οἱ ’δε γε ἀπομεμενηκότες ἐν τοῖς Ἰεροσολύμοις, Ἰούδας τε φημι καὶ βενιαμὶν, αἰδῶ μέν τινα καὶ λόγον τῶν διὰ Μωυσέως ἐποιοῦντο θεσπισμάτων. ἔθυον γὰρ ἐν τῷ ναῷ· πλὴν οὐχ ὁλοτρόπως τῆς εἰς Θεὸν ἀγάπης ἐξείχοντο, κατεμερίζοντο δὲ καὶ αὐτοὶ πρὸς ἀπόστασιν. ἔθυον γὰρ εἰδώ-
3 λοις “ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου “ἀλσώδους,” κατὰ τὴν τοῦ προφήτου φωνήν. ὅταν ἀκούῃς τῶν ἁγίων προφητῶν ὀνομαζόντων τὸν Ἰσραὴλ ἤτοι τὸν Ἐφραΐμ, τότε δή μοι νόει τοὺς ἐν τῆ Σαμαρείᾳ· ὅταν δὲ τὸν Ἰούδαν καὶ Βενιαμὶν, τοὺς ἀπομείναντας ἐν Ἰεροσολύμοις.
ἦσαν δὲ καὶ προφῆται παρ’ αὐτοῖς, ἀδιακρίτως περί τε τῶν ἐν τῇ Σαμαρείᾳ, καὶ τῶν ἐν τοῖς Ἰεροσολύμοις προφητεύοντες. καὶ οἱ μὲν ἐν τοῖς Ἱεροσολύμοις, οἱ δὲ τὴν Σαμαρειτῶν οἰκοῦντες χώραν, τοὺς παρὰ Θεοῦ τοῖς ἀκροωμένοις διεκόμιζον 4 λόγους.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.