὡς ἐξ ὁμοιότητος τῶν ἐν τοῖς πεδίοις ἰόντων τῆς ἐν πράγμασι θεωρίας ποιεῖται τὴν δήλωσιν. εἰ δὲ δὴ βούλοιτό τις πεδία νοεῖν τοὺς ταπει- 117 νοῦς τὴν καρδίαν οἳ καὶ “γῆ θελητὴ” χρηματίζουσι καὶ 118 "Θεοῦ γεώργιον,” ἅτε δὴ τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ δεχόμενοι σπόρον, καὶ ποιοῦντες καρπὸν, οἱ μὲν ἑκατὸν, οἱ ’δε ἐξήκοντα, οἱ ’δε τριάκοντα, νοήσει πάλιν ὀρθὼς. 119
ἔξεισι γὰρ ὥσπερ εἰς τὰ τοιαῦτα πεδία γεωργήσων ὁ Υῖος, κατ’ ἐκεῖνό που πάντως τὸ παρ’ αὐτοῦ λεγόμενον ὡς ἐν εἴδει παραβολῆς “Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν 120 "σπόρον αὐτοῦ.” ψάλλει δέ που καὶ ὁ Δαυείδ "καὶ τὰ "πεδία σου πλησθήσονται πιότητος·” προσετίθει δὲ ὅτι
“καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον.” ὅτι δὲ νοηταὶ πάλιν 121 καὶ αἱ κοιλάδες ἐφῆκε νοεῖν προσεπενεγκὼν εὐθύς “Κεκρά- 122 “ξονται, καὶ γὰρ ὐμνήσουσιν.” οὐ γὰρ τῶν ἀναισθήτων κοιλάδων τὸ ὑμνεῖν ἐστιν, ἤτοι διακεκραγέναι, ἀλλὰ τῶν 123 νοητῶν· τούτοις δ’ ἂν δρόσου δίκην ὁ θεῖός τε καὶ ἄνωθεν
ἐνιζήσειε λόγος.
τοῦδε λόγος, τουτίστιν, ὡρίσθη καὶ πέπρακται. οὕτω καὶ ἡ Σεπφώρα τὸ Μωυσέως τῇ ψήφῳ περιτεμοῦσα παιδίον, πρὸς τὸν ἄγγελον ἔφασκε τὸν ὀλοθρευτήν “Ἔστη τὸ αἷμα 124 "τῆς περιτομῆς τοῦ παιδίου μου.” οὐ γὰρ ὅτι πέπαυται τοῦ Exod. iv.25. αἵματος ἡ ῥύσις κατασημαίνειν ἤθελεν, ἀλλ’ ὅτι πέπρακται
τῆς περιτόμης τὸ χρῆμα, καὶ τετέλεσται τὸ ζητούμενον. δυσωπεῖ γὰρ θάνατον, ὁ τῇ νοητῇ φήφῳ περιτεμνόμενος. 125 αὕτη δέ ἐστι τὸ πνεῦμα τοῦ Χριστοῦ, καθάπερ ἀμέλει καὶ 126 Ἰησοῦς ὁ μετὰ Μωυσέα διαβιβάσας Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ μαχαίραις πετρίναις προστέταχε περιτέμνεσθαι, τῆς 127 ἐν πνεύματι περιτομῆς ἀποπληρῶν τὸν τύπον. ὥσπερ γὰρ ὠνόμασται πέτρα ὁ Χριστὸς, οὕτω καὶ ψῆφος, ἤγουν μάχαιρα
πετρίνη, τὸ Πνεῦμα αὐτοῦ. οὐκοῦν τὸ ἔστη κατασημαίνει πολλάκις καὶ πράγματος πλήρωσιν.
τίνα δὴ τρόπον, φέρε λέγωμεν ὡς ἔνι. οἱ γὰρ πάλαι τὸν νοῦν οἷον ἀκράδαντον ἔχοντες εἰς τὸ θέλειν ἐργάζεσθαι τὰ πονηρὰ,‘ 128 οἱ ἑδραῖοι πρὸς ἀσεβείας, οἱ πεπηγότες εἰς φιλοσαρκίας, οἱ ἐρηρεισμένοι πρὸς πλάνησιν, σεσάλευνται καὶ κεκίνηνται, μετατεθειμένοι πρὸς θεογνωσίαν καὶ πρὸς ἔφεσιν ἀρέτης·
κεκίνηνται δὲ ὁμοίως καὶ τῆς κατὰ νόμον λατρείας οἱ ἐξ αἵματος Ἰσραὴλ, τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι· μετακεχωρήκασι γὰρ εἴς γε τὸ ἑλέσθαι βιοῦν εὐαγγελικῶς, καὶ τοῖς τοῦ Σωτῆρος πολιτεύεσθαι νόμοις. ὅτι δὲ τὸ σαλεύεσθαι τὴν ἀπό τινος εἰς ἕτερόν τι μετάθεσιν ἔσθ’ ὅτε δηλοῖ, σαφὲς
129 ἂν γένοιτο, τοῦ μακαρίου Δαυεὶδ ψάλλοντός τε καὶ λέγοντος 130 “Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἢ γῆ.” οὐ γάρ που φαμὲν καταδονεῖσθαι τὴν γῆν· ταύτην δέ φημι, τίην ὑπὸ πόδας ἀνθρώπων καὶ αἰσθητήν· παρακαλεῖν αὐτὸν· ἐζήτει δὲ μᾶλλον τὴν ἐκ τῶν χειρόνων ἐπὶ τὰ ἀμείνω γενέθαι
μετάστασιν.
ὁ ἐπ’ ἀμφοῖν λόγος, διατρανοῦν ἀναγκαῖον. ἔστη τοίνυν· 132 μεθύουσα γὰρ ὥσπερ καὶ κατασειομένη ῥᾳδίως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, καὶ οἷον παντὶ πνεύματι περιφερομένη, 133 βεβαίαν ἔχει λοιπὸν καὶ ἐρηρεισμένην τὴν στάσιν, ἐμπεδοῦντος αὐτὴν τοῦ Χριστοῦ, κατ’ ἐκεῖνό που πάντως τὸ διὰ
φωνῆς Ἠσαίου πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν εἰρημένον “Στῆσον σεαυτὴν Σιών.’’ σεσάλευται δὲ πάλιν, καθάπερ 134 ἤδη πρόειπον, τῆς ἀρχαίας ἀπάτης ἀποχωρήσασα, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων τῷ Θεῷ τιμῶσα μετάθεσιν. 135 παράδοξον οὖν ἀληθῶς, τὸ καθ’ ἕνα καιρὸν στῆναί τε καὶ
σαλευθηναι τὴν γῆν. Χριστὸς γάρ ἐστιν ὁ καὶ ἱδρυμένην αὐτὴν ἀποτελῶν εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ μελετᾶν ἀναπείθων τὸν ἐκ τῶν χειρόνων ἐπὶ τὰ ἀμείνω κλόνον.
πραότητι καὶ ἀγάπη κατάσκεψιν, ποτὲ δὲ τὴν ἐν θυμῷ τε 136 καὶ ἀπειλῇ. “ Καὶ γοῦν ἐπὶ τίνα, φησὶν, ἐπιβλέψω ἀλλ’ 137 ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς “λόγους;” ἐλιπάρει δέ που καὶ ὁ θεσπέσιος Δαυεὶδ οὕτω λέγων “Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με·” διὰ δέ γε 138 139 140 φωνῆς Ἰεζεκιὴλ ἔφασκε περί τινος, ὅτι “καὶ στηριῶ τὸ “πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ θήσομαι “αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν, καὶ ἐξαρῶ αὐτὸν ἐκ “μέσου τοῦ λαοῦ μου, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.” 141 τοῦτο δὲ ἦν ἀπειλοῦντος ὀργὴν καὶ ὄλεθρον καὶ τὴν τοῖς
παροτρύνουσι πρέπουσαν δίκην. ἅμα τε τοίνυν ἐπέβλεψεν ὁ Χριστὸς, τουτέστιν, ἐν ὀργῇ τὸ ὄμμα τισὶν ἐπήνεγκε, καὶ παραχρῆμα κηροῦ δίκην ἐτάκησαν, καὶ οἷον πυρὸς κατακαταφλέγοντός Φλέγουτος διεθρύβη τὰ ὄρη βία. ἔθνη δὲ καὶ ὄρη φησὶ τὰ ἀκάθαρτα πνεύματα, καὶ τοὺς ἐν αὐτοῖς ὑψηλούς τε καὶ 10 ἐπηρμένους καὶ ὀρῶν δίκην τῶν ἄλλων ἀνεστηκότας· ἐν φαυλότητι δὲ πάντως ἡ ὑπεροχὴ, καὶ ἐν ὑπεροψίαις τὸ πλεονέκτηνα. ἢ τάχα που καὶ κατ᾿ ἰσχὺν τὸ τῆς ἐνούσης 142 αὐτοῖς ἀγριότητος μέτρον. ὑπέροπτα γὰρ τὰ δαιμόνια, καὶ γοῦν ἀντεξάγει Θεῷ, καὶ τὴν αὐτῷ πρέπουσαν δόξαν ἑαυτοῖς
ἀνάπτειν ἐπείγονται. πλὴν διεθρύβησαν βιᾳ. συνθραύονται γὰρ ἐν δυνάμει Kριστοῦ, καὶ κεχωρήκασιν εἰς τὸ μηδὲν, καὶ ὑπὸ πόδας τέθεινται τῶν πεπιστευκότων. ὄρος δέ που καὶ ἑτέρωθι κατωνόμασται πάλιν ὁ σατανᾶς, πρὸς ὃν ἔφη που ὁ Θεὸς διὰ τῆς τοῦ προφήτου φωνῆς, ὡς ἐκ προσώπου
143 τοῦ Ναβουχοδονόσορ “ Ἴδου ἐγὼ ἐπὶ σὲ τὸ ὄρος τὸ 144 “διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν.”
ὑψοῦ καὶ ὑπερκεῖσθαι τῶν ἄλλων, κατά γε τὴν τάξιν τῆς ἱερουργίας καὶ τὴν ἐντεῦθεν τιμήν. αἰωνιους δέ φησιν αὐτοὺς, 146 διὰ τὸ τοῦ πράγματος διηνεκές· ἀκατάληκτος γὰρ ἡ τοῦ Θεοῦ λειτουργία· δοξάζεται γὰρ ἐν παντὶ καιρῷ τε καὶ χρόνῳ. εἰ γὰρ καὶ πέπαυται τυχὸν τῆς ὡς ἐν σκιαῖς καὶ
τύποις λατρείας ἡ δύναμις, ἀλλ’ οὖν ἡ τοῦ πράγματος φύσις μετακεχώρηκεν ἐπὶ τὸ ἄμεινον. λειτουργοῦσι γὰρ οὐδὲν ἧττον Θεῷ τῶν ἁγίων ἐκκλησιῶν οἱ προεστηκότες, καὶ τὴν ἀναίμακτον αὐτῷ τελοῦσι θυσίαν. αἰώνιοι τοιγαροῦν οἱ βουνοὶ διὰ τὸ τῆς λειτουργίας διηνεκές τε καὶ ἀκατάληκτον. πλὴν 147
τοῖς ὄρεσι τοῖς νοητοῖς ὁμοῦ συνεθραύσθησαν, καὶ τοῖς ἔθνεσι συνετήκοντο. ἐπειδὴ γὰρ πεφρονήκασι τὰ τοῖς δαιμονίοις ἁνδάνοντα, καὶ τὸ τῷ διαβόλῳ δοκοῦν πεπληρώκασι, σταυρῷ παραδόντες τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ κατὰ πολ- 148 αὐτῷ τρόπους ἐμπαροινήσαντες, ταύτῃτοι δικαίως τὴν
αὐτὴν ἐκείνοις ἀνατλάντες δίκην καθῄρηνται καὶ πεπτώκασι, καὶ ᾗ φησιν ὁ προφήτης “Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν 149 “ὁ ἀναστήσων αὐτόν.”
ὀνομάζειν ἔθος τοῖς ἱεροῖς γράμμασιν, ὁποῖόν ἐστι τὸ διὰ 151 152 φωνῆς Ἱερεμίου “Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρί- “βους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ “καὶ βαδίζετε ἐν αὐτῇ καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς “ὑμῶν·” καὶ μὴν καὶ διὰ φωνῆς τοῦ μακαρίου Δαυείδ 153 “Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν
“μου.” ἐτάκησαν δὴ οὖν βουνοὶ, φησὶ, τουτέστιν, οἱ παρὰ 154 τοῖς Ἰουδαίοις τὴν τοῦ καθηγεῖσθαι λαχόντες δόξαν, καὶ τὰ τῆς κατὰ νόμον ἱερουργίας ἀνημμένοι αὐχήματα. τὰς γάρ τοι πορεἰας, ἤτοι τὰς ἐντολὰς τοῦ Ἐμμανουήλ· δῆλον δὲ ὅτι τὰ εὐαγγελικὰ θεσπίσματα· καὶ τῶν ἀρχαίων χρησμῳδημάτων
τὴν ἀσυγκρίτως ἀμείνω τε καὶ φανοτέραν παίδευσιν ἀντὶ κόπων εἶδον, τουτέστιν, ἡγήσαντο φορτικὴν καὶ ἱδρῶτος ἔμπλεω, καίτοι λέγοντος ἐναργῶς τοῦ πάντων ἡμῶν 155 Σωτῆρος Χριστοῦ “Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ 156 “πεφορτισμένοι, κἄγω ἀναπαύσω ὑμὰς. ἄρατε ’τον ζυγόν
“μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ “ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς “ὑμῶν. ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον “ἐλαφρόν ἐστι.” δύσοιστον δὲ καὶ ἑτέρως ἐποιοῦντό τινες τὰς πορειας αὐτοῦ, δι’ ὧν ἦν δύνασθαι διάττειν εὐκόλως εἰς
ζωὴν αἰώνιον. ὁ μὲν γὰρ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῆς μυστικῆς εὐλογίας τὴν δύναμιν ἥτις ποτε ἐστι διεσάφει 157 λέγων “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν 158 “τοῦ υἱοῦ του ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ “ἔχετε ζωὴν ἐν ἑαυτοῖς.” οἱ δὲ τῶν οὕτω σεπτῶν ἀκροώμενοι
159 λόγων παραληροῦντες ἔφασκον “Σκληρός ἐστιν ὁ λόγος 160 “οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; πῶς δύναται ἡμῖν οὗτος 161 δοῦναι τὴν σάρκα φαγεῖν;" ἐπεμαρτύρατο δὲ λέγων ὁ Εὐγγελιστὴς ὅτι “Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ 162 ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπά-
“τουν.” ὅτε καὶ αὐτοῖς τοῖς μαθηταῖς προσετίθει Χριστὸς τὸ, εἴπερ ἕλοιντο καὶ αὐτοὶ ἀποφοιτᾶν αὐτοῦ λέγων “Μὴ καὶ 163 ὑμεῖς θέλετε ὑπάγειν;” προσυπήντα γεμὴν ὁ Πέτρος διακεκραγώς “Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥή- 164 “ματα ζωῆς αἰωνίου ἔχεις.” οὐ γὰρ τεθέανται τὰς
ἀντὶ κόπων αὐτοὶ, ἀλλ’ ἦν ἡδύς τε αὐτοῖς καὶ ἀξιάκουστος ἀληθῶς ὁ λόγος. αἰωνίους δὲ τὰς πορείας εἶναί φησιν. πεπαύσεται γὰρ οὐδαμῶς, παρατενεῖ δὲ μᾶλλον εἰς αἰῶνα τὸν ἐνεστηκότα, καὶ μέχρι παντὸς στήσεται τὸ εὐαγγελικόν τε καὶ σωτήριον κήρυγμα, καίτοι τῆς ἀρχαιοτέρας καὶ νομικῆς
παλαιωθείσης ἐντολῆς, καὶ τὸ ἄμεμπτον οὐκ ἐχούσης, 165 καθά φησιν ὁ σοφώτατος Παῦλος, καὶ διὰ τοῦτο τῆς δευτέρας εἰσκεκομισμένης, “ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις” 166 νενομοθετῆσθαι λέγεται. καὶ γοῦν ὁ θεσπέσιος Δαυεὶδ ἐν πνεύματι προανακέκραγε λέγων πρὸς τὸν κύριον ἡμῶν
Ἰησοῦν τὸν Χριστόν “Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς 167 ’τον αἰῶνα, καὶ ο νόμος σου ἀλήθεια. οὐ μεμένηκε γὰρ, ὡς ἔφην, τὰ ἐν σκιαῖς, ἀλλὰ καὶ κατέληξαν μὲν οἱ τύποι, διαπέπηγε δὲ τὰ Χριστοῦ, καὶ μέχρι παντὸς τὸ ἀκράδαντον 168 ἔχει.
170 οἳ τῆς Ἰουδαίων κατεστρατεύοντο γῆς. οὗτοι δὲ ἦσαν οἵ τε πρὸς ἠῶ καὶ νότον Αἰθίοπες τὴν Ἰνδικὴν προσοικοῦντες θάλασσαν, καὶ μέντοι καὶ Μαδιηναῖοι, καὶ αὐτοὶ τὴν ὅμορον οἰκοῦντες ἔρημον. πτοηθησονται τοίνυν, φησὶν, οἱ τῆ ἁγίᾳ μαχόμενοι πόλει, ἵνα νοῶμεν τὴν νοητὴν Σιῶν, ἥτις
171 ἐστὶν Ἐκκλησία Χριστοῦ, ἢν οἰκοῦσιν οἱ ἅγιοι, καὶ τὸ ἀπόλεκτον γένος, ὡς ἐν τύπῳ πάλαι τῷ Ἰσραὴλ, καθὸ καὶ ἑρμηνεύεται Νοῦς ὁρῶν Θεὸν ὁ Ἰσραήλ. τεθαύμασται δὲ 172 καὶ ὁ Ναθαναὴλ, ὡς “ἀληθῶς ὢν Ἰσραηλίτης, ἐν ᾧ δόλος 173 “οὐκ ἔστιν. οὐκοῦν ὡς ἐν εἰκόνι καὶ τύποις τοῖς Αἰθιοψι
καὶ Μαδιηναίοις, οἳ τὸ ἀπόλεκτον ἀεὶ κακοῦν ἤθελον γένος, τουτέστι τὸν Ἰσραὴλ, τὰ τῶν δαιμονίων συνήσομεν στίφη, τὰ τοῖς ἁγίοις ἀνθεστηκότα. φαίη δ’ ἄν τις καὶ ἑτέρως Αἰθίοπας ὀνομάζεσθαι τοὺς εἰδωλολάτρας, οἷς ὁ βίος ἐστὶ σαρκικὸς, γεώδης τε καὶ ἐν ἀκαθαρσίαις· Αἰθίοπες δὲ οἱ
τοιοῦτοι· τὸ γάρ τοι θεῖον εἰς νοῦν οὐκ ἔχουσι φῶς, ἀλλ’ 174 εἰσὶ μονονουχὶ μέλανες τὴν καρδίαν καὶ κατεσκοτισμένοι τὰς φρένας, οἷς καὶ ὁ δράκων εἰς κατάβρωσιν δεδόσθαι λέγεται. ψάλλει γάρ που καί φησιν ὁ Δαυεὶδ πρὸς τὸν 175 τῶν ὅλων Θεόν “Σὺ συνέτριψας τὴν κεφαλὴν τοῦ δρά-
“κοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν. ὥσπερ γὰρ ἡμεῖς τὸν ζωοποιὸν τοῦ Θεοῦ Λόγον πνευματικὴν καὶ ἁγίαν πεποιήμεθα τροφὴν, οὕτω καὶ οἱ φιλαμαρτήμονες 176 καὶ τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκότες μονονουχὶ σιτοῦνται τὸν σατανᾶν, αὐτὸν ἔχοντες εἰς νοῦν, καὶ τὰ αὐτοῦ φρονοῦντες c καὶ λέγοντες. Μαδιηναῖοι δὲ πάλιν εἶεν ἃν, ὡς ἔφην, βαλὼν, οὐχ ὕδασι τὴν ἰδίαν ἐπιχέων ὀργὴν, οὐ θαλάσσης κύματα διελὼν, οὐκ ἀνθρώποις ὄλεθρον ἐπιφέρων· ἀποκτείνας 177 ἃς δὲ μᾶλλον αὐτὸν τὸν μιαιφόνον δράκοντα, καὶ τὴν παρ’ αὐτοῦ τε καὶ δι’ αὐτὸν ηὑρημένην καθελὼν ἁμαρτίαν, καὶ τὸ δυσάντητον τοῦ θανάτου καταλύσας κράτος, καὶ καλέσας
ἅπαντας εἰς θεογνωσίαν, διὰ τῶν ἁγίων Ἀποστόλων, οἳ πᾶσαν ἐκπεριθέοντες τὴν ὑπ’ οὐρανὸν, καὶ τὸ τοῦ Χριστοῦ περιφέροντες ὄνομα, καὶ μάλα δικαίως, κατεθαυμάζοντο. ὦ τοίνυν Δέσποτα, φησὶν, ἀξιάκουστα λίαν τὰ ὧν αὐτὸς γέγονας αὐτουργὸς, καὶ πολὺ τὸ ἄμεινον ἔχοντα τῶν διὰ
178 Μωυσέως τὰ παρὰ σοῦ πάλιν κατωρθωμένα. οὐ γὰρ ποταμοῖς ἐποίσεις ὀργήν· οὐχ ὁρμήσεις κατὰ θαλάσσης· οὐκ ἐν ἐκείνοις· πόθεν; τῆς σῆς θεοπρεποῦς ἐξουσίας διαλάμψει τὸ θαῦμα· ἀλλ’ ἐπιβήσῃ μᾶλλον ἐπὶ τοὺς ἵππους σου, και η ιππασια σου σωτηρια. τινες ο ἀν’ εἶεν οἱ ἵπποι
πάλιν; οἱ μακάριοι μαθηταὶ Ἀπόστολοί τε καὶ Εὐαγγελισταὶ, οἱ τοῖς θείοις αὐτοῦ θελήμασιν ὁλοτρόπως ὑπεζευγμένοι, οἱ τρυφεροὶ καὶ εὐήνιοι καὶ πρὸς πᾶν ὁτιοῦν ἑτοίμως 179 ἔχοντες τῶν δοκούντων αὐτῷ, οἱ Χριστὸν ἔποχόν τε καὶ ἡνίοχον ἔχοντες, ὧν εἷς ἐστὶ καὶ ὁ μακάριος Παῦλος, περὶ
180 οὗ φησιν αὐτός “Ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος
“βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν.’’ ὀξεῖς δὲ λίαν οἱ ‘ίπποι, περινοστοῦντες ἅπασαν τὴν ὑπ’ οὐρανόν. οὕτω 181 καὶ “Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον εἶναι λέγεται, “δας ἔχον εὐθηνούντων.’’ πλεῖστοι γὰρ ὅσοι κατὰ καιροὺς,
182 καὶ μετ’ ἐκείνους γεγόνασι λαῶν ἡγούμενοι καὶ τῆς διανοίας τὸν αὐχένα ταῖς τοῦ Σωτῆρος ὑπέχοντες ζεύγλαις, καὶ τοῖς ἁπανταχῆ τὴν δόξαν αὐτοῦ περιφέροντες, καὶ τὸν τῆς ἀληθείας 183 ὀρθοτομοῦντες λόγον, καὶ οἷον ἅπασαν ἱπποκροτοῦντες 184
τὴν γῆν. σωτηρία δὲ τῶν ἵππων ἡ ἱππασία ἔτρεχον γὰρ οὐ μάτην, ἀλλ’ ἵνα σώσειαν πόλεις, χώρας τε ὁμοῦ καὶ ἔθνη, καταστρέφοντος τοῦ χριστοῦ τὰς τῶν δαιμόνων ἀρχὰς, οἳ πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν γῆν διενείμαντο, τοῖς ἰδίοις θελήμασιν ὑποφέροντες τοὺς κατοικοῦντας αὐτήν. ἐπειδὴ δὲ
ἔμελλον διαπίπτειν αἱ πάλαι τῶν δαιμόνων ἀρχαὶ, ταύτῃτοί φησιν εἰκότως Ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τοὶ σκῆπτρα. ὁρμήσει γὰρ, καθάπερ ἔφην ἀρτίως, οὐκ ἐν ποταμοῖς ἢ θαλάσσαις, 185 ἀνατρέψει δὲ μᾶλλον τῶν δαιμονίων τὰ σκῆπτρα.
σκορπίζων ὕδατα πορείας αὐτοῦ.
ἐτέλει τὸ τηνικάδε καὶ ἡ μέση τῶν ποταμῶν· ἵνα διὰ τούτου πάλιν ὡς ἐξ εἰκόνος ἐχθρῶν αἰσθητῶν, καὶ ἡ τῶν νοητῶν καὶ ἀοράτων πληθὺς σημαίνηται, πρὸς ἣν τοῖς ἁγίοις ἡ πάλη. 187 κέκρυπται δέ πὼς ἀεὶ τῶν προφητῶν ὁ λόγος. οὐκοῦν ὡς 188 ἐκ μέρους τῆς μέσης τῶν ποταμῶν, ἢ Βαβυλωνίων σημαίνεται γῆ, καὶ δι’ αὐτῆς αἰνιγματωδῶς ἡ τῶν δαιμονίων ἀγέλη.
189 τοι τὸ πλείστους ἐν αὐτῇ γενέσθαι προφήτας, ποταμῶν δίκην τὸ ἔθνος κατάρδοντας, καὶ οἷον θείοις νάμασιν ἐπικλύζοντας. 190 περὶ ὧν οἶμαί που φησὶ καὶ ὁ μακάριος Δαυείδ “κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό·’’ καὶ μὴν καὶ διὰ 191 Ἡσαΐου Θεός· “Εὑλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες “καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, “ποταμοὺς ἐν γῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ “λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου 192 ὁ μὲν γὰρ κύριος ἡμῶν Ἰησοῦς ὁ χριστὸς τάχα που χειμαρῤους τρυφῆς ὠνόμασται, καὶ ἔστιν ἀληθῶς, καὶ μέντοι καὶ
193 ποταμός· ἔφη γάρ που περὶ αὐτοῦ διὰ φωνῆς ἁγίων “Ἰδοὺ “ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς “μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.’’ εἴρηται δὲ καὶ 194 φωνῆς τοῦ Δαυείδ “Τοῦ ποταμοῦ τὰ ὁρμήματα “τὴν πόλιν τοῦ Θεοῦ.’’ Λυπεῖ δὲ οὐδὲν καθ’ ὁμοιότητα τὴν πρὸς αὐτὸν, καὶ αὐτοὺς τοὺς ἁγίους ὀνομάζεσθαι ποταμοὺς, ἅτε δὴ συμμόρφους 195 γεγονότας αὐτῷ νοητῶς. ὥσπερ γάρ ἐστι τὸ φῶς μὲν αὐτὸς τὸ ἀληθινὸν, ἔφη δέ που τοῖς ἁγίοις ἀποστόλοις “Ὑμεῖς “ἐστε τὸ φῶς τοῦ κόσμου·’’ οὕτω καὶ ποταμὸς ὑπάρχων αὐτὸς καὶ μέντοι καὶ ὕδωρ ζῶν, χαρίζεται τὸ τοῖς ἴσοις ἐπισεμνύνεσθαι καὶ τοῖς ἁγίοις. ἡ τοίνυν γῆ τῶν νοητῶν 196 ποταμων, τουτέστιν ἡ Ἰουδαία, πιεῖν οὐκ ἀνασχομένη τὸ ὕδωρ τὸ ζῶν, καὶ τὸν τῶν ἁγίων προφητῶν οὐκ εἰσδεξαμένη λόγον, οὔτε μὴν τὸν διὰ Μωυσέως· εἰ γὰρ ἐπίστευσαν 197 Μωυσεῖ, ἐπίστευσαν ἂν τῷ χριστῷ, περὶ γὰρ αὐτοῦ ἐκεῖνος
γέγραφε· ῥαγησεται, τουτέστι διψήσει. ῥήγνυται γὰρ ἡ διψῶσα γῆ.
γῆ. ἐπειδὴ ’δε σε, φησὶν, ὦ Δέσποτα, τεθέανται νοητῶς ἐπιφανέντα λαοὶ, τουτέστιν, οἱ ἐξ ἐθνῶν συνέντες τὸ ἐπὶ σοὶ μυστήριον, ἔλαβον εὐθὺς ἐν ὠδῖσι τὸ ἀγαθὸν, ἔγκαρποι τε γεγόνασιν. ἁρμόσειε δ’ ἃν αὐτοῖς καὶ λέγειν “Διὰ τὸν 199 “φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ
“καὶ ἐτέκομεν. πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς 200 γῆς. οἱ γὰρ Σωτῆρα καὶ Λυτρωτὴν ἐπιγραψάμενοι τὸν Εμμανουὴλ, τὸν θεῖον ὠδίνουσι φόβον, καὶ πᾶν αὐτοῖς ἔσται κύημα νοῦ καρπὸς ἀρετῆς, καὶ εἰς πνεῦμα σωτηρίας ἐκτελευ- τήσει τὸ σπούδασμα· οὐκοῦν ὅψονταί σε καὶ ὠδινήσουσι λαοὶ
τὸ σὸν ἐκπίνοντες νᾶμα, καὶ τοῖς εὐαγγελικοῖς νάμασιν ἐκμεμεθυσμένοι. προσῄεσαν γὰρ φιλοτίμως λέγοντι “Εἴ τις 201 “διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω,’’ ἦσθα γὰρ, οὕτω πλουσίοδωρός τε καὶ ἀγαθὸς, ὡς καὶ ἐν αὐταῖς ταῖς 202 πορείαις σκορπίζειν ὕδατα, τουτέστι, τὸν ζωοποιὸν τῆς εὐαγγελικῆς
παιδεύσεως λόγον ὡς γάρ φησιν ὁ Ματθαῖος “Περιῆγεν ὁ Ἰησοῦς πάσας τὰς πόλεις καὶ τὰς κώμας, 203 “διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων “εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν 204 “καὶ πᾶσαν μαλακίαν ἐν τῶ λαῷ.” τοῦτο οἶμαί σκορπίζων ὕδατα πορείας αὐτοῦ. ὅτι δὲ τῆς θεοπνεύστου διδασκαλίας ὁ λόγος ὕδωρ ὠνόμασται πανταχοῦ παρά γε 205 τοῖς ἱεροῖς γράμμασι, πῶς ἔστιν ἀμφιβαλεῖν;
ὁ ἥλιος, κὼ ἡ σελήνη ἔστη ἐν τῇ τάζει αὐτῆς εἰς φῶς.
καὶ γοῦν ἔφη που ὁ Θεὸς ὡς ἐκ προσώπου τοῦ ἄρχοντος 206 Τύρου περὶ τοῦ σατανᾶ Ὅτε ἐξέπεμπον αὐτὸν εἰς τὸν ᾅδην, 207 ἐθρήνησεν ἡ ἄβυσσος ἐπ’ αὐτῷ. κατενηνεγμένου γὰρ καὶ πεπτωκότος τοῦ πάντων ἐπέκεινα καὶ ἐν δόξῃ προὔχοντος, 208 ὃς καὶ μετ’ αὐτῶν ἐτέθειτο τῶν Χερουβὶμ, κατὰ τὴν αὐτοῦ τοῦ προφήτου φωνὴν, τὸ ἀπεικὸς οὐδὲν, σφόδρα λελυπῆσθαι τὴν νοητὴν ἄβυσσον, τουτέστι, τὰς τῶν ἄνω πνευμάτων ἀγέλας, μονονουχὶ δὲ καὶ ἐπιστυγνάσαι πεπονθότι καὶ τῷ τῶν ὅλων προσκεκρουκότι Θεῷ. οὐκοῦν ἡ ἄβυσσος, φησὶ, τουέστιν ἡ ἀμέτρητός τε καὶ ἀκατάληπτος τῶν πεπιστευ- 209 κότων πληθὺς, καὶ μέντοι καὶ τὸ ὕψος τῆς ἐν αὐτῇ Φαντασιας, τουτέστι πάλιν πᾶν ὅσον ἐστὶν ἐν αὐτῇ λαμπρόν τε καὶ ἐπηρμένον, καὶ ταῖς ἐν τῷδε τῷ κόσμῳ φαντασίαις, ἤτοι δόξαις κεναῖς κατηγλαισμένον ἔδωκε φωνὴν αὐτῆς. δοξολογῖται γὰρ ὁ Χριστὸς παρὰ παντὸς ἀνθρώπων ἔθνους,
καὶ τοῦτο δρῶντας προθύμως κατίδοι τις ἃν μικροὺς καὶ 210 μεγάλους, λαμπροὺς καὶ ἀσήμους, καὶ τοὺς τῶν ἄλλων περιφανεστέρους, καὶ ὑπεροχὴν ἔχοντας ἢ τὴν ἐν δόξη τυχὸν, ἢ τὴν ἐν πλούτῳ καὶ λαμπρότητι τῇ κατὰ τὸν βίον· ἃ λίαν ὀρθῶς ὠνόμασε Φαντασιας ἤγουν ὕψος Φαντασίας. 211
οὐδὲν γὰρ ἕτερον αὐτοῖς ἢ δόκησις, ὅτι “Πᾶσα σὰρξ χόρτος 212 “καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.’’ ὅτι δὲ ἡ ἄβυσσος φωνὴν αὐτῆς, καὶ ταῖς εὐφημίαις καταγεραίρουσι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Κριστὸν μικροὶ καὶ μεγάλοι, σαφηνιεῖ λέγων καὶ ὁ μακάριος Δαυείδ “Αἰνεῖτε τὸν Κύριον 213
“ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.” προσθεὶς δὲ δὴ τούτοις ὄρη καὶ βουνοὺς, ξύλα τε καρποφόρα καὶ πάσας κέδρους, θηρία τε καὶ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτὰ, προσεπάγει πάλιν “Ἄρχοντες καὶ πάντες κριταὶ γῆς, 214 “νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων
“νεσάτωσαν τὸ ὄνομα κυρίου. ἔφη δέ που καὶ ὁ ἡμῖν Ησαΐας περὶ αὐτοῦ “Βασιλεις ὄψονται αὐτὸν “φοβηθήσονται· ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ.”
ἐπάγων εὐθύς Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τυ, τάξει αὐτῆς εἰς φῶς. ὥσπερ δὲ τὴν ἄβυσσον νενοήκαμεν, οὐ κατά 215 γε τὸν ἐν αἰσθήσει λόγον· παχὺς γὰρ λίαν· πνευματικῶς δὲ μᾶλλον καὶ νοητῶς, οὕτω καὶ νῦν οὐχὶ τοῖς στοιχείοις, ἡλίῳ τε φημὶ καὶ σελήνη, τὸν τῆς διανοίας ἐνήσομεν ὀφθαλμόν·
ἀλλ’ ἐξ ὁμοιότητος τῆς ἀπ’ αὐτῶν ἐπὶ τὰ ἀμείνω διάττοντες, τὴν τῶν νοημάτων δύναμιν κατοψόμεθα. οὐκοῦν ἥλιον μὲν γοῦν φαμεν τὴν φωτοειδῆ τε καὶ ἔκλαμπρον τῶν εὐαγγελικων θεσπισμάτων μυσταγωγίαν, σελήνην δὲ αὖ τὸ μεῖόν τε 216 καὶ ἀμυδρότερον τοῦ νόμου φῶς, φαίνοντος, ὡς ἐν νυκτὶ 217 καὶ σκότει, τῷ πρὸ τῆς ἐπιδημίας καιρῷ. κέκληται γὰρ 218 ἡμέρα καθ’ ἢν ἀνέλαμψεν ὁ Χριστὸς, ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ νοητὸς ἑωσφόρος, ἐν καρδίαις ἀνατέλλων τῶν πεπιστευκότων. καὶ γοῦν ὁ θεσπέσιος Δαυείδ “Αὕτη ἡ ἡμέρα, “φησὶν, ἢν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασόμεθα καὶ “Φρανθῶμεν ἐν αὐτῇ.’’ ὥσπερ δὲ χθαμαλὸς ὣν ἔτι, μόλις ἀνίσχων τῆς γῆς ὁ αἰσθητὸς ἥλιος, οὔπω μὲν εὐρὺ καὶ λαμπρὸν, συνεσταλμένον δὲ ὥσπερ ἐν ἑαυτῷ τὸ ἴδιον 219 ἔχει φῶς, ἀναθρώσκων γεμὴν ὑψοῦ, φαιδροτάτην τοῖς ἁπανταχῆ τῆς ἀκτῖνος ποιεῖται τὴν ἐκβολήν· οὕτω καὶ ἡ διὰ Χριστοῦ παίδευσις, τουτέστιν ἡ εὐαγγελικὴ, συνεστέλλετο μὲν ἐν ἀρχαῖς, καὶ ἠγνοεῖτο πολλοῖς· ἡλίου δὲ δίκην μονονουχὶ καὶ ἀνίσχουσα, καὶ εἰς ὕψος ἰοῦσα κατὰ βραχὺ, καὶ τὴν τῆς θεογνωσίας αὐγὴν ἀφιεῖσα πανταχῆ καταπλήττει
τὴν ἄβυσσον, τουτέστιν ἅπαν ἀνθρώπων γένος· τοιγάρτοι καὶ δέδωκε τὴν φωνήν. δοξολογεῖ γὰρ, ὡς ἔφην, καὶ Θεὸν 220 ὀνομάζει, καὶ τῶν ὅλων κύριον καὶ λυτρωτὴν ὁμολογεῖ τὸν Ἐμμανουήλ.
ὁ νόμος, ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς. κατόπιν μὲν γὰρ τῆς εὐαγγελικῆς παιδεύσεως ἐστιν ἡ διὰ Μωυσέως, καὶ αὕτη τάξις αὐτῇ, ὅτι καὶ σκιὰ καὶ τύπος. ἐπειδὴ δὲ πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστός, ἐξέλαμψε καὶ ὁ νόμος. τοῖς γὰρ πάλαι δι’ αὐτοῦ προαπηγγελμένοις τὰ ἐκβεβηκότα
221 συμβάλλοντες, τεθαυμάκαμεν ἤδη καὶ αὐτοῦ τοῦ νόμου τὸ φῶς 222 προανατυποῦντος ἡμῖν ἀστείως κατὰ πολλοὺς τρόπους τὸ χριστοῦ μυστήριον. ἔστη δὴ οὖν εἰς φῶς. μακαρίζει δὲ καὶ αὐτὸς ὁ χριστὸς τοὺς συνενεγκόντας ἐν ἑαυτοῖς νομικήν τε ἅμα παίδευσιν καὶ εὐαγγελικήν. ἔφη γὰρ οὕτω “Διὰ 223
“τοῦτο λέγω ὑμῖν, ὅτι πᾶς γραμματεὺς,’’ τουτέστιν ὁ τὸν νόμον εἰδὼς, “μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν “ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ “θησαυροῦ αὐτοῦ νέα καὶ παλαιά.”
ὥς γε μοι φαίνεται· βαίνοντα δὲ μᾶλλον τοῦ εἰκότος c ἐγγύς. ἥλιον μὲν γὰρ εἶναί φαμεν, καὶ μάλα ὀρθῶς, τὸν Εμμανουήλ. ὠνόμασται γὰρ οὕτω, καὶ ἐστιν ἀληθῶς. σελήνην δὲ λέγεσθαι νομιστέον, ὡς ἐξ ὁμοιότητος τοῦ στοιχείου, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, φαίνουσαν τοῖς ἐν σκότει,
καὶ ὡς ἐν νυκτὶ διαλάμπουσαν. ὅτε τοίνυν ἐπήρθη ὁ ἥλιος κ‘ατὰ τὴν τοῦ, Προφήτου φωνήν· ἀναβέβηκε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστὸς ἐπὶ τὸν τίμιον σταυρόν· τότε καὶ ἀνέλαμψεν ἡ ἐξ ἐθνῶν ἐκκλησία καὶ ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς, τουτέστι, πλησιφαὴς οἷά τις σελήνη, καὶ τὴν τάξιν τοῦ ἰδίου d
σώζουσα κύκλου, φῶς γέγονε τοῖς ἐν σκότει, καθάπερ ἔφην ἀρτίως. ὅτι δὲ ὑψουμένου τε καὶ τὸν ὑπὲρ τῆς πάντων ζωῆς ἀνατλάντος σταυρὸν τοῦ Χριστοῦ, συνέστη λοιπὸν ἡ Ἐκκλησία, διδάξει πάλιν ὁ αὐτός “Ἀμὴν αμὴν λέγω ὑμῖν, 224 “ἑὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἀποθάνῃ, αὐτὸς μόνος
“μένει· ἐὰν δὲ ἀποθάνῃ, παρπὸν πλείονα φέρει.” καὶ πάλιν “Κὰγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυ- 225 226 “τόν.’’ οὐκοῦν τὸ ὑψοῦσθαι τὸν ἥλιον, σημαίνει που ἢ τὸ ἐπὶ τοῦ σταυροῦ πάθος, ἤγουν τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν· ὑψοῦσθαι γὰρ δὴ καὶ ὧδέ φαμεν αὐτόν.
καὶ ὡς ἀπὸ τόξου πεμπομένας, ἤγουν χειρὸς εὐσθενοῦς, τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, περὶ ὧν ἔφη 227 που καὶ ὁ μακάριος Δαυείδ “Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, 228 “οὕτως υἱοὶ τῶν ἐκτετιναγμένων.’’ ἐξετινάχθη μὲν γὰρ ἐκβέβληται τὸ τῶν Ἰουδαίων ἔθνος, διάτοι τὸ ἐμπαροινῆσαι
χριστῷ καλοῦντι πρὸς ζωήν· οἱ γεμὴν ἐκείνων υἱοὶ καὶ ἐξ αἵματος ὄντες τοῦ Ἰσραὴλ, οἱ ἀπόλεκτοι μαθηταὶ βολίδες τε καὶ βέλη γεγόνασιν, οἷον ἐκ χειρός τρέχοντες τῆς ἀλκιμωτάτης, καὶ παντὸς εὐκόλως δι·ι·κνούμεναι τοῦ πληττομένου πρὸς θάνατον. αἱ τοιαῦται βολίδες ἀποστέλλονται μὲν, ὡς 229 ἀπὸ χειρὸς τοῦ Χριστοῦ, ἐμπήγνυνται δὲ τοῖς τοῦ σπλάγχνοις, καὶ ἀναιροῦσι τὸν δράκοντα. καὶ γοῦν καὶ ὁ μακάριος Δαυεὶδ ἀναμελῳδεῖ που λέγων πρὸς τὸν Κύριον 230 ἡμῶν Ἰησοῦν τὸν Χριστόν “Τὰ βέλη σου ἠκονημένα, “νατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν “τοῦ βασιλέως.’’ οὐκοῦν δαπανῶνται μὲν τοῖς τοιοῖσδε λεσι τὰ τῶν δαιμονίων στίφη, καὶ πρὸς ὀλέθρου γίνονται 231 τοῖς ἐχθροῖς· τοῖς γεμὴν ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τετιμηκόσι διὰ τῆς πίστεως, ἑτέραν ἀποπληροῦσι χρείαν. 232 τετρωμένους γὰρ ἀγάπης ἐργάζονται, κατά γε τὴν λέγουσαν 233 νύμφην ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων “Ὅτι τετρωμένη 234 “ἀγάπης ἐγώ εἰμι.”
αὐτοῦ· ὅπλα δὲ αὐτοῦ νοηθεῖεν ἂν, οἷς καὶ ἡμᾶς ἐναρμόσασθαι δεῖν ὁ μακάριος Παῦλος ἐπιτάττει λέγων Ενδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ.’’ αὕτη ’δε ἐστιν ὁ 235 θώραξ τῆς δικαιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, τὸ ὑποδεδέσθαι τοὺς πόδας ἐν ἑτοιμασία
τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἡ μάχαιρα τοῦ Πνεύματος. οὐκοῦν ὅπλα μὲν τὰ τοιάδε Χριστοῦ, οὐκ αὐτὸν περιβάλλοντα, 236 παρ’ αὐτοῦ δὲ μᾶλλον τοῖς ἀξίοις δωρούμενα. λαμπρὰ ’δε τὰ οπλα, καὶ οἷον αστραπης ἔμπλεα· φανοτάτη γὰρ ἡ ἀρετή· αἱ τοίνυν βολίδες εἰς φέγγος ἔσονται τῆς ἀστραπῆς
των ὅπλων σου. ὅτι γὰρ ἀπαστράπτει τὰ ὅπλα, φωτιοῦσιν αὐτοὶ διδάσκοντες τοὺς ἠγνοηκότας. παρὰ μὲν γὰρ τοῖς φιλαμαρτήμοσιν ἀκαλλὴς οἷά τις ἐστιν ἡ ἀρετὴ, καὶ οὔπω λαμπρά· παρὰ ’δε γε τοῖς εἰδόσιν αὐτὴν, οὐδὲν ἀστραπῆς ἔλαττον, λαμπρὸν καὶ διαφανῆ, καὶ τοῖς ἁπανταχῆ γνωριμώτατον 237
ἀποτελοῦσα τὸν ἄνθρωπον. πρῶτοι δὴ οὖν οἱ θεσπέσιοι μαθηταὶ τὴν τῶν σῶν ὅπλων ἔχοντες ἀστραπὴν, ἔσονται καὶ ἑτέροις εἰς φέγγος αὐτῆς. ὅνπερ γὰρ τρόπον οἱ τῆς ἰατρικῆς ἐμπειρίας ἐπιστήμονες, τοὺς ταῖς τῶν ὀμμάτων ἀρρωστίαις ἐμπεπτωκότας, καὶ τὸ τῆς ἡλιακῆς ἀκτῖνος
φεύγοντας φῶς, ἀπαλλάττοντες τοῦ πάθους τῆς τοῦ φωτὸς προσβολῆς ἀνέχεσθαι λοιπὸν ἀναπείθουσι, καὶ φέγγος ὥσπερ τι γεγονότες αὐτοῖς ἁλοῖεν ἂν, καὶ μάλα εἰκότως· οὕτω καὶ 238 239 οἱ θεσπέσιοι μαθηταὶ, θαυμάζοντές τε καὶ ἐπαινοῦντες τὰς ἀρετὰς, αἳ καὶ εἰς ὅπλα τετάχαται τοῦ Χριστοῦ, ὥσπερ τι τῆς ἐνούσης αὐταῖς ἀστραπῆς, ἤγουν ἐκλάμψεως, τοῖς ἄλλοις εὑρίσκονται.
πρὸς ἐρήμωσιν, καὶ τοῦτο αὐτοῖς προαναπεφώνηκεν Ἠσαίας, λέγων “Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ “βήσεται αὐτῷ.”
τραχήλου εἰς τέλος.
δὲ ταῖς αὐτῶν ἁμαρτίαις ἐντήκεσθαι τοὺς ἀπειθεῖν 244 ᾑρημένους, οἷς καὶ ἔφασκεν ἐναργῶς “Ἀμὴν ἀμὴν λέγω 245 ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις “ὑμῶν ἀποθανεῖσθε.’’ ἐξῆθες τοίνυν, φησὶν, οἱονεί τις ἐπὶ τὰ τῶν δυσμενῶν ἐρχόμενος στίφη, καὶ τὸν 246
πολέμου νόμον ἐξωπλισμένος. καὶ ὁ τῆς ἐξόδου σκοπὸς ανασωσαι τοὺς χριστοὺς τοὺς σούς· δῆλον δὲ ὅτι τοὺς τῶ Ἁγίῳ κεχρισμένους Πνεύματι, περὶ ὧν καὶ πάλαι διὰ προφητῶν ἐνετείλατο λέγων “Μὴ ἅπτεσθε τῶν χριστῶν μου, 247 “καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε·’’ τῶν γεμὴν
ανομων καταρτίσαι θάνατον, ὃν αὐτοὶ ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς ἁλοῖεν ἂν, τὴν δικαιοῦσαν πίστιν οὐ προσιέμενοι. τοιγάρτοι καὶ ἀρρήκτοις ἐνδέδενται δεσμοῖς, καἲ τα,ῖς τῶν ἰδίων πλημμελημάτων σειραῖς κατασφίγγονται· 248 καὶ οὐ μερικῶς, ἁλλ’ οἷον δι’ ὅλου σώματος, καὶ μέχρι
τραχήλου.
συμβῆναι δὲ μᾶλλον ταῖς τῶν πόλεων πλημμελούσαις ἐπιτρέπει πολλάκις. εἰ δὲ δὴ νοοῖντο τυχὸν τῶν ἐπαινουμένων, οἱ ἐνθ,άδε λεγόμενοι δεσμοὶ, πάλιν ἐκεῖνό φαμεν, ὅτι βέβληται 250 μὲν εἰς κεφαλὰς ἀνόμων θάνατος, συντείνει δὲ ὥσπερ δεσμοῖς ἀγάπης ὁ τῶν ὅλων Θεὸς τοὺς προσιόντας αὐτῷ, καὶ τῇ
πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν Πνεύματι, κατ’ ἐκεῖνό που πάντως τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον περὶ τῶν ἐξ αἵματος Ἰσραήλ “Καὶ ἐγὼ συνεπόδισα τὸν Hos. 251 “Ἐφραῒμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν 252 “αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεως μου.’’ ὁ δέ γε δεσμὸς τρόιχήλους ἐνθάδε νοεῖται καὶ τὸ εὐήνιον τῶν ὑποτεθεικότων αὐτῷ τὸν τῆς διανοίας αὐχένα, καὶ τὸν χρηστὸν ἀληθῶς τοῦ Σωτῆρος ἡμῶν ὑποδεδυκότων ζυγόν.
κεφαλὰς διέκοψάς φησι. δηλοῖ δὲ δὴ τὰς τῶν ἡγουμένων τοῦ Ἰσραὴλ, γραμματέων που πάντως καὶ Φαρισαίων, καὶ τῶν κατὰ νόμον ἱερουργῶν. ἐξέστησαν γὰρ ἀληθῶς καὶ ὀρθοῦ φρονήματος καὶ φρενὸς ἀγαθῆς καὶ τῆς εἰς Θεὸν ἀγάπης, οὐ προσηκάμενοι τὸν Υἱὸν, μᾶλλον δὲ καὶ ἀπεκτονότες, καί- 256 257 περ εἰδότες τε καὶ λέγοντες, ὅτι “οὗτός ἐστιν ὁ κληρονόμος.’’ τίς δὲ δὴ ἄρα τῆς διακοπῆς ὁ τρόπος νοοῖτ᾿ ἃν, εἰκότως 258 σαφηνιεῖ λέγων ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων 259 Σωτῆρα Θεόν “Διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν·’’ ἦν μὲν
γὰρ καὶ “μερὶς’’ Θεοῦ, καὶ “σχοίνισμα κληρονομίας αὐτοῦ Ισραηλ. ἐπειδὴ ’δε πεπαρῳνήκασιν ἀνοσίως εἰς τὸν Υἱὸν, ἀπόπεμπτος γέγονεν ὁ ἠγαπημένος, καὶ μεμέρισται, καὶ τῶν πεπιστευκότων ἀπώλισθε τῆς ἐλπίδος, ἀπόκληρος καὶ ἀπεῤριμμένος, καὶ ἐκ προσώπου τέθειται, καὶ ἐν μοίρᾳ δευτέρᾳ,
καὶ κατόπιν ἐθνῶν, οἳ δὴ καὶ ἐφ’ ἑαυτοῖς ἐκεῖνό φασιν “Εὐ- 260 “λογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ “τὴν γῆν·” “Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.’’ διεκόπη 261 τοίνυν ὁ Ἰσραὴλ, καὶ τῆς εὐλογίας ἐκπεπτωκὼς, μερὶς γέγονε Θεοῦ μὲν οὐκέτι, διαβολικὴ δὲ μᾶλλον καὶ ἀτιμοτάτη
καὶ βέβηλος. εἶτα περὶ τῆς ἐκστάσεώς φησι ὅτι σεισθήσονται ἐν αὐτῇ, τουτέστι πεσοῦνται. τὸ γὰρ ἐν δονήσει καὶ κλόνῳ, τοῦ πίπτειν ἐγγύς. ἐποιμώζει δὲ ὥσπερ αὐτοῖς πολυτρόπως διολωλόσι καὶ προφήτης λέγων “Οἶκος Ἰσραὴλ ἔπεσεν, 262 “οὐκ ἔστιν ὁ ἀναστήσων αὐτόν.”
κεφαλὰς, τουτέστι, τοὺς καθηγεῖσθαι λαχόντας τῆς τῶν Ἰουδαίων Συναγωγῆς, μέτεισιν εὐθὺς ἐπὶ τοὺς ἁγίους ἀποστόλους, οἳ πολὺ μὲν εἶχον ἐν ἀρχαῖς τῶν διωκόντων τὸ δέος. 264 265 ἐμαστίζοντο γὰρ ἐν συνεδρίοις, καὶ παρηγγέλλοντο μηδενὶ 266 λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ· συνιόντες δὲ λεληθότως τὰς πρὸς Θεὸν ἱκετείας ἐποιοῦντο λέγοντες “Ἐπ’ “γὰρ συνήχθησαν ἐν τῆ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον “σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλάτος 267 “σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ. καὶ τὰ νῦν, κύριε, “ἐπὶ τὰς ἀπειλὰς αὐτῶν·’’ δῆλον δὲ ὅτι τὰς τῶν “καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας λαλεῖν τὸν “σου.” οὐκοῦν οἱ μονονουχὶ καθαπερεὶ χαλινῷ τινι τῷ δέει κατεσφιγμένοι καὶ σιωπᾶν ἀναγκαζόμενοι, οἱ μαστιζόμενοι
268 καὶ τεθλιμμένοι, λάθρα τε καὶ μόλις προσλαλοῦντές τισι, καὶ οἷον ἐσθίοντι πτωχῷ προσεοικότες, διανοίξουσι χαλινοὺς ὅμοιον ὡς εἰ λέγοι, κατευρυνθήσονται πάντως εἰς τὴν αὐτοῖς ὅτι μάλιστα φιλαιτάτην τε καὶ πρέπουσαν παρρησίαν, φροντιοῦσι μὲν γὰρ οὐδαμῶς τῆς Ἰουδαίων Συναγωγῆς·
διαπτύσαντες δὲ τὰς ἀπειλὰς, καὶ μονονουχὶ διαρρήξαντες τὸν ἐπιρριφέντα αὐτοῖς χαλινὸν, οἷον ἵπποι τινὲς ἀγαυοὶ καὶ ἀγέρωχοι, καταχρεμετιοῦσι λοιπὸν, ἐπιπλήττοντος οὐδενὸς, 269 καὶ τῆς ἑαυτῶν φωνῆς κατεμπλήσουσι τὴν ὑπ’ οὐρανόν. τοιοῦτόν τι φησὶ καὶ ὁ θεσπέσιος Ἡσαΐας τοῖς τὸ εὐαυγελικὸν 270 ἱερουργοῦσι κήρυγμα “Ἐπ᾿ ὄρος ὑψηλὸν “ὁ εὐαγγελιζόμενος μένος Σιῶν, ὕψωσον τῇ ἰσχύι· τὴν φωνήν “ὁ εὐαγγελιζόμεωος μένος Ἰερουσαλήμ· ὑψώσατε, μὴ “ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ “βραχίων αὐτοῦ μετὰ κυρείας.’’ οὐκοῦν οἱ πάλαι, φησὶν, ὄντες ὡς ἐσθίων πτωχὸς λάθρα, τουτέστιν, οἱ παρρησίαν οὐκ ἔχοντες, 271 οἱ λεληθότως καὶ μόλις τῆ τῶν πιστευόντων τρεφόμενοι 272 πίστει, πρὸς εὐθυμίαν διανοίξουσι χαλινοὺς αὐτῶν, κατὰ τὸν ἤδη προειρημένον τρόπον. ὅτι δὲ τροφή τις ὡσπερεὶ τῶν σωζομένων ἡ πίστις καὶ Θεῷ καὶ ἁγίοις, ἐμπεδοῖ λέγων αὐτὸς ὁ Χριστὸς περὶ τῆς τῶν Σαμαρειτῶν ἐπιστροφῆς
“Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἢν ὑμεῖς οὐκ οἴδατε.’’ καὶ πάλιν 273 Εμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.’’
ἑτέρων ἐθνῶν πλείστην τε ὅσην καὶ ἀμέτρητον πληθὺν, πειρᾶται διδάσκειν. θαλάσσῃ μὲν γὰρ παρεικάζει τὸν κόσμον, κατά γε τὸ ἐν ψαλμοῖς ὑμνούμενον “Αὕτη ἡ θάλασσα ἡ Ps. “μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός.’’ ὕδασι δὲ πολλοῖς τὰς τῶν ἐθνῶν ἀγέλας, τὰς ἀνὰ πᾶσαν τὴν
γῆν· ἵπποις γεμὴν, ὡς ἔφην, τοὺς ἁγίους Ἀποστόλους, οἳ πᾶσαν περινοστοῦντες τὴν ὑπ’ οὐρανὸν, μονονουχὶ ῥέγχοντας καὶ ἐνηρεμοῦντας τῇ πλάνῃ τοὺς εἰδωλολάτρας χρησίμως ετάραττον· τεθορυβήκασι γὰρ, καλοῦντες εἰς δέος ὡς εἰς κόλασιν βαδιουμένους, καὶ τὴν διὰ πυρὸς δίκην ὑποστησο- 275 μένους, εἰ μὴ ἕλοιντο μετανοεῖν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς 276 ἐπιγνῶναι Θεόν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς Ἀθη- 277 ναίοις προσλαλῶν, εἶτα τῶν ἄλλων ἁπάντων νεστέρους εἴπων, τεθορύβηκεν οὐ μετρίως, ἐκεῖνο προστίθεις 278 “Τοὺς τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ “νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ “νοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ἧ μέλλει κρίνειν τὴν “μένην ἐν δικαιοσύνη, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν “πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.’’ οὐκοῦν τὸ 279 μενον ὕδωρ, ἡ πληθύς ἐστιν ἡ κατὰ τὸν κόσμον· ὕδασι γὰρ
ἔσθ’ ὅτε παρεικάζεται, καὶ μάλα εἰκότως· εἴπερ ἐστὶ θαλάσσῃ προσεοικὼς ὁ ἀνθρώπων βίος· ὅτι πολλὴ τῶν ἐν αὐτῷ πραγμάτων ἡ τύρβη, καὶ ἡ πρὸς τὸ ἄνω τε καὶ κάτω καὶ πρὸς πᾶν ὁτιοῦν ἀνάχυσίς τε καὶ κίνησις· πολὺ δὲ τὸ ὕδωρ τὸ ταραττόμενον, ὡς πρός γε τὸν Ἰσραήλ·
οἱ μὲν γὰρ ἔθνος ἦσαν ἕν· τὰ ’δε ἐστι παντὸς ἀριθμοῦ κρείττονα.
280
281 Επὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβήσομαι ἐπὶ 282 πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου·’’ ἕτερος δὲ αὖ Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη 283
“ἐξαπέστειλε, ” καὶ “ἐξαπέστειλε,” καὶ μέντοι πρὸς τῷδε Δαυείδ “Ἀκούσομαι, φησὶ, τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ 284 Θεος. τοιοῦτόν τι καὶ νῦν ὁ Προφήτης ὑπεμφαίνει τό Ἐφυλαξάμην καὶ ἐπτοήθη ἡ καρδία μου. τετήρηκα, φησὶ, τῶν εἰρημένων τὴν δύναμιν· εἶτα κατεπτόημαι δεινῶς ἀπο
φωνῆς προσευχῆς χειλέων μου. ἐποιεῖτο μὲν γὰρ μετ’ ᾠδῆς τὴν πρὸς Θεὸν ἱκετείαν, καὶ μέλος ἦν αὐτῷ τῆς προφητείας ὁ τρόπος· ἀλλ’ ἦν ὁ σκοπὸς αὐτῷ καὶ ὁ νοῦς οὐκ εἰς τὴν 285 εὔρυθμον ἀναφώνησιν, κατεπικραίνετο δὲ μᾶλλον εἰς λύπας, καὶ περιδεὴς ἦν ἄγαν, τὰ ἐν ἐσχάτοις καιροῖς συμβησόμενα
τοῖς ἐξ Ἰσραὴλ διαρθροῦντος ἐν αὐτῷ τοῦ Πνεύματος. τὸ δὲ δὴ μάλιστα θορυβοῦν αὐτὸν καὶ ὀρρωδεῖν ἀναπεῖθον, κατά γε τὸ εἰκὸς, ἐκεῖνό που τάχα καὶ μόνον ἦν, μὴ ἄρα πὼς ἐναποληφθείη τοῖς κακοῖς, καὶ τὴν τοῦ λαοῦ συντριβὴν ἐπαθρήσειε, καὶ ἴδοι βαλλόμενον μὲν εἰς κεφαλὰς ἀνόμων 286
θάνατον, διακοπτομένας δὲ αὐτὰς ἐν ἐκστάσει, καὶ σειομένας ἐν αὐτῇ, κατά γε τὸν ἤδη προαποδοθέντα νοῦν. εἶτα μανθάνων 287 ὡς ἔσται μὲν εἰς καιροὺς ἡ ὅρασις, εἰς ἀνάβλησιν δὲ 288 μακρὰν τὰ προηγγελμένα, μονονουχὶ καὶ ἀνενεγκὼν ἐξ ἀκράτου λοιπὸν δυσθυμίας Ἀναπαύσομαί φησιν ἐν ἡμέρα
μου, τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου. οὐ γὰρ ἐνσχεθήσομαι, φησὶ, τοῖς τοιοῖσδε κακοῖς, οὐδ’ ἃν εὑρεθείην ἐν τῷδε τῷ βίῳ, ἐνεστηκότος καιροῦ, καθ’ ὃν ἔσται πάντως 289 τὰ τοιάδε τῶν κακῶν τοῖς ἐξ Ἰσραήλ. βαδιοῦμαι γὰρ ἐν- 290 τεῦθεν, καὶ ἀνοιχήσομαι πρὸς λαὸν τὸν οὕτω πάροικον ἐν τῷδε τῷ βίῳ γεγενημένον, καθάπερ ἀμέλει καὶ αὐτὸς ἐγώ. πάροικοι γὰρ καὶ παρεπίδημοι πάντες οἱ ἅγιοι κατὰ τόνδε 291 τὸν κόσμον. τοιγάρτοι φασίν “Οὐκ ἔχομεν ὧδε μένουσαν
“πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.’’ ψάλλει δέ 292 καὶ ὁ Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “Ἄνες μοι, “πάροικος ἐγώ εἰμι ἐν τῆ γῇ καὶ παρεπίδημος, καθὼς “οἱ πατέρες μου.’’ ἀξιάγαστος τοιγαροῦν τῶν ἁγίων 293 σκοπὸς, οὐδ’ ὅσον εἰπεῖν ἀνεχομένων ἰδεῖν τὰ ἐφ’ οἷς ἃν
συμβαίνῃ παροτρύνεσθαι Θεόν· ἡδίονα δὲ καὶ αὐτοῦ τοῦ ζῆν ποιεῖσθαι μεμελετηκότων τὴν ἀπὸ τοῦ κόσμου τούτου μετάστασιν, εἰ μὴ σώζοιτο πρὸς ἡμῶν τὰ εἰς δόξαν Θεοῦ. καὶ 294 γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος, ὅτι τὸ ἀναλῦσαι κρεῖττον, καὶ αὐτῷ συνεῖναι Χριστῷ τοῖς εἰς τοῦτο ἥκουσι γνώμης, ὡς
ἡγεῖσθαι παροικίαν τὴν ἐν σώματι ζωήν.
τρόπω̣ λέγων “Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἄμπελῶνι 299 “αὐτοῦ.” ἢν καὶ ἄκαρπον οὖσαν, δεῖν ἔφη λοιπὸν ἵνα μὴ τὴν γῆν καταργῇ. ἐπάρατον δέ που καὶ τὴν πρὸ τῶν Ἱεροσολύμων ἐποιεῖτο συκῆν· οὐ γὰρ εὑρὼν ἐν αὐτῇ αἰῶνα. “Μηκέτι, φησίν, ἐκ σου καρπός γένηται 300
“εἰς τὸν αἰῶνα.”
“περιέθηκε, καὶ ἀνεδείματο πυργίον ἐν αὐτῷ, καὶ ὤρυξε “προλήνιον, καὶ ἐπέμεινε τοῦ ποιῆσαι σταφυλὴν, “δὲ ἀκάνθας.’’ ταύτῃτοι δὴ ἐλυμήνατο μὲν αὐτὴν, φησιν ὁ Δαυείδ “Ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενε- 304 “μήσατο αὐτήν·’ καθεῖλε δὲ “τὸν φραγμὸν αὐτῆς, καὶ τε- 305
“τρυγήκασιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν.”
“ἀνήφθη πῦρ ἐπ’ αὐτὴν, μεγάλη ἡ θλίψις ἐπὶ σὲ, “θῆσαν “θησαν οἱ κλάδοι αὐτῆς, καὶ κύριος τῶν δυνάμεων ὁ κατα- 307 “φυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακά.” ἐπειδὴ δὲ, καθά 308 φησιν ὁ Προφήτης, τὸ ἔργον αὐτῆς ἐψεύσατο· παιδαγωγούμενοι γὰρ εἰς Χριστὸν διὰ νόμου καὶ προφητῶν, οὐ προσήκαντο τὴν πίστιν· ταύτῃτοι καὶ ἐξεκόπη, καὶ πεπτώκασι μὲν οἱ κλάδοι αὐτῆς, ἐνεκεντρίσθησαν δὲ λοιπὸν οἱ ἐκ τῆς
309 ἀγριελαίου, τουτέστιν, οἱ ἐξ ἐθνῶν, “ καὶ κοινωνοὶ τῆς ῥίζης “ καὶ τῆς πιότητος τοῦ καλλιελαίου γεγόνασιν.
310 ἀκαρπίας δὲ τοῦτο γένοιτ᾿ ἂν τῆς ἐσχάτης ἀπόδειξις ἐναργής. Ὅτι δὲ ἔμελλον τὸν τῶν θείων μαθημάτων ἀνατλάντες λιμὸν ἐν τοῖς ἁπάντων ἐσχάτοις πεσεῖσθαι κακοῖς, διεσάφει, προστιθεὶς, ἐκλελοιπέναι μὲν ἀπὸ βρώσεως πρόβατα, τουτέστιν, ἀπὸ τοῦ βρῶσιν οὐκ ἔχειν· οὐχ ὑπηχεῖν δὲ βοῦς
ἐπὶ φάτνης. δι᾿ οὗ σημαίνεται τὸ εἰσάπαν ἐκλελοιπέναι τὸ παρ᾿ αὐτοῖς ἱερὸν καὶ ἀπόλεκτον γένος, τουτέστι, τοὺς ἀπὸ φυλῆς Λευὶ, οἳ βουσὶν ἐν ἴσῳ τὴν νοητὴν ἅλω καταλεπτύνοντες καὶ τῶν ἐκ τῆς ἀσαφείας περιβλημάτων τὸν διὰ 311 τοῦ πανσόφου Μωυσέως ἀπογυμνοῦντες λόγον, οἷά τινα
σίτου κόκκον προὐτίθεσαν μὲν τοῖς ἄλλοις εἰς νόησιν καὶ οἷόν τινα βρῶσιν πνευματικήν. αὐτοὶ δὲ ἦσαν ἐν Φάτναις καταβοσκόμενοι τὰς ἐκ τοῦ λαοῦ δωροφορίας, δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια. οὐκοῦν ἐκλελοίπασι μὲν ἀπὸ βρώσεως προβατα· βόες δὲ οὐκ ἦσαν ἐπὶ Φάτνης ἔτι, τουτέστιν, οἱ
καθηγηταὶ τῶν λαῶν καὶ διδάσκαλοι. τοιγάρτοι καὶ ὁ θεσ- 312 πέσιος Παῦλος τό “Οὐ φιμώσεις βοῦν ἀλοῶντα,” ταῖς τῶν 313 διδασκάλων προσάπτει κεφαλαῖς, διερμηνεύων ἡμῖν σαφῶς 314 τὰ ἐν νόμῳ. ἐκλελοιπέναι γεμὴν τὰς βοῦς ἐξ ἰάσεως αὐτῶν φησι. καὶ ἔστι μὲν ἀσαφὴς ὁ λόγος· δηλοῖ γεμὴν τόδε,
καθάπερ ἐγῷμαι πάλιν. ἐπειδὴ γὰρ ἀπεσπούδαζον ἀμαθῶς τὸ ἰᾶσθαι παρὰ χριστοῦ, καίτοι ῥωννύντος τὸν ἀσθενῆ καὶ δικαιοῦντος τὸν ἀσεβῆ, ταύτῃτοι καὶ ἐκλελοίπασι, τουτέστιν, εἰσάπαν ἠσθένησαν καὶ κεχωρήκασιν εἰς τὸ μηδέν. δεινὸν οὖν ἄρα τὸ προσκρούειν Θεῷ, καὶ ἀκαρπίας ἔσται πρόξενον
τῆς ἐσχάτης. ἀπορήσομεν δὲ καὶ τροφῆς τῆς πνευματικῆς, 315 καὶ παντὸς ἐπέκεινα κακοῦ τοὐντεῦθεν ἐσόμεθα.
Σωτῆρί μου· Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοῦς
πόδας μου εἰς συντέλειαν· ἐΜ τὰ ὑψηλὰ ἐπιβιβᾷ
νικῆσαί με ἐν τῆ ᾠδῆ αὐτοῦ.
σης αὐτοῖς εὐσθενείας χορηγὸν ἀναγράφουσιν, ἐν αὐτῶ τε τὰ πάντα δύνασθαί φασι, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Παῦλος “Πάντα ἰσχύω, φησὶν, ἐν τῷ ἐνδυναμοῦντί με 317 “Χριστῷ.” ψάλλει δέ που καὶ ὁ μακάριος Δαυείδ “Ὅτι 318 “τὸ καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ·” προσδοκῶσι καὶ τὸ βεβηκὸς εἰς εὐσέβειαν παρ’ αὐτοῦ δὴ καὶ μόνου καταπλουτῆσαι καλῶς. τὸ γάρ Τάξει τοὺς πόδας μου εἰς 319 τέλειαν, δηλοῖ που πάντως ἕτερον ἡμῖν οὐδὲν ἢ τοῦτο· καὶ γοῦν Ἑβραίων ἡ ἔκδοσις ἀντὶ τῆς συντελείας τέθεικε τὴν
Ἀσφάλειαν. οἱ δὲ ταττόμενοι πόδες εἰς ἀσφάλειαν, τί ἂν ἕτερον ἡμῖν ὑποφήνειαν, ἢ τὸ βεβηκὸς, ὡς ἔφην, εἰς εὐσεβειαν, καὶ τὸ ἀκράδαντον εἰς ἀρετὴν, καὶ τὸ εἰς πίστιν ἐρηρεισμένον καὶ ἀγάπην τὴν εἰς Χριστόν; ὅτι δὲ οὐ χθαμαλὸς καὶ χαμαιριφὴς ὁ βίος τῶν ἐν Χριστῷ δεδικαιωμένων,
ἁλλὰ παντὸς γηΐνου καὶ σαρκικοῦ πράγματος 320 τέ ἐστι καὶ ἀνῳκισμένος, ἀποφαίνει λέγων Ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾶ με. ὑψηλα γὰρ ὄντως παρὰ Θεῷ τῆς εὐαγγελικῆς πολιτείας τὰ αὐχήματα.
ἐσόμεθα τῶν ἐχθρῶν, δοξολογοῦντες αὐτὸν, ἀναπείσει λέγων τοῦ νικησαι με ἐν τῃ ῳοῃ αυτου.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.