ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΚΥΡΙΛΛΟΥ
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΒΑΚΟΥΜ.
ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
1καὶ τῆς προκειμένης προφητείας ὁ τρόπος, ἔμπλεω γεμὴν αὐτὸν οἰκονομίας ἁγιοπρεποῦς εὑρήσομεν· πρέπει γὰρ 2 αὐτοῖς τοῖς ἁγίοις ἐπιφωνεῖν τε καὶ λέγειν “Οὐχ ὑμεῖς ἐστε “οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν “ἐν ὑμῖν.” δεῖ δὲ δὴ τοῖς ἐθέλουσι νοεῖν ἀγχινοίας οὐ μικρᾶς·
3 ἐπεί τοι τῆς προφητείας τὸν σκοπὸν διττὴν ἐν ἑαυτῷ τὴν θεωρίαν ὠδίνοντα κατίδοι τις ἃν, πνευματικήν τε ἅμα καὶ ἱστορικήν· προαφηγήσομαι δὲ χρησίμως, καὶ ὡς ἐν βραχεῖ συνενεγκὼν, τῆς προφητείας τὰ μέρη, καὶ ἐφ’ ὅτῳ γέγονεν ἐρῶ. ἴοι γὰρ ἃν οὕτω τοῖς ἐντευξομένοις δι’ εὐμαρείας ὁ
νοῦς, καὶ οὐδὲν εὑρήσει τὸ ἄναντες. ἀσχάλλοντος τοίνυν 4 τοῦ Ἰσραὴλ οὐ μετρίως ἐπὶ τοῖς διὰ τῶν προφητῶν προαπηγγελμένοις· ᾖδον γὰρ ἦδον, ὡς ἔσται κατὰ καιροὺς αἰχμάλωτος, πεσεῖται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν, καὶ ὑπὸ ζυγὰ κείσεται τῆς ἀσυνήθους δουλείας· πειρᾶται δὴ διδάσκειν 5
ὁ μακάριος οὗτος Ἀμβακοὺμ, ὅτι ψήφῳ δικαίᾳ τοῦ πάντων κρατοῦντος Θεοῦ κατὰ καιροὺς αὐτοῖς τὰ τοιάδε συμβήσεται, καὶ ἐπ’ αἰτίαις εὐλόγοις. ἐκτετιμηκότες γὰρ αὐτοὶ τὴν ἔξω νόμου καὶ ἐκτοπωτάτην ζωὴν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν κατεψευσμένων ἀπονενευκότες, οὐ διαλελοίπασιν ἐφ’ ἑαυτοῖς
παραθήγοντες τὸν ἀκήρατον νοῦν, μέχρις ἂν αὐτοῖς εἰς τοῦτο λοιπὸν ἀθλιότητος κατέβη τὰ πράγματα. καὶ τοῦτο καθίστησιν ἐναργὲς, τῶν ἀνοσίως βιοῦν ᾑρημένων ποιούμενος 6 τὴν κατάρρησιν, καὶ τῆς ὅλης προφητείας προεισβολὴν ὥσπερ τινὰ καὶ ὑπόθεσιν τὸ χρῆμα τιθεὶς, εἶτα Θεὸν εἰσκεκομικὼς
ἀπειλοῦντα τοῖς καταφρονηταῖς τῶν Βαβυλωνίων τὴν ἔφοδον. ἐπειδὴ δὲ ἐχρῆν αὐτὸν οὐχὶ μόνων τῶν σκυθρωπῶν καὶ τῶν ὅτι μάλιστα καταλυπεῖν εἰωθότων προαγορευτὴν ἀναφαίνεσθαι, καὶ εἰς μέσον ἥκειν, καὶ τὰ πάντων αἴσχιστα τῶν κακῶν ὡς ἔσται κατὰ καιροὺς αὐτοῖς προαναφωνεῖν,
ἁλλά τι καὶ τῶν τελούντων εἰς ἄκεσιν προαφηγεῖσθαι χρησίμως, καὶ τὰ δι’ ὧν εἰκὸς ἦν ἀναπνεύσειν τοὺς πεπονθότας 7 προαναφθέγγεσθαι· κατακέκραγε καὶ αὐτῆς τῆς τῶν Βαβυλωνίων ὠμότητος, καὶ καταφρονητὰς ὀνομάζει τοὺς καὶ αὐτὸν τὸν θεῖον κατεμπρήσαντας ναὸν, καὶ τὴν ἁγίαν δὲ πόλιν
πεπορθηκότας, καὶ σκευῶν τῶν ἱερῶν ἀφειδήσαντας. “Εἰς 8 “τί γὰρ, φησὶν, ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας, παρασιω- “πήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;” εἶτα προστέᾔδει 9 θεικε καὶ μάλα σαφῶς καὶ αὐτῆς τῆς Βαβυλῶνος τὴν ἅλωσιν, καὶ τῶν πεπονθότων τὴν ἀσυνήθη δουλείαν τὴν διὰ Κύρου d κατὰ καιροὺς ἐκλύτρωσιν. ἀπὸ δέ γε τῆς μερικῆς λυτρώσεως μέτεισιν ὁ λόγος εὐφυῶς ἐπὶ τὴν καθόλου καὶ γενικωτάτην, τουτέστι, τὴν διὰ Χριστοῦ γεγενημένην ἅπασι τοῖς διὰ
πίστεως ἐκλελυτρωμένοις, καὶ τὸν τῆς ἁμαρτίας ζυγὸν ἀποτιθεμένοις, καὶ πικρὸν καὶ ἀνήμερον ἀποφυγοῦσι δεσπότην, τὸν σατανᾶν. ἔχεις ἐν τούτοις τῆς ὅλης ἡμῖν προφητείας ὡς ἐν βραχέσι συνειλεγμένον τὸν σκοπόν· ἐροῦμεν δὲ, ἀνὰ μέρος ἕκαστα διαλαμβάνοντες ὡς ἔνι.
10 11
12 Πνεύματος τὰ ἐσόμενα, καὶ ὡς ἤδη παρόντα μονονουχὶ καὶ Hier. ἐν ὄψει τιθείς. ὅτι δὲ οὐ τὰ ἀπὸ τῆς σφῶν καρδίας λαλεῖν ἐγνώκασι, διαπορθμεύουσι δὲ μᾶλλον εἰς ἡμᾶς τοὺς παρὰ Θεοῦ λόγους, προαναπείθει σαφῶς, Προφήτην ἑαυτὸν ὀνομάσας καὶ τῆς εἰς τοῦτο χάριτος ἀποφαίνων ἔμπλεω.
ὅτι δὲ οὐκ εὐθὺς τοῖς πταίουσιν ἐπάγει τὰς δίκας, δέδειχεν ἐναργῶς, εἰς τοῦτο σιωπῆς καὶ μακροθυμίας ἀφικέσθαι λέγων, ὡς δεῖσθαι λοιπὸν καὶ καταβοῆς, ὡς φορητὴν μὲν οὐκέτι ποιουμένων τινῶν τὴν καθ’ ἑτέρων πλεονεξίαν, ἀχάλινον 15 δὲ ὥσπερ ἐπαφιέντων τοῖς ἀσθενεστέροις τὴν ὕβριν.
δι’ ὧν γὰρ καταβοᾷ ἀνεξικακοῦντος Θεοῦ, διὰ τούτων αὐτῶν ἐπιμαρτυρεῖ τῷ Θεῷ τὸ πέρα μέτρου φιλάνθρωπον. μέχρι γὰρ τίνος φησί Κῦρε κεκράξομαι καὶ οὐκ εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; καίτοι πλείας τε ὅσας καὶ πικρὰς τοῖς ἐθέλουσι παρανομεῖν ἀπειλῶν τὰς δίκας.
καὶ ἀσέβειαν;
“σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;” προστέταχε δὲ καὶ ἡμῖν αὐτοῖς “κλαίειν μετὰ κλαίοντων,” τὸ συμπαθὲς καὶ Rom. φιλάλληλον ἁγιοπρεπὲς ὅτι μάλιστα δεικνύς· Θεὸν δέ φησιν αὐτῷ δεῖξαι κόπους τε καὶ πόνους· δῆλον δὲ ὅτι τῶν παρανομουμένων· ἀσεβειαν δὲ τῶν ἀδικεῖν εἰωθότων, οὐχ ὡς αὐτὸν 18
αὐτῶ κατεσκευακότα τὸ παθεῖν, ἀλλ’ ὡς τοῖς δεδρακόσι 19 μακροθυμήσαντα καὶ ἐν μακροῖς οὕτω χρόνοις, ἤγουν ὡς ἀπαλλάξαι μὲν τοῦ βίου δυνάμενον, ἵνα μὴ γένηται τῶν οὕτως ἐκτοπωτάτων καὶ θεατής. ἔθος δὲ τοῖς ἁγίοις ἐν ταῖς οὕτω πικραῖς ὀλιγοψυχίαις τὸ ἀναλῦσαι ζητεῖν, καθάπερ 20 ἀμέλει καὶ ὁ μακάριος Ἰωνᾶς “Καὶ νῦν κύριε λάβε, φησὶ,
“τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ 21 “ζῆν·” γράφει δὲ καὶ ὁ σοφώτατος Παῦλος ὅτι “Κρεῖττον 22 “τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.” πόνων γὰρ ἀπόθεσις τοῖς ἁγίως ἐθέλουσι ζῆν, τὸ ἀπαλλάττεσθαι λοιπὸν τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων, καὶ οἷον δεινῆς ἀνεῖσθαι τῆς
ἐνθάδε φροντίδος.
c δείκνυσιν ἐναργῶς, τὰς εἰς ὀρθότητα ψήφους παραλελύσθαι Deut. 1. λέγων, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος “Οὐ λήψῃ “πρόσωπον ἐν κρίσει ὅτι ἡ κρίσις τοῦ Θεοῦ εστι. μέγα δὴ οὖν τὸ κρίνειν ἐστὶ, καὶ τῆς θείας ὑπεροχῆς τε καὶ δόξης μιμητὴς ἂν γένοιτο σοφὸς ὁ ἀδέκαστος δικαστὴς, καὶ τὴν
23 ψῆφον τοῦ δικαίου παρευθύνειν οὐκ ἀνεχόμενος· ὑβριστὴς δὲ λίαν, καὶ κατ’ αὐτῶν ἔρχεται τῶν θείων ἀξιωμάτων ὁ δωροδόκος, ἅτε δὴ τὸ κάλλος τῆς ἀληθείας παρασημαίνων, καὶ διαστρέφειν μὲν τὰ ὀρθὰ μεμελετηκὼς, λέγων δὲ “τὸ τὸ πονηρὸν 24
καλὸν καὶ τὸ καλὸν πονηρὸν, καὶ τὸ μὲν σκότος εἰς φῶς, 25 τὸ δὲ φῶς εἰς σκότος” ἀνοσίως καταλογιζόμενος. ἀποφαίνει δὴ οὖν ὁ Προφήτης, ὡς ἐν μιᾷ δὴ ταύτῃ τῆ παναρίστῃ καὶ λίαν εὐκλεεστάτη ἐντολῇ ὅλον πεπατημένον τὸν νόμον εὐθύς. ὁ γάρ τοι περὶ τὸ κράτιστον τοῦ πρέποντος διημαρ-
τηκὼς, πῶς ἂν γένοιτο περὶ τὸ μεῖζον ἀσφαλής; ἑαυτὸν δὲ τῆς πλεονεξίας ὁ Προφήτης εἰσκεκόμικε μάρτυρά τε καὶ θεατήν. ἐπειδὴ δὲ τὸ κρίνειν φησὶν ὀρθῶς παρεώραται, ταύτῃτοι 26 καὶ ὁ νόμος ἀσθενεῖ, καὶ ἡ τῶν κριμάτων ὀρθότης οὐ διεξάγεται κατὰ τό σοι δοκοῦν τῷ Δεσπότῃ, καταδυναστεύει
δὲ καὶ ὁ ἀσεβὴς τὸν δίκαιον. ἔγκλημα δὲ τοῦτο τῇ τῶν Ἰουδαίων Συναγωγῇ, καὶ διὰ φωνῆς ἑτέρων προφητῶν ἐπενηνεγκται παρὰ Θεοῦ. ἔφη γὰρ ὅτι “Οἱ ἡγούμενοι αὐτῆς Mich. μέτα δώρων ἔκρινον· καὶ πρὸς αὐτὴν 27 δὲ πάλιν διὰ φω- νῆς ‘Ησαΐου “Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου 28
“μίσγουσι μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπό- “δομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσ- 29 “έχοντες.” ἔοικε δὲ καὶ νῦν ὁ Προφήτης Ἀμβακοὺμ ἐκεῖνο βούλεσθαι πληροῦν, τὸ ἐν βιβλίῳ παροιμιῶν “Ἃ εἶδον οἱ 30
“ὀφθαλμοί σου, λέγε·” προσαποδείκνυσι δὲ λοιπὸν ὅτι καὶ εὐλογωτάτην τῆς ἐνούσης Θεῷ γαληνότητος ἐποιήσατο τὴν καταβοὴν, ἀνεξικακοῦντος μὲν οὕτως ὡς ἂν αὐτῷ πρέποι· 31 Θεὸς γάρ ἐστιν ἀγαθός· πλὴν ὅσον ἧκεν εἰς νοῦν τὸν ἀνθρώπινον 32 καὶ πέρα μέτρου παντὸς ποιουμένου τὸ ἀνεξίκακον.
οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ ταῖς σφῶν αὐτῶν ἀθυροστομίαις πάντα σείοντες κάλων, οὐδὲν τῶν ἀτόπων ἐστὶν, ὃ μὴ κατειπεῖν αὐτοῦ τετολμήκασιν· ὥς ποτε μὲν ἐν 33 Βεελζεβοὺλ αὐτὸν ἐκβάλλειν οἴεσθαι τὰ δαιμόνια, ποτὲ δὲ καὶ φιλοπότην καλεῖν καὶ δαιμονῶντα. εἶτα δέον Σωτῆρά
34 τε καὶ Λυτρωτὴν τῶν ὅλων αὐτὸν ὀνομάζειν, ἀπεκτόνασιν ἀνοσίως, διάστροφον τὴν ψῆφον ἐπ’ αὐτῷ ἐξενεγκόντες οἱ 35 δείλαιοι, καίτοι τοῦ νόμου διηγορευκότος σαφῶς “Ἀθῷον Ἀθῷον “καὶ δίκαιον οὐκ άποκτενεῖς.” ἐπῃτιᾶτο δὲ καὶ ἑτέρως αὐτοὺς ὁ Χριστὸς, ὡς ὀρθὰ καὶ δίκαια φρονεῖν οὐκ ἀνέχω
μένους, ἀλλὰ σιωπῶντας μὲν, καὶ τὸν τῆς διανοίας ὀφθαλμὸν οἱονεὶ καταμύοντας ἐφ’ οἷς ἂν λέγοι Μωυσῆς, καίτοι τὸν ἐπὶ σαββάτῳ παραλύων νόμον· ἐπιθρώσκοντας δὲ, καὶ μάλα 36 πικρῶς, ἐφ’ οἷς ἃν αὐτὸς ἐργάσαιτο τῶν θεοπρεπῶν ἐν 37 σαββάτῳ· ἔφη γὰρ οὕτως “Ἓν ἔργον ἐποίησα, καὶ πάντες
“θαυμάζετε. διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περι- “τομὴν, οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστὶν, ἀλλ’ ὅτι ἐκ τῶν “πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. εἰ “περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ “ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ἄνθρωπον ὅλον ὑγιῆ
“ἐποίησα ἐν σαββάτῳ; μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν 38 “δικαίαν κρίσιν κρίνετε.”
καὶ ἀφανίσθητε· διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶ ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται.
καὶ τῆς ἐπ’ αὐτοῖς ἀνεξικακίας μονονουχὶ καταιτιωμένου τὴν μέλλησιν· μισοπόνηρον γάρ τι χρῆμα ψυχὴ δικαία καὶ φιλάρετος· τοῖς καταφρονεῖν εἰωθόσιν ὁ τῶν ὅλων Θεὸς ἐπιφθέγγεται λοιπὸν ἰδεῖν τε καὶ ἐπιβλέψαι καὶ 40 θαύματος ἀξιοῦν τὰ ὅσαπερ ἂν θαυμάζεσθαι πρέποι. ταῦτα
δὲ ἦν τὰ οἱονεί πὼς ἐπηρτημένα, καὶ ὅσον οὐδέπω μέλλοντα συμβήσεσθαι, καὶ ἀπευκτὴν ἔχοντα τὴν προσβολὴν καὶ κατεστυγημένην τὴν ἔφοδον, ἃ δὴ καὶ προαναθρεῖν αὐτοῖς χρησίμως προστέταχεν, οὐκ ἀνικάνως ἔχοντα πρός γε τὸ ἀφανίσαι δύνασθαι τοὺς ἐφ’ οὓς ἃν ἰόντα φαίνοιτο· θαυμαστὰ
δὲ ὅτι καὶ ἀδόκητα, καὶ παρ’ ἐλπίδα καὶ δύσοιστα 41 καὶ δι’ ὑπερβολὴν δεινότητος καταπλήττειν οἷά τε, τάχα δέ που καὶ ἀπιστούμενα. φιλεῖ γάρ πὼς ἀεὶ τὰ ἐν πολλῷ μεγέθει τῶν κακῶν ἐγγὺς εἶναι λίαν τοῦ καὶ ἀπιστεῖσθαι δεῖν, εἰ δὴ μάλιστα τοῖς οὐδαμόθεν παθεῖν ἠλπικόσιν ὁρῷτο
συμβαίνοντα. τίς γὰρ ἂν ᾠήθη πώποτε τὸν ἠγαπημένον Ισραὴλ, τὸν πρωτότοκον ἐν τέκνοις, δι’ ὃν ἀπόλωλεν Αἴγυπτος, ἔθνη τε μυρία πεπτώκασι, Χαναναίων καὶ Ἀμοῤῥαίων, Εὐαίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων, καθικέσθαι πρὸς τοῦτο ταλαιπωρίας, ὡς ἅπασαν μὲν αὐτοῖς ἐξαναστῆναι
τὴν χώραν, ἀκλεᾶ δὲ αὐτοὺς καὶ δύσοιστον ἀνατλῆναι δουλείαν, 42 ἐπ’ ἀλλοδαπῆς ἀλητεύοντας μετὰ τὰς ἐκ τοῦ πολέμου 43 προσβολὰς, αἷς οὐκ ἀπόχρη πᾶς λόγος, εἰ δὴ βούλοιτό τις ἕκαστα διατρανοῦν; ἐμπρησμοί τε γὰρ γεγόνασι καὶ ἀνδροκτασίαι, καὶ γυναικῶν ἕλξεις, καὶ νηπίων εἰς γῆν προσῥήγματα, 44 καὶ ᾗ φησὶν ὁ προφήτης ‘Ιερεμίας “Χεῖρες γυ- “ναικῶν οἰκτιρμόνων ἕψησαν τὰ παιδία ἑαυτῶν.” πεπόρθηνται
δὲ καὶ αὐτὰ τὰ ἅγια, καὶ τῶν εἰς λῆξιν κακῶν 45 ἡκόντων τοῖς ἑλοῦσιν ἀνεπιτήδευτον ἦν οὐδέν. ἄπιστα δὴ οὖν καὶ οἷον ἀπίθανα πρὸς ἐξήγησιν δι’ ὑπερβολὴν ὠμότητος τῆς τῶν δεδρακότων. ταύτῃτοί φησιν ἐν ταῖς ἡμεραις αὐτῶν ἔργον εργάσασθαι ὃ οὐ μὴ πιστεύσωσιν, εἰ δή τις αὐτοῖς
εκδιηγεῖται τυχόν. εἰπὼν δὲ τὸ ἐν ταῖς ὴμεραις ὑμῶν, ἐφῆκε νοεῖν, ὡς οὐ μακρὸς μεταξὺ διιππεύσει χρόνος· ἁλλ’ οἷον ἀγχίθυρος καὶ εὐθὺς καὶ γείτων ὁ πόλεμος, καὶ οὐκ εἰς μακρὰν ἡ δίκη.
τὸ ταχινὸν καὶ τὸ πικρὸν, τό πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς, του κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ.
ἀνημέροις κατ’ οὐδένα τρόπον εἰς ὠμότητα παραχωροῦν, καὶ 47 ἐπ’ ἀκράτοις ἀεὶ μανίαις κατεγνωσμένον· ταχινὸν δὲ ὠνόμασεν, ἱππόται γὰρ ὡς ἐπίπαν· πικρὸν δὲ ὅτι δριμὺ καὶ παγχάλεπον καὶ οὐκ ἀπάνουργον εἰς τὰ τακτικὰ, στρατηγεῖν δὲ ἄριστα μεμελετηκός. ῥώμη δὲ φρονήσει συνθέουσα πρὸς
48 τὰς τοῦ πολέμου χρείας, ῥᾷστα ἃν οἶμαί που κατορθώσειε τὸ τοῖς πολεμοῦσι δοκοῦν, καὶ περιέσται ῥᾳδίως τῶν ἀντανίστασθαι προτεθυμημένων. ἐπειδὴ δὲ ἐν ἔθει ἦν τοῖς Βαβυλωνίοις οὔτε οἴκοι μένειν ἀεὶ, οὔτε μήν σφισιν αὐτοῖς
ἐπαμύνοντας τῶν ἐπιόντων αὐτοῖς ἀνακόπτειν ἐφόδους, κατευρύνεσθαι 49 δὲ ὥσπερ τῆς γῆς ἁπάσης, καὶ καταδῃοῦν τὰς ἑτέρων, καὶ κλῆρον ἀεὶ ποιεῖσθαι φιλεῖν τὰ κατ’ οὐδένα τρόπον αὐτοῖς ἁρμόττοντα, φησὶν ἀναγκαίως τὸ ἔθνος τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ
σκηνώματα οὐκ αὐτοῦ. φιλεῖ γὰρ, ὡς ἔφην, ταῖς τῶν ἄλλων χώραις ἐπιμαίνεσθαι, ἀεί τε τὴν ἑαυτοῦ κατευρύνειν ἀρχήν.
καὶ τέλη γεγόνασι, καὶ ὑπὸ σκῆπτρα τέθεινται τῶν ἀεὶ κατευρυνομένων μένων καὶ νενικηκότων ἅπασαν τὴν ὑπ’ οὐρανόν. ἀποσειόμενοι γὰρ αὐτοὶ τὸ ὑπὸ Χριστῷ βασιλεύεσθαι, διαῤῥήδην ἔφασαν “Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.”
ποιοῖτο νόμους, ὑπὸ τυράννοις πικροῖς ἔσται, τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ δουλεύσει δυνάμεσι πονηραῖς, ἀεὶ διψώσαις κληρονομεῖν τὰ οὐκ αὐτῶν σκηνώματα· Θεοῦ γὰρ ὁ ἄνθρωπος· d κατοικεῖ γὰρ ἐν ἁγίοις, καὶ ταῖς τῶν ὁσίων ψυχαῖς ἐναυλίζεται.
τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.
καὶ τὸ ἀπηχὲς εἰς δίκας, ἐπιφανῆ δὲ δὴ πάλιν, ὡς φιλότιμον καὶ φιλόκομπον καὶ δόξης ἄπληστον ἐραστήν· ἀλαζόνες γὰρ ἀεί τε καὶ φιλοδοξότατοι λίαν οἱ τῆς Βαβυλῶνος βεβασιλευκότες. ἐπειδὴ δὲ τῆς εἰς πᾶν ὁτιοῦν βουλῆς, ναὶ μὴν καὶ ἐγχειρημάτων ἦρχον αὐτοὶ, τὸ δοκοῦν εὖ ἔχειν ἁπλῶς
54 τοῖς ὑπὸ χεῖρα ἀποπεραίνεσθαι δεῖν προστάττοντες, διὰ τοῦτό φησιν Ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται· τουτέστιν, αὐτοκελεύστοις ὁρμαῖς ἵεται πρὸς τὸ κινοῦν, καὶ ἐκ πολλῆς ἄγαν ὀφρύος οὐκ ἃν τῆς ἑτέρων γνώμης ἀνάσχοιτο, κἂν εἰ μή τι τῶν ἐνδεχομένων γενέσθαι προστάξειεν. ὑπέροπτα γὰρ τὰ
Περσῶν βουλεύματα. ἐπειδὴ δὲ ἔθος ἦν πάλιν αὐτοῖς προκαταμαντεύεσθαι τὰς μάχας, καὶ μάγῳ τέχνῃ προαναμανθάνειν πειρᾶσθαι τὸ ὅποι ποτ’ ἂν ἐκτελευτήσῃ τὸ ἐν χερσὶν, 55 ἔφη πάλιν, ὅτι τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. λῆμμα δὲ ὀνομάζει τὸ μάντευμα. οὐ γὰρ ἐξ ἑτέρων, φησὶν, ἐθνῶν
ἢ χωρῶν μεταπέμψεται τοὺς εἰδότας τὴν μαντικήν· ἔχει δὲ μᾶλλον συμβιοτεύοντας, ψευδομένους μὲν ἀεὶ καὶ τῶν ἀληθῶν εἰδότας οὐδὲν, πλὴν ἀεί πὼς κατερεθίζοντας καὶ ὅτι νικήσει προαναφωνεῖν εἰωθότας. ἐσεμνύνετο δὲ καὶ λίαν ἐπὶ τούτῳ ἡ Βαβυλωνίων ἀρχή. καὶ γοῦν ὁ Βαλὰκ ὁ Μωαβιτῶν
56 βασιλεὺς, ὅτε τοὺς ἐξ Ἰσραὴλ καταρᾶσθαι ἐβουλεύετο, καὶ 57 τῶν ἐσομένων τὴν γνῶσιν ἐζήτει, ἐκ τῆς Μεσοποταμίας μετάπεμπτον ἐποιεῖτο τὸν Βαλαάμ. ᾤετο γὰρ ὅτι δεινοί τε c καὶ ἀκριβεῖς τῶν Βαβυλωνίων οἱ μάγοι, καὶ πρὸς τὸ πᾶν
ὁτιοῦν δύνασθαι κατορθοῦν ἀλκιμώτατοι διά γε τῆς μάγου τέχνης.
εὐθύς Ἐξ αὐτοῦ τὸ καῖμα αὐτοῦ ἔσται καὶ τὸ λῆμμα αὐτοῦ αὐτοῦ εξελεύσεται. καὶ δή τι τοιοῦτον ἔξεσται νοεῖν. ἐβουλεύσατο 58 μὲν γὰρ ὁ τῶν ὅλων δεσπότης Θεὸς, αἰσχρῶς τε καὶ φαύλως βιοῦν ᾑρημένον κολάσαι τὸν Ἰσραήλ. τοῦτο δὴ οὖν τὸ ἐπ’ αὐτῷ κρῖμα παρ’ αὐτοῦ γενήσεται, φησὶ, τοῦ
Βαβυλωνίου. ὅμοιον ὡς εἰ λέγοι Σκεῦος ὀργῆς ἔσται τῆς ἐμῆς, καὶ δι’ αὐτοῦ σε τιμωρήσομαι, καὶ τὸ λῆμμα δὲ τὸ ἐπὶ σοὶ, τουτέστιν ἢν ἃν ἀναλάβοιμι σκέψιν καὶ βούλησιν, ἐξ αὐτοῦ πάλιν ἐξελεύσεται, τουτέστι πραχθήσεται· πρὸς πέρας γὰρ οἴσει τὰ ἐξ ἐμῆς βουλῆς καὶ σκέψεως.
ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσι μακρόθεν, καὶ τετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.
καὶ ὅτι δεινή τε καὶ ἄθραυστος ἡ τῶν πολεμίων πληθὺς, πειρᾶται διδάσκειν· συνελαύνει δὲ πρὸς μετάγνωσιν καὶ εἰς 60 61 τὸ χρῆναι μαθεῖν, ἅπερ ἦν ἄμεινον ὁρᾶσθαι κατωρθωκότας. ὅτι τοίνυν κουφότατοι μὲν εἰς δρόμους οἱ Βαβυλώνιοι, πάντολμοι δὲ καὶ θρασεῖς, καὶ θηρῶν ἀγρίων διενεγκόντες οὐδὲν, καὶ τῶν ἁλίσκεσθαι δυναμένων οἱονεὶ καθιπτάμενοι, παρεγγυᾷ πάλιν, παρδάλεσι μὲν παρεικάζων τοὺς ἵππους· πηδητικὴ δὲ
λίαν ἡ πάρδαλις, καὶ πολὺ δὴ λίαν εὐπετὴς εἰς τὸ καταθρώσκειν δύνασθαι τῶν διωκομένων· λύκοις γεμὴν τοῖς ἐξ Ἀραβιας αὐτοὺς, οὓς δή φασι μάλιστα τῶν ἄλλων ἀγριωτέρους, 62 καὶ ὀξεῖ δρόμῳ διάττειν τὴν καθ’ ὧν ἃν ἕλοιντο ποιουμένους ὁρμήν· καὶ οὐχὶ μόνοις τοῖς λύκοις φησὶ προσεοικέναι,
ἀλλὰ γὰρ καὶ ἀετοῖς τοῖς νεκροῖς τῶν σωμάτων καταθέουσιν ἀμελλητὶ καὶ καθιπταμένοις, ὡς ἔφην.
πρός γε δὴ τούτοις ταῖς ἀλκιμωτάταις τῶν ‘Ρωμαίων προσ- 63 βολαῖς. προσκεκρούκασι γὰρ τῷ λέγοντι “Καὶ ἐγὼ “αὐτοῖς, λέγει κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν “ἔσομαι ἔσομαι ἐν μέσῳ αὐτῆς.’ εὐάλωτος δὲ οἶμαι πᾶς νοῦς καὶ εὐανάτρεπτος κομιδῆ τῆς ἄνωθεν εὐσθενείας τητώμενος· πᾶσα
64 γὰρ ἡμῶν ἰσχὺς καὶ ἀσφάλεια παρὰ Θεοῦ· ποιήσομεν γὰρ ἐν αὐτῷ καὶ “δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας “ἡμᾶς,” κατὰ τὸ γεγραμμένον.
ὁμοῦ πόλεσί τε καὶ κώμαις ἀπολέσθαι τοὺς ἠσεβηκότας, κατ’ οὐδένα τρόπον Θεοῦ κατοικτείροντος, ἀνέντος δὲ ὥσπερ εἰς ἐρήμωσιν τοὺς τοῖς αὐτοῦ νεύμασιν ἀνοσίως ἀνθεστηκότας, καὶ οἷον προσώποις ὑπαντιάζοντας, καὶ ἀναφανδὸν ἀντανισταμένους καὶ ἀντεξάγοντας ἐναργῶς οἷς ἃν βούλοιτο Θεὸς
τὸ ἴδιον θέλημα.
τῶν κακῶν ἐκτοπώτατα δρῶσά τε καὶ λέγουσα, καὶ μὴν καὶ αὐτῷ προσηλοῦσα τῷ ξύλῳ, καὶ συκοφαντοῦσα τὴν ἀνάστασιν. οὐ γὰρ μόνον ἀπεκτόνασι τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, ἀλλὰ γὰρ καὶ τοῖς Πιλάτου στρατιώταις χρήμάτα 68 δεδώκασιν, ἐγηγερμένου Χριστοῦ, ἴνα δὴ λέγοιεν, ὡς xxviii.
ἀνεβίω μὲν οὐδαμῶς, κεκλόφασι δὲ μᾶλλον αὐτὸν λαθόντες οἱ μαθηταί.
ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται, καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ.
71 παραχωρήσειν αὐτοῖς τοῦ νικᾶν τοὺς ἐπιόντας τεθαρσήκεσαν· καταρρᾳθυμήσαντες δὲ τῶν πατρῴων ἐθῶν, οὐκέτι μὲν τὴν παρὰ Θεοῦ καὶ ἄνωθεν ἐζήτουν ἐπικουρίαν, ἐρανιζόμενοι δὲ, ὡς ἔην, τὰς τῶν ὁμόρων ἐθνῶν, καί ποτε μὲν τὰς Αἰγυπτίων, ποτὲ δὲ τὰς Σύρων, ναὶ μὴν τὰς Τυρίων ὡς
ἐπ’ ἀκλονήτοις εὐημερίαις ἐρείσαντες τὴν ἐλπίδα, ἁβροὶ καὶ εὔθυμοι διετέλουν. ὅτι τοίνυν εἰκαιοτάτη μὲν λίαν ἡ τοιάδε σκέψις αὐτοῖς, βαδιεῖται δὲ οὐχ οὕτω τῶν πραγμάτων αὐτοῖς ἡ ἔκβασις, ἐξηγεῖται πάλιν. ἀφικόμενος γὰρ, φησὶν, ὁ Βαβυλώνιος, κἂν ταῖς ψάμμοις ἰσάριθμον τὸ ἐξ Ἰσραὴλ γένος
εὕροι, ἀλλ’ οὖν οἴκαδε πάλιν ἐπανακομισθήσεται, δορικτήτους 72 ἔχων τοὺς κατοικοῦντας τὴν Ἰουδαίαν, κἂν εἰ μυρίους τε ὅσους καὶ ἀλκιμωτάτους ἔχοιεν τοὺς ἐπαμύνοντας, ἀλλ’ οὖν καὶ τούτων περίεσται ῥᾳδίως. ἐντρυφήσει δὲ καὶ βασιλεῦσι καὶ τύραννοι παίγνια αὐτοῦ. δεδεμένον γὰρ ἀπῴκισεν εἰς
Βαβυλῶνα τὸν Ἰεχονίαν, καὶ ἑτέρους δὲ τῶν τοπαρχῶν οὐκ ὀλίγους, οἳ καὶ εἰς γέλωτα τέθειντο τοῖς ἑλοῦσιν αὐτούς. κατευμεγεθήσει δὲ οὕτω τῶν πόλεων, καὶ τῶν ἄγαν εὐτειχεστάτων, ὡς ἐν ἀθύρματος τάξει τὴν ἅλωσιν ἑκάστης λελογίσθαι παρ’ αὐτῷ. ποιήσεται δὲ καὶ χωμάτων ἐγέρσεις.
73 εἷλε δὲ οὕτω Τύρον, καίτοι πολὺ τῆς ἠπείρου πρὸς θάλασσαν 74 νήσου δίκην ἐκτεταμένην.
ἡγούμενοι, καὶ τῆ τῆς ἱερωσύνης ἐπαυχοῦντες δόξῃ, οὓς καὶ τυράννους εἰπεῖν οὐκ ἀκαλλὲς οἶμαί που, διάτοι τὸ προεστάναι λαῶν, καὶ ἐν πολλῇ κεῖσθαι δόξη καὶ δυναστείᾳ τῆ κατ’ αὐτῶν. ἀλλ’ οὐκ ἃν ἐγένοντο παίγνια δυστροπίας διαβολικῆς, 75 εἰ ταῖς τοῦ Σωτῆρος ἐντολαῖς ἠκολούθουν, καὶ τὴν
πίστιν τετηρήκασι, καὶ τὸν διὰ Πνεύματος ἁγιασμόν. ἦ γὰρ ἃν ἔφη καὶ αὐτοῖς ὁ τῶν ὅλων Σωτῆρ’ ὁ πάντα τιθεὶς ὑπὸ πόδας ἐχθρόν “Ἰδοὺ Ἴδου δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ 76 “σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
τε καὶ ἑτεροβουλίᾳ γενήσεσθαι λέγων τὸν τῶν ὅλων Δεσπότην. καὶ οὔτι πού φαμεν ὅτι τῆς ἤδη γεγενημένης ἐπ’ αὐτοῖς καταψηφιεῖται βουλῆς, ὡς οὐκ ἂν ἐχούσης ἐφ’ ἑαυτῇ 78 τὸ εὖ γεγενῆσθαι τότε, ἐκεῖνο δὲ μᾶλλον, ὅτι τὴν ἀποχρῶσαν δίκην αἰτήσας, καὶ ἀναλόγως τοῖς πταίσμασι τὴν κόλασιν
ἐπενεγκὼν, μεταχωρήσει πρὸς ἔλεον, καὶ διελευσεται τὴν ὀργὴν, ἔσται δὲ καὶ ἵλεως τοῖς πεπονηκόσι. δηλοῖ γὰρ οἶμαι τουτὶ τὸ ἐξιλάσεται.
λέγων, ὡς οὐκ ἂν ἑτέρῳ τῳ πρέποι τὸ ἀνακομίσαι τὸν Ἰσραὴλ, καὶ ἀπαλλάξαι δεσμῶν καὶ δουλείας, καὶ κατελεῆσαι συντετριμμένον, πλὴν ὅτι μόνῳ Θεῷ, τῷ πάντα εὐκόλως ἰσχύοντι κατορθοῦν, καὶ καταλεαίνοντι μὲν τὸ τραχὺ, καταστορνύντι δὲ ὥσπερ τὸ ὑψοῦ τε καὶ ἄναντες, ᾧπερ ἂν λέγοιτο
81 παρὰ παντὸς ἁγίου “Πάντα δύνασαι, καὶ οὐδέν σοι ἀδυνα- 82 “τεῖ.” εἶτά φησιν ὁ Προφήτης οὐχὶ σὺ λό’ ἠχῆς Κύριος ο Θεὸς ο ἄγιος μου μου; καὶ οὐ μὴ αποανωμεν. εἰ γὰρ καὶ ηπάτηται, φησὶν, ὁ Ἰσραὴλ, καὶ πρὸς πλάνησιν παρεκομίσθη καὶ ψευδολατρείας ἀλλοκότους, ἀλλ’ ἦσθα σὺ πάλιν ὁ τῶν
ὅλων Θεὸς, ὁ καὶ πάλαι πταίοντας κατοικτείρων ὡς ἅγιος, καὶ ἀνωλέθρους διατηρῶν, καὶ οὐκ ἐφιεὶς εἰσάπαν ἀπολέσθαι τὸν Ἰσραήλ. οὐκοῦν οὐ μακρὰν ἐλπίδος, ὅτι καὶ σωθήσεται καὶ τὰ σκυθρωπὰ παραδραμεῖται, κατοικτείροντός γε σου, 83 καὶ τὰ πέρα λόγου κατανύοντος. ἔχαιρον δὲ καὶ οἱ ἅγιοι,
τὴν ἐν ἐσχάτοις καιροῖς τοῦ Ἰσραὴλ σωτηρίαν ἀναμανθάνοντες, προσῆγον δὲ καὶ λιτὰς, καὶ φωνὰς ἀνῆπτον χαριστηρίους καὶ ᾠδάς. καὶ γοῦν ὁ μακάριος Δαυεὶδ τὴν ἐπ’ αὐτοῖς ἐσομένην ἡμερότητα προεγνωκὼς διὰ τοῦ Πνεύματος, καὶ μονονουχὶ τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἀνιεμένους ὁρῶν,
84 ψάλλει καί φησιν “Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρε- 85 “ψας τὴν αἰχμαλωσίαν Ἰακώβ. ἀφῆκας τὰς ἀνομίας τῳ
“λαῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.”
παιδείαν αὐτοῦ. καθαρὸς ὁ ὄφθαλμός σου του μὴ ὁρᾶ πονηρὰ
καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ.
τὸν νοῦν τῶν εἴρη μένων, ἐκεῖνα διασκεπτώμεθα. εἰ γὰρ λέγοιτο μὲν περὶ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ὡς εἰς κρῖμα τετακται παρὰ Θεοῦ, φαμὲν ὅτι τέτακται πληρώσων τὸ κατά γε τῶν ἐξ Ἰσραὴλ ἐκβεβηκὸς ἄνωθεν κρῖμα, τουτέστι τὴν 87 πόρθησιν, τὴν αἰχμαλωσίαν, τὸν τῶν πόλεων ἐμπρησμὸν,
καὶ ἁπαξαπλῶς, τῆς Ἰουδαίας τὴν δήωσιν. εἰ δὲ τοῦτο μὲν οὐχὶ, περιτρέψομεν δὲ τὴν δύναμιν τοῦ νοήματος εἰς τὸ τοῦ Ἰσραὴλ πρόσωπον, πάλιν ἐκεῖνό φαμεν, ὅτι καὶ αὐτὸς τετακται εἰς κρῖμα παρὰ Θεοῦ· τὸ δὲ εἰς κρῖμά φαμεν, ὅτι εἰς κατάκριμα. καὶ γοῦν καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς
ἔφη που περὶ τῶν Ἰουδαίων “Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον 88 “τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ 89 “βλέποντες τυφλοὶ γένωνται· τὸ δὲ εἰς κρῖμα φησιν εἰς κατάκριμα. κατακέκριται τοίνυν ὁ Ἰσραὴλ ὡς ἠδικηκὼς, ὡς καταρρᾳθυμήσας τῶν νόμων, ὡς λελυπηκὼς οὐ μετρίως τὸν
τῶν ὅλων Δεσπότην. ἐμὲ δὲ, φησὶ, τουτέστι τὸν Προ- 90 φήτην, ἔπλασεν, ἤγουν ἐποίησέ τε καὶ παρεσκεύασεν εἰς τὸ δεῖν ἐλέγξαι τὴν παιδείαν, ἢν ὡρίσατο κατ’ κὐτοῦ· ὡς γὰρ παιδεία καὶ μάστιξ τῷ Ἰσραὴλ ἐπενήνεκται ὁ πόλεμος, καὶ τρόπος ἦν τιμωρίας τὸ συμβεβηκὸς, οὐ Βαβυλωνίων 91 ἁπλῶς ἐγχείρημα. εἰ δὲ δή τις ἔροιτο καὶ λέγοι, φησὶν,
Ἀνθ’ ὅτου δὴ κολαστὴς τέθειται ὁ Βαβυλώνιος, ἤγουν εἰς κατάκριμα καὶ εἰς τὸ παθεῖν ὁ Ἰσραὴλ, ἐκεῖνο λέγων ἀντακούσεται ‘Ως ἔστιν ὁ τοῦ Δεσπότου καθαρὸς ὀφθαλμὸς, καὶ οὐκ ἂν ἀνάσχοιτό ποτε πονηρῶν τε καὶ ἀνοσίων πραγμάτων γίνεσθαι θεατὴς, οὐδ’ ἂν ἐπιβλέψειεν ἐπὶ πόνους τοὺς ἐξ
ἀδικιῶν καὶ πλεονεξίας τοῖς ἀσθενεστέροις συμβαίνοντας. ἀποφέρει γὰρ ἀεὶ τῶν τὰ τοιάδε δρᾶν εἰωθότων τὸν ὀφθαλ- 92 μόν. οὗ δὴ γεγονότος, πάντη τε καὶ πάντως τὰ δεινὰ συμβήσεται, καὶ ἐν τοῖς ἐσχάτοις ἔσται κακοῖς ὁ πεπονθὼς τὴν ἀποστροφήν. καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Δαυεὶδ ἐλιπάρει
93 “Μὴ Μῆ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ μὴ ἐκ- “κλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.” ἕψεται γὰρ πάντως ταῖς θείαις ἀποστροφαῖς τὰ ἐξ ὀργῆς συμβαίνοντα.
καταπίνειν ἀσεβῆ τὸν δίκαιον; καὶ ποιήσεις τοὺς ἀνθρώπους
94 ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγοὑμενον;
95 νᾶς πλέκουσι τοῖς ἀσθενεστέροις, εἰς ἐννοίας ὁ Προφήτης εὐθὺς τοιαυτασί πὼς ἁρπάζεται. μυρία μὲν γὰρ ὅσα δεινὰ καὶ παγχάλεπα τοὺς τῶν Ἰουδαίων δήμους εἴργασται κακὰ τῶν Βαβυλωνίων ἡ ὠμοτάτη πληθὺς, οἳ καὶ τῆς ἑαυτῶν 96
ἀγριότητος τὴν ὑπερβολὴν εἰς τοῦτο δεινότητος μέτρον παρεκόμισαν, ὡς μηδὲ αὐτῶν ἀποσχέσθαι τῶν θείων χώρων, προσεμπρῆσαι δὲ τοῖς ‘Ιεροσολύμοις καὶ τὸν διαβόητον νεὼν, καὶ ὁμοῦ τοῖς ἀγελαίοις τοὺς τῶν θείων θυσιαστηρίων ἱερουργοὺς ἁρπάσαι καὶ βεβηλῶσαι τὰ ἅγια, κατὰ τὸ γεγραμμένον. 97
ἐπειδὴ δὲ οἴκοι γεγόνασιν, εὔθυμοί τε διετέλουν, καὶ πλοῦτον τὸν ἐξ ἁρπαγῆς ἔχοντες, οὐ τῶν ἀνοσίως αὐτοῖς πεπλημμελημένων αἰτούμενοι δίκας, οὐ δεδιότες ἐχθροὺς, οὐ πολέμου πτοίας· κατεξανιστάμενοι ἱστάμενοι δὲ μᾶλλον ἁπάντων αὐτοὶ, 98 καὶ ὧν ἃν ἕλοιντο κατακρατοῦντες εὐκόλως, καὶ εὐημεροῦντες
ἄγαν, καὶ ταῖς τῶν ἀπολωλότων ἐναβρυνόμενοι συμφοραῖς, καὶ ἐν αὐχημάτων ποιούμενοι τάξει τὸ εἰς ὀργὰς ἀκρατὲς, τὸ εἰς πλεονεξίας ἀχάλινον, τὴν κατὰ πάντων ὑπεροχήν.
καὶ τὰ πᾶσιν ἀζήτητα, καὶ ἀνέπαφα νῷ παντὶ, πολυπραγμονεῖν ἐπιχειρεῖ καὶ ἀναμανθάνειν εὔχεται, τίς λοιπὸν 99 ἂν εἴη ὁ λόγος τῆς οὕτω μακρᾶς ἀνεξικακίας τοῦ πάντα ἰσχύοντος Θεοῦ, ὡς καὶ τοῖς οὕτω καταφρονεῖν εἰωθόσι καὶ ἀνοσίως ζῆν ᾑρημένοις πρᾶον ἔσθ’ ὅτε καὶ ἥμερον τὸν ὀφθαλμὸν
ἐνιέναι, καὶ παρασιωπᾶν καὶ ἀνέχεσθαι κατεδηδοκότος ἀνδρὸς ἀσεβοῦς μονονουχὶ τὸν ἐπιεικῆ καὶ δίκαιον. ἀπὸ δὴ 100 τούτου φησὶν, ὅτι μὴ κατὰ πόδας εὐθὺς τοῖς πλημμελοῦσι 101 τὸ κολάζεσθαι δεῖν ἀκολουθεῖ, κεχωρήκασι δὲ μᾶλλον εἰς ἀνάβλησιν οἱ θυμοὶ, ταύτῃτοι κατώλισθον οἱ ἐπὶ τῆς γῆς εἰς τὸ βουλεύεσθαι λοιπὸν, καὶ δὴ καὶ ἐπιχειρεῖν κατὰ τὸν ἴσον ἰχθύσι τρόπον καὶ τοὺς ἀσθενεστέρους κατανέμεσθαι,
καὶ οἷον ἀλλήλους καταρροφᾶν ἀθύρῳ τε καὶ ἀπλήστῳ στόματι· σκληρὰν δὲ οὕτω καὶ ἄμικτον καὶ τραχεῖαν ζωὴν ἐπιτηδεύειν, ὡς ἑρπετῶν τῶν ἐν ὄρεσι καὶ χειαῖς ὀλίγα διενεγκεῖν, ἃ διὰ πολλὴν ἀγριότητα καὶ ὑπερβολὴν πικρίας ἀτίθασά τε ἐστὶ καὶ τὰς τῶν ἑτέρων ζῴων οὐκ
102 ἀπομιμεῖται φύσεις, ἃ καὶ ἀγεληδὸν ἔσθ' ὅτε καὶ ὑφ’ ἑνὶ τῷ προὔχοντι καὶ τῆς ἀγέλης προβεβλημένῳ ποιεῖται τὰς νομὰς, ὁρᾶται δὲ ὥσπερ καὶ στρατηγούμενα. ἄμικτοι δὲ καὶ οἱ Βαβυλώνιοι, καὶ τοῖς ἄλλοις ἀπρόσιτοι, πικροί τε καὶ ἰοβόλοι καὶ ὀλέθρου μεστοὶ καὶ χανδὸν καταπινοντες τοὺς
ἀσθενεστέρους.
καὶ σκαιότητος εἰς ἅπαν ἥκοντες μέτρον, καίτοι πολὺ λίαν ἀνεξικακοῦντος Θεοῦ. ἐπειδὴ δὲ ἅπαξ γεγόναμεν ὑπ’ ἐκείνοις, ἀλλήλους οἱ δείλαιοι κατεδηδόκαμεν. οὐ γὰρ ἦν τῆς εἰρήνης ὁ βραβευτὴς, ἡγούμενος ἐφ’ ἡμᾶς, τουτέστι χριστὸς, ὁ γῆς τε καὶ οὐρανοῦ καὶ πάντων δεσπότης· ταύτῃτοι γεγόναμεν
ὡς ἰχθύες, ἀλογώτατοι μὲν καὶ ἄφωνοι παντελῶς. 104 οὐ γὰρ ἦν ἐν ἡμῖν εὐσεβείας λόγος, οὐ φωνὴ δοξολογίας τῆς εἰς Θεὸν, ἀλληλοκτονοῦντες δὲ μᾶλλον καὶ ζωὴν ἔχοντες τὴν ἀλογωτάτην, Θύσιν ἐν ἴσῳ διετελοῦμεν ἐν κόσμῳ, 105 πικρός τε ἦν οὕτως ἐν ἑκάστῳ νοῦς, ὡς ἤδη δοκεῖν ἐκτεθηριῶσθαι
παντελῶς, καὶ τοῖς ἰοβόλοις ὅσον ἧκεν εἰς θυμοὺς καὶ πικρίας ἢ λοιπὸν παρισῶσθαι, ἢ καὶ ἔτι τὰ ἐκείνων ἐπείγεσθαι νικᾶν.
καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγηναις αὐτοῦ· ἕνεκεν
τούτου εὐφρανθήσεται καὶ χαρησεται ἠ καρδία αὐτοῦ· ἕνεκεν τούτου Θύοει τῇ σαγήνῃ αὐτοῦ καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ 106 αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανε μερῖδα αὐτοῦ κὼ τὰ βρώματα αὐτοῦ ἐκλεκτά· διὰ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ,
καὶ διὰ παντὸς ἀποκτένειν ἔθνη οὐ φείσεται.
ἢ σαγήναις περιφράττοντες ἕλκουσι κατὰ πληθὺν, ἤγουν ἑτέροις τισὶ καταπυκάζουσι λίνοις. ἐπὰν δὲ δὴ πράττωσι δεξιῶς, πολλῶν συναγηγερμένων, χαίρουσι τῇ τέχνῃ, καὶ τοῖς λίνοις μονονουχὶ καταθύουσιν, ὡς λιπαρωτάτην 108 αὐτοῖς μερίδι προεξενηκόσι. τοιοῦτόν τι πεπρᾶχθαι φησιν ὁ προφήτης παρὰ τοῦ Ναβουχοδονόσορ, ὃς οἷον ἀγκίστρῳ τε καὶ σαγήναις καὶ μέντοι καὶ ἀμφιβλήστρῳ αὐτοῦ τόν τε 109 Ἰσραὴλ αὐτὸν, καὶ ἕτερα δὲ σὺν αὐτῷ περιβαλὼν ἔθνη συνεκόμισεν εἰς τὴν ἑαυτοῦ, καὶ ὡσπερεὶ θοίνην τοῖς ἰδίοις
ὑπασπισταῖς παραθεὶς, ἐντρυφᾶν ἐκέλευσε, καὶ τῶν ἅπαξ ᾑρηκότων τοὺς ἁλόντας γενέσθαι κλῆρον καὶ μερίδα λιπαρωτάτην. ταύτῃτοί φησι τάχα που καὶ θύσει τῇ σαγήνη αὐτοῦ καὶ θυμιάσει τῲ ἀμφιβλήστρῳ αὐτοῦ, τουτέστι ταῖς δυνάμεσι, δι’ ὧν τὰ ἔθνη ἐσαγήνευσε, καὶ προσέτι τὸν Ἰσραὴλ,
ἀνάψει τὰ χαριστήρια. ἐπειδὴ δὲ λίαν αὐτῷ τὸ χρῆμα ἐκβέβηκεν ἐπιτευκτικῶς, οὐκ ἃν ἀπόσχοιτό φησιν ἀποκτενων 110 ἔθνη, καὶ φυλὰς ἁρπάζων, καὶ χώρας ὑφ’ ἑαυτῷ ποιούμενος, καὶ φειδοῦς οὐδένα παντελῶς ἀξιῶν;
ὁ σατανᾶς, ἰδικῶς δὲ κατὰ τοῦ Ἰσραήλ. ἑνὶ μὲν γὰρ ὥσπερ λίνῳ καὶ σαγήνη μιᾷ, τῇ τῆς ἁμαρτίας φημὶ, περιβέβληκεν ἅπαντας· τῆς γεμὴν εἰς χριστὸν ἕνεκα δυσσεβείας, καὶ ἰδικῶς τὸν Ἰσραήλ. τὰ γὰρ βρώματα αὐτοῦ φησὶν ἐκλεκτά. ἀπόλεκτοι δὲ καὶ κατὰ τὸν βίον παρὰ τοὺς ἄλλους ἅπαντας
111 Ἰουδαῖοι. “Ὅτε γὰρ, φησὶ, διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς 112 “διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν “ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ “Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.” ἐξειλεγμένος οὖν ἄρα παρὰ τοὺς ἄλλους ὁ Ἰσραὴλ, ὡς καὶ ἐν
τέκνοις πρωτότοκος, ὡς ἐκ ῥίζης ἁγίας, τῆς τῶν πατέρων 113 φημὶ, καὶ ὡς νόμον ἔχων τὸν παιδαγωγὸν, καὶ κεκλημένος Gal. iii. εἰς ἐπίγνωσιν τοῦ φύσει καὶ ἑνὸς καὶ ἀληθῶς ὄντος Θεοῦ· ἀλλὰ καὶ οὕτως ἔχων εὐκλείας ὁμοῦ καὶ χάριτος, ἥλω καὶ αὐτὸς τοῖς ἄλλοις ὁμοῦ. καὶ οἱ μὲν ὅτι πεπλάνηνται, μερὶς 114
γεγόνασι διαβολική· οἱ δὲ ὅτι τὸν φύσει Θεὸν ἐγνωκότες, τὸν ἐξ αὐτοῦ γεννηθέντα κατὰ φύσιν Υἱὸν, καὶ ἐν ἀνθρωπείᾳ γεγονότα μορφῇ καὶ ἐν σχήματι τῷ καθ’ ἡμᾶς ἀπεκτόνασιν ἀνοσίως, ἐνδέδενται ταῖς σαγήναις αὐτοῦ· καὶ σκόπος ἐκείνῳ πάντας ἄρδην ἀπόλεσαι τοὺς ἐπὶ τῆς γῆς καὶ
φείσασθαι μηδενός. 115 Ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ καὶ β. ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐνῶ, κὼ τι ἀποκριθῶ ἐμ τὸ ἔλεγχόν μου. Προφητικὸν μὲν ἡμῖν ἐν τούτοις ἐξηγεῖται μυστήριον·
ἔθος γὰρ τοῖς ἁγίοις, εἰ ἀναμανθάνειν βούλοιντο τὰ παρὰ b Θεοῦ, καὶ τὰς τῶν ἐσομένων εἰσδέχεσθαι γνώσεις, εἰς νοῦν καὶ καρδίαν ἐνηχοῦντος αὐτοῦ, περισπασμῶν καὶ φροντίδων καὶ μερίμνης ἁπάσης βιωτικῆς ἀπωτάτω ποιεῖσθαι τὸν νοῦν, σχολαῖον δὲ οὕτω καὶ ἠρεμαῖον ἔχοντας καὶ τετηρηκότας, καθαπερr
εἴς τινα κολωνὸν καὶ περιωπὴν καὶ πέτραν ἀναθρώσκειν τότε πρὸς θεωρίαν ὧν ἂν ἕλοιτο διατρανοῦν αὐτοῖς ὁ τῶν γνώσεων κύριος. τὸ γάρτοι τῆς διανοίας χθαμαλόν τε καὶ καταβεβλημένον ἀπηχθημένον αὐτῷ, ζητεῖ δὲ καρδίας ὑψοῦ πετ́ασθαι δυναμένας, καὶ τῶν ἐπιγείων πραγμάτων καὶ προσκαίρων
ἐπιθυμιῶν ἠρμένας. γέγραπται γάρ “Ὅτι τοῦ Θεοῦ Ps. xlvi.10 τ. νόμον ἔχ’. τ. π. κοὶ] νόμῳ τῷ παλαίω D. 2. ἐπίγνωσιν] εἴδησιν D. τοῦ καὶ φύσει καὶ D. ἀληθοῦς D. 3. ὁμοῦ D. τε Edd. 6. ἀνθρώπου D.
ἐνδέδονται Edd. 9. τοὺς assumptum ex B.D. τῆς om. D. Haec κοὶ φείσασθαι μηδενός accesserunt ex B.D. 11. καὶ ἐπιβήσωμ. (sic) ἐπὶ π. post ἐν ἐμοὶ tr. D. 14. προφητικῶς Β. invitis D.b. μὲν om. D.b. ἐξηγεῖται μυστήριον D. τὸ μ. ἐξηγ. Edd. 15. ἕλοιντο b. παρὰ] + τοῦ b.
βιωτικῆς] κοσμικῆς D. favente quoque b. ἀνωτάτω b. 19. ἠρεμαίως Β. ἔχοντας καὶ τετηρηκότας D. ἔχοντα καὶ τετηρηκότα Edd. 22. γνώσεων] ὅλων D. 25. ἠρμένας B.D. ὑπερηρμένας Edd. “οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.’’ καὶ πάλιν 116 “Νεοττοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτανται.’’ ἐθῶν γὰρ τῶν ἐπιγείων καὶ πραγμάτων τῶν γεωδεστέρων ἀπῴκισται πολὺ τῶν ἁγίων ὁ νοῦς. στήσομαι δὴ οὖν ἐπὶ τῆς φυλακῆς μου, φησὶν, τουτέστι τὴν ἐντριβῆ καὶ συνήθη νῆψιν ἐμαυτῷ ποιήσομαι
πάλιν, καθαριῶ τὸν νοῦν, ἀπαλλάξω φροντίδος κοσμικης, ἀναπτήσομαι δὲ ὥσπερ εἰς πέτραν, τουτέστιν εἰς 117 ἑδραιοτάτην τινὰ καὶ οἷον ὑψοῦ κειμένην ἐννοιῶν ἀσφάλειαν· ἐκεῖ γεγονὼς, καθάπερ ἐξ ἀκρωρείας κατασκέψομαι νοητῶς, οἵπερ ἂν πρὸς μὲ γένοιντο λόγοι παρὰ Θεοῦ, καὶ τί ἂν μέλλοιμι λέγειν αὐτὸς, εἰ ἐλέγχειν βούλοιτο Θεὸς, ὡς οὐκ ἀσφαλῶς εἰρηκότα τό “Εἰς τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦν - “τὰς; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;
πυξίον, ὅπως δωκῃ ὁ ἀναγινώσκων αὐτά. διότι ἔτι ὅρασις εἰς
καιρὸν, καὶ ἀνατελεῖ εἰς πέρας καἰ οὐκ εἰς κενόν.
ἐπιθυμῶσι νοεῖν τῶν ἐν αὐτοῖς τὴν δύναμιν, οὕτω τε πιστεύ- σειαν, ὅτι καὶ ἔσται που πάντως ἀληθὴς ἢ προάγγελσις. ἡ μὲν γὰρ ὅρασις εἰς καιροὺς, τουτέστιν εἰς ἀνάβλησιν καὶ ἀνοκωχὴν, καὶ βραχὺς μεταξὺ διιππεύσει χρόνος. ἐκτελευτήσει γεμὴν εἰς ἀλήθειαν καὶ οὐκ εἰς μακρὰν, κοί) οὐκ
εἰς κενόν· ψευδοεπήσει γὰρ οὐδαμῶς ἡ ἀλήθεια· κενὸν δὲ καὶ μάταιον οὐκ ἃν γένοιτό τι τῶν παρ’ αὐτῆς λελαλημένων.
ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
ἐνηχῆσαι μὲν τῷ Προφήτῃ κατὰ τὸν νοῦν καὶ ἀποκαλύψαι μυστικῶς, ὡς ἥξει δὴ πάντως ὁ προηγγελμένος· προστάξαι γεμὴν ὑπομένειν αὐτὸν, διά τοι τὸν μεταξὺ τῆς μελλήσεως χρόνον, καθάπερ ἔφην ἀρτίως. εἰ γὰρ δὴ γένοιτό τις ὑποστολή τε καὶ ὄκνος τοῦ πεπιστευκότος, οὐκ ἄν εὐδοκησαιμι, 122 φησὶν, ἐν αὐτῷ, τοῖς τῆς ψυχῆς ἐγκλήμασιν ἐνισχημένον ὀρῶν, οὐδ’ ἃν γενοίμην τῷ τοιῷδε συγγνώμων· καταλογιοῦ 123 δὲ μᾶλλον ἄπιστον καὶ ἀπηχθημένον. ἕψεται δὲ πάντως τῷ τὴν ἀλήθειαν τοῖς ἐμοῖς ἐπιμαρτυροῦντι λόγοις, τὸ καὶ ἐν μεθέξει ζωῆς γενέσθαι, κα τοῦτο γέρας τοῖς τιμῶσι Θεὸν,
καὶ καλὸν εὐνοίας ὀψώνιον. ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸν τῆς ἱστορίας λόγον, Κύρος ἦν ὁ Καμβύσου, περὶ οὗ φησὶν ἐαν ὑστερηση, ὑπόμεινον αὐτόν. εἷλε γὰρ εἷλε τὴν Βαβυλῶνα, συγκαταδῃώσας αὐτῇ καὶ τὰς ἑτέρας πόλεις.
διαβόλου τὸ κράτος, καὶ τὴν ἀνοσίαν καὶ βέβηλον τῶν δαιμονίων πληθὺν τῆς καθ’ ἡμῶν ἐξελάσαι πλεονεξίας, προκεχρησμῴδηκε 126 μὲν ἐναργῶς τὸ γράμμα τὸ ἱερὸν, αὐτὴ δὲ λοιπὸν τῶν πεπραγμένων ἡ ἔκβασις αὐτόμαρτυς εἰσβήσεται, 127 πλὴν “εἰς καιρὸν’’ ἡ προάγγελσις. ἐν γὰρ ἡμέραις
ἐσχάταις τοῦ παρόντος αἰῶνος ἐπέλαμψεν ὁ Μονογενὴς, καὶ ὁ μὲν ὑποστειλάμενος, καὶ τὴν εἰς αὐτὸν πίστιν ἀβουλότατα παρωσάμενος, προσκέκρουκε τῷ Θεῷ καὶ τῶν οὐρανίων ἄγευστος ἀπέμεινεν ἀγαθῶν, ἔξω τε τῆς ἱερᾶς τῶν 128 ἁγίων πληθύος ἀπεληλαμένος γέγονε, κατὰ τὸν τοῦ προφήτου
129 λόγον “ὡς ἡ ἀγρία μυρίκη ἡ ἐν τῇ ἐρήμῳ, ἢ οὐκ ὄψεται 130 “ὅταν ἔλθῃ τὰ ἀγαθά.” ὁ δὲ κρείττων ὄκνου καὶ ὑποστολῆς, καὶ τὴν εἰς αὐτὸν ἀγάπην καὶ πίστιν εἰς νοῦν καὶ καρδίαν εἰσοικισάμενος, ἀντέκτισιν ἔχει τῆς τοιᾶσδε γνώμης, καὶ γέρας ἐξαίρετον τὴν ἀμήρυτον ζωὴν, καὶ τὴν τῶν πλημμελημάτων
ἀπόθεσιν, καὶ τὸν διὰ Πνεύματος ἁγιασμόν. δεδικαιώμεθα γὰρ “οὐκ ἐξ ἔργων νόμου, κατὰ τὸ γεγραμμένον, διὰ 131 πίστεως δὲ μᾶλλον τῆς εἰς Χριστόν. καὶ “Ὁ μὲν νόμος Rom. iv. “ἀργὴν κατεργάζεται,” καλεῖ γὰρ εἰς δίκας τοὺς παραβαίνοντας, 132 ἐξίστησι δὲ τὴν ὀργὴν ἡ χάρις, λύουσα τὰ
ἐγκλήματα.
περάνῃ.
ἀπαλλάσσων τοὺς συντετριμμένους, διαμέμνηται λοιπὸν τοῦ πεπορθηκότος, καὶ πᾶν εἶδος ἀπανθρωπίας καὶ ὠμότητος θηριοπρεποῦς εἰς αὐτοὺς ἅπαντας ἐκπεπληρωκότος. σημαίνεται δὲ διὰ τούτων ἱστορικῶς μὲν ὁ βέβηλος καὶ θεομάχος 133 Ναβουχοδονόσορ, νοητῶς δὲ πάλιν ὁ σατανᾶς. κατοιόμενον
δὲ καὶ καταφρονητὴν καὶ ἀλαζονα καλεῖ, καὶ σφόδρα εἰκότως. ἔχει γὰρ ὧδε τῇ φύσει, κἂν εἰ ἐπ’ αὐτοῦ νοοῖτο τοῦ σατανᾶ τῶν λόγων ἡ δύναμις, κἂν εἴτε τις λέγοι τὸν ἄνδρα τὸν Βαβυλώνιον. κατοιόμενον ’δε φησι τὸν περὶ αὐτὸν ἢ ληματίαν ἣ βλάκα, καταφρονητὴν δὲ πάλιν καὶ ἀλαζόνα ὡς ἐκ πολλῆς
ἄγαν ὀφρύος καὶ διακένου φυσήματος οὐδ’ ὅσον εἰπεῖν εἰς 134 νοῦν ἔχειν ἐθέλοντα τὴν ἀσύγκριτον ὑπεροχὴν τοῦ πάντα 135 ἰσχύοντος Θεοῦ. ὁ δὲ τοιοῦτος οὐδὲν οὐ μὴ περάην φησὶν· οὐ γὰρ πάντως αὐτῷ κατὰ νοῦν ἐκβήσεται τῶν πραγμάτων τὸ πέρας, οὐ μέχρι παντὸς ἐντρυφήσει καὶ κατευρυνθήσεται καὶ ἐν εὐκλείαις ἔσται λαμπραῖς. καὶ ἔστιν ἀληθὲς, ὅπερ ἔφη 136 ψάλλων καὶ ὁ μακάριος Δαυείδ “Εἶδον τὸν ἀσεβῆ ὑπερ-
“ὑψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, “καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν, καὶ 137 “οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.” ἕρπει γὰρ πάντως πρὸς ταπείνωσιν ἡ ὑπεροψία· φρόνημα δὲ τὸ μεμετρημένον ταῖς ἀνωτάτω στεφανοῦται τιμαῖς. πιστοῦται δὲ πρὸς τοῦτο ἡμᾶς
138 τοῦ Σωτῆρος ὁ μαθητὴς, γεγραφώς τε καὶ λέγων “καυχάσθω “δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, ὁ δὲ πλούσιος “ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύ- “σεται.”
139 οὐκ ἐμπιπλάμενος, καὶ ἐπισυνάξει πρὸς αὐτον πάντα τὰ ἔθνη, καὶ εἰσδέξεται πρός αὐτὸν πάντας τοὺς λαυύς.
140 γὰρ Προφήτης ἔφασκε “Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασε, “καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ, καὶ συνήγαγεν αὐτὸν “ἐν ταῖς σαγήναις αὐτοῦ·” ὁ ’δε γε τῶν ὅλων Θεὸς ἐπὶ τὸ 141 ἔτι μεῖζον καὶ ἀληθέστερον ἀναφέρων τὰς αἰτίας, ᾄδῃ παρεικάζει καὶ θανάτῳ λοιπόν. χρῆμα γὰρ ἀκόρεστον Θάνατός τε 142 καὶ ᾅδης. ἀληθὲς δὲ ὅτι κατά γε τὸ τῷ Βαβυλωνίῳ πάντα ἃν ἐπ’ αὐτῶ συνήχθη τὰ ἔθνη. καὶ νοοῖτ’ ἂν εἰκότως
Περσικῆς φιλοτιμίας ἐγκλήματα τὰ τοιάδε τῶν κακῶν. μικρὰ γὰρ αὐτοῖς ἡ ὑπ’ οὐρανὸν, καὶ οὐκ ἃν ἀρκέσειαν εἰς τὸ δουλεύειν αὐτοῖς πάντα τὰ τῶν ἀνθρώπων γένη.
σθαι σπουδάζων, καὶ οἷον ᾅδης καταρροφῶν τοὺς ταῖς παρ’ 143 αὐτοῦ δυστροπίαις ἀπολλυμένους. ἔφη δέ που καὶ αὐτὸς, ὅτι “Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῆ χειρὶ μου ὡς 144 “νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς “διαφεύξεταί με ἢ ἀντείπῃ μοι.” ἄπληστον γὰρ καὶ ἀτίθασον
τὸ θηρίον καὶ ἀλαζονείας μεστὸν, μιαρὸν ἀληθῶς καὶ μισάνθρωπον.
εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, ἕως τίνος; καὶ βαρύνων τὸν κλοιόν αὐτοῦ 145
στιβαβῶς.
καὶ τοῖς κατ’ οὐδὲν αὐτῷ προσήκουσιν ἐπιθρώσκων ἀεὶ, καὶ τοῖς ἰδίοις σκήπτροις ὡς ἐξ ἀνάγκης ὑποτιθεὶς, καὶ ἀναριθμήτους ἔχων τοὺς ὑπὸ χεῖρα λαούς. ἐπιπεφώνηκε δὲ διὰ μέσου τό ἕως τίνος; ἀκόρεστον ὄντα δεικνὺς εἰς πλεονεξίαν, 148 ἀχάλινον εἰς ὠμότητα, καὶ τὸ τῆς ἀδικίας μὴ μισοῦντα πέρας.
ἄπληστοι μὲν οὖν οἱ Βαβυλωνίων τύραννοι καὶ δεινοὶ πρὸς ὠμότητα καὶ τὰ πάντων αἴσχιστα τολμᾶν εἰωθότες.
“μένον οὐκ ἔσται καθαρὸν· οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, “διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας· 150 “οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον.” ποίους γὰρ οὐκ ἀπολώλεκε λαούς; ἢ τίνων ἐθνῶν ἐφείσατο; τί δὲ τῶν ἄγαν ἀπηχεστάτων οὐκ ἃν ἁλοίη τετολμηκώς; ἕψεται δὴ οὖν
αὐτῷ δικαίως τὸ οὐαὶ, καὶ γενήσεται παραβολὴ, τῆς ἀρχῆς αὐτοῦ καθῃρημένης, καὶ τῆς κατὰ πάντων πλεονεξίας ἐξῳκισμένης. καὶ τοῦτο πάλιν ὁ σοφὸς ἡμῖν Ἱερεμίας ὑπαινιττετα 151 λέγων περὶ αὐτοῦ “Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ “οὐκ ἔτεκε, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει
“ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτὸν, καὶ ἐπ’ ἐσχάτων 152 “αὐτοῦ ἔσται ἄφρων.” πέπρακται δὲ τοῦτο ἱστορικῶς. εἷλε μὲν γὰρ τὴν Ἰουδαίαν ὁ Βαβυλώνιος, καὶ μέντοι καὶ τὴν 153 Σαμάρειαν, καὶ ἑτέρας δὲ σὺν αὐταῖς χώρας ἐξαναστήσας, ἀπεκόμισεν εἰς τὰ ἑαυτοῦ· Κύρου δὲ τῆς Βαβυλωνίων κατεστρατοπεδευκότος Πέρσας τε καὶ Μήδους, ἀπῴχοντο πάλιν οἱ συναγηγερμένοι, μονονουχὶ δὲ καὶ ἀποπτάντες οἴκαδε
πάλιν ἤεσαν οἱ τοῖς τῆς αἰχμαλωσίας ἐνειλημμένοι δεσμοῖς. ἀποπεφοιτήκασι δὲ καὶ τῆς ὑπὸ τῷ διαβόλῳ λατρείας 154 οἱ ἐξ ἐθνῶν, καὶ τὸν πάλαι φωνήσαντα καὶ πρὸς ἑαυτὸν κεκληκότα ἀφέντες ἔρημον προσδεδραμήκασι τῷ Χριστῷ. συνήγαγε γὰρ ἐκεῖνος τοὶ οὐκ ὄντα αὐτοῦ, προσεδέξατο
δὲ Χριστὸς τὰ ὄντα αὐτοῦ. κύριος γάρ ἐστι τῶν ὅλων ὡς Θεός.
οἱ ἐπίβουλοί θοῦ, καὶ ἔχῃ εἰς διαρπαγήν αὐτοῖς.
δάκνοντάς τε καὶ κατεσθίοντας, καὶ ταῖς τοῦ πολέμου προσβολαῖς δαπανῶντας τὴν ὑπ’ αὐτῷ ἰσχύν· ἦσαν δὲ οὗτοι Κῦρός που πάντως, καὶ οἱ ἀμφ’ αὐτὸν Πέρσαι τε καὶ Μῆδοι καὶ Ἐλαμίται, οἳ μονονουχὶ καὶ ὕπνον ὀμμάτων ἀποτιναξάμενοι, καὶ καθάπερ ἐκ μέθης ἀνανήφοντες, μόλις τῶν ἀρχαίων
ἔσονται κρείττους δειμάτων καὶ τὴν πρὸς αὐτὸν ἀράμενοι μάχην, καταδραμοῦνται γενικῶς. εἶτα πολυτρόπως ἐπιβου- λεύοντες καταθλήσουσιν εὐκόλως, ἄγοντές τε καὶ φέροντες b τὰ Χαλδαίων πράγματα καὶ διαρπάζοντες τὴν Βαβυλωνίων. τοῦτο δὲ πεπονθότα καὶ αὐτὸν εὑρήσομεν τὸν ἀλιτήριον 156 σατανᾶν. συνεκόμισε μὲν γὰρ εἰς ἑαυτὸν πάντα τὰ ἔθνη, τὸ τῆς πολυθέου πλάνης ἁπλώσας λίνον, καὶ τοῖς βρόχοις τῆς ἁμαρτίας καταπυκάζων. πλὴν ἐξανέστησαν οἱ δάκνοντες αὐτὸν, τουτέστι, τῶν εὐαγγελικῶν θεσπισμάτων οἱ κήρυκες, οἷον ὀδοῦσι σπαράσσοντες τὸ σῶμα αὐτοῦ, τοὺς τὰ αὐτοῦ
157 δηλονότι φρονεῖν ᾑρημένους. ὥσπερ γάρ “Ὁ κολλώμενος 158 “τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν,” οὕτως ὁ τῷ διαβόλῳ κολλῶ. μένος, ἓν πρὸς αὐτόν ἐστι σῶμα. ἐκνήψουσι δὴ οὖν οἱ ἐπιβουλεύοντες αὐτῷ. συνέντες γὰρ ὅτι τέθειται λοιπὸν ὑπὸ S. Luc. πόδας ἁγίων, Χριστοῦ λέγοντος ἐναργῶς “Ἰδοὺ δέδωκα
“ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ,” τοὺς τὰ αὐτοῦ φρονοῦντας ἁρπάσουσι, καὶ εἰς τὴν τῆς ἁληθείας ἐπίγνωσιν μετακομιοῦσιν εὐκόλως, τίς ὁ φύσει τε καὶ ἀληθῶς ἐστι Θεὸς ἐκδιδάσκον. 159 τες, καὶ τὸ τοῦ Χριστοῦ μυστήριον ἐξηγούμενοι, ὃς δὴ καὶ 1
πρῶτος ὁρᾶται διηρπακακὼς αὐτόν. ἔστιν οὖν ἀκοῦσαι λέγοντος 160 “Ἤ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διάρπασαι, ἔαν μὴ πρῶτον “δήσῃ τὸν ἰσχυρὸν; καὶ τότε διαρπάσῃ τὰ σκεύη αὐτοῦ. εὐθὺς δὲ τεχθεὶς ἐκ τῆς ἁγίας παρθένου, διαρπάζειν ἤρξατο
τὰ σκεύη αὐτοῦ. ἀφίκοντο γὰρ ἐξ ἀνατολῶν οἱ Μάγοι, 161 “λέγοντες Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; “εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν 162 “προσκυνῆσαι αὐτῷ.” καὶ δὴ καὶ προσκεκυνήκασι, καὶ δώροις τετιμήκασι, καὶ ἀπαρχὴ γεγόνασι τῆς τῶν ἐθνῶν ἐκκλησίας·
σκεύη δὲ ὄντες διαβολικὰ, καὶ τῶν ἐκείνου μελῶν τὰ τῶν ἄλλων ἁπάντων ὅτι μάλιστα τιμιώτατα, προσδεμὲν 163 δραμήκασι τῷ Χριστῷ. ὅτι δὲ διαρπάζειν ἔμελλε τὰ σκεύη τοῦ ἰσχυροῦ, προαναπεφώνηκεν αἰνιγματωδῶς καὶ ὁ προφήτης Ἡσαΐας· ἔφη γὰρ ὧδε πάλιν περὶ αὐτοῦ Διότι 164 “πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα,
“δύναμιν Δαμάσκου καὶ τὰ σκύλα Σαμαρείας ἀπέναντι τοῦ 165 “βασιλέως Ἀσσυμίων.” δοκεῖ μὲν οὖν ἢ τοῦ λόγου δύναμις ὑπαινίττεσθαί τι τῶν ἱστορικῶς πεπραγμένων· μένων· πεπόρθητο γὰρ ἡ Σαμάρεια παρά τε τοῦ βασιλέως Δαμάσκου, καὶ τοῦ τῶν Ἀσσυρίων ἐξάρχοντος. πλὴν νοητὸν ὑπεμφαίνει μυστήριον.
ὅτι γὰρ τοῦ Σωτῆρος ἡ δύναμις τοὺς τὸν αὐτοῦ λαὸν πεπορθηκότας σκυλεύσει ῥᾳδίως, ὁ προφητικὸς ἡμῖν ὑπέφηνε λόγος. Διότι σὺ ἐσκύλευσας ἔθνη πολλά, σκυλεύσουσί σε πάντες οἱ ὑπολελειμμένοι λαὼ, δι’ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γης καὶ 166
πόλεως καὶ πάντων τῶι κατοικούντων αὐτήν.
ὑπὸ δὲ τῶν ἁγίων ὁ σατανᾶς. ἴσα δὲ ἀμφοῖν τὰ ἐγκλήματα, καὶ ἀδελφὰ τὰ πλημμελήματα, συγγενὴς δὲ ὥσπερ ἡ ἀγριότης c καὶ ἡ κατὰ πάντων ὠμότης. ἀπεκτόνασι γὰρ χώρας τε καὶ πόλεις, ὁ μὲν σαρκικῶς, ὁ δὲ νοητῶς, ὀξείᾳ βολίδι τῇ ἁμαρτίᾳ χρώμενος. εὖ δὲ δὴ σφόδρα φησὶ σκυλεύσειν αὐτὸν
πάντας τοὺς ὑπολελειμμένους λαούς, ὡς γὰρ ἅπαντας ἀνῃρηαἰνιγματωδῶς 167 κότος τοῦ Βαβυλωνίου, τοὺς διαφυγεῖν ἰσχύσαντας πολεμιωπάτους αὐτῷ γενέσθαι λέγει, καὶ ὀλίγους ὄντας κατακρατήσειν 168 εὐκόλως, Θεοῦ τὸ νικᾶν ἀπονέμοντος καὶ τὸ πάντα δύνασθαι κατορθοῦν αὐτοῖς κατανεύοντος. ἀληθὲς δ’ ἂν νοοῖτο τὸ χρῆμα, κἂν εἰ ἐπ’ αὐτοῦ φέροιτο τοῦ πάντων
ἐχθροῦ, φημὶ δὴ τοῦ σατανᾶ. πάντας μὲν γὰρ τοὺς ἐπὶ τῆς γῆς εἷλε τε καὶ πεπόρθηκε, καὶ τοῖς τῆς ἁμαρτίας ἐγκατέδησε ζυγοῖς. διηρπάσθη δὲ καὶ αὐτὸς ὑπὸ τῶν καταλελειμμένων λῶων, τουτέστιν, ὑπὸ τῶν ἐν πίστει δεδικαιωμένων διὰ Χριστοῦ καὶ ἡγιασμένων ἐν Πνεύματι. σέσωσται μὲν γὰρ
τὸ κατάλειμμα τοῦ Ἰσραήλ. ἐξ αὐτῶν δὲ ὄντες οἱ θεσπέσιοι 169 μαθηταὶ, γεγόνασιν ἀπαρχὴ τῶν διηρπακότων τὸν ἀλιτήριον. εἶτα μετ’ ἐκείνους εἰσέτι νῦν διαρπάζουσιν οἱ λαῶν ἡγούμενοι, 170 μένοι, καὶ τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον, καὶ εἰς τὴν τῆς εὐσεβείας ἀποκομίζοντες τρίβον τοὺς ὑπεζευγμένους.
ὕψος νοσσιὰν αὐτοῦ, τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶ. ἐβουλεύσω αἰσχύνην τῷ οἴκῃ σου, συνεπέρανας λαούς πολλοὺς, 171 καὶ ἐξήμαρτεν ἡ ψυχή σου. Επιπλήττει ὁ λόγος τῷ Βαβυλωνίῳ πάλιν, ἐθέλοντι
συγκροτεῖν τὴν ἰδίαν ἀρχὴν ἐκ τῆς κατὰ πάντων πλεονεξίας, αἴροντί τε ὑψοῦ τὸν ἴδιον οἶκον, καὶ μὴν καὶ ὑπεροχαῖς ταῖς ἐπέκεινα μέτρου καταχρυσοῦν εἰωθότι καὶ ὀχυροῦν λίαν, ὥστε καὶ ἑτοίμως δύνασθαι τυχὸν ἐκ χειρὸς ἐκσπᾶσθαι κακῶν, τουτέστι, διεκνεύειν ἀεὶ τὰ συμβαίνοντα κακά. σκοπὸς
172 γὰρ ἀεὶ τοῖς Βαβυλωνίοις, πολλοῖς τῶν ἐπαμυνόντων πλήθεσι περιφράττεσθαι, καὶ ἀναριθμήτους ἔχειν τοὺς εἰδότας b τὰ τακτικὰ, καὶ τὸν πολέμου νόμον ἐξηρτυμένους, ὡς ἀμογητὶ δύνασθαι τὰ ἐκ τῶν ἐπιόντων αὐτοῖς ἀποκρούεσθαι βλάβη.
ἀλλ’ ὅτι πρὸς αἰσχύνης ἔσται καὶ ἐντροπῆς τὸ χρῆμα αὐτῷ, διαπιπτούσης αὐτῷ τῆς ἐλπίδος εἰς τὸ ἐναντίον, ἐδίδαξεν εἰπών Ἐβιυλεύσω αἰσχύνην τῷ οἴκῳ σου. συνεπέρανας ἤτοι συντετέλεκας, λαούς πολλοὺς, πανωλεθρίᾳ διεφθαρκώς. ἐπειδὴ δὲ ἐξήματρεν ἡ ψυχή σου, πικρὰς ἀποτιεῖς δίκας, ὁ
πάλαι λαμπρὸς καὶ τάττων εἰς ὕψος νοσσιὰν αὐτοῦ, οἰκτρὸς 173 καὶ κατερριμμένος καὶ ὑπὸ πόδας ἐχθρῶν ἀδοκήτως εὑρεθείς.
πολλοὺς, καὶ κακὴν ὄντως πλεονεξίαν τοῖς ἰδίοις προεξένησαν οἴκοις, ὑψοῦ τε τετάχασι τὰς ἑαυτῶν νοσσιὰς, “ὑπέρ- 174 “ογκα ματαιότητος λαλοῦντες ῥήμαται,” καὶ κατὰ τῆς θείας ἐρευγόμενοι δόξης, ἃ μόναις ἂν πρέποι ταῖς αὐτῶν γλώσσαις 175 τε καὶ διανοίαις. ἐξήμαρτον δὴ οὖν αἱ ψυχαὶ αὐτῶν· πεπαρῳνήκασι
γὰρ εἰς αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, “Ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν 176 τὴν συνείδησιν ἀσθενοῦσαν, κάτα τὸ γεγραμμένον.
αὐτά.
“στερέωμα.” αὐτὴ γὰρ ἡ κτίσις, δι’ ὧν εὖ πεποιημένη θαυμέζεται, διὰ τούτων αὐτῶν τοῦ πεποιηκότος ἀνακηρύττει τὴν 180 δόξαν. οὐκοῦν ἐν πράγμασιν αἱ φωναὶ, κἂν εἰ μὴ γίνοιντο λόγοι. τοιοῦτόν τι κἀνθάδε συνήσεις πάλιν. λῇον γὰρ ἐκ τοίχου φησὶ, καὶ κάνθαρον ἐκ ξύλου καταφθέγξασθαι τοῦ Βαβυλωνίου·
τίνα δὲ τρόπον, ἐροῦμεν· ταῖς τῆς Ἰουδαίας πόλεσιν, ἢ καὶ ταῖς ἑτέραις εἰσβαλὼν ὁ Βαβυλώνιος, πάσας κατενέπρησε τὰς ἐν αὐταῖς οἰκίας. εἶτα συμβέβηκεν ἀναγκαίως καὶ λίθους συνθραύεσθαι καὶ κατασείεσθαι τοίχους, συνεκπίπτειν δὲ αὐτοῖς καὶ ξύλα, καὶ ὀροφὰς ἐκ τῆς ἄγαν
παλαιότητος, κανθάρους μικροὺς, ἤτοι σῆτας ἐχούσας. ταύτῃτοί 181 φησι καταβοήσειν αὐτοῦ τῆς ὠμότητος τὰ κατεστραμμένα· ταῦτα δὲ, ὡς ἔφην, ἦν λίθοι τε διερριμμένοι, καὶ ἐν μέσῳ πλατειῶν κείμενοι, καὶ ξύλα πάντως ἡμίφλεκτα, καὶ ἀπό γε τοῦ σεσῆφθαι λοιπὸν μαρτυροῦντα ταῖς πόλεσι τὸ
ἀρχαῖον. ἔγκλημα δὴ οὖν τῷ Βαβυλωνίῳ τὰς παλαιὰς οὕτω καὶ ἀρχαιοτάτας κατεμπρῆσαι πόλεις, καθελεῖν δὲ καὶ οἴκους, ἀνῃρημένων δηλονότι τῶν ἐν αὐτοῖς.
ὅτι τάχα που τὰς τῶν οἰκιῶν μίτρας καὶ τὴν ἐν αὐταῖς 183 ἀναπλοκὴν τῶν ξύλων ἤτοι σύνδεσμον κανθαρους ὠνόμαζον κατ’ ἐκεῖνο καιροῦ, διὰ τὸ οἷον πολλοῖς ἀντέχειν ποσὶ τὴν ἐπικειμένην αὐτοῖς ὀροφή ὁροφήν.
ἀδικίαις. οὐ ταῦτά ἐστι παρά Κυρίου παντοκράτορος· καὶ ἐξἐλιπον
λαὼ λαοὶ ἱκανοὶ ἐν πυρί, καὶ ἔθνη πολλὰ ὠλιγυψύχησαν.
οὐ γὰρ ὅτι πολλοὺς ὠλόθρευσε λαοὺς, διαβόητον εἶναι ἐχρῆν, ἑτέρῳ δὲ μᾶλλον κατασεμνύνεσθαι κόσμῳ, καὶ τοῖς εἰς δικαιοσύνην αὐχήμασιν ὁρᾶσθαι λελαμπρυσμένον. ἀλλ’ ὡς ἀχρεῖον τοῦτο μεθεὶς, ᾠκονόμησεν αὐτὴν ἐν αιμασι καὶ ἀδικιαις. ὅτι γὰρ ὠμοτάτη γέγονεν ἡ Χαλδαίων ἀρχὴ, καὶ 185
ἁπάσαις ἁπλῶς πόλεσί τε καὶ χώραις ἐπιθρώσκουσα θηριοπρεπῶς, τὰ πέρα λόγου παντὸς εἴργασται κακὰ, πᾶσιν ἃν γένοιτο καταφανὲς τοῖς τὴν θείαν ἀνεγνωκόσι γραφήν. ἀλλ’ οὐ ταυτα ἐστι παρα κυροῦ παντοκρατορος. οὐ γὰρ ἐστιν, οὐκ ἔστι τὰ τοιάδε τῶν κακῶν ἄνωθεν γεγενῆσθαι λέγειν·
ἁλλ’ οὐδ’ ἃν νοοῖτο θεόσδοτον, τὸ ἔν γε δὴ τούτοις κατασεμνύνεσθαι δεῖν. ἔσται δὴ οὖν οὐκ ἐρηρεισμένα, μᾶλλον δὲ οὐκ ἔξω δίκης. ἃ γὰρ οὐκ οἶδεν ἐπαινεῖν ὁ θεῖος τε καὶ ἀκήρατος 186 νοῦς, κολάζει πάντως, ὡς οὐκ ἔχοντα τὸ εἰκός. πῶς γὰρ οὐκ ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, τὸ ἐκλεῖψαι μὲν λαοὺς
ἱκανοὺς ἐν πυρὶ, ἔθνη δὲ ἀλιγοψυχῆσαι πολλὰ, τουτέστι, τὸ 187 λαμπρὰς μὲν κατεμπρησθῆναι πόλεις ὁμοῦ τοῖς οἰκοῦσιν αὐτὰς, ἔθνη δὲ ὅλα καὶ φυλὰς ἀπειπεῖν ἐν κακοῖς;
καὶ οἰκοδομεῖν αὐτὴν ἐν αἵμασι καὶ τῆ κατὰ πάντων πλεονεξίᾳ· οὓς μὲν γὰρ ὕβρισαν, οὓς δὲ ἀπέκτειναν, οὓς δὲ 189 ἐλίθασαν, καὶ τελευταῖον τοῖς ἄλλοις προσέθεσαν τὸν Υἱὸν, καὶ πρόφασις αὐτοῖς τῆς ἀπονοίας ὁ νόμος ἦν. ὑπεπλάττοντο γὰρ τὸ ἐπαλγύνεσθαι δοκεῖν ἀθετουμένῃ παρὰ χριστοῦ
τῆ διὰ Μωυσέως ἐντολῇ. ἀλλ’ ὅτι θεοστυγὴς ὁ ζῆλος αὐτοῖς, Rom. x. καὶ “οὐ κατ’ ἐπίγνωσιν,” ὡς γοῦν ὁ θεσπέσιος γράφει Παῦς 190 λος, ἀποφήνειεν ἂν εὐκόλως ὁ Προφήτης λέγων Οὐ ταῦτά ἐστι παρὰ κυροῦ παντοκράτορος. τοιγάρτοι καὶ ἐκλελοίπασιν ἐν πυρὶ καὶ ὠλιγοψύχησαν, δαπανῶντος αὐτοὺς τοῦ πολέμου
καὶ κατατήκοντος τοῦ λιμοῦ. συμβέβηκε γὰρ τὰ τοιάδε τοῖς Ἰουδαίων δήμοις πεπαρῳνηκόσιν εἰς τὸν Υίὸν, καὶ ἀπεκτονόσιν, ὡς ἔφην, πρὸ αὐτοῦ τοὺς προφήτας.
192 Γύρου καὶ τῶν σὺν αὐτῶ, καὶ ἡ πάλαι δεινὴ καὶ ἄθραυστος, καὶ δυσάντητον τοῖς ἄλλοις ἀεὶ κατεξανιστᾶσα τὴν ἑαυτῆς ὠμότητα φαίνηται λοιπὸν οἰκτρά τε καὶ ἄναλκις, καὶ ὁλοτρόπως ἠρημωμένη καὶ ὑπὸ πόδας ἐχθρῶν, τότε δὴ τότε πᾶσα 193
λοιπὸν ἡ ὑπ’ οὐρανὸν τὴν θείαν συνήσει δόξαν ὅση τε καὶ ἡλίκη, κατεμπλησθήσεται δὲ τῆς εἰς τοῦτο γνώσεως. ἐκράτει μὲν γὰρ ἡ Χαλδαίων ἀρχὴ, καὶ ἦν οὕτω περίοπτος, δεινή τε καὶ ἄμαχος, ἀνεξικακοῦντος Θεοῦ καὶ δόντος αὐτῇ τὸ καὶ αὐτῆς κρατῆσαι τῆς Ἰουδαίας, μυρίας τε ὅσας ἐζαναστῆσαι
πόλεις. ἐπειδὴ δὲ τοῖς αὐτῇ πρέπουσι κακοῖς περιβαλεῖν ἐσκέψατο, κατεσείσθη καὶ πέπτωκε καὶ δέδοται πρὸς ἐρήμωσιν. τοιοῦτόν τι φησὶ καὶ ὁ προφήτης Ἱερεμίας περὶ 194 αὐτῆς “Πῶς ἐκλάσθη καὶ συνετρίβη ἡ σφύρα πάσης τῆς 195 “γῆς πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν;
“ἐπιθήσονταί σοι, καὶ ἁλώσῃ Βαβυλὼν καὶ οὐ γνώσῃ· “εὑρέθης καὶ ἐλήφθης, ὅτι τῷ κυρίῳ ἀντέστης. ἤνοιξε “Κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκε τὰ σκεύη τῆς “ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ Κυρίῳ Θεῷ ἐν γῇ Χαλδαίων, “ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς.
καὶ πάλαι λέγων διὰ προφήτου φωνῆς Ἴδου ἐγὼ ἐκκλίνω 197 “ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάρρους ἐπι- “κλύζων δόξαν ἐθνῶν.” μεμοσχοποιηκότος γάρ ποτε κατὰ 198 τὴν ἔρημον τοῦ Ἰσραὴλ, καὶ προσκεκρουκότος ταύτῃτοι Θεῷ, τὴν τοῦ Σωτῆρος ἀνάδειξιν καὶ τῆς δι’ αὐτοῦ χάριτος τὸ ἀμφιλαφὲς κατεπηγγέλετο λέγων “Ἀλλὰ ζῶ ἐγὼ, καὶ ζῶν 199 “τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα κυρίου πᾶσαν τὴν “γῆν.” μεστὰ γὰρ τὰ πάντα Χριστοῦ, ὅς ἐστι δόξα τοῦ
200 Πατρός. τοιγάρτοι καὶ ἔφασκεν “Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς “γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω.”
ὅπως ἐπιβλέπῃ ἐπὶ τά σπήλαια αὐτῶι· πλημονὴν ἀτιμίας ἐκ δόξης πίε.
διενεγκόντας ὀλίγα τῶν ἐν οἴνῳ καὶ μέθαις. καὶ τί τὸ ἐντεῦθεν; καθάπερ τι σπήλαιον ἀνοιγνὺς, τὸν ἑκάστου νοῦν καὶ τοῖς ἄλλοις ἅπασι καθίστη διαφανῆ. πικρὰς γὰρ, ὡς ἔφην, ἐπάγων αἰκίας τοῖς τῶν εἰλημμένων περιφανεστέροις, ἣ τάχα 202 που καὶ βασιλεῦσιν αὐτοῖς, ὀλοφύρεσθαι παρεσκεύαζε, καὶ
τὴν κεκρυμμένην ἔσθ’ ὅτε μικροψυχίαν ἤγουν δειλίαν ὡς ἐξ ἀφορήτου λοιπὸν ἀνάγκης ἀπογυμνοῦν. ὁ δὲ ἦν οὕτω δεινός τε καὶ ἀτεράμων ὡς, ἐπαλγύνεσθαι δέον καὶ κατοικτείρειν αὐτοὺς, ἐντρυφᾶν ἐποιμώζουσιν, αὔχημά τε τοῦτο τῆς ἰδίας ποιεῖσθαι ἀρχῆς. καὶ τοῦτο οἶμαί ἐστι τὸ ποτίζειν τὸν πλη- 203 σίον ἀνατροπὴν θολεράν, ὅπως ἃν ἐπιβλέπῃ ἐπὶ τα αὐτῶν, τουτέστι, τὰ κεκρυμμένα καὶ λεληθότως ἐνόντα τισίν. 204 ἐπειδὴ τοίνυν ἀκράτοις ἐχρῆτο θυμοῖς, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης, μικροὺς καὶ μεγάλους, καὶ λαμπροὺς καὶ ἀσήμους
ταῖς ἀνηκέστοις περιβέβληκε συμφοραῖς, ταύτῃτοί φησιν ὁ τῶν ὅλων Δεσπότης Πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε, τουτέστιν, ἦσθα μὲν γὰρ διαβόητός τε καὶ εὐκλεὴς καὶ περίοπτος τοῖς ἁπανταχῆ καὶ ἐξ ὠμότητος γνωριμώτατος· ἀλλ’ ἔση λοιπὸν ἠτιμωμένος, καὶ τῆ τῆς εὐκλείας ὑπεροχῇ
τὴν ἰσόρροπον ἀνατλήσῃ δίκην.
γε δὴ τούτοις τὴν κατὰ Χριστοῦ μανίαν, καὶ τὰ τῆς ἀθυροστομίας ἐγκλήματα. ὁ μὲν γὰρ ἐκάλει πρὸς ζωὴν, οἱ δὲ εἰς τοῦτο κατώλισθον ἀπονοίας, ὥστε καὶ φάναι τοῖς ἀκροωμένοις “Δαιμόνιον Δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;” 207 ἔδρων δὲ τοῦτο, ἵνα τὸν τῆς σωτηρίας ἀποσειόμενοι λόγον, 208
τὸν καταλαμπρύνοντα νοῦν, εἰς τοι αὐτῶν ἐπιβλέπωσι σπήλαια, τουτέστιν, εἰς τὰ σκοτεινὰ καὶ ἀφεγγῆ καὶ τεθνηκότα διδάγματα. τοιγάρτοι πεπώκασι πλησμονὴν ἀτιμίας, καίτοι πάλαι λαμπροί τε ὄντες καὶ δόξης εἴσω βεβηκότες οὐ μικρᾶς. καθηγοῦντο γὰρ ποιμνίων, ἦσαν δὲ καὶ ἱερεῖς καὶ κριταί.
ἐποιεῖτο πότους κατὰ καιρούς. εἶτα τοὺς ἁλόντας εἰσφέρων, καὶ περιέργοις πόμασι καταμεθύσκων αὐτοὺς ὀρχεῖσθαι παρεσκεύαζε· κατασειομένοις δὲ καὶ διαπίπτουσι καὶ ἀπογυμνουμένοις ἔσθ’ ὅτε καὶ τὰ κεκρυμμένα τοῦ σώματος μέρη δεικνύουσιν, ἐπιμειδιῶν τρυφὴν ἐποιεῖτο τὸ χρῆμα καὶ πρό.
212 φασιν εὐθυμίας. ταῦτά φασιν ὠνομάσθαι εὐφυῶς σπήλαια· ἔχει ’δε πὼς καὶ τὸ εἰκὸς ὁ λόγος. ἐκδεδώκασι γὰρ οἱ ἕτεροι τῶν ἑρμηνευτῶν 1 ἀντὶ τῶν σπηλαίων, τὴν γύμνωσιν, ἵν ᾖ τοιοῦτον τὸ λεγόμενον Οὐαὶ ὁ ποτιζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολερὰν καὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὴν
γύμνωσιν αυτων.
καὶ μέντοι καὶ πρὸς τῷδε τὸ οἴεσθαι κατὰ σφᾶς ἀκράδαντον ἕξειν τῆς εὐημερίας τὴν μέθεξιν, ἀποσείονται δὲ ὥσπερ, καὶ σφόδρα γενικῶς, τὸ προσδοκᾶν ὅλως ἔσεσθαί 215 ποτε τὴν ἐπὶ τὰ χείρω τῶν πραγμάτων μεταδρομήν. ὁποῖόν ἐστι τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ ὡς ἐκ προσώπου λεγόμενον
τῶν ἐν εὐπαθείαις ὄντων καὶ τρυφαῖς “Ἑγὼ δὲ εἶπα ἐν τῇ 216 “εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. δὴ οὖν ἐκ πολλῆς ἄγαν ὑπεροψίας τῷ Βαβυλωνίῳ τὸ ἀνάλγητον, μονονουχὶ καὶ ἐπιπλήττει λοιπὸν ὡς ἀτέγκτῳ, λέγων Καὶ σὺ καρδία σείσθητι, τουτέστι, μὴ ἐν ἀκλονήτοις εὐημερίαις
ἐρηρεῖσθαι νομίσῃς, εἰσδέχου λοιπὸν τὰς περὶ] τῶν λυπούντων ἐννοίας, ἐν αἰσθήσει τῶν συμβησομένων γενοῦ, 217 καὶ παραχώρει τῇ πείρᾳ, καίτοι πρὸ[ς] αὐτῆς οὐδ’ ὅσον εἰπεῖν κἂν γοῦν ἐν ψιλαῖς ἐπινοίαις ἀξιώσας ἑλεῖν, ὅτι γενήσῃ ποτὲ καὶ αὐτὸς ἐν σκυθρωποῖς, καὶ τοῖς ἀνιᾶν οὐ μετρίως πεφυκόσιν
ἡ σὴ περιπεσεῖται καρδία. τί δὴ οὖν ἄρα τὸ σαλεῦον αὐτὴν καὶ καταδονοῦν εἰς λύπας; Ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς κυροῦ κα) συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου. γὰρ αὐτὸς ἐπότιζες τὸν πλησίον ἀνατροπῇ θολερᾷ, τὸν αὐτὸν 218 τρόπον τὰ ἐκ τῆς θείας ὀργῆς ἐπενεχθησόμενα πεπ[τ]ωκὼς,
βδελυρὸς ἔση παρὰ πᾶσιν ἠτιμωμένος, οἰκτρός τε καὶ ἀπεῤῥιμμένος, καὶ τῆς ἀρχαίας ἐκείνης εὐκλείας ὁλοτρόπως ἡττῶ 219 μένος. δεξιᾶς δὲ Κύρου τὸ ποτήριον εἶναι λέγων ὁ μακάριος Προφήτης, οἷον ἀναπείθει φρονεῖν, ὡς οὐκ ἃν ἐνδέχοιτο μὴ πιεῖν, αὐτὸ Θεοῦ προσκομίζοντος. ἔδει γὰρ πάντως ἀνατλῆναι 220 τὰ ἐξ ὀργῆς· “Ἐὰν γὰρ κλείση κατὰ ἀνθρώπου, τίς 221 “ἀνοίξει;” κατὰ τὸ γεγραμμένον, καὶ ᾗ φησὶν ὁ προφήτης
222 “Tὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” ἀνθ’ ὅτου οὖν τὰ τοιάδε συμβήσεται, διατρανοῖ λέγων Ὅτι ἀσεβεια τοῦ Λιβάνου καλύψει σε καὶ ταλαιπωρια θηριων πτοήσει σε. καὶ Λίβανος μὲν ὄρος τῆς Φοινίκης ἐστὶ, τῶν ὅτι μάλιστα διαφανεστάτων, εὔξυλόν τε καὶ εὐῶδες ὡς λιβανοφόρον.
παρεικάζει δὲ αὐτῷ τὴν Ἱερουσαλὴμ ἔσθ’ ὅτε τὸ γράμμα τὸ ἱερὸν, διά τοι τὸ πολλαῖς ἁγίαις ἐπισεμνύνεσθαι κεφαλαῖς, 223 ὑψοῦ τε ἠρμέναις καὶ φρονούσαις τὰ ἐν οὐρανοῖς, καὶ τῷ τῆς εὐσεβείας κάλλει περιβυθισμέναις. τούτων διαμέμνηται καὶ 224 ὁ μακάριος Δαυεὶδ, οὕτω λέγων πρὸς Θεόν “Aï κέδροι τοῦ
“Λιβάνου ἃς ἐφύτευσας, ἐκεῖ στρουθία ἐννοσσεύσουσι.’ κέδρου γὰρ δίκην τῶν ἁγίων ἕκαστος, καθάπερ ἔφην ἀρτίως, αἴρεται ὑψοῦ, τῷ μὴ φρονεῖν ἀνέχεσθαι τὰ κατερριμμένα τουτέστι τὰ ἔπι γῆς, καὶ οἷον σκέπη γίνεται τοῖς ἑτέροις στρουθίων δίκην δεχόμενος τοὺς ὑπ’ αὐτῷ μαθητεύεσθαι
βουλομένους. οὐκοῦν ἐπειδήπερ ἐκπεπόρθηκε μὲν ὁ Χαλδαῖος 225 τὴν Ἱερουσαλὴμ, ἠσέβησε δὲ καὶ προσκέκρουκε τῷ Θεῷ, προσεμπρήσας τῇ πόλει τὸν θεῖον ναὸν, ἥλω δὲ καὶ αὐτὰ περιυβρίσας τὰ ἅγια, τούτῃτοί φησι καλύψειν αὐτὸν 226 τὴν ἀσεβειαν τοῦ Λιβάνου τὴν κατ’ ἐκείνου γεγενημένην. Λίβανον δὲ, ὡς ἔφην, ἢ τὴν Ἰουδαίαν, ἤγουν τὰ Ἱεροσόλομα καλεῖ· οἰηθείη δ’ ἄν τις καὶ αὐτὸν ἴσως τὸν νεὼν πολὺ τὸ εὐῶδες ἔχοντα, καὶ ταῖς τῶν ἱερέων καθάπερ τισὶ κέδροις
κομῶντα κεφαλαῖς. τίνα δὲ τρόπον αὐτὸν ἡ κατὰ τοῦ Λιβάνου γεγενημένη καλύψειν ἔμελλεν ἀσέβεια, παρέδειξε προστιθείς Ὅτι ταλαιπωρία θηρίων πτοήσει σε. ὄοικε δὲ πάλιν 227 θῆρας ἀποκαλεῖν τοὺς Κύρῳ συνωπλισμένους Πέρσας τε καὶ Μήδους, ὡς πολὺ τὸ ἀτίθασον ἔχοντας, καὶ εἰς ὠμότητα
τεθηγμένους. ὅτι δὲ κολάζει Θεὸς οὐ μάτην, ἀλλ’ οἷς ἄν τις δράσειε τὰς ἰσορρόπους ἐπάγει ποινὰς, ἐδίδαξεν ἐπειπών Δι’ αἴματα ἀνθρώπων καὶ ἀστεβειας τῆς πόλεως καὶ παντων τῶν κατοικουντων αυτην.
κατὰ Χριστοῦ μανίας γεγόνασιν εὑρεταὶ καὶ συνθέται Καὶ σὺ 228 καρδία σαλεύθητι καὶ σείθητι. ἐκύκλωσε γὰρ ἐπ’ ποτήριον δεξιᾶς Κυρίου, συνήχθη δὲ καὶ ἀτιμία ἐπὶ τὴν δόξαν αὐτῶν. ἐκπεπώκασι δὲ ὡς ὀλέθρου ποτήριον τὴν ἐπισυμβᾶσαν αὐτοῖς ὀργὴν, ἄτιμοί τε γεγόνασι καὶ ἁπάσης εὐκλείας
ὡς ἀπωτάτω. ἠσέβησαν γὰρ καὶ οὗτοι κατὰ τοῦ Λιβάνου. Λίβανον δὲ νοήσεις τὴν Ἐκκλησίαν, τὴν ἀληθῶς εὐώδη, τὸ ὄρος τὸ διαφανὲς, καὶ τοῖς ἁπανταχῆ γνωριμώτατον. ἐδίωξαν δὲ τὴν Ἐκκλησίαν μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. τοιγάρτοι 229 καὶ κατεπτόηνται καθάπερ ὑπὸ θηρίων τῶν πεπορθηκότων
αὐτοὺς, καὶ πολλοῖς αἵμασι γεγονότες ἔνοχοι τοῖς τῶν ἁγίων προφητῶν, προσέθηκαν τούτοις καὶ τὰ τῶν πεπιστευκότων εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὧν 230 ἀπαρχὴ γέγονεν ὁ μακάριος Στέφανος, τῶν ἁγίων μαρτύρων πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ δεδειγμένος.
καὶ τοῦ πολέμου λοιπὸν περιηγγελμένου, τὰ αὐτοῖς συνήθη 232 δρῶντες οἱ μάγοι τοὺς ψευδωνύμους ἐκάλουν θεοὺς εἰς ἐπικουρίαν κινδυνευούσῃ τῇ πόλει, θυσίας τε καὶ σπονδὰς τοῖς ἀναισθήτοις προσῆγον, ὅλην ἐπ’ αὐτοῖς τοῦ σώζεσθαι τὴν ἐλπίδα θέμενοι. ἁλλ’ ἦν ὕθλος καὶ φενακισμὸς ἐκεῖνα, ἀπάτη
τε καὶ κενοβουλία, καὶ ἕτερον οὐδέν· ἥλω γὰρ καὶ πεπόρθηται, καὶ τοῦτο παθεῖν οὐκ οἰηθεῖσά ποτε. διαγελᾶ τοιγαροῦν ὁ τῶν ὅλων Θεὸς τῶν πεπλημμελημένων τὴν σκέψιν, καὶ τὴν ἐπὶ τοῖς ἀψύχοις ἐλπίδα. τί γὰρ ὠφελεῖ φησι τὸ γλυπτὸν, ἕτερον οὐδὲν ὑπάρχον ἣ φαντασία ψευδὴς οὐδὲν
233 ἔχουσα τὸ ἀληθές; θεία γὰρ ὅλως δύναμις πῶς ἃν ἢ πόθεν εἶναι πιστεύοιτο τοῖς ἐξ ἀνθρωπίνων χειρῶν πεπλαστουργλημένοις; εἰκαῖον οὖν ἄρα τὸ ἐπ’ αὐτοῖς πεποιθέναι, καὶ καταγέλαστον ἀληθῶς τὸ χρῆμά ἐστι παρά γε τοῖς ἐρρωμένον ἔχουσι νοῦν καὶ τὴν φρένα διεγηγερμένην. δοκεῖ ’δε τις καὶ
234 καθ’ ἕτερον τρόπον τὴν τῶν προκειμένων δύναμιν ἀναπτύξαι. ᾑρηκὼς γὰρ τὰς πόλεις ὁ Βαβυλώνιος, καὶ πάσας, ὡς ἔπος εἰπεῖν, ἀναστήσας τὰς χώρας, ἀπονένευκεν ἀσχέτως εἰς τὸ ὑψοῦ καὶ ἀχάλινον, ἐνόσει λοιπὸν τὴν ὑπεροψίαν, καὶ τὴν 235
Θεοῦ δόξαν ὁ δείλαιος τῆ οἰκείᾳ περιθεὶς κεφαλῇ, γράφει μὲν εἰκόνα χρυσῆν, καθάπερ καὶ ὁ θεσπέσιος προφήτης 236 γέγραφε Δανιὴλ. εἶτα προσκυνεῖν ἐκέλευεν αὐτῇ φυλάς τε καὶ γλώσσας, καὶ τοῖς τοῦτο δρᾶν οὐκ ἀνεχομένοις θάνατος ἦν ἡ δίκη. τί τοίνυν τὸ ἐντεῦθεν ὤφελος; εἰπέ φησιν. ὁ
γὰρ οἰηθεὶς εἶναι καὶ θεὸς, εἰς λῆξιν ἤδη διελήλακε λοιπὸν τοῦ παντὸς κακοῦ, καὶ ταῖς ἐπέκεινα λόγου περιπέπτωκε συμφοραῖς.
κω αὐτό ἐστι φαντασία, τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου
καὶ ἀργυρίου, καὶ πᾶ πνεῦμα οὐκ εστίν ἐν αὐτῷ. ὁ δὲ Κύριος
ἑ ἀφ’ ἁγίῳ αὐτοῦ· εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πάσα ἡ τῆ.
τε καὶ φύσει καὶ ἀληθῶς καταλελοιπότες Θεὸν, καὶ τῆς εἰς 238 αὐτὸν εὐλαβείας παρεκθέοντες τὴν ὁδὸν, ἵενται πρὸς ἀπώλειαν, ξύλῳ μὲν ἐπιφωνοῦντες Ἔκνηψον, ἐγέρθητι, λίθῳ δὲ λέγοντες ἀβουλοτάτως Ὑψώθητι. ἔθος γὰρ τοῖς πεπλανητρόπον 239 μένοις, εἰ δήπου τις καταπτοήσειε φόβος, ἀνάπτειν βωμοὺς, ἀνοιγνύναι τεμένη, καὶ τοῖς ἀψύχοις εἰδώλοις ἐπιφωνεῖν Ἐλεήσατε, σώσατε, ὑψώθητι καὶ σὺ λίθε, προασπίζων ὡς θεὸς τῶν τὰ σὰ σεβόντων κράτη, καὶ σε προσκυνεῖν ᾑρημένων. οὐαὶ δὴ οὖν τοῖς τοιούτοις εἰκότως, ὅτι τοῖς ἐκ χρυσίου
καὶ ἀργυρίου πεποιημένοις, τοῖς οὐκ ἔχουσι πνεῦμα, 240 προσκείμενοι τὰς τοιαύτας λέγουσι φωνὰς, ἃς ἦν δήπου Θεῷ λέγειν ἄμεινον τῷ κατοικοῦντι τὸν οὐρανὸν καὶ ναὸν ἴδιον ἔχοντι τὴν ἄνω πόλιν. ἅγιος γὰρ ἐν ἁγίοις κατοικεῖ, καὶ τοῖς σεβομένοις αὐτὸν ἐναυλίζεται.
σώζεσθαι, καὶ αὐτὸν ὁμολογήσει Δημιουργὸν, Δεσπότην τῶν ὅλων, Σωτῆρα καὶ Λυτρωτὴν, πανσθενῆ, πάναγνον, καὶ τῶν πραγμάτων μετασκευάζοντα φύσεις, ἐφ’ ὅπερ ἂν ἕλοιτο κατὰ καιροὺς καὶ ἰδίοις νεύμασι τόδε τὸ πᾶν διιθύνοντα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.