ΕΙΣ ΤΟΝ ΗΡΟΦΗTΗΝ ΝΛΟΤΜ.
ΤΟΜΟΣ ΠΡΩΡΟΣ.
ὑπηρετήσων νεύμασι, καὶ τὰς ἄνωθεν εἰς ἀνθρώπους διαπορθμεύσων φωνάς. καὶ οἱ μὲν ἐκδεδιττόμενοι πλημμελοῦντα τὸν Ἰσραὴλ, τὰς ἐσομένας αὐτοῖς προαπήγγελλον συμφορὰς, καὶ εἰ μὴ δρᾶν ἕλοιντο τὰ θυμήρη Θεῷ, δεινοῖς καὶ ἀφύκτοις περιπεσεῖσθαι κακοῖς ἠπείλουν ἀναφανδόν· οἱ 2 ο δὲ καὶ αὐτὰ τὰ συμβεβηκότα παραφέροντες εἰς μέσον, καὶ τοῖς πεπονθόσιν ἐπιστυγνάζοντες, ἀνέπειθον εὐφυῶς διαβιῶναι ἐθέλειν ἐπεικέστερον, οὕτω τε λοιπὸν ἐκκρούεσθαι τὴν ὀργήν· οἱ δὲ πεπονθότα τὸν Ἰσραὴλ εἰς ἐλπίδα βόσκουσιν ἀγαθὴν, καὶ διακεῖσθαι παρεσκεύαζον, ὅτι πεπραχότες
ἀθλίως ἐπί γε ταῖς σφῶν ἁμαρτίαις, εὐημερήσουσι πάλιν ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων εἰς τὸ ἀπ’ ἀρχῆς, ἐλέῳ τε καὶ χάριτι καὶ δυνάμει Θεοῦ τοῦ τὰ πάντα εὐ- 3 4 a κόλως πρὸς ὅπερ ἃν βούλοιτο μεταπλάττοντος. τοιοῦτόν τινα καὶ νῦν τῆς προκειμένης ἡμῖν πραγματείας εὑρήσομεν τον σκοπὸν.
οἱ ταῖς ἐκτόποις ἀποστασίαις καταλυπήσαντες τὸν ἀεὶ προεστηκότα καὶ ὑπεραθλοῦντα Θεὸν καὶ ἀμείνους ἀποφαίνοντα τῶν ἀνθεστηκότων αὐτοὺς, οἱ μὲν ἤδη τοῦτο πεπονθότες, τοῖς τῆς αἰχμαλωσίας ἐνισχημένοι κακοῖς καὶ δύσοιστον ἔχοντες 5 ἀθλιότητα διετέλουν· οἱ δὲ δὴ μόλις ἰσχύσαντες ἔξω βρόχων
γενέσθαι, καὶ τὴν τῶν Βαβυλωνίων διαφυγεῖν ἀγριότητα, ἐν ἀκαταλήκτοις ἦσαν δείμασι καὶ ἐν ὑποψίᾳ πολλῇ, μὴ ἄρα πὼς καὶ αὐτοὶ τοῖς ἴσοις κακοῖς ἢ τοῖς ἔτι χείροσι περιπέσωσιν, ἐπιμηνίσαντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος Θεοῦ, ἀνέντος τε οὔπω τὴν ἀγανάκτησιν· εἰς τοῦτο δὲ ἤδη δειμάτων
ἤεσαν, ὡς ἐν ταῖς τῶν ὁμόρων ἐθνῶν κατασκίδνασθαι χώραις, μονονουχί τε θητεύειν ἑτέροις, καὶ τούτοις ἀλλογενέσι καὶ εἰδωλολάτραις. οὐκ ἀζήμιον δὲ ἦν τὸ χρῆμα αὐτοῖς· ἐμάν- 6 θανον γὰρ τοῖς ἐκείνων ἔθεσι διαζῆν, καὶ παρ’ οἷς ἃν εὑρεθεῖεν ἕκαστοι, τὸ αὐτῶν ποιεῖσθαι σέβας ἐν τάξει Θεοῦ.
διὰ τοῦτο καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς ἐμπεπρησμένων τῶν Ἱεροσολύμων κατὰ καιροὺς διὰ χειρὸς τοῦ Ναβουχοδονόσορ, Hier. τοῖς διασεσωσμένοις ἐπέταττε μὴ καταβαίνειν εἰς Αἴγυπτον, 7 ἱζήσαντας δὲ μᾶλλον οἴκοι τῆς πατρῴας ἔχεσθαι λατρείας, ἐπικούρου ’ντὸς αὐτοῦ. ἵνα τοίνυν τὴν τοῦ ἐπανήξειν κατὰ
καιροὺς ἔχοντες ἐλπίδα, μὴ λίαν ἄθυμοι διατελοῖεν οἱ ἐξ 8 Ισρὴλ, παραιτοῖντο δὲ μᾶλλον τὴν ἀπόγνωσιν οἱ γεγονότες 9 αἰχμάλωτοι, καὶ ἀεὶ συντείνοιντο πρὸς εὐχὰς, ἕλοιντό τε προσκυνεῖν τῷ καὶ ἀπαλλάττειν ἰσχύοντι καὶ λυτρῶσαι δυναμένῳ· οἱ ’δε γε τὴν Ἰουδαίαν οἰκοῦντες μὴ ἔτι ταῖς τῶν
ἐθνῶν ἐπιμίσγοιντο χώραις· δέχεται τὴν ὅρασιν ὁ Ηροφήτης παρὰ Θεοῦ κατὰ τῆς Νινευΐ· πόλις δὲ αὕτη τῶν Ἀσσυρίων ἡ προὔχουσα· καὶ ὅτι πεσεῖται προαπαγγέλλει, συγκαταδῃωθείσης αὐτῇ καὶ ἁπάσης τῆς χώρας, ὃ δὴ καὶ τετέλεσται e Κύρου τοῦ Καμβύσου καὶ Μανδάνης υἱοῦ Πέρσας τε καὶ
Μήδους καὶ Ἐλαμίτας καὶ ἕτερά τινα τούτοις συγκαθοπλίσαντος ἔθνη κατὰ τῆς Νινευΐ εἷλε γὰρ αὐτὴν κατὰ κράτος, καὶ τῆς αἰχμαλωσίας ἀνῆκε τὸν Ἰσραὴλ, οἴκαδε τε 10 ἰέναι προστέταχεν ὅμου τοῖς σκεύεσι τοῖς ἱεροῖς· οὕτος μὲν οὖν ἡμῖν ὁ σκοπὸς τῆς προκειμένης πραγματείας· τὰ δὲ
ἐφεξῆς, ὡς ἔνι, καὶ ἀνὰ μέρος προσθήσομεν. 11
τουτέστιν, ἡ ληφθεῖσά τε καὶ προκεψεν́η καὶ ἐν χερσὶν προφητεία 13 νοοῖτ’ ἂν οὐκ ἐφ’ ἑτέροις τισὶ μᾶλλον, ἢ κατὰ τῆς Νινευΐ, ἤγουν τὸ τῆς προφητείας λῆμμα νοείσθω Νινευΐ. ἐπιγράφεται δὲ τὸ βιβλίον Ὃρασις Ναοὺμ τοῦ ἀπὸ τῆς Ἐλκεσαι. κώμη δὲ αὕτη πάντως που τῆς Ἰουδαίων χώρας. ἐκληψόἀπόγνωσιν 14 μέθᾳ γὰρ οὐχ ὡς ἐκ πατρὸς, ἀλλ’ ὡς ἐκ τόπου μᾶλλον τὸ Ἐλκεσαίου. καὶ τοῦτό φαμεν ἐξ ἀναγνωσμάτων ἔχοντες τὴν παράδοσιν.
τοὺς ἐχθροὺς αὐτοῦ. Κύριος μακρόθυμος καὶ μεγάλη ἠ ἰσχὺς αὐτοῦ, καὶ ἀθῳῶν οὐκ ἀθῳώσει.
κεκερασμένην ἐπιεικῶς εὑρήσομεν τὴν παράκλησιν. εἰ δὲ δή τις οἴοιτο κατὰ τῆς Νινευΐ γενέσθαι καὶ λέγεσθαι, πρὸς 16 ἕτερόν τι τετράψεται τῶν θεωρημάτων ὁ νοῦς, καὶ τοῖς πεπονθόσι τὴν δήωσιν τοῦ καὶ αὖθις ἀνασφῆλαι δίδωσί τε καὶ ἐμπεδοῖ τὰς ἐλπίδας. τῆς οὖν ἐπ’ ἀμφοῖν ἐννοίας τὸν σκοπὸν 1
ὡς ἔνι ἐμφανῆ καταστήσομεν. ἀπολακτίσαντες γὰρ Ἰουδαῖοι τὴν εἰς Θεὸν ἀγάπησιν, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας τὸ γνήσιον δι’ οὐδενὸς παντελῶς ποιούμενοι λόγου, κατέθορον εἰς πολυθεΐαν καὶ ἀλλόκοτον πλάνησιν καὶ τὴν ἔξω νόμου ζωὴν, ἀνεδείμαντό τε βωμοὺς, ἔστησαν τεμένη τοῖς ἔργοις τῶν
17 ἰδίων χειρῶν, τελετὰς καὶ θυσίας προσῆγον, τῇ Ἀστάρτῃ, τῷ Χαμῶς, τῷ Βεελφεγὼρ, ταῖς δαμάλεσι ταῖς χρυσαῖς, καὶ τὸ ἔτι τούτων ἀλογώτερον, αὐταῖς ἀνέθεσαν ᾠδὰς τὰς χαριστηρίους. 18 τηρίους, ἔφασκον γὰρ ἐξ ἀποπληξίας οἱ δείλαιοι “ Οὗτοι “ οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἶ’.
19 “ γύπτου.’’ ἀλλὰ τοῖς οὕτω δεινοῖς ἀνοσιουργήμασι διαλελήθασι σφᾶς αὐτοὺς καταθήγοντες ἐφ’ ἑαυτοῖς τὸν πάλαι προεστηκότα καὶ ἀνασώζοντα Θεὸν, ᾧ γεγόνασιν ἐχθροὶ, καὶ ἐν τῇ τῶν πολεμίων τέθεινται μοίρᾳ, τοῖς μὴ κατὰ φύσιν 20
θεοῖς προσνέμοντες ἑαυτοὺς, καίτοι πάλαι Μωυσέως βοῶντος περὶ Θεοῦ, ὡς εἴη τε καὶ ζηλωτὴς, καὶ ὡς πῦρ ἀναλίσκον, 21 καὶ ὡς οὐκ ἂν ἀνάσχοιτο καταλυπεῖν ᾑρημένων. προανεφώνει γὰρ ὅτι “ Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, παρώρ. 22 “ γισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παρασζηλώσω αὐ-
“ τοὺς ἐπ’ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. προσκεκρουκότες δὴ οὖν πολυτρόπως, εἰκότως καὶ διολώλασι. τοῦτο καὶ νῦν ὁ Προφήτης φησὶ, μονονουχὶ καὶ ἀσχάλλοντας ἐπὶ τοῖς συμβεβηκόσι τοὺς δήμους τῶν Ἰουδαίων, ἐλέγχων τε 23 ὁμοῦ καὶ παραμυθούμενος. ναὶ γὰρ, φησὶ, καταλγύνεσθε
πεπονθότες ἀδοκήτως τὴν ἐρήμωσιν, οἴκων τε καὶ χώρας καὶ πόλεων ἐκσεσοβημένοι, καίτοι νικῶντες ἀεὶ τοὺς ἀνθεστηκότας· πεπτώκατε δὲ καὶ ὑπὸ πόδας ἐχθρῶν. εἶτα πῶς οὐκ ἔδει πρὸ πείρας ἐννοεῖν, ὅτι Θεὸς ζηλωτής ἐστι, καὶ ἐκδικῶν Κύρος μετά, θύμου, εκδικων τοὺς υπεναντιους αυτου, καὶ εζαιρων
τοὺς ἐχθροῦς αὐτοῦ ; εἰ δὲ δὴ καὶ ἡμεῖς ἐξῃρήμεθά φησι, 24 καὶ γεγόναμεν ἐκ μέσου, καὶ ὑπὸ χεῖρα δυσμενῶν, ἀλλ’ ἒστημεν εἰς ἐχθροὺς, πεπολεμήκαμεν ἀνοσίως τῷ πάντα ἰσχύοντι, καὶ πρὸς πᾶν ὁτιοῦν ᾠχόμεθα τῶν ἀπᾳδόντων αὐτῷ. Ἂλλ’ ἐρεῖς, ὅτι μακρόθυμος ὁ Δεσπότης. ναὶ, σύμφημι
καὶ αὐτὸς, καὶ γάρ ἐστι κατὰ φύσιν τοιοῦτος. πλὴν ἀθῳῶν οὐκ ἀθῳώσει, τουτέατιν, οὐκ ἀπαλλάξει παντελῶς αἰτιαμάτων 25 καὶ δίκης τοὺς προσκεκρουκότας αὐτῷ, καὶ τοῦτο ἀκαταλήκτως 26 καὶ πέρα δὴ μέτρου. ἀναβάλλεται μὲν γὰρ τὴν ὀργὴν ἐξ ἡμερότητος τῆς ἐμφύτου, καὶ ἀνέχεται πλημμελούντων τινῶν ἔσθ’ ὅτε, περιμένων τὴν μετάγνωσιν· μέλλοντας δὲ καὶ ἀναδυομένους μακρὰ, κολάζει λοιπὸν καὶ ὑπάγει ποιναῖς
ὡς κατεσκληκότας. ὧδε μὲν οὖν ἕξει τε ὁ λόγος ἡμῖν καὶ νοοῖτο γεγονὼς, εἰ βλέποι πρὸς Ἰουδαίους· εἰ δὲ δὴ φέροιτο κατὰ τῆς Νινευΐ, νοήσομεν ἑτεροίως.
27 ἐνέχεσθαι πλημμελήμασι τοὺς ἐξ Ἰσραήλ. οἱ δὲ ἦσαν ἀνήμεροί τε καὶ ἀλαζόνες καὶ ἄγροικον ἔχοντες παντελῶς τὴν φρένα, κατέληγον δὲ οὐδαμῶς καὶ αὐτὴν τὴν τοῦ Θεοῦ δόξαν μονονουχὶ καταπαίοντες σκληραῖς τε καὶ ἐπαράτοις φωναῖς. ᾤοντο γὰρ ὅτι νενικήκασι καὶ οὐχ ἑκόντος αὐτοῦ, 1
καὶ ὁμοῦ τοῖς Ἰουδαίοις τὴν ἐπαμύνουσαν αὐτοῖς πεπλεο- 28 νεκτήκασι χεῖρα. καὶ γοῦν ὁ Ῥαψάκης παλιμφήμοις ἐχρῆτο φωναῖς, τοῖς ἐν τῳ τείχει τῶν Ἰεροσολύμων ἐκείνα λέγων, 29 ἃ μόναις ἃν πρέποι ταῖς τῶν οὐκ εἰδότων τὸν φύσει καὶ ἀληθῶς Θεὸν ἀνοσίαις ἀθυροστομίαις. ἀλλ’ ἐκτέτικεν εὐθὺς
τῆς ἀλαζονείας τὰς δίκας. πλὴν ᾑρηκότες τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις οἱ ἀμφὶ τὸν Σαλμανασὰρ, καὶ ἑτέρας δὲ 30 ταύταις προσκατεμπρήσαντες, κατηλαζονεύοντο τῶν ἑαλωκότων, καὶ τῆς θείας δόξης κατεθρασύνοντο. παραμυθεῖται δὴ οὖν ὁ Προφήτης ἀλύοντας τοὺς δήμους τῶν Ἰουδαίων οὐ
μετρίως, καὶ ὅτι πάντη τε καὶ πάντως τοῖς αὐτοὺς πεπολεἒσθ’ 31 μηκόσιν ἐπαρτήσει τὰς δίκας ὁ τῶν ὅλων Θεὸς, διδάσκει λέγων Θεὸς ζηλωτὴς καὶ ἐδικῶν Κύριος μετά θυμοῦ, ἐκδικῶν 32 τοὺς ὐπεναντίους αὐτοῦ καὶ ἐξαίρων αὐτὸς τοὺς Θροῦς αὐτοῦ. Κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. περιέσται γάρ
πὼς, φησὶν, ἄμαχον ἔχων τὴν δύναμιν, καὶ κατακρατήσει τῶν λελυπηκότων . εἰ γὰρ καὶ μακρόθυμός ἐστι, καὶ ὁρᾶται τέως ὡς ἀνεξικακῶν, ἀλλ’ εἰς τέλος οὐκ ἀθῳώσει· ζηλωτὴς γάρ ἐστι. εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν τῶν ὅλων Θεὸν ἐφ’ οἷς πεπόνθασιν οἱ ἐξ Ἰσραὴλ διὰ τῆς τῶν Βαβυλωνίων ὠμότητος
οὐ μετρίως κεκινημένον. ἔφη γὰρ διὰ φωνῆς Ἱερεμίου πρὸς c τὴν τῶν Βαβυλωνίων πληθὺν ἢ πόλιν “ Ἐγὼ δέδωκα αὐτοὺς 33 “ εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἒλεος.” καὶ μὴν καὶ διὰ φωνῆς Ζαχαρίου πάλιν οὕτως φησίν “ Ἐζήλωκα 34 “ τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιῶν ζῆλον μέγαν, καὶ ὀργὴν
“ μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, “ ἀνθ’ ὧν ἐγὼ μὲν ὀργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο “ εἰς κακά.’’
τρίβον, ἀπονενευκόσι δὲ μᾶλλον ἐπὶ τὸ βιοῦν ἑλέσθαι σαρκικῶς. ὅτι γὰρ ἐκδικήσει, κολάσεσιν ὑποφέρων καὶ ποιναῖς ὑποτιθεὶς τὸν ἐξήνιόν τε καὶ ἀλιτήριον, πῶς ἔστιν ἀμφιβαλεῖν, εἴπερ ἀληθές ἐστιν ὅτι “ Τοὺς πάντας ἡμᾶς δεῖ φανερω- 35 “ θῆναι ἐμπροσθὲν τοῦ βήματος τοῦ Χριστου, ἵνα κομίσηται
“ ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν “ εἴτε φαῦλον.’’
38 ἔλαβόν τε τὴν κλεῖδα τῆς γνώσεως, καθά φησιν αὐτὸς, καὶ οὔτε εἰσῆλθον αὐτοὶ, οὔτε μὴν ἑτέρους συγκεχωρήκασιν εἰσελθεῖν. οὐκοῦν εἰ καί ἐστι μικρόθυμος, ἀλλ’ οὖν ἀθῳῶν οὐκ ὰθῳῶσει τοὺς τῇ ἀληθεῖ πίστει πεπολεμὴκοτᾷς.
κοντορτὸς ποδῶν αὐτοῦ.
κατορθοῦν ἑλομένη τὸ ἀντιστατοῦν οὐδὲν, πάντα δὲ μᾶλλον ἕψεται ῥᾳδίως, καὶ ἰσχύσει τὸ αὐτῇ δοκοῦν, κἂν εἴτι τῶν b ἐπιγείων πραγμάτων ἡμῖν τε καὶ τοῖς καθ’ ἡμᾶς δυσκατόρθωτον εἶναι δοκῇ. ᾤοντο μὲν γὰρ οἱ Ἰουδαῖοι δυσαλωτάτους ἔσεσθαι τοὺς Βαβυλωνίους, καὶ ἄμαχον οὕτως χεῖρα λαχεῖν,
ὡς μηδ’ ἃν εἰ βούλοιτο Θεὸς, ἀτονῆσαι πρὸς ἐχθρούς. ἐκάλει γὰρ οἶμαι δυσθυμίας εἰς τοῦτο αὐτοὺς τὰ κατὰ πάσης αὐτῶν τῆς χώρας ὠμῶς τε καὶ ἀνημέρως παρ’ ἐκείνων τετολμημένα. ἵνα τοίνυν εἰδεῖεν, ὡς κείσονται μὲν ἀκονιτὶ κατεξανιστάντος αὐτοῖς τὴν ὀργὴν τοῦ Θεοῦ, ἁλώσονται δὲ,
40 καὶ μάλα ῥᾳδίως, ἀναγκαίως φησί Κύρος ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδος αὐτοῦ καὶ νεφέλαι κονιορτὸς ποδων αὐτου. 41 εἰ γὰρ δὴ, φησὶ, βουλεύσαιο κατά τινων· τοῦτο γὰρ ἢ ὀδός· καταδραμεῖται πάντως ὡς ἐν συσσεισμῷ. ἄμαχον δὲ χρῆμα
καὶ δυσδιάφυκτον κομιδῆ συσσεισμὸς καὶ συντέλεια, καὶ νεφελαι πρὸς τούτοις κονιορτοῦ δίκην ἱπτάμεναι καὶ τὸν οὐρανὸν καταπυκάζουσαι. ἔοικε δὲ ὁ Προφήτης εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρειν τοῦ κατὰ παντὸς ἀνθρώπων γένους ἐπὶ Νῶε γεγονότος κατακλυσμοῦ, ἐν συντελείᾳ γὰρ τότε καὶ ἐν συσσεισμῷ
τῷ κατὰ πάντων οἱονεὶ πεπόρευται Θεὸς, νεφἑλας ἐξανιστὰς, καὶ, καθὰ φησὶ τὸ γράμμα τὸ ἱερὸν, ἀνοίγων τοὺς 42 καταῤῥάκτους τοῦ οὐρανοῦ, καὶ ὑετοῖς ἀσχέτοις ἐπικλύζων τὴν ὑπ’ οὐρανόν. ὁ τοίνυν, φησὶ, πρὸς ὅλην εὐκόλως 43 ἰσχύσας τὴν γῆν, καὶ ψήφῳ μιᾷ τοὺς ἐν αὐτῇ πάντας
ἀνελὼν, πῶς ἃν ἀτονήσειε πρὸς ἔθνος ἓν τὸ Βαβυλώνιον ; θεοπρεπῶς δὲ σφόδρα φησὶ τό Νεφέλαι κονιορτὸς πόνων αὐτοῦ. ὡς γὰρ εὔκολον ἀνθρώπῳ χοῦν τε καὶ κόνιν ἀνακινῆσαι ποδὶ, τὸν αὐτὸν οἶμαι τρόπον εὐχερὲς καὶ τῷ πάντων κατεξουσιάζοντι Θεῷ, χειμῶνί τε καὶ νεφέλαις καταπυκάσαι τὸν
οὐρανὸν.
Λόγον τοῦ Θεοῦ. ἐπειδὴ γὰρ γέγονε καθ’ ἡμᾶς, συντετέλεκε καὶ συνέσεισεν “ ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμο 45 46 “ κράτορας τοῦ αἰῶνος τούτου,’’ τῆς καθ’ ἡμῶν ἐξελάσας πλεονεξίας, καὶ τῆς ἀρχαίας ἐκείνης ἀποσοβήσας ἰσχύος, καθελὼν δὲ καὶ αὐτὸ τοῦ θανάτου τὸ κράτος καὶ πρός γε 47 τούτῳ τὴν ἁμαρτίαν. γεγόνασι δὲ καὶ νεφέλαι κονιορτὸς πόνων αὐτοῦ. ὥσπερ γὰρ τοῦ βαδίζοντος πρόαν ἵπταται
κόνις, οὕτω τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς προεβάδιζον αἱ νοηταὶ νεφέλαι, τουτέστιν οἱ μακάριοι προφῆται, σκοτεινοτέρῳ μὲν καὶ οὐ λίαν ἐμφανεστέρῳ χρώμενοι λόγῳ, πλὴν ζωοποιοῖς κηρύγμασι τὸν τῶν συνιέναι δυναμένων κατάρδοντες νοῦν.
τὸν Ἰσρὴλ ἐξεκόμιζεν ὁ προασπίζων Θεὸς, διεβίβασε μὲν διὰ μέσης θαλάσσης αὐτοὺς, ἐκέλευε δὲ βαδίζειν ὡς ἐπὶ 49 ξηρᾶς· “ ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὓδατα,” κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἠπείλησε μὲν τῇ θαλάσσῃ, καὶ βάσιμος ἦν οἷά τις ζηρά. εἰ δὲ δή τις βούλοιτο ταῖς περὶ τούτων ἐννοίαις τὰ
50 πρῶτα συνείρειν, φημὶ δὴ τό “ κύριος ἐν συντελείᾳ καὶ ἐν “ συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, ” τὰ εἰκότα καὶ οὕτω φρονήσει. μονονουχὶ γὰρ συντελέσας τε καὶ συσσείσας τὴν Αἰγυπτίων, ὁ τῶν ὅλων κύριος διὰ τῶν ἐν αὐτῇ γεγονότων σημείων καὶ τοῦ θανάτου τῶν πρωτοτόκων· διολώλασι γὰρ ἐν μιᾷ νυκτὶ,
51 θρήνου τε καὶ οἰμωγῆς, ὡς ἔφησε, τὰ πάντα πεπλήρωτο· διὰ μέσης θαλάσσης διεβίβασε τὸν Ἰσραὴλ, κατηρτημένης αὐτῶν τῆς ἐξ οὐρανοῦ νεφέλης.
ὧδε “ Ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ 52 “ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ “ γὰρ οἱ οὐρανοὶ ενσταξαν.’’ γῆν δὲ σεσεισμένην, καθάπερ ἐγῷμαι, τὴν Αἰγυπτίων φησίν. ὅτι δὲ καὶ νεφέλη κατεκρέματο, προβαδίζουσα τῶν υἱῶν Ἰσραὴλ, ἀσυμφανὲς μὲν
οὐδενί, πιστώσεται δὲ καὶ ὁ θεσπέσιος Παῦλος, τοὺς τοῦ Ισραὴλ πατέρας βεβαπτίσθαι λέγων ἅπαντας “ ἐν τῇ νεφέλῃ 53 “ καὶ ἐν τῆ θαλάσσῃ.”
ἑτέρου θαύματος. ὅτε γὰρ εἰς τὴν τῆς ἐπαγγελίας εἰσεκομίζοντο γῆν, Ἰησοῦ μετὰ Μωυσέα προεστηκότος, τότε κατὰ χώραν ἔστη πάλιν ὁ Ἰορδάνησ, τὴν τῶν ναμάτων καταφορὰν 55 ἀρρήτοις νεύμασι καὶ δεσμοῖς ἀνακόπτοντος του πάντα τσχυοντος Θεοῦ. ἀξιοῖ δὲ ταῦτα τοῦ μεγίστου θαύματος καὶ ὁ
μακάριος Δαυεὶδ, οὕτως λέγων “ Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ 56 “ Θεοῦ, ὡς φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων· • ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διε- ” λεύσονται ποδί. ποδὶ γὰρ πάλιν τὸν Ἰορδάνην διέβησαν. 57 εἰ δὲ δὴ καὶ πάντας λέγοι ξηραίνεσθαι τοὺς ποταμοὺς τὸ ἐφ’
ἑνὶ γεγονὸς ὅτι καὶ πᾶσι συμβήσεται Θεοῦ κατανεύοντος, διακεῖσθαι κελεύει.
b καὶ οἷον θαλάσσης δίκην τοῖς ἄλλοις ἔθνεσι τοὺς πολέμους ἐπικυμαίνουσαν, ἀμελλητὶ καταξηρανεῖ. κἂν εἰ ἀνέρχοιντο, φησὶν, ὡς χείμαρροι τὰ παρ’ αὐτῆς ἔ, πάντη τε καὶ πάντως ἐρημωθήσονται. θάλασσαν δὲ καὶ ποταμοὺς ἐπικλύζοντάς τε καὶ καταπνίγοντας , οὐδὲν ἧττον εἶναί φαμεν τὰς
πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, καὶ πρό γε τῶν ἄλλων τὸν σατανᾶν. ἀλλ’ ὅλην αὐτῶν τὴν δύναμιν κατεξήρανεν ὁ Χριστὸς, καὶ ἄμαχον οὖσαν πάλαι, τοῖς τῶν σεβομένων αὐτὸν ὑπέστρωσε ποσίν.
Λιβάνου ἐξέλιπε. τὰ ὂρη ἐσείσθησαν ἀπ’ αὀτοῦ, κω οἱ βουνοὶ ἐσαλεύθησαν, κω ἀνεστἀλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ ἡ σύμπασα, καὶ πάντες οἱ κατοικοῦντες έν αὐτῇ.
χώρα μὲν γὰρ ἡ Βασανῖτις ἐστιν εὐθαλής τε καὶ πίειρα· Κάρμηλος d δὲ καὶ Αίβανος, τὸ μὲν τῆς Φοινίκης, τὸ δὲ τῆς Ἰουδαίας ὄρος, εὐδενδρότατα δὲ ἄμφω, καὶ ἀμφιλαφέσι κομῶντα δρυμοῖς. ἀλλὰ ταυτὶ δὴ πάντα, τήν τε Βασανῖίν φημι, 60 καὶ αὐτὴν δὲ τὴν τοῖς ὄρεσι παρακειμένην χώραν, δεινά τε καὶ μαχιμώτατα κατενέμοντο γένη καὶ υἱοὶ γιγάντων, κάτα 61
τὸ γεγραμμένον. πλὴν ἐξῄρηνται καὶ νενίκηνται πάρα τῶν υἱῶν Ἰσραὴλ, Θεοῦ προασπίζοντος, καὶ κεκληρονομήκασι
τὴν γῆν αὐτῶν. ὅμοιον οὖν ὡς εἰ λέγοι πάλιν Αἱ πάλαι δεινοῖς καὶ ἀλκιμωτάτοις ἀνδράσι βρύουσαι χῶραι, καὶ οἷον δρυμοῖς τῶν ἐν αὐταῖς μαχίμων κομῶσαι πολλοῖς, ᾤχοντο 62 καὶ πεπόρθηνται τῶν ἐνοικούντων παθοῦσαι τὴν ἐρημίαν. τοῦτο γὰρ οἶμαί ἐστι τὸ ὠλιγῶσθαι λέγειν αὐτάς.
τοῦ Λιβανίου τοὺς Δαμάσκου καὶ Φοινίκης βεβασιλευκότας φησὶ 63 κατὰ καιροὺς, οἱ καὶ ὑπὸ χεῖρας δέδονται τῶν υἱῶν Ἰσραήλ· νενίκηνται γὰρ καὶ αὐτοὶ κατὰ καιροὺς, καίτοι πλείστην ὅσην ἔχοντες χεῖρα, δειναῖς τε καὶ δυσαντήτοις ἐπικουρίαις ἀναφυσώμενοι. εὑρήσομεν δὲ τὰ τῶν βασιλειῶν ἐπερχόμενοι
βιβλία πεπορθημένην κατὰ καιροὺς τὴν Δαμασκηνῶν βασιλείαν, 64 διὰ τῶν ἐκ φυλῆς Ἰούδα βεβασιλευκότων. εξέλιπον δὴ οὖν τὼ ἐξανθοῦντα τοῦ Λιβάνου, τουτέστιν, ἐξῄρηνται 65 καὶ ἀπολώλασι πλειστάκις καὶ αὐτὰ τῆς Φοινίκης ἤγουν τοῦ Λιβάνου, τὰ ἐξαίρετα, τουτέστιν, οἱ τῶν ἐκεῖσε κρατοῦντες
πραγμάτων.
“ θάλασσα, ὅτι ἔφυγές ; καί σοι, Ἰορδάνη, ὅτι ἐστράφης εἰς “ τὰ ὀπίσω ; τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ “ βουνοὶ ὡς ἀρνία προβάτων ; ἀπὸ προσώπου Κυρίου ἐσα- “ λεύθη ἡ γῆ.’’
ὅτι δὲ οὐδὲν ἡ σύμπασα γῆ, καὶ ὀλίγου παντελῶς ἀξιωθεῖεν ἂν λόγου τὰ ἐν αὐτὴ, τὴν θείαν τε καὶ ἀπόρρητον εἴ τις 69 ἕλοιτο δόξαν ἀναμετρεῖν, ἐπιμαρτυρήσει λέγων ὁ προφήτης 70 ‘Ησαΐας “ Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδδου, καὶ “ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται·
“ ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετρά- “ πόδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη ὡς “ οὐδέν εἰσι, καὶ εἰς οὐδὲν ἐλογίσθησαν· τίνι ὡμοιώσατε “ Κύριον, καὶ τίνι ὡμοιώματι ὡμοιώσατε αὐτόν ;
τοῖς ἐξανθοῦσιν ἐν αὐτῇ, τουτέστιν, ἡγουμένοις τε καὶ στρατηγοῖς καὶ τοῖς τῶν ἄλλων λαῶν ἐπιφανεστέροις. ἐπειδὴ γὰρ 72 ὀρῶν ἐποιήσατο μνήμην καὶ χώρας εὐδενδροτάτης, φημὶ δὴ τῆς Βασανίτιδος, τετήρηκε τῷ λόγῳ μέχρι παντὸς τὴν τροπήν· τὴν πιοτάτην καὶ ἐξανθοῦσαν ἔφη τοὺς ἢ πλούτῳ τυχὸν 73 διαφανεστέρους, ἢ ταῖς τῶν σωμάτων ἀλκαῖς ἐμπρέποντας, ἢ
καὶ καθ’ ἕτερόν τινα τρόπον ὑπεροχῆς τῶν ἄλλων ἠρμένους.
καὶ τάδε. Βασανῖτις μὲν γὰρ καὶ Δάρημλος καὶ μέντοι καὶ 74 Λίβανος νοοῖτο ἂν εἰκότως ἡ Ἰουδαία· καὶ Βασανῖτις μὲν, ἐπείτοι καὶ ὠνόμασται γῆ ῥέουσα μέλι καὶ γάλα, γῆ σίτου καὶ ἐλαίου καὶ ἀμπελώνων· Κάρημλος δὲ καὶ Λιβιινος διάτοι τὸ ὑψοῦ τε ἦρθαι κατὰ τὴν δόξαν, γενέσθαι τε διαφανῆ καὶ
περίοπτον, καὶ οἷον ἀκαταλήκτοις δρυμοῖς τοῖς κατοικοῦσιν αὐτὴν ἐπιγάνυσθαι. ἀλλ’ ὠλιγῶσθαί φησιν αὐτήν· δεδαπάνηνται γὰρ τῆ Ῥωμαίων χειρὶ, μονονουχὶ δὲ καὶ δεινοῖς καὶ ἀλκιμωτάτοις περιπεσόντες δρυτόμοις, φυτοῖς ἐν ἴσῳ πεπτώκασι. κάσι. καί τι τοιοῦτον ὁ μακάριος προφήτης Ἠσαίας ὑπαινίττεται, 75
λέγων ὡς πρός γε τὴν Ἱερουσαλήμ “ Διάνοιξον 76 “ ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς “ κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, “ ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν. ὀλολύξατε δρύες “ τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος·
5 σαφέστερον δὲ καὶ ἑτέρωθί που φησί “ Καὶ ἔσται ὁ κοπετὸς 77 78 δὲ ὄντες ἄγαν, συνεθραύοντο τοῖς κακοῖς, καὶ τῆς εἰς Χριστὸν παροινίας δίκας ἐξῄτηνται.
“τορας του σκότους του αἰῶνος τούτου, τὰ τε πνευματικὰ “ τῆς πονηρίας,’’ ἵνα ἡμᾶς ἐξέληται καὶ διασώσῃ. καὶ τοῦτο εἰδὼς ὁ μακάριος ψάλλει Δαυείδ “ Σὺ φοβερὸς εἶ, καὶ τίς 81 “ ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου ; ἐκ τοῦ οὐρανοῦ “ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀνα-
“ στῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς “ τῆς γῆς.’’ δέδωκε δὲ ἡμῖν “ πατεῖν ἐπάνω ὄφεων καὶ σκορ 82 “ πίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.’’ κατέταξε 83 γὰρ ἀρχας, συνέθραυσεν ὡς πέτρας τὰς τῶν ἀνοσίων πνευμάτων ἀλαζονείας. ὀργιζομένῳ δὲ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν
τοῖς ἠδικηκόσι, παραχωρεῖν ἦν ἀνάγκη καὶ οὐχ ἑκοῦσιν αὐτοῖς.
γινώσκων τοὺς εὐλαβομένους αὐτόν. καὶ ἐν κατακλυσμῷ
πορείας συντέλειαν ποιήσεται, τοὺς ἐπεγειρομένους καὶ τοὺς
ἐχθρούς αὐτοῦ διώξεται σκότεος.
βιοῦν ἑλέσθαι ἐννόμως, διά τοι τοῦ φάναι πάλιν, ὅτι τὴν ὡς ἐν κατακλυσμῷ νοουμένην ὁδὸν εἰ δὴ ποιοῖτο κατά τινων, καἐξῂτηνται 85 θάπερ τινὰ σεισμὸν ποιήσεται, καὶ ὥσπερ ὑδάτων πολλῶν τε καὶ ἀφορήτων ὁρμὴ κατὰ πρανοῦς ἰοῦσα χωρίου χρῆμά τι e δεινὸν καὶ δυσδιάφυκτον παντελῶς, οὕτως εἰ διάττοι κατά τινων τὰ ἐκ θείας ὀργῆς, ἄρδην ἅπαντας ἀπολέσει τοὺς καθ’ ὧν ἂν ἴοι καὶ φέροιτο.
86 τοῖς ἀρχαιοτέροις συμβέβηκεν, ἀπενηνεγμένοις εἰς αἰχμαλωσίαν, καὶ ἁλούσης αὐτοῖς τῆς χώρας. τοιγάρτοι Θεὸς οἴνῳ καὶ μεθύσματι τὰ τοιάδε τῶν κακῶν παρεικάζων, εὖ μάλα 87 πρὸς τὸν μακάριον ἔφασκεν Ἱερεμίαν “ Λάβε τὸ ποτήριον “ τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου, καὶ ποτιεῖς
“ πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτοὺς, “ καὶ πίονται καὶ ἐξεμοῦνται, καὶ μανήσονται ἀπὸ προσώπου 88 “ τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν· καὶ 89 μὴν καὶ διὰ φωνῆς Ἠσαίου πρὸς αὐτήν “ Τὸ ποτήριον γὰρ “ τῆς πτώσεως τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας.
μέθῃ δὴ οὖν καὶ σκότῳ καταληφθήσεσθαί φησι τοὺς ἐχθρὰ φρονοῦντας Θεῷ, μετασοβῶν εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν ἅπερ ἦν ἄμεινον εἰδέναι τε καὶ δρᾶν αὐτούς.
χριστῷ εἰσπραττόμενος δίκας. γεγόνασι δὲ καὶ ἐν σκότω, 90 καὶ τοῦ θείου φωτὸς ὁλοτρόπως ἠμοιρηκότες, μωροὶ καὶ 91 τυφλοὶ διατελοῦσιν οἱ τάλανες. οὐ γὰρ ἤθελον ἀκολουθεῖν ἐπιφωνοῦντι χριστῷ “ Ἕως τὸ φῶς ἔχετε, περι- 92 “ πατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβη. ἐπειδὴ δὲ ἦσαν ἀπειθεῖς καὶ ἐξήνιοι, ταύτῃτοι λοιπὸν, καθά
φησιν ὁ προφήτης “ Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐ- 93 “ τοῖς σκότος, μείναντες δὲ αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν. γεγόνασι γὰρ ἐχθροὶ τοῦ θείου φωτὸς, καὶ κατεξανέστησαν ἀνοσίως τῆς δόξης Χριστοῦ.
ἐκδικήσει δὶς ἐμ τὸ αὐτὸ ἐν θλίψει.
ἀφορήτοις ὄντων δείμασι καὶ εἰς τὰς τῶν ὁμόρων ἐθνῶν ἀναφευγόντων χώρας· ᾤοντο γὰρ κατὰ τὸ εἰκὸς, τοῖς ἴσοις 95 κακοῖς περιπεσεῖσθαι καὶ δεύτερον ἐπ’ αὐτοὺς τῶν Βαβυλωνίων ὑπονοστούντων· ἀναγκαίαν ἐποιεῖτο Θεὸς τὴν παράκλησιν διὰ τῆς τοῦ Προφήτου φωνῆς, δύο ταῦτα καθυπισχνούμενος,
ὅτι καὶ τοὺς ἤδη κατειλημμένους τῷ πολέμῳ καὶ ἐν ἀφορήτοις ἲς ὄντας συμφοραῖς ἐλεήσει κατὰ καιροὺς, καὶ τῶν τῆς αἰχμαλωσίας ἀπαλλάξει δεσμῶν, καὶ ὅτι παραδώσει τὴν Νινευῒ πρὸς ἐρήμωσιν καὶ ἀπώλειαν.
πλημμελήμασι τὰς δίκας αἰτεῖν ; ἁλλὰ πολὺ τοῦ πρέποντος 98 ἀποσφάλλεσθε. προστεθεικότων γὰρ ὑμῶν οὐδὲν τῶν ὅσα ἐστὶν ἔξω νόμου καὶ κατερεθίζει πρὸς ὀργὰς τοῦ νόμου τὸν ὁριστὴν, οὐδ’ ἂν αὐτὸς ἔτι δευτέραν ἐποίσῃ πληγήν. ἔθλιψεν ἀρκούντως ἐφ’ οἷς ἤδη δυσσεβοῦντες ἡλίσκεσθε. στήσατε
τὴν ἁμαρτίαν, καὶ τὴν ὀργὴν ἀνακόψει. πεπαίδευκεν ἀποχρώτως, κατελεήσει λοιπὸν σωφρονεῖν ᾑρημένους. μέμικται τοίνυν ὁ λόγος, καὶ κεκραμένην ἔχει τὴν παραίνεσιν. ἐν ταὐτῷ γὰρ ἀναπείθει καὶ τὰ ἁνδάνοντα τῷ Θεῷ κατορθοῦν ἑλέσθαι γνησίως, καὶ τοῦτο δρᾶν ἑλομένοις δίδωσι θαρρεῖν,
99 ὅτι χρηστὸς ἔσται περὶ αὐτοὺς, οὐκ ἀχάλινον αὐτοῖς ἐφιεὶς τὴν ὀργὴν, καθάπερ ᾤοντο κατὰ σφᾶς. ἄθρει δὲ ὅπως τετήρηκε πάλιν ὁ λόγος τῷ Ἰσραὴλ τὸ κατάλειμμα. ὅτι γὰρ οὐ συντελέσει ὁ Θεὸς αὐτοὺς, προαναπεφώνηκεν ἐναργῶς, ὡς ἐν ἐρωτήσει λέγων Τὶ λογίζεσθε ἐπὶ τὸν Κύριον ; συντλειαν
αὐτὸς ποιήσεται ; οὐ γὰρ ποιήσεταί φησι τὴν συντέλειαν οὐδ’ ἂν ἐκ βάθρων αὐτῶν κατασείσας τὸν Ἰσραὴλ, εἰς ὄλεθρον παραδώσει παντελῆ. φείσεται δὲ διὰ τοὺς πατέρας, καὶ σωθήσονται κατὰ καιροὺς, κατόπιν ἐθνῶν εἰσβαίκαταδρομὴν 100 νοντας διὰ πίστεως τῆς εἰς χριστὸν εἰς ἁγιασμὸν καὶ 101 οἰκειότητα τὴν ὡς πρὸς Θεὸν δι’ Υἱοῦ ἐν Πνεύματι.
βρωθήσεται, καὶ ὡς καλάμη ξηρασίας μεστή. ἐκ
σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυρίου πονηρὰ βουλευόμενος ἐναντία.
τὴν Νινευΐ, καί φησιν, ὅτι κἂν εἰς τοῦτο προήκοι λαμπρότητος, ὡς ἐν ἴσῳ φαίνεσθαι τοῖς εὐδενδροτάτοις τῶν ὀρῶν, Λιβάνῳ τέ φημι καὶ Καρμήλῳ, πολλοῖς καὶ ἀναριθμήτοις κομῶσα λαοῖς· κἂν εἰ μηδὲν ἀποδέοι τῆς Βασσανίτιδος, ἀλλ’ ἥξει καιρὸς, ὅτε καὶ εἰς ἅπαν ἐρημωθήσεται. τοῦτο γὰρ
οἶμαί ἐστι τὸ ἕως θεμελίου χερσωθήσεσθαι, τετηρηκότος τοῦ λόγου τὴν τροπὴν ὡς ἐπ’ ὁρῶν τε καὶ γῆς, ξύλων τε καὶ 103 ὕλης. βρωθήσεσθαι δέ φησιν αὐτὴν κατανεμηθέντων τρόπον τινὰ Περσῶν τε καὶ Μηδῶν. εἷλον γὰρ οὗτοι τὴν Νινευΐ, πολεμαρχοῦντος τοῦ Κύρου. σμίλακι δὲ παρεικάζει τὴν τῶν
Ἀσσυρίων πληθὺν, κατῴκουν γὰρ οὗτοι τὴν Νινευΐ. καὶ τίς ἂν γένοιτο λόγος τοῦ τοιοῦδε πάλιν ; ἔστι μὲν γὰρ ἡ σμίλαξ κιττοειδές τι φυτὸν, ἕρπει δὲ ἀεὶ πρὸς τὸ ὑψοῦ καὶ λεπτοὺς ἀνίησι κλῶνας, καὶ τῶν ἐγγὺς ἑστηκότων καταδράττεται φυτῶν, ὡς καταπνίγεσθαι πολλάκις ὑπ’ αὐτῆς καὶ τὰ εὐμηκέστατα 104
τῶν ξύλων. ἔδρων δὲ τοῦτο καὶ Ἀσσύριοι, καταθρώσκοντες ἀεὶ χωρῶν καὶ πόλεων, καὶ οἷον συμπνίγοντές 105 τε καὶ καταβρίθοντες ταῖς τῶν πολέμων συμπλοκαῖς καὶ ταῖς ἀφορήτοις καταδυναστείαις. ἔφη δὲ αὐτὴν καταπρησθήσεσθαι, καὶ ὡς Καλάμην ξηρασίας μεστήν. ἑτοιμότατον δὲ τῆς καλάμης τὸ χρῆμα πρὸς τὸ δαπανᾶσθαι πυρί. κατεμπιπραμένῃ δὲ ὥσπερ τῆ Νινευΐ καὶ πασχούσῃ τὰ εξ
106 ὀργῆς καταδῃουμένῃ τε λοιπὸν ὁ Προφήτης ἐπιφθέγγεται καὶ τοῦ τὰ τοιάδε παθεῖν τὴν πρόφασιν καταλευκαίνει λέγων Κε σοῦ έξελεύσεται λογισμὸς κατὰ τοῦ κυροῦ πονηρα βουλευλομενος ἐναντία. προκείσῃ φησὶν εἰς ἐρήμωσιν, ἔση δὲ καὶ ὡς χέρσος, καὶ μὴν καὶ καταφλεχθήσῃ πυρὶ, λογιῇ
γὰρ κατὰ τοῦ Θεοῦ δεινὰ καὶ ὑπέροπτα καὶ τὰ ἐναντία. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς πλημμελοῦντα τὸν Ἰσραὴλ κολάζων, εὐάλωτον ἀπετέλει καὶ τοῖς σοῖς αὐτὸν ὑπεκόμιζε ποσί. διακείσῃ γεμὴν οὐχ οὕτως αὐτὴ, νομιεῖς δὲ μᾶλλον 107 ᾑρηκέναι τὴν Ἰουδαίαν καὶ οὐχ ἑκόντος αὐτοῦ. ἔχουσαν γὰρ
οὕτως εὑρήσομεν τὴν Ῥαψάκου περιττοεπ́ειανι ὅτε τὴν τοῦ Θεοῦ κατεκερτόμει δόξαν, λέγων τοῖς καθημένοις ἐν τῷ 108 τείχει “ Μῆ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνή- “σονται ῥύσασθαι ὑμᾶς καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας “ ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.” πρὸς
δὴ τὴν οὕτως ἀβουλοτάτην καὶ ἀνόσιον ἀληθῶς ἀθυροστομίαν 109 ἀπελογεῖτο ὁ Θεὸς καὶ διὰ φωνῆς Ἡσαΐου λέγων “ Μῆ 110 “ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ, ἢ ὑψω- “ θήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν “ ὥσπερ γὰρ ἡ ἀξίνη, κἂν τομωτάτη τις εἴη καὶ εὔχαλκος, οὐκ ἃν ἐνεργήσῃ
περὶ τὰς τῶν δένδρων ἀποτομὰς, εἰ μή τις αὐτὴν ἰδίαις 111 δυνάμεσι κατά τινος ἐπιφέροι, ὡσαύτως δὲ καὶ ὁ πρίων ἀπρακτήσει πάντως περὶ τὰ οἰκεῖα, καθέλκοντος αὐτὸν ἢ ἀνέλκοντος οὐδενός· οὕτω καὶ ἡ τῆς τῶν Νινευιτῶν βασιλείας ἤγουν στρατιᾶς ἰσχὺς οὐκ ἃν ἐκράτησε τῆς Σαμαρείας, μὴ
οὐχὶ θείας ὀργῆς πόλεσί τε αὐτὴν ἐπιφερούσης καὶ κώμαις, 112 καὶ οἷον ἐργαλείῳ χρωμένης, ὃ κινεῖται μὲν παρ’ ἑτέρου, καί ἐστι χρήσιμον εἰς ὑπουργίαν παραληφθὲν, ἐνεργήσειε δ' ἃν οὐδὲν αὐτὸ καθ’ ἑαυτό. κολάζεται τοίνυν ἡ Νινευΐ διάτοι τὸ πονηρὰ κατὰ Θεοῦ λογίζεσθαι καὶ τὰ ἐναντία μᾶλλον, ἢ
ὡς ἃν ἔχοι κατὰ τὸ ἀληθὲς ἡ φύσις τοῦ πράγματος. παραδέδωκε γὰρ ὁ τῶν ὅλων Θεὸς ἡμαρτηκότα τὸν Ἰσραὴλ, καὶ οὐκ αὐτὴ μᾶλλον εἷλεν ἐπαμύνοντος Θεοῦ καὶ σώζειν αὐτοὺς θέλοντος ἔτι.
καὶ ἡ ἀκῶ θοῦ οὐκ ἐνακουσθήσεται ἒτι.
ἕλοιτο Θεός. αὐτὸς γάρ ἐστιν αὐτῶν ὁ κατάρχαιν, ὡς Δημιουργὸς, ὡς τῶν ὅλων κύριος καὶ Θεὸς, ὡς ἰδίοις νεύμασι τὰ ὑπ’ αὐτοῦ γεγονότα πηδαλιουχῶν, καὶ τῆς ἁπάντων καρδίας 114 τὸ νεῦμα μετατιθεὶς πρὸς τὸ αὐτῷ δοκοῦν, οὕτω τε 115 Κύρος δὲ ἦν ὁ Καμβύσου· ἐντέλλεται δὲ οὐχὶ πάντως ὡς ἁγίῳ καὶ προφήτη προσλαλῶν, ἀλλ’ εἰς νοῦν ἐνιεὶς τὸ ἴδιον θέλημα, καὶ ὑπουργὸν ἀποφήνας τῶν δοκούντων αὐτῷ, καίτοι βέβηλον ὄντα καὶ εἰδωλολάτρην. ὥσπερ γὰρ ἐνετείλατο 116
τῷ κήτει καταπιεῖν τὸν Ἰωνᾶν, καὶ τῇ κολοκύντῃ πάλιν, ἀναφῦναί τε ὑπὲρ κεφαλῆς αὐτοῦ καὶ ἐπισκιάζειν αὐτὸν, καὶ μὴν καὶ τῆ σκώληκι τῇ ἑωθινῇ πατάξαι τὴν κολοκύνταν· 117 οὕτω φαμὲν ἐντετάλθαι καὶ Κύρῳ.
Ηατὴρ κυριοκτόνῳ γεγενημένῃ τῆ Ἱερουσαλὴμ, ἤτοι τῇ τῶν Ἰουδαίων χώρᾳ “ ὅτι ἕως θεμελίων αὐτῶν χερσωθήσεται, 118 “ καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθήσεται, καὶ ὡς κα- “ λάμη ξηρασίας μεστή. ἐκ σοῦ ἐξελεύσεται λογισμὸς “ κατὰ τοῦ κυρίου πονηρὰ βουλευόμενος ἐναντία.” καταπέπρησται
γὰρ καὶ κεχέρσωται, καὶ ὡς καλάμη ξηρὰ δεδαπάνηται. τετολμήκασι γὰρ λογίσασθαι πονηρὰ κατὰ τοῦ c κυριοῦ, καὶ μὴν καὶ ἀθύρῳ γλώττη χρήσασθαι· ποτὲ μὲν γὰρ Σαμαρείτην καὶ κάτοινον καὶ ἐκ πορνείας γεγεννημένον 119 ὠνόμαζον. ποτὲ δὲ καὶ ἔφασκον ὅτι “ πλανᾶ τὸν ὄχλον,
καίτοι ταύτης ἕνεκα τῆς αἰτίας ἀπεσταλμένου πάρα του Θεοῦ καὶ Παρρὸς, ἵνα τοῦ πλανᾶσθαι τὸ πλανώμενον ἀπαλλάξῃ καὶ προσκομίσῃ Θεῷ τὸ ἀποσκιρτῆσαν αὐτοῦ, καὶ προσάγῃ διὰ τῆς πίστεως τὸ πολυτρόπως ὠλισθηκὸς εἰς ἀπόστασιν, καὶ καταφωτίσῃ μὲν τὸ ἐν σκότει, καταδήσῃ δὲ 120
τὸ συντετριμμένον. ἐπειδὴ δὲ οὐκ εἰσάπαν ὠλόθρευσε τὸν Ἰσραὴλ, τετήρηται δὲ, ὡς ἔφην ἤδη πλειστάκις, αὐτῷ τὸ 121 122 κατάλειμμα· πεπιστεύκασι γὰρ καὶ ἐξ Ἰουδαίων οὐκ εὐαρίθμητοι, καὶ τοῖς ἔθνεσιν ἀναμὶξ δοξολογοῦσι Χριστόν· ἀκουέτωσαν μὲν οἱ ἐκ τῆς κατὰ σάρκα περιτομῆς ὅτι Συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ δοῦ καὶ τοὺς δεσμούς σου διαῤῥήξω καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύρος. ποίαν δὲ ἄρα φησὶ
123 τὴν ῥάβδον, ἢ τίνας ὅλως δεσμοὺς, πῶς οὐκ ἀναγκαῖον εἰπεῖν ; ὑπέκειντο μὲν γὰρ οἷά τινι σκήπτρῳ, κατηχθισμένοι τῇ τῶν γραμματέων τε καὶ Φαρισαίων ἀπονοίᾳ τε καὶ ἀγριότητι, καὶ μονονουχὶ δεσμοῖς συνεχόμενοι τοῖς ἐκείνων ἐντάλμασιν, οὐ παρεδέχοντο τὴν πίστιν. ἀλλ’ ἐξῄρηται μὲν ἡ ῥιίβρος,
τουτέστιν ἡ ἀρχὴ, διεῤῥάγη δὲ τὰ δεσμὰ, καὶ λοιπὸν ἐλευθέρῳ φρονήματι προσδεδραμήκασι τῷ χριστῷ, μονονουχὶ προτροπάδην ἐπιφωνοῦντες ἀλλήλοις, κἀκεῖνο λέγοντες τὸ διὰ 124 τῆς τοῦ ψάλλοντος λύρας “ Διαρρήξωμεν τοὺς δεσμοὺς αὐ- “ τῶν, καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν.’’
Ακουέτεσαν δὲ πρὸς ἐκείνοις οὐδὲν ἧττον οἱ ἐξ ἐθνῶν Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαῤῥήξω καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύριος. πάλαι μὲν γὰρ τοῖς τοῦ διαβόλου σκήπτροις ὑπεζευγμένοι, καὶ τοῖς τῶν κοσμικῶν ἡδονῶν κατεσφιγμένοι δεσμοῖς προσεκύνουν “ τῇ
125 “ κτίσει παρὰ τὸν κτίσαντα·’’ Θεὸν οὐκ ᾔδεσαν τὸν φύσει καὶ 126 ἀληθῶς, καὶ κτηνῶν ἀλόγων ὀλίγα διενεγκόντες ταῖς ἡδοναῖς ἐδούλευον τῆς σαρκὸς, οἰκτρόν τε καὶ ἀλογώτατον διέζων βίον. ἀλλ’ ἠλευθέρωνται καὶ αὐτοὶ, χριστοῦ τὴν ἀρχαίαν ἐκείνην ῥάβδον συντρίψαντος καὶ διαῤῥηγνύντος τὰ δεσμὰ,
καὶ ἁμαρτίας ἐξέλκοντος, καὶ μετατιθέντος ἐκ πλάνης εἰς ἐπίγνωσιν Θεοῦ, καὶ δικαιοῦντος τῇ πίστει, καὶ ἐντελλομένου λοιπὸν ὑπὲρ αὐτῶν, δῆλον δὲ ὅτι τοῖς ἁγίοις ἀγγέλοις. 127 γέγραπται γὰρ ὅτι “ Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, 128 “ ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. ἐντελεῖται γὰρ τοῖς ἁγίοις ἀγγέλοις διαφυλάσσειν ἡμᾶς ἐν πάσαις ταῖς 129 ὁδοῖς καὶ λαμβάνειν ἐπὶ χειρῶν, μήποτε προσκόψωμεν πρὸς
λίθον τὸν πόδα. καὶ ἀτρεκὲς ὅτι “ Παρεμβαλεῖ ἄγγελος 130 “ Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐ- “τούς.”
πάντα τὰ ἔθνη, ἢ δορίληπτος καὶ ἀλήτης καὶ τῆς ἐνεγκούσης ὡς ἀπωτάτω καὶ παγχάλεπον ὑπομένων θητείαν ἐν πόλεσι δυσμενῶν οἰκτρῶς τε καὶ ἐλεεινῶς καὶ ἀθλίως κατεσκεδασμένος. 131 σημειωτέον δὲ, ὅτι πρὸ τῆς ἐν Βαβυλῶνι δευτέρας αἰχμαλωσίας ἦν ὁ Προφήτης Ναούμ, καὶ μετὰ ταύτας τοῦ
Προφήτου τὰς φωνὰς ἥλω καὶ πεπόρευται πρὸς αἰχμαλωσίαν ὁ Ἰούδας, καὶ δεδούλευκεν Ἀσσυρίοις. Ἐζεκίου μὲν γὰρ τοῦ Ἰερουσαλὴμ βασιλεύοντος, κατεστράτευσε τῆς Σαμαρείας 132 μαρείας ὁ Σεναχηρεὶμ, καὶ τὰς ἐν αὐτῇ πόλεις καταδῃώσας, προσεμπρήσας δὲ καὶ ἑτέρας, ἀπέστειλεν ἐκ Λαχὶς τὸν
Ῥαψάκην, ὃς καὶ ἄγροικον ἠφίει κατὰ Θεοῦ τὴν γλῶτταν, εἶτα πεπτώκασιν ἀγγέλου χειρὶ τῆς τῶν Ἀσσυρίων στρατιᾶς 133 ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες· μετὰ δέ γε τὴν Ἐζεκίου 134 βασιλείαν χρόνου μεταξὺ διαγεγονότος οὐ μικροῦ, Σεδεκίου βεβασιλευκότος, ὃς ἦν υἱὸς Ἰωσίου, πεπολιόρκηκε τὴν Ἱε- 135 136 ρουσαλὴμ, προκαταδῃώσας ὅλην τὴν Ἰουδαίαν ὁ Ναβουχοδονόσορ, εἶτα κατὰ κράτος ἑλὼν τὴν ἁγίαν πόλιν, κατεμπρήσας δὲ καὶ τὸν διαβόητον ἐκεῖνον ναὸν, ἀπῴκισε τὸν Ἰούδαν καὶ προστέθεικε τοῖς ἐκ Σαμαρείας διὰ τοῦ Σεναχηρεὶμ 137 ἀπενηνεγμένοις. ἆρ’ οὖν διαψεύδεται τὴν ὑπόσχεσιν
ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ Προφήτου λέγων πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι ; εἶτα πῶς οὐκ ἀμαθὲς, μᾶλλον δὲ καὶ εἰς λῆξιν ἃν ἴοι τοῦ παντὸς ἤδη κακοῦ, τὸ ψευδοεπεῖν οἴεσθαι τὸν Θεόν ; ἁμαρτοεπὲς γὰρ οὔτι που τὸ θεῖον, πολλοῦ γε καὶ δεῖ· ἀληθεύσει δὲ
οὕτως. μνημονεύσας γὰρ πρότερον τῆς ἀφέσεως τῆς γεγένημένης κατὰ καιροὺς, Κύρου τοῦ τῶν Περσῶν ἀνῃρηκότος τὸ κράτος, τότε φησιν, ὡς οὐκ ἂν ἀλήτης γένοιτο μετὰ τοῦτο 138 ἔτι καὶ ἔξοικος ὁ Ἰσραήλ. ἀνακεκλημένοι γὰρ εἰς τὰ ἑαυτῶν καὶ ὑπονοστήσαντες εἰς τὴν Ἰουδαίαν, κατῳκήκασιν
ἀσφαλῶς. καὶ κεκίνηνται μὲν πόλεμοι κατ’ αὐτῶν ὑπό τε 139 Ἀντιόχου τὸ ἐπίκλην Ἐπιφανοῦς, καὶ ἑτέρων δὲ μετ’ ἐκεῖνόν τινων· πλὴν οὐκ ἀπῴχοντο πρὸς αἰχμαλωσίαν· ἀλλ’, ὡς ἔφην, κατῳκήκασι τὴν ἐνεγκοῦσαν ἀσφαλῶς.
140 τό Οὐ σπαρήσεται ἐκ τοῦ ὁνόματός σου ἔτι· ἀκούσεται δὲ, καὶ μάλα εἰκότως, ὁ νοητὸς Ἰσραὴλ, τουτέστιν, οἱ τοῖς τῆς διανοίας ὄμμασιν ὁρῶντες Θεὸν καὶ τὴν δόξαν τοῦ Μονογενοῦς κατατεθηπότες Οὐ σπαρήσεται ἐκ τοῦ ὁνόματός σου ἔτι. γεγόνασι μὲν γὰρ πρὸ τῆς πίστεως ὑπὸ χεῖρας ἐχθρῶν,
ὑποζεύξαντες τὸν τῆς διανοίας αὐχένα τῷ σατανᾷ καὶ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς, καὶ τοῖς κακοῖς τῆς φιλοσαρπροκαταδῃώσας] 141 κίας ἐνδεδεμένοι. ἀλλ’ ἐξῄρηται λοιπὸν ἡ πλεονεξία τῶν πάλαι κεκρατηκότων, κατεσείσθη καὶ πέπτωκε σὺν ἐκείνοις ἡ ἁμαρτία, ἐξῄρηται τῶν παθῶν ἡ δύναμις. ἀνῆκε γὰρ ἡμᾶς ὁ Σριστὸς, συνεκόμισε διὰ τῆς πίστεως εἰς ἁγιασμὸν, καίτοι 142
πολυτρόπως κατεσπαρμένους εἰς πολυειδῆ καὶ ἐξίτηλα πάθη, καὶ εἰς ἀμέτρητον πολυθείαν. ἀλλ’ οὐκ ἔτι διασπαρησόμεθα, μενοῦμεν δὲ πάντως ἐν Χριστῷ, μίαν ἔχοντες πίστιν, 143 ἓν βάπτισμα, καὶ ἕνα κύριον Σωτῆρά τε καὶ Λυτρωτὴν, καὶ δι’ αὐτοῦ τῶ Θεῷ καὶ Πατρὶ πρὸς ἑνότητα τὴν πνευματικὴν
συνδούμενοι.
Θεοῦ, προσκείμενος δὲ ταῖς τῶν εἰδώλων λατρείαις, ταύτῃτοι καὶ γεγονὼς αἰχμάλωτος πεπόρευται πρὸς ἐχθροὺς, ἀπεκομίσθη τε οὕτως εἰς τὴν Νιωευΐ. οἱ δὲ δὴ περιλειφθέντες ἐν τοῖς Ἱεροσολύμοις, οὐδὲν ἧττον ἦσαν ῥᾴθυμοι πρὸς φιλοθεΐαν, καὶ ἀνασφαλεῖς εἰς εὐλάβειαν, καὶ ἀποσπουδάζοντες
μὲν τὸ ἁνδάνον Θεῶ, καὶ τῆς ὑπ’ αὐτῶ δουλείας ἀποσειόμενοι 145 τὸν ζυγόν· θύοντες δὲ τῇ Βάαλ ἔτι καὶ τῇ Ἀστάρτῃ καὶ τῇ 146 στρατιᾷ τοῦ οὐρανοῦ. ἐπειδὴ δὲ διὰ προφητῶν ἁγίων γεγόνασιν ἀπειλαὶ, Θεοῦ λέγοντος ἐναργῶς ὡς διολεῖται μὲν Ἰερουσαλὴμ, βαδιοῦνται δὲ τοῖς ἄλλοις ὁμοῦ πάντη τε καὶ
πάντως αἰχμάλωτοι καὶ οἱ κατοικοῦντες αὐτὴν εἰς χεῖρας 147 ἀλλοτρίων, ἐξένηψαν κατὰ καιροὺς τῶν ἐν αὐτὴ βεβασιλευκότων τινὲς, καὶ καθεῖλον τεμένη, βωμοὺς ἀνέτρεψαν, καὶ πυρὶ δεδαπανήκασι τὰ γλυπτά. μάλιστα δὲ τῶν ἄλλων διέπρεψεν ἐν τούτοις Ἰωσίας, περὶ οὗ λελάληκε καὶ ὁ 148 ἄνθρωπος τοῦ Θεοῦ θύοντί ποτε τῷ Ἰεροβοὰμ τῷ τοῦ
Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ. ὁ μὲν γὰρ εἱστήκει ταῖς 149 δαμάλεσι ταῖς χρυσαῖς ἀνοίσων θυσίας· ὁ δὲ πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου φησί “ Θυσιαστήριον θυσιαστή “ ῥίον τάδε λέγει Κὐριος Ἴδου υἱὸς τίκτεται τῷ οἴκῳ “ Δαυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς
“ τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων “ καύσει ἐπὶ σέ.’’ ὅτι δὲ εἰς πέρας ἐκβέβηκε τὸ προεπηγγελμένον, μεμαρτύρηκεν ἐναργῶς τὸ γράμμα τὸ ἱερόν. γέ- 150 γραπταὶ δὲ οὕτως ἐν τῆ τετάρτῃ τῶν βασιλειῶν περὶ Ἰωσίου 151 “ καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ
“ καὶ τοῖς ἱερεῦσι τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσι τὸν “ σταθμὸν, τοῦ ἐξαγαγεῖν ἐκ τοῦ οἴκου κυρίου πάντα τὰ “ σκεύη τὰ πεποιημένα τῶ Βάαλ καὶ τῶ ἄλσει καὶ πάσῃ “ τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ κατέκαυσεν αὐτὰ ἔξω Ἱερου “ σαλὴμ ἐν Σαδημὼθ κέδρων, καὶ ἔλαβε τὸν χοῦν αὐτῶν
“ εἰς Βαιθὴλ, καὶ κατέκαυσε τοὺς χωμαρεὶμ οὓς ἔδωκαν 152 “ βασιλεῖς Ἰούδα, καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς “ πόλεσιν Ἰούδα καὶ ἐν τοῖς κερικύκλῳ Ἱερουσαλὴμ. καὶ “ τοὺς θυμιῶντας τῇ Βάαλ καὶ τῷ ἄλσει καὶ τῷ ἡλίῳ καὶ “ τῇ σελήνῃ καὶ τοῖς μαζουρὼθ καὶ πάση τῇ δυνάμει τοῦ
“ οὐρανοῦ. καὶ ἐξήνεγκε τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν “ Ἰερουσαλὴμ εἰς τὸν χειμάρρουν τῶν κέδρων, καὶ κατέκαυ 153 “ σεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τῶν κέδρων, καὶ ἐλέπτυνεν εἰς “ χοῦν, καὶ ἔρριψε τὸν χοῦν αὐτῶν εἰς τὸν τάφον τῶν υἱῶν “ τοῦ λαοῦ.’’ συνίης οὖν, ὅπως τισὶ τέθεινται ταφή τις ὥσπερ τὰ χωνευτὰ, καὶ ἐξωλοθρεύθησαν ἐξ οἴκου κυρίου τοι 154
γλυπτα ;
“ κύριον τὸν Θεὸν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ “ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι “ τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν καὶ “ τῶν ἀλσέων καὶ ἀπὸ τῶν χωνευτῶν, καὶ κατέσκαψαν κατὰ “ πρόσωπον αὐτοῦ τὰ θυσιαστήρια τῶν Βάαλ, καὶ τὰ
“ ὑψηλὰ τὰ ἐπ’ αὐτῶν, καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ, 156 “ καὶ τὰ χωνευτὰ συνέτριψε καὶ ἐλέπτυνε καὶ ἒῤῥιψεν ἐπὶ “ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς· καὶ “ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια, καὶ ἐκαθά “ ρισε τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλήμ.” οὐκοῦν διολώλασιν
ἐπ’ αὐτοῖς τεμένεσιν, ὡς ἔφην, καὶ βωμοῖς, καὶ τοῖς χωνευτοῖς μονονουχὶ συνεθάπτοντο, κατὰ τὸν τοῦ Προφήτου λόγον. ἰστέον δὲ, ὅτι κατά γε τοὺς χρόνους Ἐζεκίου προεφήτευσεν 157 τευσεν ὁ Ναούμ. εἶτα γέγονεν ἐκ μὲν Ἐζεκίου Μανασσῆς, ὃς βεβασίλευκεν ἔτη πέντε καὶ πεντήκοντα· Μανασσῆ δὲ
υἱὸς Ἀμὼς, ὃς ἔτη μόλις διεβίω δύο, καὶ μετ’ ἐκεῖνον ὁ Ἰωσίας, ἐφ’ οὗ τὰ τῆς προφητείας πεπλήρωται, καθὰ δέδειχεν ἡμῖν ἀρτίως ὁ λόγος.
πατέρων εὐγένειαν ἀναφοιτήσειν οὐκ εἰς μακρὰν, τοῦτο προφητῶν ἁγίων ὡς Θεοῦ λαλοῦντος ἐπηγγελμένων. ἦν δὲ αὐτοῖς ὁ τῆς ἐλπίδος καιρὸς, τῆς Κύρου βασιλείας μέλλοντος αἱρήσειν κατὰ κράτος τὴν Νινευΐ, καὶ τοῦτο πάλιν αὐτοῖς 160 Ἡσαΐου προαπηγγελκότος. ἔφη γάρ “ οὕτω λέγει κύριος
“ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἐμπροσθὲν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ “ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς
161 “συνθλάσω. ” καὶ μεθ’ ἕτερα πάλιν “ οὗτος οἰκοδομήσει “τὴν πόλιν Ἰερουσαλήμ, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ “μου ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε “Kύριος σαβαώθ.” ἥξει τοίνυν, φησὶν, ἄγγελος τοῖς ἐξ 162 Ἰσραὴλ φήνης, τὴν Κύρου σημαίνων ἐκστρατείαν, ὅτε καὶ
τὸν τῆς αἰχμαλωσίας ἀπεσείοντο ζυγὸν, καὶ τὴν τῶν κρατούντων ῥάβδον συνέτριψαν, καὶ τῆς ἀσυνήθους δουλείας ἀπορρήξαντες τὰ δεσμὰ, οἴκαδε πάλιν γεγονότες, ἐσώζοντο.
163 ἃν καὶ οὗτος ὀρθῶς. ἐποιεῖτο γὰρ ἐν ἐρήμῳ τὰς διατριβὰς, καὶ οἷον ἐν ὄρεσι διακεκραγὼς εὐηγγελίζετο τὴν εἰρήνην, τουτέστι χριστόν. ὡραῖοι δὴ οὖν οἱ ποδες καὶ ταχεῖς τοῦ 164 λέγοντος “ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς 165
“ τρίβους τοῦ Θεοῦ ἡμῶν.”
“ Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ,” ἐν ἀλλοδαπῇ γεγονότες οἱ ἐξ Ἰσραὴλ, καὶ τὴν Περσῶν τε καὶ 167 Μηδῶν χώραν οἰκοῦντες, ἄπρακτοί που πάντως περὶ τά σφισι νενομισμένα καὶ ἀνενέργητοι διετέλουν, οὐ τὰς ἐξ ἔθους πληροῦντες ἑορτ‘ὶς, οὐ θυσίας προσάγοντες, οὐκ ἀπαρχὰς,
οὐ χαριστήρια κατὰ τὸν νόμον, οὐ τὸν ἀμνὸν σφάζοντες ἐν μηνὶ τῷ νέῳ· τάχα που καὶ πρὸς μόνας ὀκνοῦντες δοξολογίας. καὶ τοῦτό φαμεν τοῦ θεσπεσίου Δαυεὶδ ὡς ἐκ προσώπου λέγοντος τοῦ ἐν Βαβυλῶνι λαοῦ “ Ἐπὶ τὸν ποταμὸν 168 Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν, ἐν τῷ μνη 169
“ σθῆναι ἡμᾶς τῆς Σιῶν. ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς “ ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν.’’ καὶ πρὸς τούτοις ἔτι Πῶς ᾄσομεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας ” ἔξω 170 γὰρ, ὡς ἔφην, τῆς ἁγίας γῆς γεγονόσιν αὐτοῖς, ἔξω ναοῦ καὶ σκηνῆς, καὶ τὸν ἱερὸν οὐκ ἔχουσι χῶρον, ἀπρακτεῖν ἦν
ἀνάγκη περὶ τὰ ἐκ νόμου. ἐπειδὴ δὲ ἀνεδείχθη λοιπὸν ὁ τοῦ 171 ἀνεῖσθαι καιρὸς, ἐπιφθέγγεταί τις εἰκότως αὐτοῖς ἢ ὁ τῆς εἰρήνης ἄγγελος, οὗ καὶ ταχεῖς οἱ πόδες, ἤγουν αὐτὸς ὁ 172 Προφήτης, ὅτι μέτεστιν αὐτοῖς πληροῦν ἑορτας, ἀνάπτειν χαριστηρίους ᾠδὰς, καὶ ἀποπεραίνειν εὖ μάλα τὰ ἐν εὐχαῖς ἤγουν ὑποσχέσεσι. προσεπαγγέλλεται δὲ καὶ τὴν ὅσον οὐδέπω
τῶν ἐχθρῶν ἐσομένην ἀπώλειαν. οὐ γὰρ μὴ προσθῶσί φησι τοῦ διελθεῖν εἰς παλαίωσιν, τουτέστιν οὐκ εἰς μακροὺς ἔτι χρόνους μενοῦσι, οὔτε μὴν παλαιουμένην ἤγουν ἀτελεύτητον ἕξουσι τὴν εὐημερίαν. πεπαύσεται γὰρ καὶ καταλήξει συστελλομένη.
“ Θεοῦ.’’ ἑορτάσει μὲν οὖν ὁ τοιόσδε λαμπρῶς, ἐρηρεισμένην ἔχων τὴν πίστιν, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, ἡγιασμένος τῷ Πνεύματι, καὶ τῇ τῆς υἱοθεσίας διαπρέπων χάριτι. προσοίσει 174 δὲ τῷ Θεῶ θυσίας πνευματικὰς, ἑαυτὸν ἀνατιθεὶς εἰς ὀσμὴν εὐωδίας, καὶ πᾶν εἶδος συνεπιτηδεύων ἀρετῆς, σωφροσύνην,
ἐγκράτειαν, ἀνδρείαν, ὑπομονὴν, ἀγάπην, ἐλπίδα, 175 φιλοπτωχείαν, χρηστότητα, μακροθυμίαν· “ τοιαύταις γὰρ “ θυσίαις εὐαρεστεῖται Θεὸς. ἴστω γεμὴν ὁ νοητὸς Ἰούδας περὶ παντὸς ἐχθροῦ καὶ τῶν πάλαι κεκρατηκότων, ὅτι οὐ μὴ προσθῶσιν ἔτι τοῦ διελθεῖν εἰς παλαίωσιν, τουτέστιν ἐκ μέσου
γενήσονται πεμπόμενοι δηλονότι πρὸς κόλασιν. ὃ δὴ καὶ 176 πεπλήρωκεν ὁ Χριστὸς, ἐπιτάσσων τοῖς ἀκαθάρτοις πωεύ 177 μασιν εἰς τὴν ἄβυσσον ἀπελθεῖν, καὶ δοὺς τοῖς αὐτὸν ἀγαπῶσι τῶν ἐχθρῶν κατεξανίστασθαι, καὶ κατὰ παθῶν ἀνδρίζεσθαι καὶ ἁμαρτίας καταθλεῖν καὶ “ πατεῖν ἐπάνω 178 “ ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ
“ ἐχθροῦ.” Συντετέλεσται, ἐξῇρται· ἄι’ ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενος 179 ἐκ θλίψεως.
αὐτὴν, τὸ οἷον ἐλθεῖν εἰς συντέλειαν διὰ τούτου δηλῶν. καὶ μὴν καὶ ὲξῇρθαι, τουτέστιν ἐκκεκόφθαι τε εἰσάπαν καὶ ἀνῃρῆσθαι παντελῶς. εὖ δὲ δὴ σφόδρα καὶ τὸ ἀνεβη φησὶν ἐπὶ Κύρου, μετ’ ἐμφάσεως οἶμαί που τοιοῦτόν τι σημαίνων, d ὁποῖον ἔφη περὶ αὐτοῦ καὶ ὁ προφήτης Ἱερεμίας, τὰ κατὰ
καιροὺς ἐσόμενα τῇ Νινευΐ προαναφωνῶν “ Ανεβ́η λέων ἐκ 180 “ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρε, καὶ ἐξῆλθεν “ ἐκ τοῦ τόπου αὐτοῦ, τοῦ θεῖναι τὴν γῆν σου εἰς ἐρήμωσιν, “ καὶ αἱ πόλεις σου ἐρημωθήσονται, παρὰ τὸ μὴ κατοικεῖσθαι “ αὐτάς.” θηρὸς γὰρ ἀγρίου δίκην ἐπιθρώσκων τῆ Νινευΐ,
τοὺς ἐν αὐτῇ κατεδήδοκεν. ἀλλ’ ἐκείνοις μὲν ὡς πολέμιος δεινός τε καὶ ἀτεράμων ἦν, καὶ ἄθραυστος εἰς ὀργὰς γέγονε, τοῖς δὲ ἐξ Ἰσραὴλ ἐμφυσῶν εἰς πρόσωπον καὶ ἐζαιρούμενος ἐκ e θλίψεως, τουτέστιν ἀπαλλάττων αὐτοὺς τῆς ἀσυνήθους δουλείας, δεσμῶν ἀνιεὶς, αἰχμαλώτους ὄντας ἀνακτώμενος , διὰ 181 τοῦ πέμψαι μὲν οἴκαδε, προστάξαι δὲ καὶ τὸν θεῖον αὐτοῖς ἀναδείμασθαι ναόν.
182 γραφαῖς, ὁποῖόν ἐστι τὸ δεῖν οἴεσθαι τοὺς Ἰουδαίους ἐπὶ ταῖς κατὰ Θεοῦ δυσφημίαις περιρρηγνύναι τὰ ἱμάτια. καὶ γοῦν ὁ Καιάφας Υἱὸν ἑαυτὸν τοῦ Θεοῦ λέγοντος 183 τοῦ Χριστοῦ περιέρρηξε τὴν ἐσθῆτα, διακεκραγώς τε καὶ λέγων Ἐδυσφήμησε. δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέσιοι
μαθηταὶ Παῦλός τε καὶ Βαρνάβας. γεγόνασι μὲν γὰρ ἐν Λυκαονίᾳ. ἐπειδὴ δέ τινα τῶν ἠρρωστηκότων τοῦ πάθους ἀπήλλαττον, καὶ παράδοξον ἦν τοῖς ὁρῶσι τὸ χρῆμα, θύειν 184 ἤθελον αὐτοῖς τῆς θεοσημίας οἱ θεωροί. ἔφασκον γὰρ ὅτι 185 “ Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις ἦλθον πρὸς ἡμᾶς· ἐκά
“ λοῦν δὲ τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον “ ὅτι αὐτὸς ἦν, φησὶν, ὁ ἡγούμενος τοῦ λόγου.’’ ἐπειδὴ δὲ τὸ δρώμενον δυσφημία τις ἦν, διέρρηξαν τὰ ἱμάτια ἑαυτῶν, παραδόσεσιν Ἰουδαικαῖς καὶ ἀγράφοις ἔθεσιν ἀκολουθοῦντες ἔτι. διαβέβληται δὲ τὸ ἔθος, ὡς οὐκ ὂν ἐκ νόμου, καὶ ἀνόνητον
νῆτον παντελῶς. καὶ γοῦν ἔφη πρὸς Ἰουδαίους ὁ τῶν ὅλων πλαττομένους τὰ τοιάδε καὶ τῆς ἀληθοῦς εὐσεβείας 186 ἀποφοιτῶντας μακράν “ Ἐπιστρέψατε πρὸς μὲ ἐξ ὅλης “ καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, “ καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια
“ ὑμῶν.’’ ὥσπερ οὖν ἔθος ἦν περιρρηγνύναι τισὶ τὴν ἐσ- 187 θῆτα, δεδυσφημηκότος τινὸς, οὕτω καὶ τὸ ἐμφυσᾶν εἰς πρόσωπον τῶν ἠρρωστηκότων καθ’ ὁντιναοῦν τρόπον. ἔδρων δὲ τοῦτο μάλιστα, καὶ ἄγαν ἐκτόπως, οἱ ἀφορκίζειν εἰωθότες καὶ περιέργοις ἐπῳδαῖς, πνευμάτων τε καὶ ἀλγημάτων τοὺς
κάμνοντας ἀπαλλάττειν προσποιούμενοι. δέχεται τοίνυν ἐκ τῆς παρ’ αὐτοῖς συνηθείας τὸ παράδειγμα, καί φησιν Ἀνέβη 188 ἐμφυσῶν εἰς πρόσωπόν σου· Κῦρος δὲ δηλονότι· καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. τοῦτο γὰρ δύνασθαι κατορθοῦν, ὡς ἔφην, προσεποιοῦντό τινες, ἐμφυσῶντες ἑτέροις.
Λάβετε Πνεῦμα Ἃγιον.” ἀπηλλάγμεθα γὰρ οὕτω παντὸς 190 κακοῦ, καὶ μέτοχοι γεγονότες τοῦ Ἀγίου Πνευματος, εἰς τὸ ἀρχαῖον τῆς φύσεως ἀναστοιχειούμεθα κάλλος, καὶ εἰς εἰκόνα τὴν πρώτην νοητῶς μεταχαραττόμεθα. μορφοῦται γὰρ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός.
Ἰσραή.
καὶ τὴν ὁδον κατασκέπτεσθαι καὶ χρατεῖν ὀσφύος, τουτέστιν 192 ἑτοίμως τε καὶ ἐπιτηδείως ἔχειν πρὸς τοὺς τῆς ὁδοιπορίας 193 πόνους, καὶ παντὸς ὄκνου κατανδρίζεσθαι, καὶ μακρῶν διαστημάτων ἀμείνους ὁρᾶσθαι φιλεῖν, προθυμίαις ἀμάχοις εἰς τοῦτο χρωμένους. ἑτοιμότητος δὲ σημεῖον, τὸ οἷον εὐπρεπῆ καὶ διεζωσμένην ἔχειν τὴν ὀσφύν. καὶ γοῦν ὁ κύριος ἡμῶν
Ἰησοῦς ὁ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις, μᾶλλον δὲ καὶ 194 πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν “ Ἔστωσαν ὑμῶν αἱ ὀσφύες “ περιεζωσμέναι ” φησίν. ὁδοιπορικὸν γὰρ τὸ σχῆμα, καὶ ὅτι μάλιστα πρεπωδέστατον τοῖς τὸ θεῖον κηρύττουσιν εὐαγγέλιον, καὶ ἑτοιμοτάτους ἔχουσιν εἰς τοῦτο τοὺς πόδας.
195 κρατητὸν δὴ οὖν ὀσφύος φησὶν, ἀντὶ τῶν παρεσκευασμένος ἕσο καὶ οἷον εὐτρεπὴς εἰς ἀποδρομήν. ἀπέστρεψε γὰρ Κύριος τὴν ὕβριν φησὶ τοῦ Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ. ἐπιτήρει πάλιν ἐν τούτοις ἀναγκαίως εἰσκεκομισμένην τὴν διαστολήν. Ἰακὼβ μὲν γάρ φησι τοὺς ἐν τῇ Σαμαρείᾳ κατῳκηκότας,
τουτέστι τὰς δέκα φυλὰς, ὧν βεβασιλεύκασιν οἱ ἐκ φυλῆς Εφραΐμ καὶ Μανασσῆ, οἳ γεγόνασιν ἐξ Ἰωσὴφ, ὃς ἦν ἐξ Ιακώβ· Ἰσραὴλ δὲ ὀνομάζει τοὺς ἐν Ἱεροσολήμοις Ἰούδαν τέ φημι καὶ Βενιαμίν. ἐπειδὴ δὲ τοῦ Σεναχηρεὶμ τὴν Σαμάρεινα πεπορθηκότος, οὐχ ἥλω τὰ Ἱεροσόλυμα, Θεοῦ τὸ
196 τηνικάδε προασπίζοντος καὶ δαπανῶντος ἀγγέλου χειρὶ τὸν Ἀσσύριον· ἀνῆκε δὲ Κῦρος οὐχὶ μόνους τοὺς ἐκ τῆς Σαμαρείας αἰχμαλώτους, ἀπενηνεγμένους εἰς τὴν Νινευΐ, ἀλλὰ γὰρ καὶ τοὺς ἐκ τῶν Ἱεροσλύμων, ἑλόντος τοῦ Ναβουχουδονόσορ τὴν χώραν· ἀναγκαίως φησὶν ὁ Προφήτης ὅτι ἀπέὂκνου
197 στρεψε Κύριος τὴν ὕβριν τοῦ Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ. καὶ ὕβριν μέν φησι τὴν δουλείαν ἤτοι τὴν θητείαν. ὅτι δὲ ἅπαντας ἀνήσει Θεὸς, οὐ προασπίζων μὲν τινῶν, ἐναφιεὶς δὲ τοῖς πόνοις ἑτέρους ἐντρύχεσθαι, διδάσκει λέγων οὕτως 198
Ἀπέστρεψε τὴν ὕβριν τοῦ Ἰακὼβ καθὼς ἀποστρέφεται καὶ ἡ τοῦ Ἰσραήλ. σύμπαντες γὰρ, ὡς ἔφημεν, ἀνέδραμον εἰς τὴν Ἰουδαίαν, τὰ ἐκ τῆς αἰχμαλωσίας διακρουσάμενοι βλάβη.
ἔτι· περιαθρεῖν δὲ μᾶλλον τῆς ἀρεσκούσης τῷ Θεῷ πολιτείας τὴν ὁδὸν καὶ τρίβον ἰέναι τὴν ἀγαθὴν καὶ κρατεῖν ὀσφύος, τουτέστιν ἀμείνους ὁρᾶσθαι γαστρὸς καὶ φιληδονίας, “ καὶ τῆς 199 σαρκὸς μὴ ποιεῖσθαι πρόνοιαν εἰς ἐπιθυμίας, καταωεανιευεσθαι 200 ἕσθαι δὲ καὶ παθῶν καὶ ὄκνου παντός· ἥξουσι γὰρ οὕτως
εἰς τὴν ἁγίαν πόλιν τὴν ἐπουράνιον Ἰερουσαλὴμ, ἐκεῖ τε προσκομιοῦσι Θεῷ πνευματικὰς θυσίας, καὶ τῆς ἀρχαίας δουλείας τὸν ζυγὸν ἀποσεισάμενοι, τὸν εὐκλεᾶ καὶ ἐλεύθερον καὶ φαυλότητος ἁπάσης ἀπηλλαγμένον διαβιώσονται βίον.
διέφθειραν ὤλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων, ἂνδρας
δυνατούς ἐμπαίζοντας ἐν πυρί. αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐὺ ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται ἑ
ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἃρματα καὶ συμπλακπσονται ἐν ταῖς πλατείαις· ἡ ὃρασις αὐτῶ ὡς λαμπάδες πυρός καὶ
ὡς ἀστραπαὶ διατρέχουσαι.
λόγους· ὁποῖόν τι καὶ νῦν ὁ Προφήτης δοκεῖ πεπονθέναι ἐπί τε τοῖς οἰκοῦσι τὴν Νιευΐ, καὶ τοῖς Κύρῳ συνησπικόσιν, ὅτι καὶ ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλὴματα αὐτῶν. πεποίηται δὲ ὁ λόγος ὡς ἀπό γε τοῦ συμβαίνειν ταῖς ἀμπέλοις 204 εἰωθότος. ἐκτινιίσσεται γὰρ ὁ βότρυς καὶ τὰς ῥᾶγας
ἀποπτύει, ἢ ῥαγδαιοτάτου προσβάλλοντος πνεύματος, ἣ καύσωνος καταφλέγοντος, ἢ καὶ ἑτέρας ἡστινοσοῦν συμβαινούσης βλάβης, ὡς καὶ αὐτὸ τοῖς καρποῖς τὸ κλημα συναναφαίνεσθαι καὶ αὐτῆς τῆς ἄνθης ἀπογυμνούμενον. οὕτω δὴ οὖν ἀπετίναξαν αὐτοὺς ὡς ἀμπέλους. διέφθαρται
δὲ καὶ τὰ ὅπλα αὐτῶν, τουτέστιν ἡ δυναστεία· ὃπλα γὰρ ἔσθ’ ὅτε σημαίνει τὴν δυναστείαν. δεινοὺς δὲ ὄντας ἱππέας, e καὶ τὰς ἐφ’ ἁρμάτων εἰδότας μάχας ἐν ἀφορήτοις ἄγαν φησὶ γενέσθαι δείμασιν, ὡς τραπέσθαι μὲν εἰς φυγὴν, συμπλέκεσθαι δὲ ἀλλήλοις, καὶ συνθραύεσθαι προσρηγνυμένους,
οἴεσθαι δὲ οὕτως καταθεᾶν αὐτὸν τὰς τῶν πολεμίων φάλαγγας, ὡς οὐδὲν λαμπάσι παραχωρεῖν, ἢ καὶ ἀστραπαῖς ἐν ἴσῳ καταφλέγειν αὐτοὺς ὀξεῖ καὶ ἀσχέτῳ διαττούσας δρόμῳ.
ἑλόντες τὴν Ἰουδαίαν, ἤγουν ὧν ἐκτόπως εἰρήκασι, παλιμφήμους ἱέντες φωνὰς, καὶ οἷον τὴν τοῦ Θεοῦ δόξαν ταῖς παρὰ σφῶν ἀθυροστομίαις κατασφενδονῶντες οἱ δείλαιοι. εἶτα τούτων ἐνηνεγμένοι πρὸς ἀνάμνησιν, εἴσονται λοιπὸν, ὅτι Θεὸν ἔχουσι δυσμενῆ καὶ τοῖς τῶν πολεμούντων αὐτοὺς 207
ὑποστρωννύντα ποσὶ, καίτοι πάλαι δεινοὺς ὄντας ἄγαν, καὶ κομιδῆ δυσάντητον τὴν καθ’ ὧν ἂν ἴοιεν προσβολὴν ποιεῖσθαι μεμελετηκότας. εἰ δὲ δὴ καὶ τράποιντο πρὸς φυγὴν, δυσεξίτητον εὑρόντες τὸ χρῆμα, καὶ ἀσθενησαντες ἐν ταῖς πορείαις αὐτῶν μετοιχήσονται πρὸς βουλὰς ἑτέρας.
ἐπιμελήσονται γὰρ τειχῶν, καὶ τὰς ἐπ’ αὐτῶν ποιήσονται φυλα,κάς. δείκνυσι δὲ διὰ τούτων ἠπορηκότας πανταχῆ, καὶ ὅ τι δράσαι προσήκοι μηδὲ εἰδότας ὅλως, ἀπό γε τοι τοῦ κατεσκοτίσθαι τὸν νοῦν, μονονουχὶ δὲ καὶ οἴνῳ μεμεθυσμένους ταῖς ἀκράτοις συμφοραῖς, τὴν τῆς σωτηρίας ἀπότευξιν c
ὀλοφύρεσθαι καὶ διαρρίπτεσθαι πανταχῆ, μεθισταμένους εὐκόλως, ἐκ τούτων μὲν εἰς ἐκεῖνα, ἐξ ἐκείνων δὲ πρὸς ἕτερα, καὶ τὸν ἐφ’ ἅπασι τούτοις ἀνόνητον πόνον ἔχοντας. εἰ δὲ δὴ καὶ λέγοι ὅτι Καὶ φεύξονται ἡμέροις, ἐκεῖνο οἶμαί που δηλοῖ. δεινοὶ γὰρ ὄντες, ὡς ἔφην, δυσκαταγώνιστοί τε καὶ τραχεῖς,
κατοιχήσονται λοιπὸν εἰς τοῦτο δειλίας ὡς ἀναφανδὸν ἑλέσθαι φυγεῖν, καὶ ἀκρύπτως ἤδη τοῦτο δρᾶν, καίτοι πάλαι 208 209 παραιτουμένους καὶ μόναις ταῖς εἰς τοῦτο κατηγορεῖσθαι ψιλαῖς ὑποψίαις.
τοῖς δείμασι καὶ πεφεύγασιν ἀληθῶς ὑπ’ οὐδεμιᾶς ἀσφαλείας ἔτι σωζόμεναι. Θεοῦ γὰρ τὰς δίκας ἐπάγοντος, τίς ἃν διαφύγοι 210 ; ἢ τίς τοὺς προσκεκρουκότας ἐξονήσῃ τρόπος ;
ἢγοντο καθὼς περιστεραὶ φθεγγόμεναι ἑ καρδίαις αὐτῶν.
βασίλειαι παραδιδόντος, τουτέστι τοὺς τῶν βασιλέων οἴκους, ἐκκαλύπτοντός τε τὰ ἐν αὐτοῖς κεκρυμμένα, καὶ προτιθέντος αὐτοῖς τὴν ὑπόσταλσιν εἰς διαρπαγήν. ὑπόσταλσιν δὲ τὸν πλοῦτον ἀποκαλεῖ τὸν ἐκ διαρπαγῆς δηλονότι καὶ πλεονεξίας τῆς καθ’ ἑτέρων συνειλεγμένον. εἶτα πάλιν ὡς ἐν
θεωρίᾳ γεγονὼς τοῦ συμβησομένου, ἑλκομένους ἤδη πρὸς αἰχμαλωσίαν ὁρᾶ, τήν τε βασιλεύουσαν πόλιν, φημὶ δὴ τὴν 212 Νινευΐ, καὶ τὰς ὑπ’ αὐτῇ καὶ περὶ αὐτὴν, ἃς καὶ δούλας 213 ὀνομάζει, διάτοι τὸ ὑπεζεῦχθαι καὶ ὑποκεῖσθαι τάχα που καὶ ὑπηρετεῖν αὐτῇ. φθεγγεσθαι δέ φησιν αὐτὰς ὡς περιστερας ἐν καρδίαις αὐτῶν, τουτέστιν οὐκ ἀναφανδὸν ἀλλὰ λεληθότως. ἔθος μὲν γὰρ τῷ πτηνῷ βαρύ τι καὶ δυσαχθὲς ἐνολολύζειν
τῇ καρδίᾳ. τοῖς γεμὴν πεσοῦσιν εἰς χεῖρας ἐχθρῶν, ὲλκομένοις τε λοιπὸν εἰς αἰχμαλωσίαν συμβαίνειν τι τοιοῦτον, τὸ ἀπεικὸς οὐδέν. κατοιμώζουσι γὰρ τὴν ἑαυτῶν συμφορὰν, μονονουχὶ καταπνίγοντες ἔν γε δή σφισιν αὐτοῖς τοὺς θρήνους, ἐπεὶ μὴ ἐλεύθερον ἐσθ’ ὅτε κἂν γοῦν αὐτὸ τὸ κλαίειν αὐτοῖς.
φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων. διήρπαςον
τὸ ἀργύρω, διήρπαςον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς· βεβάρυνται ὑπὲρ πάντα τά σκεύη τὰ ἐπιθυμητὰ αὐτῆς.
ἀριθμοῦ κρείττονες κατῴχοντο πρὸς δειλίας, καίτοι πάλαι τῇ πολυάνδρῳ χειρὶ παντὸς πολέμου καταθαρσήσαντες, καὶ ὑψηλὴν ἐπαίροντες ἐπί γε σφίσιν αὐτοῖς τὴν ὀφρύν. ἀλλ’ ἦν ὁ τῶν ὅλων Θεὸς, ὁ καὶ δειλίαις αὐτῶν καταφορτίζων 216 τὸν νοῦν καὶ κατακομίζων εἰς κακανδρίαν, καὶ παραλύων τὸ 217 218 μάχιμον. ἀληθὲς γὰρ ὅτι “Οὐ σώζεται βασιλεὺς διὰ πολ- “λὴν Λὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος “αὐτοῦ·” σώζει δὲ μᾶλλον οὓς ἂν ἕλοιτο καὶ λίαν εὐκόλως ὁ τῶν ὅλων Κύριος. εἶτα τί φησιν ὁ προφήτης; διήρπαζον τὸ ἀργύριον καὶ διηρπαζον τὸ χρυσίον· ταῦτα δὲ ἦν ἡ ὑπόστασις·
Καὶ οὐκ ἠν περας τοῦ κόσμου αὐτῶν. ἔοικε δὲ καὶ 219 λίθους ἐν τούτοις ὀνομάζειν τὰς Ἰνδικὰς, ἐφ’ αἷς δὴ μάλιστα βεβαρύνθαι φησὶν αὐτὴν, καίτοι καὶ ἐφ’ ἑτέροις σκεύεσιν ἀθύμως διακειμένην. Ἀσσυρίοις γὰρ ἔθος, ἤγουν Νινευίταις, πολλὴν καὶ ἐσπουδασμένην τῶν λίθων ποιεῖσθαι τὴν ἄθροισιν,
καὶ κοσμεῖσθαι κορικῶς, ὡς καὶ ἐν αὐταῖς ἐπείγεσθαι ταῖς μάχαις τὴν τοῦ κόσμου λαμπρότητα καὶ περιηνθισμένους ὁρᾶσθαι. ἰσχνολογεῖ δὲ λίαν ὁ Προφήτης ἐν τούτοις οἰκονομικῶς, καί ποτε μὲν πίπτοντας, ποτὲ δὲ ἀλλήλοις συμπλεκομένους, καὶ ἀποροῦντας τὴν φυγὴν, καὶ ἀνονήτως ἔχοντας
220 τὰς τὰς προφυλακὰς, ποτὲ δὲ καὶ πεπορθημένους τῷ λόγῳ ζωγραφεῖ, τὰς τῶν ὄντων ἐν αἰχμαλωσίαις περικόπτων λύπας, καὶ τῆ τῶν τοιῶνδε προαγορεύσει καταγοητεύων εὐφυῶς, καὶ ἡδίστοις αὐτοὺς διηγήμασιν ἀποφέρων εἰς εὐθυμίαν.
S.Matth. λικοῖς κηρύγμασιν, ἔφη γάρ “Ἢ πῶς δύναταί τις εἰσελθεῖν “εἰς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, 223 “ἐὰν ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσῃ τὰ “σκεύη αὐτοῦ;” οἱ γὰρ προσκυνοῦντες τῷ σατανᾷ, τὰ ἀπόλεκτα σκεύη καὶ τίμια παρ’ αὐτῷ, προσδεδραμήκασι τῇ πίστει, μετατιθέντος αὐτοὺς πρὸς θεοσέβειαν τοῦ πάντων ἡμῶν
Σωτῆρος Χριστοῦ, ἀναπειθόντων δὲ καὶ αὐτῶν βαδίζειν εἰς τοῦτο τῶν ἁγίων Ἀποστόλων.
καὶ ὑπόλυσις γονάτων καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφὺν, καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας.
εἰς δειλίας, καὶ ὑπόλυσιν γονατων, τουτέστιν ἀσθένειαν καὶ σωμάτων πάρεσιν, καὶ ἀδῖνας ἐπὶ τούτοις, τὰς ἐξ ἀηδιῶν δηλονότι· πῶς γὰρ οὐκ ἔμελλον ἐν τοιούτοις ἔσεσθαι κακοῖς, οἱ πρὸς πᾶν ὁτιοῦν κατενηνεγμένοι τῶν καταλυπεῖν εἰωθότων Θεόν; γενήσεσθαι δὲ πρὸς τούτοις διισχυρίζεται Καὶ τὸ
πρόσωπον παντων ὡς προσκαυμα χύτροις. καταμελαίνεται 226 γὰρ ἀείπως τῶν ἐν ἀθυμίαις τὰ πρόσωπα, καὶ τῶν ὀμμάτων τὸ φαιδρὸν παραιρεῖται δεινῶς τῶν δειμάτων ἡ ἔφοδος. Συμβῆναι δὲ τὰ τοιάδε φαμὲν ἀληθεύοντες αὐτῷ τε τῷ 227 καθ’ ἡμῶν τυραννήσαντι σατανᾷ καὶ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς. ἐπειδὴ γὰρ ἐξεπέμποντο τῆς ἀρχαίας ἐκείνης τιμῆς τε καὶ δόξης, πῶς ἦν εἰκὸς μὴ οὐχὶ πάντη τε καὶ πάντως τὰ τοιάδε παθεῖν αὐτούς;
τοῖς σκύμνοις; οὗ ἐπορευθη λέων τοῦ εἰσελθεῖν ἐκεῖ· σκὐμνος
λέοντος, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν; λέων ἥρπασε τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξε τοῖς λέουσιν αὐτοῦ, καὶ ἔπλησε θήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς.
γὰρ ἐν αὐτῇ, καὶ λαμπρὸν ἐποιοῦντο καὶ ἀξιάγαστον ἐνδιαίτημα 229 καὶ βασίλειον ἀσφαλὲς, οἱ κατὰ καιροὺς αὐτῇ βεβασιλευκότες Φουλὰ καὶ Σαλμανασὰρ καὶ Σεναχηρεὶμ καὶ μέντοι καὶ Ναβουχοδονόσορ· πεπολεμήκασι γὰρ οὗτοι τὴν Ἰουδαίαν. τὸ δὲ Ποῦ ἔστιν οὐ διερωτῶντος οἶμαί που· δεῖν γὰρ οἶμαι 1
παραιτεῖσθαι τὸ εὔηθες· ἐπιτωθάζοντος δὲ μᾶλλον, καὶ ὅτι διόλωλεν ὁλοτρόπως διὰ τούτου δεικνύοντος, ὡς μηδὲ ὅποι 230 ποτὲ γέγονεν ὁρᾶσθαι λοιπόν. συντετέλεσται γὰρ καὶ ἐξῇρται, καθά φησιν αὐτός. ποῦ δὴ οὖν ἄρα φησὶ τὸ τῶν λεόντων 231 κατοικητήριον, τουτέστιν ἡ Νινευΐ; ποῦ δὲ ἡ νομὴ τῶν
σκύμνων; καὶ σκύμνους μὲν ὥς γε οἶμαι, φησὶ τοὺς ὑπὸ τῷ μεγίστῳ βασιλεῖ πράττοντας καὶ κειμένους, καὶ τὸ τίμιον ἔχοντας παρ’ αὐτῷ ἐν δόξη, σατράπας δὴ λέγω καὶ στρατηγοὺς, νομὴν δὲ αὐτῶν ἀποκαλεῖ τοὺς ὑπὸ χεῖρα καὶ ὑπεξευτὰ 232 γμένους καὶ δασμὸν εἰσφέροντας καὶ χρημάτων ἄθροισιν ποιουμένους· “Νομαὶ Νομαὶ γὰρ πλουσίων πτωχοὶ, κατὰ τὸ γε. 233 γραμμενον. ὡς ἐξηρημένης δὴ οὑν είσαπαν τῆς Νινευι, καὶ ἁπάσης δὲ τῆς περιοίκου χώρας, ποῦ δὴ ἄρα φησὶ τὸ τῶν
λεόντων καταλυμα; ποῦ δὲ τῶν σκύμνων ἡ νομή; ὅτι δὲ 234 ἀσφαλὲς οἱονεὶ γέγονε πὼς ὁρμητήριον τῶν κατὰ καιροὺς βεβασιλευκότων κότων ἡ Νινευῒ, δέδειχεν εἰπών Οὗ ἐπορεύθη τοῦ εἰσελθεῖν ἐκεῖ, σκύμνος λέοντος καὶ οὐκ ἠν ὁ ἐκφοβῶν. ἀπόρθητον γὰρ τῆ πόλει τὸ τεῖχος ταῖς ὑπὲρ λόγον μεγαλουργίαις
εὖ μάλα πεποιημένον. ἐπειδὴ δὲ ἅπασαν καταδῃώσας τὴν Σαμάρειαν ὁ Ναβουχοδονόσορ, καὶ αὐτὴν δὲ τὴν Ἰουδαίαν, καὶ τὴν ἁγίαν πόλιν, φημὶ δὴ τὴν ‘Ιερουσαλὴμ, ἀπεκόμισε μὲν εἰς τὴν ἑαυτοῦ τοὺς ἐξ αἵματος Ἰσραὴλ, διατέτεικε 235 δὲ οὕτως ἐπ’ ἐξουσίας τοὺς ἅπαξ ἐνειλημμένους, ὡς
τοὺς μὲν ὑφ’ ἑαυτῷ ποιῆσαι καὶ δεδεμένους ἔχειν, καὶ ἑτέροις χαρίζεσθαι καὶ καταπωλεῖν, καὶ πλήρη τὴν ἑαυτοῦ χώραν τε καὶ πόλιν τῶν δορικτήτων ἔχειν. ταύτῃτοί φησιν ὅτι Λέων ἥρπασε τοι ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ απεπνιξε τοῖς λέουσιν αυτου καὶ ἔμπλησε θηρας νοσσιαν αὐτοῦ
καὶ τὸ κατοικητήριον αὐτοῦ ὰρπαγῆς. πεποίηται δὲ πάλιν ὁ λόγος ὡς ἐκ τοῦ γίνεσθαι πεφυκότος. ἁρπάσαντες γὰρ οἱ 236 θῆρες ἁπλῶς τὸ παρεμπῖπτον, εἶτα τὸ ἀρκοῦν κατεδηδοκότες, τῷ λοιπῷ ἀποτρέφουσι τοὺς σκύμνους, τοὺς ἰδίους αὐτοῖς δανείζοντες πόνους.
ἀκουσθῇ οὐκ ἔτι τὰ ἔργα σου.
“χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” κατὰ τὸ γεγραμμένον. ἐκκαύσειν γεμὴν ἐν καπνῷ τὸ πλῆθος αὐτῆς φησὶν, ἵνα τι 241 τοιοῦτον ἐννοῶμεν πάλιν. οἱ μελιττοκόμοι κατὰ καιροὺς, ὅτε τὰ κηρία τῶν σίμβλων ἐξορύττειν ἐθέλουσι, πῦρ ἐναύοντες καπνῷ τὰς ἃς μελίσσας διώκουσιν, ἵνα μὴ μάχοιντο καὶ
κατατιτρώσκωσι τοῖς κέντροις αὐτοὺς ἀθρόαι περιπετόμεναι. συμβέβηκε τι τοιοῦτον καὶ τοῖς ἐπικεκλημένοις εἰς ἐπικουρίαν κινδυνευούσῃ τῆ Νινευΐ. ἀπῴχοντο γὰρ καὶ ἀπέδρασαν οἷα καπνοῦ τοῦ πολέμου προσβάλλοντος καὶ καταπτοοῦντος 242 εἰς κακανδρίαν, καὶ ἀφορήτοις αὐτοὺς ἐνιέντος δείμασι.
λέοντας γεμὴν ὀνομάζει τοὺς ἀλκιμωτάτους καὶ θρασεῖς, οἳ καὶ τάχα που τεθαρσήκασι τὴν ἀντίστασιν· πλὴν ἔργον γεγόνασι τῆς Κύρου ῥομφαίας. ἐπειδὴ δὴ ὁ λόγος ἡμῖν τὴν τῶν λεόντων εἰσκεκόμικε μνήμην, ἀναγκαίως καὶ τὴν αὐτῶν θήραν φησὶν ἐξολοθρευθησεσθαι, ὡς μηδὲν ἔτι γενέσθαι τῶν παρ’
243 αὐτοῖς ἀξιάκουστον. ἔθος γὰρ ἦν ἐπιφύεσθαι μὲν αὐτοὺς πόλεσί τε καὶ χώραις, ἐπιθρώσκειν τε θηριοπρεπῶς, οἷς ἃν ἕλοιντο τυχὸν, μυρία τε ὅσα δρᾶν, ὡς τῶν πεπονθότων τὰς συμφορὰς ᾠδὴν καὶ θρῆνον πολλοῖς γενέσθαι. ἐξολοθρευθήσεσθαι 244
δὴ οὖν φησιν αὐτῶν τὴν θήραν. πῶς γὰρ ἔμελλον ἢ τίνα λοιπὸν καταθηρεύσειν ἔτι, κατεπτοημένων μὲν τῶν ἀγελαίων καὶ πεφευγότων ὡς ἐκ καπνοῦ, πεπτωκότων δὲ τῶν μαχιμωτάτων, οἳ δίκην λεόντων τοῖς ἀνθεστηκόσιν ἐπεφύοντο;
καθ᾿ ὧν ἂν ἴοιεν τὰς ἐφόδους ποιεῖσθαι σπουδάζοντες. ψευδὴς δέ φησιν, ὅτι καὶ εἰδώλων μεστὴ, ἐφ᾿ ὧν μάλιστα τὸ ψεῦδος, οὐκ ἀναπόδεικτόν ἐστι. ψευδώνυμοι γὰρ, καὶ τὴν τῆς θεότητος δόξαν ὑποκλέπτοντες οἱ χειρόκμητοι θεοί 248 249 “Ἀργύριον καὶ χρυσίον, κατὰ τὸ γεγραμμένον, ἔργα χειρῶν “ἀνθρώπων.” γῆν δὲ αὐτὴν τῶν γλυπτῶν ἀπεκάλεσέ που xxviii.
καὶ ο σοφὸς ιερεμίας. ψευδης δ ἀν’ νοοῖτο καὶ καθ’ ἕτερον τρόπον, ὡς νοουμένου τοῦ ψεύδους εἰς πανουργίαν καὶ δόλους 250 καὶ ἀπάτην τὴν θεομισῆ, δηλονότι συνθεούσης καὶ ἀδικίας.
οὗ γὰρ ἀπάτη καὶ δόλος, ἐκεῖ που πάντως ἕψεται καὶ τὸ ἀδικεῖν.
“καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν. ἔφη 252 δέ που καὶ διὰ φωνῆς προφητῶν “Οὐαὶ αὐτοῖς ὅτι ἀπεπή- “δησαν ἀπ’ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· 253 “ἐγὼ ἐγὼ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ’ 254 “ἐμοῦ ἐμοῦ ψευδῆ.” κατειρήκασι γὰρ τῆς δόξης Χριστοῦ, ποτὲ
μὲν λέγοντες ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια· ποτὲ δὲ κάτοινον ὀνομάζοντες, Σαμαρείτην τε πρὸς τούτῳ, καὶ τὰ πολὺ λίαν αἰσχίονα. ταῖς γὰρ ἐκείνων ἀθυροστομίαις πρέποι ἂν καὶ μόναις ἐκεῖνα ληρεῖν, ἃ καὶ φάναι τετολμήκασιν.
255
τροχῶ καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος καὶ ἱππέως ἀναβαίνοντος καὶ στιλβούσης ῥομφαίας καὶ ἐξαστραπτόντων ὅπλων καὶ πλήθους τραυμάτων καὶ βαρείας πτώσεως, κὼ οὐκ ἦν πέρας τοῖς ἔθνεσιν αὐτῆς, καὶ ἀσθενήσουσιν ἐν τοῖς
σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας.
αὐτοῖς. οὐκ ἔτι δὴ οὖν ψηλαφηθήσεται θήρω αὐτοῖς φησὶ, τουτέστιν οὐκ ἂν ἔτι θηρεύσειαν καθὰ καὶ πάλαι τινὲς, ἤγουν τὰ ἑτέρων εἰς ἑαυτοὺς διαρπάζοντες, οὐδ’ ἂν γένοιντο πάγη καὶ βρόχος τοῖς ἀσθενεστέροις, φροντίδος αὐτοῖς ἑτέρας ἐπεισπεσούσης, καὶ τοῦ περὶ τῶν ἐσχάτων ἀγῶνος
ἐπηρτημένου. ἔσται γὰρ ἐν αὐτῇ φωνὴ μαστίγων. καί 258 μοι πάλιν ὁ Προφήτης δοκεῖ τὴν ἐκ τοῦ πολέμου τύρβην, οἷον ἐν ὄψει κειμένην, ἀφηγεῖσθαι σαφῶς. ὁρᾷ γὰρ ὥσπερ ἱπποκροτουμένην μὲν τὴν πόλιν, καὶ τοῖς τροχοῖς τῶν ἁρμάτων κατακτυπουμένην, καὶ παντευχίαις λαμπραῖς ἐναστράπτοντας
τοὺς καταδῃοῦντας αὐτὴν, καὶ ἀριθμοῦ κρείττονας τοὺς διολωλότας, οἴκους τε τοὺς ἐν αὐτῇ κατασεσεισμένους· μέμνηται γὰρ καὶ βαρείας πτώσεως. κατατέθηπε δὲ, ὅτι πλείστη μὲν ὅση τῶν ἐν αὐτῇ συναγηγερμένων ἐθνῶν ἡ d πληθὺς, πάντες δὲ ἄνανδροι καὶ τὸ ἄναλκι νοσοῦντες ἐκτόπως,
καὶ πολὺ λίαν εὔκολοι πρὸς δειλίαν. καὶ τὴν αἰτίαν εὐθὺς ἀποδίδωσι, λέγων ὅτι ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας. ἐπειδὴ γὰρ φαῦλοι γεγόνασι καὶ πονηροὶ τοὺς τρόπους, καὶ προσέτι καὶ εἰδωλολάτραι, καὶ εἰς πλάνησιν ἐκτόπως ἀπονενευκότες, ταύτῃτοι δικαίως ἀσθενεῖς
ἔσονται καὶ περιδεεῖς, καὶ οὐδ’ ὅσον εἰπεῖν κἂν γοῦν ἐννοῆσαι μόνον ἀνασχόμενοι τὴν ἀντίστασιν.
εἰ λέγοιτο περὶ τῆς Νινευΐ Πίρνη καλὴ καὶ ἐπίχαρις, οὐ πρὸς ἐπαίνου μᾶλλον αὐτῇ τὸ χρῆμα ἔσται, πολλοῦ γε καὶ δεῖ, 261 χαλεπωτέραν δὲ μᾶλλον τὴν κατάρρησιν ἀπεργάσεται. γύναια γὰρ τὰ ἑταιριζόμενα τότε δὴ μάλιστα δοκοῦσι πολὺ τὸ ἐπίχαρι μελετᾶν, ὅτε φαίνοιντό γε στωμύλα τε καὶ
κομψοεπῆ. τοιαύτη καὶ ἡ Νινευῒ, τεχνῖτις εἰς καὶ οὐκ ἀνικάνως ἔχουσα πόλεις τε καὶ χώρας ἑλεῖν, καὶ ἀναπεῖσαι φρονεῖν τὰ αὐτῇ δοκοῦντα καὶ φίλα. ταῦτα δὲ ἦν γοητεῖαί τε καὶ ψευδομαντεῖαι καὶ βέβηλοι τελεταὶ καὶ τὰ εἰδώλων παίγνια. καθίκετο γὰρ εἰς τοῦτο ληρωδίας, ὡς
262 ἐν εὐκλείας λόγῳ ποιεῖσθαι τὸ καὶ ἤδη δοκεῖν ἡγεῖσθαι φαρμάκων, αὔχημά τε ποιεῖσθαι τὰ οὕτως αἰσχρὰ καὶ τὴν ἐσχάτην λαχόντα καταβοήν. ἔθος δὲ ἦν τῶν ἐν αὐτῇ τισιν ἔθνη τε καὶ χώρας καταπωλεῖν ἐν τοῖς φαρμάκοις αὐτῶν. πῶς δὲ ἢ τίνα τρόπον, ἐροῦμεν ὡς ἔνι. ἔθος ἦν Ἀσσυρίοις
πολεμεῖν ἐθέλουσι καὶ ὅπλα κινοῦσι καθ’ ἑτέρων, ταῖς τῶν μάγων τέχναις προαναμανθάνειν ἐπείγεσθαι τὰ ἐσόμενα, οἳ καὶ τὰς ἐκ βασιλέως τιμὰς ὑποτρέχοντες, κατευμεγεθεῖν πολέμου παντὸς ἐκέλευον, καὶ τοῖς σφῶν ἐπιτηδεύμασι προαπονευροῦν ἐψεύδοντο τοὺς ἀνθεστηκότας. ὁποῖόν τι πράτ-
263 τειν ἤθελεν ὁ Βαλὰκ, ὁ Μωαβιτῶν βασιλεύς. κατεμισθοῦτο 264 γὰρ τὸν ἀλιτήριον Βαλαὰμ καὶ δὴ καὶ εἰς ὄρος ἀνεκόμιζε “λέγων Δεῦρο κατάρασαί μοι τὸν Ἰσραήλ.” ᾤοντο γὰρ, ὅτι ταῖς τῶν μάγων ἀραῖς ἀκολουθήσει τὰ πράγματα. πορνείαν
δὴ οὖν ἐν τούτοις τὴν γοητικήν τε καὶ μάγον ὀνομάζει τέχνην, δι’ ἧς κατεπώλουν ἔθνη καὶ φυλὰς οἱ ταῦτα σοφοὶ, ἀεὶ τὸ κρατήσειν ὑπισχνούμενοι τοῖς προσάγουσι μισθούς.
τὰ ὀπίσω ὅου ἐπὶ τὸ πρόσωπόν σου, καὶ δείξω ἔθνει 265
τὴν αἰσχύνην σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου· καὶ ἐπιῤῥίψω
ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου, καὶ θήσομαί σε εἰς παράδειγμα.
κατεξανίστησιν αὐτῆς Πέρσας τε καὶ Μήδους, κατασημαίνει πάλιν. τῷ δὲ δὴ πάντων κατεξουσιάζοντι Θεῷ καὶ τῷ τῶν 266 ὅλων ἔχοντι κράτος, τίς ὁ ἀντεξάγων, εἰ πολεμεῖν ἕλοιτό τισιν; εἶτά φησιν ὅτι καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου. γέγονε δὲ πάλιν ὁ λόγος ὡς ἐπὶ γυναικὸς
ἑταιριζομένης, ἢ ὅσον μὲν ἧκεν εἰς πρόσωπον καὶ τὸν ἔξωθεν ὡραισμὸν, ἀξιέραστος εἶναι τοῖς ὁρῶσι δοκεῖ· εἰ δὲ δὴ πάθοι τὴν ἀπαμφίεσιν καὶ τοῦ κόσμου τὴν ἀπόθεσιν, γυμνῷ δὴ πάντως ἀσχημονήσει τῷ σώματι, τῶν μορίων τὸ ἀκαλλὲς ἀκρύπτως ἐκφαίνουσα. ἀποκαλύψω δὴ οὖν φησι τὰ ὀπίσω 267 σου, τουτέστι, πᾶν ὅσον ἐστὶν ἄσχημον ἐν σοὶ, καὶ πρό γε 268 τῶν ἄλλων παραδείξω σοι. τὸ γὰρ εἰς πρόσωπόν σου, τί ἕτερον ἡμῖν ἢ τουτὶ δὴ πάντως ὑπεμφήνειεν ἄν; αποκαλύψειν δὲ οὐδὲν ἧττον ἔθνεσί τε καὶ βασιλείαις τὴν ἀτιμίαν αὐτῆς διαρρήδην ἔφη. ἐδόκει μὲν γὰρ ὡραία τις εἶναι καὶ
ἀξιέραστος ἡ Νινευῒ ταῖς τῶν μάγων τέχναις καὶ τὴν κατὰ πάντων ἀρχὴν καὶ δυναστείαν ἁρπάζουσα, εὐσθενής τε ἄγαν καὶ ἀμαχεὶ παρὰ πάντων λαβοῦσα τὸ νικᾶν. ἐπειδὴ δὲ ἥλω καὶ πέπτωκεν, ἀσχήμων καὶ ἀτερπὴς 269 παρά γε τοῖς αὐτὴν εἰδόσι κατεφαίνετο, οἳ καὶ βδελυρὰν
ἡγοῦντο λοιπὸν, κατεγνωκότες που πάντως, ὡς μεγαλαυχήσασαν μὲν ἐπὶ μηδενὶ, ἐπιθαρσήσασαν δὲ μάτην ταῖς ἐκ μάγων ἐπικουρίαις, μᾶλλον δὲ φενακισμοῖς καὶ ἀπάταις. διεβεβαιοῦτο δὲ ὅτι καὶ τεθήσεται εἰς παράδειγμα, ὡς ἐρούντων ἐσθ’ ὅτε τινῶν, εἰ δὴ διόλοιτο πόλις ἢ χώρα, πεπόρθηταί
τε καὶ πέπτωκε, καθὰ καὶ ἡ ταλαίπωρος Νινευΐ.
271 ἀνεφώνει διὰ φωνῆς Ὠσηὲ, λέγων “Διὰ τοῦτο ἐπιστρέψω “καὶ κομιοῦμαι τὸν σῖτόν μου καθ’ ὥραν αὐτοῦ καὶ τὸν “οἶνόν μου ἐν καιρῷ αὐτοῦ, καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου “καὶ τὰ ὀθόνιά μου τοῦ μὴ καλύπτειν τὴν αἰσχύνην αὐτῆς· “καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐναντίον τῶν
272 “ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός “μον.” ἡ μὲν γὰρ ἐξ ἐθνῶν ἐκκλησία δοξολογήσει λέγουσα 273 “Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με Πη 274 “ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης·” ἡ δὲ, ὡς ἔφην, γυμνὴ καὶ ἀσχήμων καὶ ἀκαλλὴς ὁρᾶται λοιπὸν καὶ τῶν θείων χαρισμάτων οὐκ ἔχουσα τὴν περιστολὴν, γέγονε δὲ
καὶ εἰς παράδειγμα καὶ βδελυρωτάτη, καὶ πᾶν εἶδος νοσοῦσα κοσμικῆς ακαθαρσίας.
Νιωευΐ, τίς στενάξει αὐτὴν; πόΘει ζητήσω παράκλησιν αὐτῇ;
πεσοῦσάν τε καὶ ἠρημωμένην καταθεάσαιτο, κατοιμώξει μέγα καὶ ἀποφοιτήσει γοργῶς, ἐκεῖνο λέγων Τις στενάξει αὐτήν; ὡς γὰρ ὄντος οὐδενὸς, ἤγουν ὑπολελειμμένου, τοῦ κἂν οἵου τε ὄντος καταθρῆσαι μόνον, τὰ τοιάδε φησί. σφόδρα δὲ σοφῶς προστέθεικε τούτῳ τό Ποθεν ζητήσω παράκλησιν
αὐτῇ; καὶ ἔστι τῶν εἰρημένων τοιοῦτός τις ὁ νοῦς. πολέμου καὶ μάχης συγκροτουμένων κατὰ πόλεις τυχὸν ἢ 276 χώρας, ἀδικεῖται μὲν ἔσθ’ ὅτε μέρος, σώζεται δέ τε καὶ τυχὸν τοὺς νενικηκότας διέδρα· καὶ τοῦτό ἐστι τοῖς ἐνοικοῦσι παράκλησις. ἢ γὰρ οὐκ ἐμπέπρησται πᾶσα, καὶ μεμένηκεν
ἀπόρθητος μοῖρα, ἢ πεπτώκασι μέν τινες, σέσωσται δὲ πληθὺς ἑτέρα· ἐπὶ δέ γε τῆς Νινευῒ, πόθεν ἄν τις ἕλοιτο παράκλησιν; ἢ ποῖος αὐτὴν παραμυθήσεται τρόπος; πᾶσα γὰρ ἥλω καὶ πᾶσα πεπόρθηται καὶ διόλωλεν ἅπας ὁ ἐν 277 αὐτῇ. τὸ δέ Τίς στενάξει αὐτήν; καὶ ἑτέρως ἂν νοοῖτο πάλιν·
ὅμοιον γὰρ εἰπεῖν Ἄρα τίς ἔσται τεχνίτης οὕτως εἰς θρήνους καὶ τὰς ἐπικηδείους ᾠδὰς, ὡς ἐπάξιόν τι τῶν συμβεβηκότων εἰπεῖν, καὶ τὸ ἀρκοῦν τοῖς πάθεσι καταστάξαι δάκρυον.
278 κατοικοῦσα ἐν ποταμοῖς· ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἄρμ᾿ θάλασσα
καὶ ὕδωρ τὰ τείχη αὐτῆς· καὶ Αἰθιοπία ἰσχὴς αὐτῆς 279 καὶ Αἴγυπτος, καὶ οὐκ ἔστι πέρας τῆς φυγῆς σου, καὶ Λίβυες
ἐγένοντο βοηθοὶ αὐτῆς· καὶ αὐτὴ εις μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπις αὐτὴς ἐδαφιοῦσιν ἀπ᾿ ἀρχῆς πασῶν
τῶν ὁδῶι αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλήρους, καὶ πάντε οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις.
280 αὐτοῖς ἱστορίας· ἔχει δὲ οὕτως. τραπομένου πρὸς ἀπόστασιν τοῦ Ἰσραὴλ, καὶ εἰδώλοις λελατρευκότος, καὶ διὰ μυρίων ὅσων ἀσεβημάτων ἐφ᾿ αὑτῷ καταθήγοντος τὸν τῶν ὅλων Θεὸν, ὡπλίζετο κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῶν Ἱεροσολύμων ὁ Ναβουχοδονόσορ, θείας αὐτὸν εἰς τοῦτο διανιστάσης ὀργῆς.
εἶτα δέον τοὺς ἐξ Ἰσραὴλ καταλῆξαι τῆς ἐν χερσὶν ἀσεβείας, καὶ ἀποσχέσθαι μὲν τοῦ προσκυνεῖν ἐθέλειν θεοῖς ἑτέροις, ἀνατρέψαι δὲ βωμοὺς καὶ κατεμπρῆσαι τεμένη καὶ συντρίψαι 281 μὲν τὰ χωνευτὰ, ταῖς δὲ εἰς μετάγνωσιν σπουδαῖς καὶ ἐπιεικείαις ἐκμειλίσσεσθαι Θεὸν καὶ καλεῖν εἰς ἐπικουρίαν,
τοῦτο μὲν οὐκ ἔδρων οἱ τάλανες· ᾤοντο δὲ, ὅτι ταῖς ἐξ ἀνθρώπων συνδρομαῖς ἐπικουρούμενοι, καὶ ἀμείνους ἔσονται τῶν Βαβυλωνίων καὶ κατευμεγεθήσουσι τῶν ἐχθρῶν, κἂν εἰ μὴ σώζειν αὐτοὺς ἕλοιτο Θεός. τοιγάρτοι κατεμισθοῦντο πολλοὺς τῶν προσοίκων ἐθνῶν, ἐπρέσβευον δὲ καὶ πρὸς τοὺς
Αἰγυπτίους, καὶ εἰς τὴν καλουμένην Ὢν, ἤτοι Ἀμμὼν, ἢ νῦν 282 ἐστιν Ἀλεξάνδρεια. οἱ δὲ συνασπίζειν ἐπηγγέλλοντο, καὶ 283 ἀποσοβεῖν εὐκόλως δύνασθαι τοὺς Βαβυλωνίους, καὶ γεγόνασιν ἀφορμὴ τοῖς ἐξ Ἰσραὴλ τοῦ νομίζειν, ὅτι κἂν εἰ μὴ σώζοι Θεὸς, αὐτοὶ πρὸς τοῦτο ἀρκέσουσι, δεηθέντες οὐδενός. ἐπειδὴ
δὲ τὴν Ἰουδαίαν ὁ Ναβουχοδονόσορ εἷλε, Θεοῦ προασπίζοντος καὶ ὑποστρωννύντος αὐτῷ τοὺς ἀνθεστηκότας, κεχώρηκε μετὰ τοῦτο καὶ κατὰ τῆς Αἰγυπτίων, θείας αὐτὸν πεμπούσης ὀργῆς, εἷλέ τε πᾶσαν, καὶ αὐτὴν δὲ τὴν Ὢν, ἤτοι τὴν Ἄμμων· ὠνόμαστο γὰρ οὕτω κατὰ καιροὺς, ὡς ἔφην, ἡ Ἀλεξάνδρεια· 284
ἣ δὴ καὶ μάλιστα παρὰ τὰς ἄλλας τῆς Αἰγύπτου πόλεις λαμπρά τε ἦν ἄγαν, ἄσυλόν τε καὶ ἀσφαλὲς ὁρμητήριον, διάτοι τὸ ὕδασι πανταχῆ διεζῶσθαι, καὶ ἐκ μὲν μοίρας τῆς βορειοτέρας ἔχειν τὴν θάλασσαν, ἐκ δὲ τῆς εἰς νότον εὐρεῖάν τε καὶ μακρὰν καὶ οἷον ἑτέραν θάλασσαν, λίμνην δὴ λέγω τὴν
Μαριώτιδα, πεπυργῶσθαι δὲ καὶ ἑτέροις ποταμοῖς καὶ τελμάτων περιβολαῖς. ἐπήμυνον δὲ αὐτῇ καὶ οἱ τῆς ὁμόρου Λιβύης οἰκήτορες, παρατεινούσης μέχρι τῆς Αἰθιόπων γῆς, 285 τῆς πρὸς ἑσπέραν καὶ νότον· Γαράμαντες δὲ οὗτοι, κατόπιν τῆς Ἄφρων κείμενοι γῆς· συνωπλίζοντο δὲ καὶ τῶν εἰς ἠῶ
καὶ νότον Αἰθιόπων τινὲς, οἳ Μερόην τε τὴν ἐσωτάτω πόλιν ποιοῦνται, καὶ ἀγρίαν καὶ μέλαιναν κατανέμονται γῆν.
μερίδα σαυτῇ· ἐπειδὴ γὰρ μέγα πεφρόνηκας, οἴει τε πάντη τε καὶ πάντως ἀπόρθητος ἔση διά τοι τὸ τείχεσι 286 287 περικεκλεῖσθαι μεγάλοις καὶ ἀναριθμήτους ἔχειν τοὺς συνασπίζειν ἐθέλοντας· κατὰ τίνα θέλεις εἶναι τῶν χωρῶν, αἳ πεπόρθηνται παρὰ σοῦ, καίτοι πλείστην ὅσην ἀπιτηδειότητα λαχοῦσαι, φησὶ, πρός γε τὸ δύνασθαι δυσαλώτως ἔχειν τε καὶ ἀλήπτως. ἅρμοσαι χορδὴν, τουτέστιν, ᾠδὴ
καὶ μέλος καὶ αὐτὴ γενοῦ πόλεσί τε καὶ χώραις, παθοῦσα τοιαῦτα παρὰ Περσῶν καὶ Μηδῶν, ὁποῖα δέδρακας εἰς ἑτέρους αὐτή. ἑτοίμασαι μερίδα Ἄμμων, ἔστω σοί φησι μερὶς 288 καὶ κλῆρος ἡ Ἄμμων· ἃ δέδρακας ἐπ’ ἐκείνῃ, τὰ αὐτὰ καὶ σὲ παθεῖν ἀναγκαῖον. καὶ τίς ἦν ἡ Ἄμμων, ἡ κατοικοῦσα
ἐν ποταμοῖς; τουτέστιν, ἡ θαλάσσῃ καὶ ποταμοῖς εὖ μάλα τετειχισμένη, ἢ ταῖς Αἰγυπτίων ἐπικουρίαις καὶ τοῖς Αἰθιόπων τοξεύμασιν ἐπαυχήσασα, ἡ τὴν τῶν Λιβύων ἀλκιμωτάτην λαχοῦσα πληθύν. ἀλλὰ καὶ οὕτως ἔχουσα θέσεως τε καὶ ῥώμης καὶ τῆς ἔξωθεν ἐπικουρίας, εἰς μετοικεσίαν
πεπόρευται, γέγονε δὲ αἰχμάλωτος καὶ ἠδαφίσθη 289 αὐτης τοὶ νήπις, κληρωτοὶ δὲ γεγόνασιν οἱ διαφανεῖς, καὶ μερίδες τῶν νενικηκότων οἱ ἐνδοξότεροι, καὶ δέδενται πειροπέδαις. ὥσπερ οὖν εἷλες τὴν Ἀμμὼν ἀπόρθητον οὖσαν, ὅσον εἰς ἐπικουρίαν καὶ θέσιν· Θεὸς γὰρ ἦν ὁ παραδιδούς· οὕτω
καὶ αὐτὴ δοθήσῃ πάντως εἰς χεῖρας ἐχθρῶν, κἂν εἰ μεγάλην ἔχοις ἐπί τε πληθύι· τῶν μαχίμων καὶ τείχεσι τὴν ὀφρύν. ἐγὼ γὰρ ἐπὶ σὲ, καὶ τὴν ἐμὴν οὐδεὶς ἀποστρέψει χεῖρα.
τε καὶ πίπτουσα παρ’ ἐχθρῶν, καὶ τῆς ἄνωθεν ἐποπτείας ἀπεστερημένη. οὓς γὰρ ἃν ἐπισκέπτοιτο Θεὸς, ἐλεεῖ δὴ πάντως καὶ ἐν τοῖς κατ’ εὐχὴν ἑστάναι ποιεῖ.
μήτε μὴν ἐπαΐειν ἐθέλειν λέγοντος τοῦ Χριστοῦ “Ἐγώ εἰμι 293 “τὸ φῶς τοῦ κόσμου.” καὶ πάλιν “Ἕως τὸ φῶς ἔχετε, “περιπατεῖτε περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.” μέθη δ’ ἃν νοοῖτο καὶ σκότος εἰς νοῦν καὶ νὺξ εἰς καρδίαν ἡ τοῦ συμφέροντος ἀγνωσία, καὶ τὸ μηδαμόθεν δύνασθαι
κατιδεῖν τὴν τῆς σωτηρίας ὁδόν. ὅτι δὲ καὶ σεσάλευται, καὶ πρὸς τὰ τῆς δικαιοσύνης ἔργα τὸ ἐρηρεισμένον οὐκ ἔχει, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; ἐκπέπτωκε γὰρ τῆς τῶν 294 ὅλων κρηπῖδος, καὶ τὸν ἀρραγῆ θεμέλιον οὐκ ἔχει, τουτέστι Χριστόν. παρεώραται δὲ καὶ τοῖς ἐχθροῖς δέδοται, ἢ ‘Ρωμαίοις
τυχὸν, ἤγουν τοῖς εἰς πᾶν ὁτιοῦν κατακομιοῦσι τῶν παθῶν, φημὶ δὴ τοῖς ἀκαθάρτοις πνεύμασι. Χριστὸς οὖν ἄρα, καὶ πίστις ἡ εἰς αὐτὸν, παντὸς ἡμᾶς ἀπαλλάξει κακοῦ, καὶ τῆς τῶν ἐχθρῶν δυστροπίας ἀποτελέσει κρείττονας, καὶ ἐν ὀφθαλμοῖς ἵστησι τοῦ Θεοῦ. 295
περιόψεται γὰρ οὐδαμῶς τοὺς ἀγαπῶντας αὐτόν.
καὶ πεσοῦνται εἰς στόμα ἔσθοντος.
ἐφιστάντος τὰς ἑλεπόλεις ἤτοι τοὺς Κρίους, τὰς ἐπάλξεις ἐτήρουν οἱ ἐπαμύνοντες· εἶτα τοξεύοντες οἱ μαχόμενοι, κατεκόμιζον εἰς γῆν εὐκόλως αὐτούς. δέχεται τὴν ὁμοίωσιν ἀπὸ τοῦ πεφυκότος γίνεσθαι περὶ τὰ πέπειρα τῶν συκῶν. ταύτῃτοί φησιν ὅτι παντα τὼ ὀχυρώματά σου, τουτέστι τὰ τείχη,
συκαὶ σκοποὺς ἔχουσαι, οἳ πρὸς τὴν τοῦ φαγεῖν ἐθέλοντος ἵενται χεῖρα, καὶ μάλα εὐκόλως, εἰ δή τις μόνον καταδονήσειε τὸ φυτόν.
σὺν ἱδρῶτι ληπτὴ τῷ κατεσθίοντι σατανᾷ. γέγραπται γὰρ 299 ὅτι “Τὰ βρώματα αὐτοῦ ἐκλεκτά.”
300
τοῦτο κατοιχήσεσθαι λέγων τοὺς ἐπαμύνοντας, ὡς γυναίων ἀσθενῶν διενεγκεῖν οὐδέν· διανοιχθήσεσθαι δέ φησι καὶ τὰς 301 πύλας, εἰσβιαζομένων μένων δηλονότι τῶν ἐχθρῶν. ἀληθὲς γὰρ ὅτι “Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ 302 “φυλάσσων.”
τε ἡμᾶς ἥκιστα μὲν ἐφ’ ἑαυτοῖς, ἐπὶ Θεῷ δὲ μᾶλλον τῷ σώζοντι, καὶ μὴ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις μεγαλαυχεῖν, μήτε μὴν οἴεσθαι διεκνεύειν δύνασθαι τὴν ὀργὴν, εἰ δὴ παροτρύνοιτο Θεός. ἀπαλλάξει γὰρ οὐδεὶς θορύβου καὶ κακῶν, τὸν ᾧπερ ἂν ἐπιμηνίσειεν ὁ τῶν ὅλων κύριος. καὶ σοφὸς
ἦν λίαν ὁ θεσπέσιος Δαυεὶδ ψάλλων τε καὶ λέγων “Οὐκ 304 “ἐπὶ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ὁ βραχίων μου οὐ σώσει με.” 305 “Ποιήσομαι γὰρ δύναμιν ἐν Θεῷ” κατά γε τὴν αὐτοῦ πάλιν 306 φωνήν.
παροχετεύοντες ποταμοὺς, καὶ ὑδάτων ἐμπιπλῶντες, καὶ τελμάτων ἔμπλεω ποιοῦντες τὴν γῆν. ἀλλ’ ἦσαν καὶ τῶν τοιούτων ἐγχειρημάτων ἀμείνους οἱ μαχόμενοι, μᾶλλον δὲ ἡ θέλησις τοῦ παραδιδόντος Θεοῦ. ὅτι τοίνυν οὐδὲν ἔσται καὶ τοῦτο αὐτοῖς τὸ σπούδασμα, δείκνυσι λέγων Ὕδωρ περιοχῆς
ἐπισπασαι σεαυτῇ. δοκεῖ δέ τισιν ὕδωρ ἐνθάδε νοεῖν τὸ ἐπισπώμενον, τὴν τῶν ἐπικεκλημένων ἐθνῶν εἰς ἐπικουρίαν 308 ἄθροισιν ἢ πληθύν. βαδιεῖται γὰρ καὶ οὕτως ἡμῖν ὁ λόγος 309 οὐκ ἀπὸ σκοποῦ, ὕδατα γὰρ πολλαχῆ ἡ τῶν ἐθνῶν ὠνόμασται πληθύς.
τὰς ἐκ πηλοῦ δηλονότι, πλὴν ὀχυρωτάτας· ὀπτωμένη γὰρ ἡ πλίνθος ἀναγκαιοτάτη πρὸς ἔργα, καὶ οὐκ ἂν ἔχοι τὸ εὐδιάθρυπτον. συμπάτει δὴ οὖν φησιν ἐν ἀχύροις, ἐργάζου καὶ πλίνθους. γενοῦ δὴ οὕτως ἰταμὸς καὶ ἀτεράμων εἰς μάχην, καθάπερ ἀμέλει καὶ ἡ πλίνθος αὐτή· ἔση γὰρ καὶ οὕτως εὐάλωτος,
καὶ ἄθραυστος μὲν οὐδαμῶς, εὔκολος δὲ λίαν τοῖς 311 κατασείειν εἰδόσι, καὶ τῆς σῆς σκληρότητος ἀλκιμωτέραν ἔχουσι τὴν ὁρμὴν.
ἀδρανὴς ὁ βοοῦχος εἰς πτῆσιν, καταδεδευμένων αὐτῷ τῶν πτερῶν. οὐκοῦν τὸ ἄπορον εἰς φυγὴν τῶν Νινευιτῶν ὑποσημαίνει πάλιν ἀπὸ τοῦ τοῖς βρούχοις συμβαίνοντος.
ὥρμησε καὶ ἐξεπετάσθη· ἐξήλατο ὡς ἀττέλαβος ὁ σύμμικτος
σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέραις πάγου· ὁ ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἔτω τὸ τόπον αὐτῆς.
γὰρ, ὡς ἔφην, τὰ περίοικα τῶν ἐθνῶν, τοὺς τεθνηξομένους μονονουχὶ ἐμπορευόμενοι, καὶ συλλέγοντες εἰς μάχην τοὺς αὐτίκα δὴ μάλα ἀπ’ ὄλου μένους· ἦσαν δὲ οὗτοι πλεῖστοί τε ὅσοι καὶ ἀριθμοῦ κρείττονες. τοιγάρτοι καὶ τῇ τῶν ἄστρων παρεικάζονται πληθύι·. ἀλλ’ εἰ καὶ συνήχθησαν,
φησὶ, καὶ συνδεδραμήκασι, καταπτοηθήσονται τῷ πολέμῳ, καὶ ἀποδραμοῦνται πάλιν ὡς βροῦχος καὶ ὡς ἀττέλαβος. εἶδος δὲ τοῦτο μικρᾶς ἀκρίδος, ἣ ἐπειδὰν ἐμπέσῃ φραγμοῖς ἢ ταῖς c τῶν κήπων αἱμασιαῖς, πάγου μὲν ὄντος, ὡς ἔφην, καὶ ὑετοῦ κατασκήπτοντος, καταμέμυκε τε καὶ ἠρεμεῖ, τῇ τῆς ὑγρότητος
βίᾳ τὴν πτῆσιν παρῃρημένη· ἡλίου γεμὴν ἀνίσχοντος καὶ 316 θερμὴν αὐταῖς ἐνιέντος ἀκτῖνα, ταχεῖαν ποιοῦνται τὴν ἀποφοίτησιν, καὶ ἀφίπτανται κατὰ τὸ εἰωθός. οὕτως, φησὶν, ἔσονται οἱ σύμμικτοί σου. ἀποπτήσονται γὰρ καὶ οἴκαδε πάλιν 317 ἀποδραμοῦνται, τὴν σὴν ἐλπίδα κενώσαντες. “Ἀγαθὸν οὖν ABBREY 318 “ἄρα καὶ ἀτρεκὲς τὸ πεποιθέναι ἔπι κύριον, ἡ πεποιθεανι
“ἐπ' ἄνθρωπον, κατὰ τὴν τοῦ προφήτου φωνήν.
δειμάτων ἐλισθηκότας, ὡς καὶ πρὸς μόνην αὐτοὺς ἀτονῆσαι 319 τοῦ πολέμου τὴν προσβολὴν, καὶ ἐπὶ τὰς τῶν ὀρῶν ἀναθρώσκειν κορυφὰς, καὶ οἷον προτείχισμα τοῦ κινδύνου ποιεῖσθαι τὰς δυσχωρίας. εἶτα τῆς ψοφοδεείας τὴν αἰτίαν ἀποδιδοὺς, εὐφυᾶ ποιεῖται διήγησιν τῶν καθηγεῖσθαι λαχόντων τὸν
ὄλεθρον· ὡς ἐν ἤθει λέγων, ἀντὶ τοῦ πεπόρθηνται καὶ διολώλασιν, ἄποροί τε γεγόνασιν εἰς τὰς τέχνας τὰς στρατηγικὰς, γικὰς, τὸ ἐνύσταξαν τιθεὶς, καὶ ὅτι κατεκοιμίσθησαν οἱ ἐν 320 δυνάμεσί τε καὶ ἐξουσίαις καὶ δημαγωγοὶ καὶ τὰς ἄνω καὶ διαφανεῖς λαχόντες τιμάς. πεπόνθασι δὲ τὸ νυστάζειν ὑπὸ
βασιλέως Ἀσσυριου, τουτέστι, τὸ γένος ἔχοντος ἐξ αὐτῶν. αὐθιγενὴς γὰρ ὁ Κῦρος, καὶ ἐξ αἵματος Περσικοῦ. σκήπτεται δὲ ὁ προφητικὸς ἡμῖν λόγος μονονουχὶ τὸ θρηνεῖν, ἤγουν καταμειδιᾶν τῶν εὐκόλων εἰς πτοίαν. ἀπῆρε γάρ φησιν ὁ λαός σου ἐπὶ τὰ ὄρη καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος,
321 τουτέστιν ὁ ἀνέχων εἰς εὐτολμίαν, ὁ περικόπτων τὰς τῶν φευγόντων δειλίας, καὶ ἀνασειράζειν δυνάμενος τὴν ἀδρανῆ 322 καὶ ῥιψάσπιδα τῶν προδεδωκότων πληθύν. προαπολώλασι γὰρ οἱ τοῦτο δρᾶν εἰωθότες, καὶ τῆς ἐν πολέμοις εὐτεχνίας
οἱ ἐπιστάται.
Λυτρωτὴν, καὶ τοῖς τῶν ἁγίων αἵμασιν ἀνοσίως προστεθεικόσι καὶ αὐτὸ τὸ Δεσποτικόν. συμβέβηκε δὲ τοῦτο παθεῖν 323 αὐτοὺς, διάτοι τὸ λίαν κατανυστάξαι πρὸς δυσβουλίαν τὸ ἡγούμενον καὶ τοὺς ἐν ποιμένων τάξει παρειλημμένους, γραμματέας δὴ λέγω καὶ Φαρισαίους καὶ τοὺς τοῖς τῆς
ἱερουργίας κατεστεμμένους αὐχήμασιν, οὓς καὶ κατεκοίμισε νοητῶς ὁ Ἀσσύριος βασιλεὺς, τουτέστιν ὁ σατανᾶς. λαμβάνεται γὰρ εἰς τὸ ἐκείνου πολλάκις πρόσωπον ἡ τῶν Βαβυλωνίων ἀρχή. ὅτι δὲ καὶ ἐνύσταξαν οἱ ποιμένες καὶ οἱ Αυναστεύοντες παρ’ αὐτοῖς, πῶς ἐστὶν ἀμφιβαλεῖν, ἄνω τε καὶ
κάτω τῆς θεοπνεύστου γραφῆς ἀνατιθείσης αὐτοῖς τῶν λαῶν 324 τὴν ἀπώλειαν; γέγραπται γάρ “Ὠ οἱ ποιμένες οἱ διασκορ- 325 “πίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς.” καὶ πάλιν “Οἰ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστὶ κύριος, καὶ οἱ ἀντεχό- 326 “μενοι τοῦ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν
“εἰς ἐμὲ, καὶ οἱ προφῆται προεφήτευον τῆ Βάαλ·” ‘Ησαΐας δὲ πάλιν φησί “Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιῶν 327 “πλήρης κρίσεως; ἐν ἧ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν 328 329 “δὲ φονευταί. τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί “σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, “κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες άντα- “πόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ κράτει χήρας οὐ “προσέχοντες.”
διαβιοῦν εὐσθενῶς καὶ ὅτι μετοιχήσονται πρὸς εὐημερίαν, ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων ἐπὶ τὸ ἄμεινον. ἐπειδὰν δὲ εἰς λῆξιν αὐτοῖς ἀθλιότητος προήκοι τὰ πράγματα, 331 τότε δὴ πάντως δυσδιάφυκτος ἡ συμφορὰ, μᾶλλον δὲ καὶ παντελῶς ἀνεξίτητος. τοῦτο παθούσῃ τῇ Νινευῒ, φησὶν ὅτι
καὶ συνετρίβη καὶ ἀπόλωλε, καὶ τῆς τοῦ δύνασθαι θεραπείας τυχεῖν συνανῃρημένης ἐλπίδος καὶ οἱονείπως ἀθλίως καταφλεγμαίνοντος τοῦ κακοῦ καὶ τὴν ἐσχάτην ἐφ’ ἑαυτῇ ζητοῦντος τομήν.
ἀτρεκὲς εἰπεῖν. πολλάκις μὲν γὰρ ἐπλήττετο, καταθεόντων αὐτῆς τῶν ἐχθρῶν, ἀλλ’ ἠκολούθουν αἱ θεραπεῖαι, κατοικτεί- 332 ροντος Θεοῦ καὶ οἷον καταμαλάσσοντος τὴν συμβᾶσαν αὐτοῖς πληγήν. ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς τὸν τῶν ὅλων Δεσπότην, συνετρίβη καὶ πέπτωκε καὶ οὐκ ἦν ἴασις, κατὰ
τὴν τοῦ Προφήτου φωνὴν, ἀμάλθακτος δὲ καὶ ἡ τῶν συμβεβηκότων αὐτοῖς ἀπομεμένηκε φλεγμονή. τοιγάρτοι 333 καὶ ἔφασκον οἱ μακάριοι προφῆται, τῇ Βαβυλωνίων αὐτὴν παρεικάζοντες “Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ 334 ἰάθη ἐγκαταλίπομεν ἕκαστος αὐτὴν, καὶ ἀπέλθομεν εἰς “τὴν γῆν αὐτοῦ, ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρῖμα αὐτῆς,
“καὶ ἐξῇρεν ἕως τῶν ἄστρων.” εἰς οὐρανὸν δὲ τὸ κρῖμα 335 καὶ ὑψοῦ τὸ πλημμέλημα. πεπαρῳνήκασι γὰρ, ὡς ἔφην, οὐκ εἰς ἕνα τῶν ἁγίων ἁπλῶς, ἀλλ’ εἰς τὸν τῶν ἁγίων Δεσπότην.
χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακώ σου διὰ παντός;
ἐπιγάνυσθαι καὶ καταμειδιᾶν κειμένης, διάτοι τὸ ἀφορήτους συμφορὰς ὑπενεγκεῖν καὶ πλεονεξίας, καὶ τῶν ὅτι μάλιστα καταλυπεῖν εἰωθότων εἰς πεῖραν ἐλθεῖν. καὶ γὰρ ἦν ἅπασι φορτικὴ καὶ δύσοιστος, πέμπουσα καὶ τοῖς εἰς μακρὰν τῆς ἐνούσης αὐτὴ δυστροπίας τὴν αἴσθησιν.
τυραννίδος ἀπεληλαμένος Πάντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου χαρησονται καὶ κροτήσουσι χεῖρας ἐπὶ σε, διοτι ἔπι τίνα, οὐκ ἐπῆλθεν ἡ κακία σου δια παντός;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.