Κύρου κεκρατηκότος, καὶ ἀνέντος αὐτοῖς τὴν ἀποδρομὴν, 2 καθηγουμένου μὲν Ζοροβάβελ τ τοῦ Σαλαθιὴλ, ὃς ἦν φυλῆς Ἰούδα, ἱερατεύοντος δὲ Ἰησοῦ τοῦ Ἰωσεδέκ. τότε καὶ 3 τὸν ναὸν ἀνεδείμαντο, καὶ ὑπὸ μίαν γεγόνασιν ἀρχὴν, καὶ κατῳκήκασιν ἐν Ἱεροσολύμοις, διχονοίας ἁπάσης ἐξηρημένης.
ὅσαι δὲ κατὰ καιροὺς αἰχμαλωσίαι γεγόνασιν ἀνὰ μέρος τῶν δέκα φυλῶν, καὶ μέν τοι καὶ τοῦ ἡμίσεος φυλῆς Ἐφραΐμ, καὶ τῶν ἐν τοῖς Ἰεροσολύμοις, Ἰούδα τέ φημι καὶ Βενιαμὶν, προιὼν ὁ λόγος ἐπιδείξει σαφῶς. ἀνάγραπτοι δὲ γεγόνασιν ἀναγκαίως καὶ οἱ χρόνοι, καθ’ οὓς ἕκαστος τῶν ἁγίων λελάληκε
προφητῶν, ἴν' εἰδείημεν ἀκριβῶς ἐν ποίᾳ τινὶ καταστάσει 4 στάσει τῶν πραγμάτων κειμένων, τίνα τε τρόπον ἐχόντων, οἱ παρὰ Θεοῦ πρὸς αὐτοὺς γεγόνασι λόγοι.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.