ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΤΡΙΤΟΣ.
καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις;
εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ ἐν μυριασι χιμάρων
πιόνων; εἰ δῷ πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; εἰ ἀνηγγέλη σοι ἄνθρωπε τί καλόν;
ἢ τί Κύριος ἐκζητεὶ παρὰ σοῦ, ἀλλ᾿ ἢ τοῦ ποιεῖν κρῖμα καὶ 1 ἀγαπᾶν ἐλεος καὶ ἕτοιμον εἱναι τοῦ πορεύεσθαι μετὰ Κυρίου
τοῦ Θεοῦ σου;
λελυπήκασιν οὐ μετρίως τὸν σεσωκότα, τὸ τοῦ 2 μετανοοπυντος εὐθὺς εἰσφέρεται πρόσωπον, οἱονείπως κλαί- 3 οντος ἐπί τε τοῖς ἤδη προεπταισμένοις, καὶ ζητοῦντος ἀναμαθεῖν, τίνα δὴ τρόπον διακρούσαιτο τὰ ἐγκλήματα, καὶ τῶν Θεῷ φιλτάτων ἀντέχοιτο σπουδασμάτων. Φησὶ τοίνυν Ἐν τίνι καταλάβω τὸν Κύριον; τί γὰρ προσοίσω, φησὶ, τί δὲ δράσαιμι λιπὸν, ὁ οὕτω προσκεκρουκώς; ἄρα δ[[η μόσχους
ἱερουργῶν νέους τε καὶ ἁπαλοὺς ἔσομαι καθαρός; ἐπαινέσει 4 δέ με Θεὸς εἰ ἑλοίμην ὁλοκαυτοῦν; εὕροιμι δ᾿ αὐτόν· τουτέστιν, ἐγγὺς ἔσομαι, καὶ εἰς οἰκειότητα παραδεχθήσομαι τὴν πνευματικήν· εἰ καὶ πολὺ πλῆθος ἀνθείην θρεμμάτων; ἀλλ᾿ ἐκεῖνα παρεὶς, τῶν τῆς ἐμῆς κοιλίας ἅψομαι καππῶν·
εὐαρεστήσω δἐ ἆρα. καταθύσας αὐτῷ τῶν ἐμῶν τέκνων τὸ ἐξαίρετον, τουτέστι, τὸ πρωτότοκον;
5 οἶσθά που πάντως τὸ ἀγαθὸν θέλημαι τοῦ Θεοῦ· ἀκήκοας τὸ δοκοῦν καὶ φίλον αὐτῷ. τοιγαροῦν ἐνδοιάζεις, ἄνθρωπε; ζητεῖ γὰρ παρὰ σοῦ τί ἕτερον ὁ τῶν ὅλων Θεὸς, ἢ ὅτι δὴ μόνον τὸ πποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου; τὸ μὲν οὖν ποιεῖν
κρῖμα, τὸ κατεργάζεσθαι καὶ οληροῦν ἐστι τὴν δικαιοσύνην· κρῖμα γὰρ ἡ δικαιοσύνη· τὸ δὲ ἀγαπᾶν ἔλεος, τῆς φιλαλληλίας ἔχει τὰ αὐτχήματα, καὶ τῆς εἰς ἀδελφφοῦς ἀγάπης 6 καταπλουτεῖ τὴν δόξαν. τὸ δὲ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου, τὸ εἰς πᾶν ὁτιοῦν εὐπειθὲς καὶ
7 εὐήνιον ὑποφαίνει. δεὶν δὲ καὶ ἡμᾶς ὁ μακάριος ἔφη Παῦλος ἐνδύσασθαι μὲν “τὸν θώρακα τῆς δικαιοσύνης, ὑποδή- πη. ωι, 8 “σασθαι δὲ καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου “τῆς εἰρήνης,” τουτέστι Χριστοῦ· προσεπιτάττει δὲ, λέγων
“Ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν,” καὶ μὴν καὶ αὐτὸς ὁ 9 Σωτήρ “Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν 10 “οἰκτίρμων ἐστί.” ταῦτα φίλη τε καὶ ἀξιόληπτος θυσία Θεῷ, ὀσμὴ νοητῶν ὁλοκαυτωμάτων ὑπὲρ αἷμα καὶ καπνοὺς 11 καὶ λιβανωτόν. τὰ μὲν γὰρ ἦσαν ἐν τύποις· τὰ δὲ αὐτὴν
εὐωδιάζει Θεῷ τὴν ἀλήθειαν, ὃς καὶ δι᾿ ἑτέρου προφήτου φησίν “Ἔλεον θέλω ακὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοοῦ 12 “ἢ ὁλοκαυτώματα.” ἐπιτήρει δὲ ὅπως τὸ μὲν τοῦ μεταγινώσκοντος πρόσωπον τὰ κατὰ νόμον θυσίας πληροῦν ἐσκέπτετο· Θεὸς δὲ προαναφαίνων ὡς ἀδρανὴς μέν ἐστι,
καὶ ἀνικάνως ὁ νόμος ἔχει πρὸς ἀποκάθαρσιν ἁμαρτίας, παραπολὺ δὲ ἀμείνων καὶ ἀσυγκρίτως ὑπερκειμένη τῆς ἐν Χριστῷ πολιτείας ἡ δύναμις, ἀπαράδεκτα μὲν ὥσπερ ποιεῖ- 13 ται τὰ κατὰ τὸν νόμον, ἔφη δὲ ὅτι θελητὸν τῷ Θεῷ, τὸ ποιεῖν κρῖμα καὶ ἀγαπ[[αν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετ᾿
αὐτοῦ. ταῦτα δέ ἐστι τῆς ἐν Χριστῷ ζωῆς τὰ αὐχήματα.
ὄνομα αὐτοῦ.
μετρίως τινὰ τῆς πνευματικὴς λατρείας ἡ δύναμις. τέθεικε 14 15 δὲ τὴν φωνὴν ἐν τούτοις ἀντὶ τοῦ ὀνόματος, ἤτοι τῆς ἐπικλήσεως. ὅμοιον δὲ ὡς εἰ λέγοι τυχόν Εἰ ἐπιφημίζοιτο τῇ πόλει τὸ ὄνομα τοῦ Θεοῦ, πάντη τε καὶ πάντως σωθήσετι. μὴ γὰρ οἰηθῇς ἄνθρωπε, φησὶ, ταῖς δἰ αἱμάτων ἐφήδεσθαί με θυσίαις, μηδὲ ἀσεβῆ καὶ ἄνομον ἡγεῖσθαι πόλιν εἰ μὴ
προσάγοι μόσχους εἰς ὁλοκαύτωσιν· ἀλλ᾿ οὐδ᾿ ἂν ὅλως σώσαιμι κινδυνεύουσαν, βουθυτεῖν ᾑρημένην, κἂν μηλοσφαγίαις μὲν καθαιμάττοι τὸ θυσιαστήριον, ἕλοιτο δὲ καὶ κριῶν προσάγειν ἀγέλας, ἀρκέσει δὲ μᾶλλον εἰς σωτηρίαν 16 αὐτῇ τὸ ἐπικληθῆναι τὸ ὄνομα τοῦ Θεοῦ. ἐμὴ γὰρ πάντως
ἡ τὰ ἐμὰ τιμῶσα κράτη, καὶ τὰ ἐμοὶ θυμήρη δρῶσά τε ἀμελλητὶ καὶ φρονεῖν ἑλομένη. τότε σώσω τοὺς φοβουμένους ἐμέ. οὐκοῦν ὅτε καὶ Θεοῦ λεγόμεθα, τότε καὶ δεδίαμεν αὐτὸν, καὶ παρ᾿ αὐτοῦ σωζόμεθα, καὶ τῆς πνευματικῆς λατρείας ἡ δύναμις τοιάδε νοοῖτ᾿ ἂν εἰκότως. ἔφη τι τοιοῦτον ὁ τῶν
17 ὅλων Θεὸς καὶ διὰ φωνῆς τοῦ Δαυείδ “Ἄκουσον λαός μου, 18 “ καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς “ ὁ Θεός σου εἰμὶ ἐγώ. οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω “ σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παν- 19 “ τος.” εἶτα τούτοις ἐπενεγκὼν, ὡς οὐ φάγεται κρέα
ταύρων, ἀλλ᾿ οὐδ᾿ ἂν ἐκπίοι τὸ τράγων αἷμα, πάλιν φησί 20 “ Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ “ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, “ καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.”
22 μων θησαυρίζων θησαυροὺς ἀνομίας καὶ μετὰ ὕβρεως ἀδικίας;
αὐτοῖς τῆς ἐπαγγελίας τὴν γῆν Ἰησοῦ τοῦ ἐπίκλην Ναυῆ. διαλέγεται τοίνυν ὁ Θεὸς οὐ πρὸς μίαν φυλὴν, ἀλλ᾿ οἷον πρὸς πάσας, ἤτοι πρὸρς ἑκάστην, πρέποντος τοῦ λόγου καὶ ἰδικῶς ἑκάστῃ, καὶ πάσαις. ἄκουε δὴ οὖν, ὦ πᾶσα φυλὴ, σώζεται μὲν πόλις ᾗπερ ἂν ἐπιφημίζοιτο τὸ
ὄνομα τοῦ Θεοῦ. περιόψεται γὰρ οὐδαμῶς τοὺς φοβου- 23 μένους αὐτὸν, ἀλλ᾿ ἔσται τεῖχος ἀπόρθητον, κόσμημά τε καὶ δόξα τοῖς ἐθέλουσι κατορθοῦν τὸ θεοφιλές. εἰ δὲ δὴ βούλεσθε, φησὶ, καὶ τὸ ἐναντίον ἰδεῖν, τί κοσμήσει πόλιν; οἶκος ἀνόμων, ἢ μετὰ ὕβρεως ἀδικία; ἆρα, φησὶ, διὰ πολλὴν
ἁμαρτίαν εἰ δαπανῷτο πόλις ὑπὸ πυρὸς ταῖς τῶν πολεμίων ἁλοῦσα χερσὶν, εὐσχήμων ἔσται καὶ καλὴ, λαμπρὰν δὲ αὐτὴν καὶ εὐκλεεστάτην ἀποφήνειν ἂν οἶκος ἀνόμων, ὁ θησαυρίζων θησαυρους ἀδικίας, ὠφελήσει δὲ αὐτὴν μετα ὕβρεως ἀδικία; ἀλλ᾿ ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν ὀρθὰ φρονεῖν εἰω- 24
θότων, ὅτι δυσκλεᾶ καθίστησι τὰ τοιάδε. οὐ γὰρ ἂν ἥλω πόλις, καὶ δεδαπάνητο πυρὶ μὴ οὐχὶ πάντως προσκρούσασα διὰ πολλὴν ἁμαρτίαν. τί τοίνυν μεθέντες, φησὶ, τὰ δι᾿ ὧν ἂν σώζοιτό τε καὶ κατακαλλύνοιτο πόλις, ζηλωτὰ πεποίησθε μᾶλλον τὰ κατασίνεσθαι πεφυκότα, τετιμήκατε δὲ τὰ δι᾿ ὧν 25 ἂν ὁρῷτο αἰσχρά τε καὶ ἀκαλλὴς, πονηροὺς ἔχουσα τοὺς οἰκήτορας, ἐρασιχρημάτους καὶ ἀδίκους καὶ θησαυρίζοντας 26 ἀνομίαν;
δόλου, ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἐνέπλησαν, καὶ οἱ
κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν;
27 ἀνέχεσθαί ποτε τὸν φιλάρετον ἐμὲ πεπιστεύκατε; τοὺς δὲ ἐν μαρσίππῳ στάθμια δόλου, τουτέστι, τοὺς ἐκ πλεονεξίας καὶ ἀνισότητος καὶ φιλοκερδείας ἐκτόπου καταπλουτεῖν ἐθέλοντας διαφυγεῖν δύνασθαι νενομίκατε τὴν ὀργήν; ἀπὸ γὰρ τοιούτων λημμάτων τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἐνεπλησαν.
γεγόνασι δὲ καὶ ψεῦσται καὶ ἀλαζόνες. παρέπεται γὰρ ἀεὶ τὸ μὲν ψεύδεσθαι φιλεῖν τοῖς τῆς ἀνισότητος ἐρασταῖς, καὶ λημμάτων αἰσχρῶν ἡττωμένοις καὶ φιλοκερδείας· μεγεαλη- 28 γορία δὲ καὶ ὑπεροψία τοῖς ἤδη πεπ λουτηκόσιν.
29 δὲ δογμάτων εὑρεταὶ, οἱ “ πάντα τὰ ὀρθὰ διαστρέφοντες,” καὶ τὸν τῶν ἁπλουστέρων ὑποτρέχοντες νοῦν ἀπάταις καὶ δόλοις, καὶ πλουτοῦντες μὲν διὰ τοῦ θηρᾶσθαι πολλούς· πλὴν ἀσεβείας ἐπίμεστον τὸν τοιοῦτον ἑαυτοῖς συναγείροντες 30 πλοῦτον, λαλοῦσιν ὁμολογουμένως ἀτρεκὲς μὲν οὐδὲν, παράσημα δὲ καὶ ψευδῆ, καὶ ταῖς ἐξ ἀπάτης κομψείαις οἱονεὶ κατακεχρωσμένα. ὑχοῦσι δὲ καὶ τὴν ἑαυτῶν γλῶτταν οἱ τοιοίδε πάλιν, “ἀδικίαν λαλοῦντες κατὰ Θεοῦ,” κατὰ τὸ γε- 31
γραμμένον, καὶ “Ἀποφθεγγόμενοι τὰ τῆς ματαιότητος ὑπέρ- “ ογκα ῥήματα,” οἷς ἀκόλουθον εἰπεῖν “Ἄκουε φυλὴ, καὶ “ τί κοσμήσει πόλιν; μὴ πῦρ ἢ οἶκος ἀνόμων θησαυρίζων “ θησαυροὺς ἀνομίας, καὶ μεθ᾿ ὔβρεως ἀδικία;” οὐ γὰρ εἰς κόσμον αὐτοῖς, ἀλλ᾿ εἰς δίκην ἔσται τὸ τῆς κολάσεως πῦρ.
ἐπειδὴ δὲ οἶκοι γεγόνασι θησαυρίζοντες ἀνομίαν, εἰς ἀρὰν ἔσονται καὶ δίκην καὶ ἐν παντὶ πεσοῦνται κακῷ.
σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς, καὶ ἐξώσω σε
ἐν σοὶ, καὶ καταλήψῃ καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν
διασωθῶσιν εἰς ῥομφαίαν παραδοθήσονται· σὺ σπερεῖς καὶ
οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον καὶ οὐ μὴ πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου. καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὶ καὶ πάντα τὰ ἔργα
οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως 33
παραδώσω σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμὸν, καὶ ὀνείδη λαῶν λήψεσθε.
δὲ ὥσπερ, καὶ ἐν ὄψει τίθεται τὰς πληγάς. λιμῷ τε γὰρ αὐτοὺς κολασθήσεσθαί φησὶ, καὶ ταῖς τῶν ἐπιτηδείων ἐνδείαις, καὶ αὐτοὺς ἐν ἑαυτοῖς ἐξολοθρευθήσεσθαι, καὶ καταληφθήσεσθαι μὲν, οὐ μὴν ἔτι καὶ διαδρ;ναι παντελῶς. ἀλλ᾿ εἰ καί τινες ὅλως τὰ παραυτίκα βλάβη φυγεῖν ἰσχύσειαν,
37 τούτους ἁλώσεσθαι, καὶ οὐκ εἰς μακρὰν, ἔργον τε γενήσεσθαι τῆς ἑτέρωων ῥομφαίας. ἐκεῖνο δὲ ἔοικεν ἡμῖν διὰ τούτου δηλοῦν. πλεῖστοι μὲν γὰρ ὅσοι κεκίνηνται πόλεμοι κατὰ τῶν ἐξ Ἰσραὴλ, ἤγουν κατὰ παντὸς τοῦ Ἰούδα, πλὴν οὐκ ἀεὶ παρ᾿ ἐχθρῶν· ὡπλίζοντο δὲ καὶ αὐτοὶ κατὰ σφῶν αὐτῶν,
ὡς ποτὲ μὲν τὸν Ἐφραΐμ ἤτοι τὰς δέκα φυλὰς, κατεξανίστασθαι τοῦ Ἰούδα, ποτὲ δὲ καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις αὐτοῖς καταστρατεύεσθαι τοῦ Ἐφραΐμ· οὐκ εὐαρίθμητοι δὲ διολώλασι πόλεις, ὡς αὐτοὺς ἐν ἑαυτοῖς ἐξωσθῆναι πολλάις· c καὶ κατὰ τοῦτον τὸν τρόπον διωκομένους ἐκ πόλεων, 20 καταλαβεῖν μὲν ἑτέρας, πλὴν ἁλῶναι καὶ κατὰ καιροὺς, ἢ καὶ αὐτῶν που τάχα Περσῶν τε καὶ Μήδων. τοῦτο οἶμαί ἐστι τό Ἐξώσω σε ἐν σοὶ καὶ καταλήψῃ καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν εἰς ῥομφαίαν παραδοθήσονται. 1. ἀρχαῖς Α. ἀρχῇ Edd. 3. δείγμασι (sic) A. Statim haec καθαπερεί τινι accesserunt ex B. 5. ἐκμειλίσσεκθαι] μὲν ἐκμειλίσσεσθαι ea quae sequuntur usque ad καταληφθήσεσθαι μὲν (9.) omittens A. 8. ἐν ἑαυτοῖς ἐξολοθρευθήσεσθαι B. ἐν αὐτῷ ἐξαρθήσεσθαι Edd. καταληφθήσεσθαι] Hanc lectionem priorem B. edidi. καταλή ... ψεσθαι (sic ex corr. et litt. trium ras.) B. καταλήψεσθαι Edd. 9. διαδράνει pro διαδράναι Εdd. ante Migne. 10. ὅλως accessit ex A.B. praemittit εἰσὶν Α. 11. τε om. B. 12. ἐκεῖνο δὲ ἔοικεν ἡμῖν διὰ τούτου] ἔοικε δὲ διὰ τούτων ἐκεῖνο (omittens ἡμῖν) A. 14. ἤτοι pro ἤγουν κατὰ Α. τοῦ assumptum ex A. 17. καὶ om. A. τοὺς assumptum ex B. 18. αὐτοῖς Β. αὐτοὺς Edd. ante ἐν transp. A. 19. αὐτοὺς Α.Β. ἑαυτοὺς Edd. Statim ἐν αὐταῖς Α. 20. πόλεων Α. πόλεως idd. 21 μὲν om. A. Statim ἑτέρουε Edd. καὶ om. A. 22. τῆς om. A. βασιλέων Α. βασιλείων Edd. 23. τε assumptum ex A. 25. ἐὰν pro ἂν Α. (22. al.) Statim σωθῶσιν Edd. invitis A.B.
καὶ οὐκ ἀμήσεις, καταφθείροντος οἶμαι Θεοῦ τοὺς καρποὺς, καὶ πιέσεις μὲν ἐλαίαν αὐτός· ἐλαιοφόρος γὰρ ἡ Σαμαρειτῶν χώρα· ἔσῃ δὲ οὕτως ἐλαίου, φησὶν, ἐνδεὴς, ὡς μηδ᾿ ἂν εἰ ἕλοιο, πρὸς ἀλοιφὴν εὑρεῖν εὐπορῆσαί που τάχα. πολυαμπέλου δὲ λίαν οὔσης ὑμῖν τῆς χώρας καὶ εὐοινούσης ἄγαν,
ὡς καὶ πόλεσιν αὐτὸν διανέμειν ἑτέραις, οὐκ ἂν εὕροις πιεῖν αὐτός. ἀργήσει δὲ καὶ τὰ νόμιμά φησιν, ἃν σὺ τέθεικας τοῖς 39 εἰδώλοις προσκομίζων αὐτοῖς τῆς εὐκαρπίας τὰς ἀφορμάς. ποῖος γὰρ ἔτι λοιπὸν ἀπαρχῆς ἀνάθεσις, εἰ ἅπας ὑμῖν διόλωλεν ὁ καπρὸς καὶ κατεφθάρη τὰ ἐν ἀγροῖς; ἢ ποῖα
προσοίσεις χαριστήρια, καὶ ἐπὶ τίσιν εἰκότως, ὁ πίπτων ἀθλίως καὶ δαπανώμενος;
ἐπιφέρει καί φησι Καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὴ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε 40 ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδώσω σε εἰς ἀφανισμόν. Ζαμβρὴ γέγονε βασιλεὺς ἐπὶ τὸν Ἰσραὴλ, αὐτὸς δέ ἐστιν ὁ Ἀχαὰβ πατὴρ, ἀλλ᾿ ὡς τὸ γράμμα φησὶ τὸ ἱερὸν, πεπόρευται
μὲν “ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ,” ὃς ἐξήμαρτε 41 τὸν Ἰσραήλ· “ἐπονηρεύσατο δὲ ὑπὲρ πάντας τοὺς πρὸ 42 “αὐτοῦ γεγονότας.” τοιγάρτοι καὶ δεδαπάνηται πυρὶ, κατ- 43 εμπρήσας αὐτὸς ἐφ᾿ ἑαυτῷ τὸν ἴδιον οἶκον· γέγραπται γὰρ 44 ὡδί. οἶκον δὲ, ὡς ἔοικεν, Ἀχαὰβ τὴν Ἰεζάβελ ἀποκαλεῖ· φόνοι δὲ ἦσαν ἐν ἐκείνῃ καὶ ἁρπαγαὶ καὶ διώξεις ἁγίων τὰ ἐπιτηδεύματα. ταῦτα δὴ οὖν τετήρηκάς φησιν, ἵνα σε καὶ
ἀφανίσω δικαίων, καὶ γέγωτα ποιήσωμαι καὶ ὄνειδος τῶν ἄλλων.
ὥσπερ ἐξ ἀδικίας, συλλέγοντες ἑαυτοῖς τὰ οὐκ ὄντα αὐτῶν, 45 καὶ τὰς τῶν ἁπλουστέρων ἀγέλας πολεμίων δίκην καταδῃοῦν εἰωθότες, καὶ εἰς ἔκτοπον αὐτὰς ἀποφέροντες πλάνησιν. ἀκουέτωσαν τοίνυν Θεοῦ λέγοντος Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε καὶ ἀφανιῶ σε ἐπὶ ταῖς ἁμαρτίαις σου. σὺ
φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς. περιτυγχάνοντες γὰρ ταῖς θείαις γραφαῖς, εἶτα τῶν τῆς ἀληθείας δογμάτων οὐκ ἐμφορούμενοι, καίτοι δοκοῦντες ἐσθίειν, φθείρονται λιμῷ, οἰόμενοι δὲ καὶ καταλαμβάνειν τὴν τῆς σωτηρίας, οὐκ ἂν εὕροιεν, ὁδὸν, σπείροντες δὲ, ὥς γε νομίζουσιν, οὐδένα τῶν πόνων
46 εὑρήσουσι τὸν μισθὸν, καὶ τὴν νοητὴν ἐλαίαν ἐκθλίβοντες, τουτέστι, τὸ γράμμα τὸ ἱερὸν, τῇ τοῦ Πνεύματος χάριτι μακρὰν εὐφροσύνης ἔσονται τῆς πνευματικῆς· τετηρήκασι γὰρ τὰ δικαιώματα Ζαμβρὴ καὶ πάντα τὰ ἔργα οἴκου
Ἀχαὰβ, τουτέστιν, ἐπονηρεύσαντο, πεπλεονεκτήκασι, καὶ διωγμοὺς εἰργάσαντο κατὰ τῶν ἁγίων. ἔσονται δὴ οὖν εἰς 47 ἀφανισμὸν, καὶ εἰς ἐπονείδιστόν τε καὶ ἐπάρατον ἀληθῶς καταστρέψουσι τέλος.
τὰ πρωτόγονα.
οὓς αἱ τῶν ἀμώντων παρατρέχουσι χεῖρες, ὀλίγοι δὲ οὗτοι καὶ τοῖς τὴν καλάμην συλλέγουσι σπανιάκις ἁλώσιμοι. ἐοικέναι δὲ οὐδὲν ἧττον καὶ ταῖς καλουμέναις ἐπιφυλλίσιν, ἃς αἱ τῶν τρυγώντων παρῆλθον δρεπάναι. οἶμαι δὲ ὅτι καὶ τὸ τῶν ἁγίων δυσεύρετον διὰ τούτων ὑποδηλοῖ, ὡς ἐν
ὀλίγοις ὄντων λειψάνοις κατ᾿ ἐκεῖνο καιροῦ, εὑρισκομένων δὲ οὕτως, ὡς ἂν εἰ καὶ ἄσταχυς εἷς ἐν ληΐοις τεθερισμένοις, 50 ἢ καὶ ἐν τοῖς πρωτογόνοις τῶν βοτρύων αἱ τῶν δευτέρων ἐπεκβολαί. ἀέρος μὲν γὰρ καταθάλποντος, ἐκβράττεται τῶν κλημάτων ὁ βότρυς ὁ ἐν ἀρχαῖς τε καὶ πρῶτος.
προϊόντος γεμὴν τοῦ καιροῦ, νόθη τις ἔσθ᾿ ὅτε καὶ δευτέρα μετ᾿ ἐκείνους ἀκολουθεῖ βοτρύων διεκβολή. ταῦτα δή ἐστι τοῖς τρυγῶσι δυσεύρετα, διάτοι τὸ ὡς ἐν πολλῇ τῇ φυλλάδι διαλανθάνειν εὐκόλως, καὶ ἐν ὀλίγαις εἶναι ῥαξί. ταῦτα συλλέγουσιν οὐκ ἀνιδρωτὶ, περιεργότερον ταῖς ἀμπέλοις ἐνιέντες 51 52 τὸν ὀφθαλμὸν οἱ τοῖς τρυγῶσιν ἑπόμενοι. ἔοικε δὴ οὖν τῶν ἐπιεικῶν τὴν σπάνιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις κατολοφύρεσθαι λόγος. ὅτι δὲ πρὸς ζημίας γέγονε τοῖς ἐξ Ἰσραὴλ τὸ χρῆμα, τὸ ἐν ἐνδείᾳ γενέσθαι, φημὶ, τῶν ἁγίων, πῶς ἐστιν ἀμφιβαλεῖν; κήδεται γὰρ ἔσθ᾿ ὅτε καὶ χωρῶν
καὶ πόλεων, καὶ πολλὰ λίαν ἀφίησιν ἐγκλήματα, φιλάνθρωπος ὢν ὁ Δεσπότης, πέντε που μόλις ἁγίων ἐν αὐτοῖς ηὑρημένων, κἂν ἐσώθησαν αἱ Σοδομιτῶν ποτὲ πόλεις,
κατοικτείροντος Θεοῦ αἰδοῖ τῇ πρὸς τοὺς ἁγίους, καὶ ὀλίγους κομιδῇ, καὶ τὴν ὀργὴν ἀνακόποντος.
ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταθύμιον
ψυχῆς αὐτοῦ.
54 φησι καὶ διὰ φωνῆς Ἡσαΐου Θεός “Πῶς ἐγένετο πόρνη 55 “πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοι- “μήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.” τὸ γὰρ δὴ μάλιστα φορτικώτατον καὶ εἰς ἄκρον αὐτοὺς φαυλότητος διελάσαι παρασκευάσαν, τὸ ἐφ᾿ αἵμασιν αὐτοὺς δικάζεσθαι, καὶ φονᾶν
ἀγρίως, ἀποῤῥίπτεσθαι δὲ καὶ ὡς ἕωλον κομιδῇ τὸ ἀγαθουργεῖν, 56 ὥστε καὶ ἀναγκαῖον ποιεῖσθαι σπούδασμα, τὸ ἐπὶ μόνῳ τῷ κακοῦν ἑτέρους τὰς χεῖρας ἔχειν εὐπρεπεῖς. οὐδὲν γάρ ἐστιν τοῖς ὧδε ζῆν ἐλευθερίας διαβέβληται τρόποις.
ἆρ᾿ οὖν κατηῤῥώστησε μὲν τὸ ἐν τούτοις εἶναι τὰ ὑπήκοον, ἔῤῥωται δὲ τὸ ἡγούμενον, καὶ ὑγιαίνει τὸ κρίνον; οὐδαμῶς, φησίν· ὁ γὰρ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε. πολλοὶ πολλάκις τῶν εἰς ἀρχὴν τεταγμένων, γεγόνασι 57 μὲν ἀνόσιοι καὶ φιλοκερδέστατοι, καὶ καταπωλοῦντες
εὐκόλως τὰς ἑαυτῶν γνώμας τοῖς παραφθείρειν ἐθέλουσιν. ἀλλ᾿ εἰ καὶ νενεύκασιν ἤδη εἰς τὸ οὕτω γοῦν ἡττῆσθαι δοκεῖν λημμάτων καὶ δωροδοκίας, ἀποτρέπονταί πως καὶ δόξῃ χρηστῇ κατακαλλύνειν ἐπείγονται τοὺς ἑαυτῶν τρόπους· τὸ δὲ δὴ προήκειν εἰς τοῦτο λοιπὸν ἀθλιότητος νοῦ καῖ τρόπων
αἰσχρῶν, ὡς μονονουχὶ καὶ χεῖρα προτείνειν, κἂν εἰ μὴ λάβοι, δικάζων τὸν τοῦ δικαίου καταφθείρειν λόγον, καὶ ἀναισχύντως ἀπειλεῖν, πῶς οὐκ ἂν εἴη λοιπὸν ἁπάσης ἐπέκεινα 58 βδελυρίας; μετ᾿ ἐμφάσεως δὴ οὖν ὁ λόγος, καὶ οἱονεὶ 59 κατακεκραγότος τῆς πλεονεξίας Ὁ ἄρχων αἰτεὶ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν.
σώζεται μὲν τοῖς τῆς εἰρήνης βραβευταῖς τὰ ἐ'ντεὺθεν αὐχήματα. πλὴν ὁ κρίνων ὀρθῶς, τὸ τῷ θείῳ δοκοῦν διερμηνεύει 61 ωόμῳ, καὶ τοὺς μὲν ἀδικοῦντας ἐλέγξει, συναγορεύσει δὲ πάντως τοῖς ἠδικημένοις. ὅταν δὲ τοῖς ἀδικοῦσι λέγωμεν λόγους εἰρηνικοὺς, οὐκ ἐλέγχοντες αὐτοὺς ὡς ἡμαρτηκότας,
τότε δὴ τότε παραλύσομεν ἐναργῶς τὸ τῷ Νομοθέτῃ δοκοῦν. 62 ἔφη γὰρ ὅτι “Στόμα ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον “ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ.” παρέπεται δέ πως ἀεὶ τοῖς δωροδοκεῖν εἰωθόσι τὸ μήτε δύνασθαι κρίνειν ὀρθῶς, μήτε μὴν ἐκ παῤῥησίας ἐλέγχειν τοὺς ἡμαρτηκότας, συμβου-
63 λεύειν δὲ μᾶλλον τὰ πρὸς εἰρήνην, κἂν εἰ πλείστην ὅσην ἐπιφέρωσί τισι τὴν πλεονεξίαν. καὶ τῆς νόσου τὴν αἰτίαν σαφῆ καθιστὰς ὁ Προφήτης, φησί Καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν· ἀρέσκει γὰρ ἴσως αὐτῷ, φησὶ, καὶ τὸ ἐκτόπως γεγενημένον. εἶτα πῶς ἐπιτιμήσει τοῖς ἠδικηκόσιν; ὃ γὰρ ἐπαινέσας
ἔχει, πῶς ἂν ἔτι καταμωμήσαιτο; χρῆμα δὴ οὖν ἀνόσιόν τε καὶ ἐπιζήμιον ἀληθῶς ἡ πλεονεξία καὶ τὸ καταθλίβειν ἑτέρους.
καὶ τῶν εἰς ὀρθότητα τρόπων, καὶ τὸ κρίνειν ἀδεκάστως, 65 μηδὲ ποιεῖσθαι περὶ πολλοῦ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς ἀδικεῖν εἰωθόσι, καὶ μερίζεσθαι πρὸς αὐτοὺς τὴν ἀσέβειαν, ἀλλοτρίαις τε οὕτω κοινωνεῖν ἁμαρτίαις. ὑποκείσεται δὲ 66 ὅτι πάντη τε καὶ πάντως ὀργαῖς τε καὶ δίκαις ὁ τοῖς ὧδε
δεινοῖς πλημμελήμασιν ἑαυτὸν ἐνιεὶς, πῶς ἂν ἐνδοιάσειέ τις, εἴπερ ἕλοιτο φρονεῖν ὁρθῶς;
ἐπὶ κανόνος ὡς ἐν ἡμέρᾳ σκοπιᾶς.
ἔφη γὰρ ὅτι “Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, καὶ ἀφανιῶ Supra 68 “σε ἐπὶ ταῖς ἁμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμ- “πλησθῇς, καὶ ἐξώσω σε ἐν σοὶ, καὶ καταλήψῃ καὶ οὐ μὴ “διασωθῇς.” προσεπετίθει δὲ, ὅτι καὶ “Σύ σπερεῖς καὶ οὐ 69 “μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ
“οἶνον καὶ οὐ μὴ πίητε.” ὅτι τοίνυν οἰχήσεται μὲν αὐτοῖς 70 τῆς ἐξ ἀγρῶν εὐκαρπίας τὸ ἀμφιλαφὲς, ἐλλείψει δὲ καὶ τὰ ζωαρκῆ, καὶ τῇ τῶν χρειωδεστάτων ἐνδείᾳ καταπιεσθήσονται, διδάσκει λέγων, ὡς ἐν εἴδει μὲν σητὸς δαπανήσειν πάντα αὐτῶν τὰ ἀγαθὰ, τουτέστι, τὰ οἷς ἦν εἰκὸς οὐ μετρίως
ἐντρυφᾶν, καὶ τὸ τῆς εὐημερίας διακεκτῆσθαι πλάτος. ὅτι δὲ ἔμελλον παταχθήσεσθαί τε καὶ ἀφανισθήσεσθαι, ἐξωσθῆναί τε, ὥσπερ καὶ ἔν σφισιν αὐτοῖς, τουτέστιν, ἀλλήλοις συνδιολεῖσθαι, καὶ ὑπό γε σφῶν αὐτῶ οἴκων τε καὶ πόλεων ἐλεεινῶς ἐκπέμπεσθαι, διατρανοῖ λέγων Καὶ βαδίζων 71 72 ἐπὶ κανόνος ὡς ἐν ἡμέρα σκοπιᾶς· ἐξελοῦμαι γάρ φησι τὰ ἀγαθὰ αὐτῶν. καὶ οὐχὶ δὴ μόνον ὡς σῆς ἐκτρώγων, ἀλλὰ καὶ βαδίζων ἐπὶ κανόνος ὡς ἐν ἡμέρα σκοπιᾶς. καὶ δυσέφικτον μὲν κομικῇ τὸ ῥησίδιον, οἶμαι δὲ ἔγωγε μὴ ἂν ἑτέρως αὐτὸ νοηθῆναι δύνασθαι πρὸς ἡμῶν, εἰ μὴ γένοιτο σαφὴς
ἡ τῶν εἰς τοῦτο βλεπουσῶν ἱστοριῶν προαφήγησις, ὃ δὴ καὶ ποιεῖν περάσομαι.
73 βουνὸς καὶ σκοπιά. μεμνήμεθα δὲ ὅτι Λευίτης ἀνὴρ, ὡς ἐν τῇ βίβλῃ γέγραπται τῶν κριτῶν, ὑβρισθείσης αὐτῷ τῆς παλλακίδος ὑπὸ τῶν ἐκ φυλῆς Βενιαμὶν ἐν αὐτῇ τῇ γῇ 74 Γαβαὰ, κατατεμὼν τὸ λείψανον εἰς δυοκαίδεκα μέρη, ἁπάσαις ἔπεμψε ταῖς φυλαῖς, τῶν ἐκ φυλῆς Βενιαμὶν τὸ πλημ-
75 μέλημα καταφανὲς ἅπασι καθιστάς. εἶτα συμβέβηκεν ἐντεῦθεν κατεξαναστῆναι μὲν πολέμου νόμῳ τῶν ἐκ φυλῆς Βενιαμὶν τὰς ἑν ἀρχῇ μὲν νενικηκότων τῶν ἐκ φυλῆς Βενιαμὶν, 76 ὕστερον δὲ τῶν ἑτέρων φυλῶν κατεφθαρκυιῶν αὐτοὺς εἰσάπαν.
μέμνηται τῆς ἱστορίς καὶ ὁ προξήτης Ὡσηέ. Φησὶ 77 γὰρ, ὅτι “Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν, ἐξθάρητσαν “κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ.” ἐπειδὴ γὰρ, φησὶν, εἰδωλολατρείαν καὶ ψευδομαντείαν· ταυτὶ γὰρ ἡμῖν ἐν τούτοις ἡ μανία δηλοῖ· κατέπηξαν ἐν οἵκῳ Κυρίου, ταύτῃτοι καὶ
78 κατεφθάρησαν ὡς ἐν ταῖς ἠμέραις τοῦ βουνοῦ, τουτέστι, τῆς Γαβαά. ὅτι δε ὁ βουνὸς ἤτοι Γαβαὰ καλεῖται καὶ σκοπιὰ, μαθήσῃ σαφῶς ἐκ τῶν γεγραμμένων ἐν τῇ τρίτῃ 79 τῶν βασιλειῶν. Ἀσὰ μὲν γὰρ βεβασίλευκε τῆς Ἱερουσαλῆμ,
Βαασὰ δὲ τῆς Σαμαρείας καθ᾿ ἕνα καιρόν. ἐπειδὴ δὲ κατεμερίζοντο πρὸς διχόνοιαν, καὶ ἀλλήλοις ἐπιμηνίσαντες τὸν τοῦ πολέμου νόμον ὡπλίζοντο, “Ἀνέβη, φησὶ, 80 “Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησε τὴν “Ῥαμὰ, τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον
“τῷ Ἀσὰ βασιλεῖ Ἰούδα.” καταθέοντος δὲ τὴν Σαμαρει- 81 τῶν τοῦ Ἄδερ, ὁ μὲν Βαασὰ τῆς Ῥαμὰ ἀπεσκευάζετο, τοῖς 82 πολεμίοις ἀντανιστάμενος. ἐκδεδράμηκε δὲ τῶν Ἱεροσολύμων ὁ Ἀσὰ, εἶτα γεγονὼς ἐν Ῥαμά “Παρήγγειλε, φησὶ, 83 “παντὶ Ἰούδα εἰς Ἐνακεὶμ, καὶ αἴρουσι τοὺς λίθους τῆς
“Ῥαμὰ καὶ τὰ ξύλα αὐτῆς ἅ ᾠκοδόμησε Βαασὰ, καὶ “ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ἀσὰ πᾶν βουνὸν Βε- “νιαμὶν καὶ τὴν σκοπιάν.” ἐκαλεῖτο δὴ οὖν ἡ Γαβαὰ βοῦνός τε καὶ σκοπιά· διερμηνεύεται γὰρ οὕτως ἡ Γαβαὰ, διὰ τὸ ἦρθαί τε ὑψοῦ, καὶ ἐν γηλόφῳ κεῖσθαι καὶ σκκοπιᾷ.
Ῥαασσὼν τὸν τῆς Δαμασκοῦ βασιλέα, πλείστους τε ὅσους ἀπέκτεινεν ἐν ἡμέρᾳ μιᾷ. γέγραπται γὰρ οὕτως ἐν τῇ δευ- 88 τέρᾳ τῶν Παραλειπομένων περὶ τοῦ Ἄχαζ “Καὶ παρέ- “δωκεν αὐτὸν Κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως “Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ, καὶ ᾐχμαλώτευσεν ἐ αὐ-
“τῶν αἰχμαλωσίαν πολλὴν, και ἤγαγεν εἰς Δαμασκὸν, καὶ “εἰς τὰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτὸν, καὶ 89 “ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην, καὶ ἀπέκτεινε Φακεὲ “ὁ τοῦ Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδα, ἐν ἡμέρᾳ “μιᾷ ἐκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ, ἐν τῷ
“αὐτοὺς καταλιπεῖν Κύριον τὸν Θεὸν αὐτῶν.”
91 εἰρήνην τοῖς οὐκ ἀγαπῶσιν αὐτὸν, ὃ δὴ μάλιστα συμβαῖνον ὁρᾶται τοῖς τῆς ἀληθείας ἐχθροῖς, παρ᾿ οἷς οὐκ ἔστιν εὑρεῖν χάρισμα πνευματικὸν, ἀλληλοφαγίαν δὲ ὥσπερ καὶ διαμάχην, ἔριν καὶ φιλονεικίαν καὶ σχίσματα· καὶ περὶ αὐτῶν ἂν 92 λέγοι Θεός “Ὅτι ἀφέστηκα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ
“τούτου, καὶἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται” καὶ ἰσχὺν 93 καὶ ὁμοψυχίαν οὐκ ἐκείνοις· πόθεν; ἀλλὰ τοῖς τὰ αὐτοῦ σέβουσι διανέμοντος, καὶ οἷς ἂν εἰκότως τὸ τῆς εἰρήνης ἐνιζήσειεν ἀγαθὸν, τὴν τῆς ἀληθείας τιμῶσι δύναμιν, καὶ τὸ κατατέμνεσθαί ποι πρὸς ἐκτόπους εἰκαιοβουλίας οὐκ ἀνεχομένοις, 94
καταθαυμάζειν δὲ μόνον τῆς ἀληθείας τὸ κάλλος ἐσπουδακόσιν.
αὐταῖς ἤδη γεγενημένων, καὶ κλαιόντων γυναικοπρεπῶς; ἥκασι γὰρ αἱ ἐκδικήσεις σου φησὶ, τουτέστιν, ἐνέστηκεν ὀ τῆς 95 δίκης καιρὸς, ἐν χερσὶν ὁ πόλεμος, ἐπὶ θύραις ὁ πόνος. ἐπιφέρων γὰρ ὅτι Νῦν ἔσονται κλαυθμοὶ αὐτῶν, δέδειχεν ἐναρῶς, ὅτι μὴ εἰς μακρὰς ὑπερθέσεις τὰ τῆς προφητέιας ἔρχεται,
κεῖται δὲ ὥσπερ ἐν ὀφθαλμοῖς. μετὰ γάρ τοι τὸν Ἰωάθαμ εὐθὺς γέγονεν ὁ Ἄχαζ πονηρὸς καὶ ἀποστάτης, καὶ τῶν ἰδίων τέκνων σφαγεὺς, ἂ τοῖς τῶν δαιμονίων ἀνετίθει βωμοῖς. ἐπ᾿ αὐτοῦ πεπτώκασιν “ἐν ἡμέρᾳ μιᾷ ἑκατὸν εἴκοσι χιλιάδες” 96 τῶν ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμίν. ἰστέον δὲ, ὅτι κατ᾿ ἐκεῖνο 97
τοῦ καιροῦ καὶ αὐτὸς ἐκτέτικε δίκας ὁ Ἰσραήλ. Φακεὲ γὰρ βασιλεύοντος, ἀνέβη Θεγλαφαλασὰρ βασιλεὺς Ἀσσυρίων κατὰ τῆς Σαμαρείας, καὶ πλείστας μὲν ὅσας αὐτῆς ὠλόθρευσε πόλεις, εἶλε δὲ καὶ τὴ Δαμασκὸν, καὶ αὐτὸν ἀπέκτεινε τὸν ῾Ρασσὼν, ὥστε καθ᾿ ἕνα καιρὸν συμβέβηκε δαπανηθῆναι
μὲν τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ὑπὸ τῶν ἐν Σαμαρείᾳ δέκα φυλῶν, αὐτοὺς δὲ τοὺς ἐν Σαμαρείᾳ παθεῖν ὃ δεδράκασιν ὑπὸ τοῦ Βαβυλωνίου. ὁρᾷς οὖν, ὅπως μονονουχὶ 98 99 τὸν κανόνα τῆς ὀργῆς διατρέχων, τὸν ἐν καιρῷ τοῦ βουνοῦ ἤτοι τῆς σκοπιᾶς, τετιμώρηκε τοὺς ἡμαρτηκότας.
φίλον καὶ προεστηκότα τὸν τῶν ὅλων ἔχοντες Θεόν. ἁρμόσειε 101 δ᾿ ἂν καὶ μάλα εἰκότως τοῖς τὰ ὀρθὰ διαστρέφουσι, καὶ τὴν τῶν ἁπλουστέρων παραλύουσι πίστιν, καὶ ἡμᾶς αὐτοὺς ὡς εἰπεῖν Οὐαὶ οὐαὶ αἰ ἐκδικήσεις σου ἥκασι, νῦν 102 ἔσονται κλαυθμοὶ αὐτῶν. “Ἁμαρτάνοντες γὰρ εἰς τοὺς ἀδελ-
“Φοὺς καὶ τ΄πτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, “εἰς Χριστὸν ἁμαρτάνουσι.” καὶ ὅτι πάντη τε καὶ πάντως 103 ἀπολογήσονται τῷ Κριτῇ, καὶ “τῆς ἑαυτῶν δυσσεβείας “ἔδονται τοὺς καρποὺς,” πῶς ἔστιν ἀμφιβαλεῖν; ”Ἀνθ᾿ “ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς
“ἀσεβεῖς ὀλεῖ,” κατὰ τὸ γεγραμμένον.
τῆς συγκοίτου σου φύλαξαι τοῦ ἀναθέσθαι τι αὐτῇ· διότι μἱὸς ἀτιμάζει πατέρα, θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς, ἐχθροὶ πάντες οἱ ἄνδρες
οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.
ἕλοιντο τὸν Δεσπότην, δέον ἑλέσθαι φρονεῖν ὀρθῶς, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς τιθασεύειν λελυπημένον· τοῦτο 106 μὲν οὐκ ἔδρων οἱ δείλαιοι· πόθεν; δυσβουλίας δὲ μᾶλλον εἰς τοῦτο κατώλισθον, ὡς οἴεσθαί τε καὶ πιστεύειν, ὅτι περιέσονται μὲν τῆς θείας ὀργῆς, κατευμεγεθήσουσι δὲ, καὶ λίαν εὐκόλως, πολέμου παντὸς, εἰ τὰς τῶν ὁμόρων ἐθνῶν ἔχοιεν
ἐπικουρίας, καὶ τὰς τῶν ἀρχόντων συμπνοίας καὶ ὑποσχέσεις. 107 ὅτι δὲ ψυχροῖς καὶ εἰκαίοις ἐπιτεθαῤῥήκασι φενακισμοῖς, καὶ ἀνόνητον ἕξουσι παντελ[ς τὴν ἐπίδα, διδάσκειν αὐτοῦς ὁ Προφήτης πειρᾶται, λέγων Μὴ καταπιστεύετε ἐν Φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγυμένοις· σφαλερὸν γὰρ τὸ χρῆμα καὶ ἀνόνητον
παντελῶς. ἐπειδὴ γὰρ ἧκεν ὁ Βαβυλώνιος καταδῃώσων τὴν Σαμάρειαν, τότε δὴ τότε τῶν ὁμόρων ἐθνῶν οἱ ἡγούμενοι, καίτοι πλείστην ὅσην αὐτοῖς ὑπισχνούμενοι τὴν ἐπικουρίαν, τοὺς ὑπέρ γε σφῶν αὐτῶν ἀγῶνας ἔχοντες οὐ μετρίως, ἀσπαστὸν ἡγοῦντο τὸ σώζεσθαι μόνον, τὸ δὲ δὴ χρῆωαι καὶ 108
ἐπικουρεῖν, οὐδ᾿ ὅσον εἰς νοῦν ἐποιοῦντο τάχα. μὴ τοίνυν ἐν φίλοις καταπιστεύετε, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις· ἴστε δὲ, φησὶν, ὅτι Θεοῦ καθ᾿ ἡμῶν κινοῦντος τὰ ἐξ ὀργῆς, οὐδὲ αὐτὸς ὑμῖν ὁ τῆς φύσεως νόμος καὶ τῆς ἐμφύτου φιλοστοργίας ἡ δύναμις τὴν εὔνοιαν χαριεῖται, κἂν γοῦν
τῶν ἐξ αἵματος ἐγγύς τε καὶ αὐτοί. καὶ γύναιον μὲν ἀνδρὸς ἀλογήσει τότε, υἱοὶ δὲ πατράσειν ἐπαναστήσονται, καὶ μὴν καὶ 109 μητράσι θυγατέρες. αὐτὸς γὰρ, φησὶν, ὁ τῆς φιλοστοργίας τοὺς νόμους ἐγχαράττων τῇ φύσει, μεταπείσειεν ἂν εὐκόλως
καὶ ιμεταβαλεῖ πρὸς τὸ ῥᾴθυμον.
“γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ τρισί. διαμερισθήσονται πατὴρ ἐπὶ “υἱῷ καὶ υἱὸς ἐπὶ πατρὶ, μητὴρ ἐπὶ τὴν θυγατέρα καὶ θυ- “γάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς “καὶ νύμφη ἐπὶ τὴν πενθεράν.” ψήφῳ δὴ οὖν ὀρθῇ στεφανώσομεν τὴν οὕτω λαμπρὰν ἀφιλοστοργίαν. προσοικειοῖ
γὰρ τῷ Θεῷ, κἂν εἰ τῆς κατὰ σάρκα συγγενείας ἀποτέμοι τινὰς, ὥστε καὶ ἀναμελῳδεῖν εὖ μάλα τὸ διὰ φωνῆς τοῦ Ps. xxvi. d 10. “Δαυείδ Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλειπόν “με, ὁ δὲ Κύριος προσελάβετό με.”
Σωτῆρί μου, εἰσακούσεταί μου ὁ Θεός μου.
ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς, οἴκοι τε ἰέναι προστέταχε καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀναδείμασθαι νεών. τότε γὰρ οἷά περ ἐκ σκότους καὶ δεσμῶν ἀῤῥήκτων διαδιδράσκοντες, ἐν φωτὶ γεγόνασι, Θεοῦ κατοικτείροντος, καὶ εἰς τὴν ἄνωθεν 114 αὐτοῖς πρεπωδεστάτην ἐλευθερίαν ἀνενήχοντό πως, ἀνιέμενοί τε καὶ χαίροντες. ἐγὼ τοίνυν φησὶ ἐπὶ τὸν Κύριον ἐπιβλέψομαι, ὀψὲ μὲν λίαν καὶ μετὰ πεῖραν ὧν ἔδει παραιτεῖσθαι τὴν ἔφοδον. πλὴν εἰς Θεὸν ἕξειν τὴν ἐλπίδα φησὶν, ὑπομένειν 115
τε τὴν παρ᾿ αὐτοῦ σωτηρίαν, διακεῖσθαί τε καὶ ἀραρότως, ὅτι φιλάνθρωπος ὢν, κατήκοος ἔσται τὼν ὀδυρμῶν αὐτῆς καὶ παραδέξεται τὰς λιτάς. σωτηρίας δὲ, οἶμαι, νοοῖτ᾿ ἂν ἀρχὴ τὸ ἀποστῆσαι μὲν τέως τὸν νοῦν τῆς ἀρχαίας ἀπάτης, ἀνθρλέσθαι δὲ λοιπὸν τὸ φρονεῖν ὀρθῶς, καὶ τῆς σωτηρίας
χορηγὸν αὐτὸν καὶ πρύτανιν οἴεσθαι ὑπάρχειν τὸν τῶν ὅλων Δεσπότην, καὶ μὴ τὸ οὕτως ἐξαίρετον ἀγαθὸν, ἢ ταῖς ἐξ ἀνθρώπων ἀπονέμειν ἐπικουρίαις, ἤγουν ἀνούστατά τε καὶ 116 ἀμαθέστατα δῶρον ἔσεσθαι προσδοκᾶν τῆς ἀδρανεστάτης τῶν εἰδώλων πληθύος.
νυνὶ δὲ φασιν ὡς ἐπιβλέψονται μὲν ἐπὶ τὸν Κύριον, ὑπομενοῦσι δὲ αὐτὸν, τουτέστιν, ἐκδέξονται τὴν παρ᾿ αὐτοῦ σωτηρίαν 117 καὶ χάριν, καὶ μὴν ὅτι καὶ εἰσακουσθήσονται παρ᾿ αὐτοῦ, αὐτῷ δηλονότι καὶ οὐχ ἑτέροις ἔτι προσάγοντες τὰς ἱκετηρίας. τοῦτο δὲ ἧν ἀνανηφούσης, ὡς ἔφην, τῆς Σιὼν, καὶ 118 ὁρώσης ἤδη πρὸς τὸ δέον μὲν ἀποσείεσθαι τὴν ἀρχαίαν ἐκείνην πλάνησιν, μεταβουλεύεσθαι δὲ τὰ ἀμείνω καὶ δρᾶν ἑλέσθαι τὰ χρήσιμα.
Κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρῖμά μου καὶ ἐξάξει με εἰς τὸ φῶς, καὶ ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ.
δῆλον δὲ ὅτι τὴν Βαβυλωνίων, τὴν οἱονείπως ἐπιτωθάζουσαν ὡς πεπορθημένῃ τῇ Ἰουδαίων χώρᾳ. μὴ γὰρ ἐπαγάλλου, 120 φησὶν, ὡς κειμένῃ. νενίκηκας γὰρ, οὐκ αὐτὴ μᾶλλον ὑπερισχύσασα, καταβαλοῦσα δὲ ἀῤῥωστοῦσαν ἐμὲ τὸ προσκροῦσαι Θεῷ, καὶ διὰ τοῦτο κειμένην. ἀλλ᾿ ἥξει καιρὸς, ὅτε
121 καὶ ἀναστήσομαι, κἂν εἰ γέγονα, φησὶν, ἐν σκότει “Τῷ ξύλῳ “λέγουσα Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με” καὶ τὸν ἐπὶ ταῖς δαμάλεσιν ἀνιεῖσα λόγον· ἔφην γὰρ ἔφην ἐξ 122 ἀποπληξίας “Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνήγαγόν “σε ἐκ γῆς Αἰγύπτου·” ἀλλ᾿ οὖν ἔσομαι καὶ εἰς φῶς, ἐπι-
123 γνώσομαι τὸν Δεσπότην, τὸν σώζοντα, τὴν ἐπίκουρον, τῆς εὐσθενείας τὸν χορηγόν· ἀνέξομαι δὲ τῶν συμβεβηκότων, καὶ ὑποστήσομαι τὰ δεινὰ, κατακεκράξομαι δὲ οὐδαμῶς ὡς ἀδικοῦντος Θεοῦ, διακείσομαι δὲ μᾶλλον, ὡς ὀρθὴν ἐπ᾿ ἐμοὶ τὴν ψῆφον ἐνέγκαντος, κἂν εἰ πέπομφεν εἰς αἰχμαλωσίαν.
πεπλημμέληκα γὰρ, καὶ φέρω τὰ ἐξ ὀργῆς, ἕως ἂν δικαιώσῃ τὴν δίκην μου, τουτέστιν, ἕως ἂν τὴν ἰσοπαλῆ τοῖς πλημμελή- 124 μασιν ἐπιμετρήσας κόλασιν, κατοικτείρῃ λοιπὸν, καὶ τὴν πάλαι ἐσκοτισμένην τῇ τῆς πλάνης ἀχλύϊ ἀποφήνῃ λαμπρὰν, 125 διά γε τοῦ γνῶναι τὸν ἀληθῆ καὶ φύσει Θεὸς οἱονεί πως ἐν φωτὶ καὶ αὐτὴν γενέσθαι παρασκευάσας· καταθαυμάζοιτό
τε, φησὶν, εἰκότως, καταδεικνὺς ἐπ᾿ ἐμοὶ τῆς ἑαυτοῦ δικαιοσύνης τὸ εἰλικρινές. ὥσπερ γὰρ οὐκ ἔξω δίκης πλημμελοῦσαν ἐκόλαζεν, οὕτως ἐν ἴσῳ ποιήσεται λόγῳ, τὸ παθοῦσαν ἤδη καὶ μεταγινώσκουσαν, καὶ φροντίδος ἀξιοῦν καὶ κατοικτείρειν κειμένην.
μέ Ποῦ Κύριος ὁ Θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν τοῖς ὁδοῖς· ἡμέρας ἀλοιφῆς πλίνθου ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη.
οὐκ ἰδίαις δυνάμεσι κατευμεγεθοῦντος αὐτῶν τοῦ κεκρατηκότος, ἀποστρεφομένου δὲ μᾶλλον αὐτὸν ὡς ἡμαρτηκότα τοῦ διασώζοντος Θεοῦ, καὶ οἷον ὑπὸ χεῖρα φέροντος τῶν ἐχθρῶν, διὰ τὸ καὶ εἰδώλοις ἀψύχοις ἑλέσθαι προσκυνεῖν, ἀποσείεσθαι δὲ καὶ τὸν πάλαι διὰ Μωυσέως ὁρισθέντα νόμον,
καὶ ἁπαξαπλῶς ἀπονεῦσαι πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, οὐδένα τε φαυλότητος τρόπον ἀνεπιτήδευτον ἐᾶν. εἶτα λα- 128 129 βόντες οἱ Βαβυλώνιοι, καὶ ταῖς ἑαυτῶν δυνάμεσιν ἀνάπτοντες τὸ νικᾶν, καὶ αὐτῆς τῆς θείας κατεσοβαρεύσαντο δόξης, ᾤοντό τε κρατήσειν τῆς Ἰουδαίας, κἂν εἰ ἕλοιτο σώζειν αὐτοὺς ὁ τῶν ὅλων Θεός· καὶ λαβόντες ὑπὸ χεῖρα τοὺς ἡμαρτηκότας, δεινοῖς τε καὶ ἀφορήτοις κατῃκίσαντο πόνοις,
χαλεπὴν αὐτοῖς ἐπαρτήσαντες τὴν δουλείαν. καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν τῶν Ἀσσυρίων 130 ἀνοσίαν πληθὺν, ἤγουν πρὸς τὴν Βαβυλῶνα “Ἰδοὺ ἐγὼ “πρὸς σὲ τὴν ὑβρίστριαν” καὶ μέντοι καὶ περὶ αὐτῶν τῶν 131 ἐξ Ἰσραήλ “Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χειράς σου, σὺ δὲ
“οὐκ ἔδωκας αὐτοῖς ἔλεος· τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν “ζυγὸν σφόδρα, καὶ εἶπας Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα.” οὐ γὰρ ἦν ἔλεος παρ᾿ ἐκείνοις, οὐ φειδὼ ἡλικίας, οὐ γήρως αἰδὼς, οὐ σπλάγχνα οἰκτιρμοῦ. δέδονται δὴ οὖν ταύτῃτοι δικαίως εἰς χεῖρας καὶ αὐτοὶ Περσῶν τε καὶ Μήδων, κατα-
132 στρατηγοῦντος Κύρου, ὃς εἷλε τὴν Βαβυλῶνα. καὶ περὶ 133 αὐτῶν που τάχα φησὶν ὁ προφήτης Ἱερεμίας “Ἐπιθήσον- “ταί σοι, καὶ ἁλώσῃ Βαβυλὼν, καὶ οὐ γνώσῃ· εὑρέθης “καὶ ἐλήφθης, ὅτι τῷ Κυρίῳ ἀντέστης. ἤνοιξε Κύριος τὸν “θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὐτοῦ.”
σκεύη δὲ φησι τῆς ὀργῆς τοὺς πεπορθηκότας αὐτήν. συμβέβηκε τοίνυν ληφθῆναι μὲν ὑπὸ Κύρου τὴν Βαβυλωνίων, ἀνεθῆναι δὲ τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ. ταύτῃτοί φασιν οἱ λελυτρωμένοι, ὅτι ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται 134 αἰσχύνην. ὅταν γὰρ ἴδῃ κείμενα μὲν εἰς γῆν τὰ ἴδια τέκνα
οἰκτρῶς τε καὶ ἀδοκήτως ἀπολωλότα, τοὺς δὲ ὑπὸ χεῖρέχοντας, πῶς οὐ πάντη τε καὶ πάντως περιβαλεῖται αἰσχύνην, 135 καίτοι λέγουσά ποτε Ποῦ Κύριος ὁ Θεός σου; ἐπόψομαι γὰρ αὐτὴν ὡς πηλὸν ἐν ὁδοῖς ὑπὸ πόδας ἐχθρῶν ἐῤῥιμμένην τε καὶ πεπατημένην. εἶτα πρὸς αὐτὴν ὁ λόγος τὴν Βαβυλῶνά φησιν Ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη, ἀντὶ τοῦ Ὁ καιρὸς καθ᾿
ὃν ἂν γένοιο, φησὶν, ὑπὸ πόδας ἐχθρῶν, Κύρου δηλονότι 136 συμπατοῦντός τε καὶ καταθλίβοντος ἐν ἴσω πηλοῖς τὴν ἀλαζόνα τε καὶ ὑβρίστριαν.
ἐκπεποίηται λόγος. ἐφαρμόσειε δ᾿ ἂν οὐδὲν ἧττόν τις αὐτὰ καὶ τῇ νοητῇ Σιὼν, τουτ;στι τῇ Ἐκκλησίᾳ κατευμεγεθούσῃ τῶν ἐχθρῶν καὶ πατούσῃ τοὺς διώκοντας καὶ τῶν πολεμεῖν εἰωθότων αὐτὴν κατακερτομούσῃ τὸ ἀδρανὲς, κἂν εἰ δοκεῖεν 137 ἔσθ᾿ ὅτε περιγίνεσθαι καὶ κρατεῖν. πολλοὶ μὲν γὰρ λίαν
οἱ καὶ ὀδόντας αὐτῇ δυσσεβῶς ἐπιτρίζοντες καὶ ὀργὰς ἐπιθήγοντες καὶ πᾶν εἶδος συνιστάντες ἐπιβουλῆς· τοῦτο μὲν Ἑλλήνων παῖδες τοῖς σφῶν αὐτῶν ἀσυνέτοις εὑρήμασιν οὐ μετρίως ἐπαγωνιζόμενοι, καὶ τῆς τῶν εἰδώλων ἀπάτης ὑπεραθλοῦντες γενικῶς· τοῦτο δὲ καὶ οἱ κατὰ τῶν ἁγίων μάλιστα
φονῶντες αἱρετικοὶ, καὶ ἀπηνέστερόν που τάχα κατὰ τῶν 138 ὀρθὰ φρονεῖν ᾑρημένων ἀγριαίνοντες, ἢ ἐκεῖνοι μᾶλλον οἱ καὶ τὴν πίστιν οὐ προσηκάμενοι. διαγυμνάζοντος γὰρ ἔσθ᾿ ὅτε τοὺς ἁγίους τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ πειρασμοῖς περιπίπτειν ἐῶντος, καὶ οἷάπερ ἐν πυρὶ δοκιμάζοντος τοὺς
γνησίους προσκυνητὰς, ὀφρὺν οἱ δείλαιοι κατ᾿ αὐτῶν ἐπαίρουσι τὴν ἀγέρωχον, μονονουχὶ δὲ πονοῦντας ὁρῶντες, τό 139 Ποῦ Κύριος ὁ Θεός σου, φηλνάφως κατακεκράγασιν. ἀλλ᾿ 140 b ἥ γε σοφή τε καὶ πάναγνος καὶ ἁγία παρθένος, ἡ σπίλον τε 141 καὶ ῥυτίδα μὴ ἔχουσα, φήσειεν ἂν εἰκότως “Ἐγὼ δὲ ἐπὶ τὸν “Κύριον ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, “εἰσακούσεταί μου ὁ Θεός μου·” καταπατήσει δὲ ὅτι τοὺς
ἀνθεστηκότας ὡς πηλὸν ὁδῶν, καὶ ὡς οὐκ ἂν ἐφησθεῖεν εἰσάπαν αὐτῇ, κἂν εἰ κατασείοιτό πως, οἱ πειράζειν εἰωθότες, πῶς 142 ἔστιν ἀμφιβαλεῖν; “τεθεμελίωται γὰρ ἐπὶ τὴν πέτραν,” καὶ ἔστιν αὐτῆς ἔρεισμα Χριστὸς, κρηπὶς ἀκράδαντος, καὶ διηνεκὴς ἀσφάλεια, Σωτήρ τε καὶ Λυτρωτής.
143
τυραννήσασαν ἁμαρτίαν Μὴ ἐπίχαιρέ μοι· πέπτωκα μὲν γὰρ ὁμολογουμένως, τὸ τῷ Θεῷ δοκοῦν παραλύσασα, καὶ τὸν ἐμαυτῆς καθεῖσα νοῦν εἰς φιληδονίας κοσμικάς. ἀλλ᾿ οὐ 144 μακρὰν ἐλπίδος εἰμὶ ὅτι καὶ ἀναστήσομαι, κἂν εἰ γέγονά πως ἐν ἀχλύϊ καὶ σκότῳ· φῶς γὰρ καὶ αὐτὴ εὑρήσω Χριστὸν,
καὶ ὁ τῆς δικαιοσύνης ἥλιος εἰς νοῦν ἀνατείλας λελευκα- 145 σμένην ἀποφανεῖ. “Ὀργὴν Κυρίου ὑποίσω, ὅτι καὶ ἥμαρτον “αὐτῷ.” εἰ γὰρ καὶ γέγονα, φησὶν, ἐκ προσώπου βραχὺ, δέδομαι δὲ καὶ εἰς νοῦν ἀδόκιμον, ἀλλ᾿ οὖν ἔσομαι σοφὴ, καὶ παθοῦσα δικαίως τὴν ἀποβολὴν εἴσομαι τὸ κρῖμα, καὶ δὴ
καὶ ὀρθῶς γενέσθαι φημί· κεκόλασμαι γὰρ οὐ μάτην. ἐπειδὴ δὲ τὴν πρεπωδεστάτην ἐκτέτικα δίκην, “ὄψομαι τὴν δικαιο- 146 “σύνην αὐτοῦ.” δικαιοσύνη δὲ τοῦ Θεοῦ καὶ Πατρὸς, τίς ἂν 147 εἴη λοιπὸν, πλὴν ὅτι Χριστός; οὕτω γὰρ ἡμῖν αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ ἀποκαλεῖ λέγων “Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη 148 “μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.” εἶτα τῆς ἐν
Χριστῷ δικαιοσύνης τὴν χάριν καὶ τῆς ἁμαρτίας τὴν καταστροφὴν ἐννοήσασά που κατὰ τὸ εἰκὸς ἡ τοιάδε ψυχὴ, σοφῶς καὶ ἀγχίνως ἀνακεκράξεται Καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην ἡ λέγουσα πρὸς μέ Ποῦ Κύριος ὁ Θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς 149
καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς· ἡμέρα ἀλοιφῆς πλίνθου ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη. ἐπειδὴ γὰρ ἐπιδεδήμηκεν ὁ Χριστὸς, δικαιῶν τῇ πίστει τοὺς ἠμαρτηκότας, ἐμπέφρακται 150 μὲν τῆς ἀνομίας τὸ στόμα, κατῃσχύνθη δὲ ὥσπερ καὶ ὁ ταύτης εὑρετής. καὶ ὁ μὲν ἀπελήλαται, καὶ τῆς καθ᾿ ἡμῶν
ἀποπέπτωκεν ἀρχῆς, ἡ δὲ ὡς πηλὸς ἐν ὁδοῖς πεπάτηται λοιπὸν, τοῖς τῶν ἁγίων ποσὶν οἱονείπως ὑπενηνεγμένη. γέγονε δὲ αὐτῇ καὶ ἐξάλειψις ἡ ἡμέρα Χριστοῦ, καθ᾿ ἣν 151 ἕκαστον τῶν προσιόντων αὐτῷ καθαρὸν ἀποφαίνει τῶν ἀρχαίων αἰτιαμάτων διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ κατασφραγίζει
τῷ Πνεύματι πρὸς ἁγιασμὸν,κ καὶ ἐν τέκνοις καταγράφει Θεοῦ.
ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ὄρους ἕως τοῦ ὄρους. 153 154
καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν μετὰ τῶν κατοικούντων αὐτὴν, ἐκ καρπῶν ἐπιτηδευμάτων αὐτῶν.
155 σεται, καὶ πατουμένην ἐπόψεται τὴν Βαβυλωνίων, καίτοι λέ- 156 γουσαν ἐξ ὑπεροψίας αὐτῇ “Ποῦ Κύριος ὁ Θεός σου;” τὴν δέ γε τῶν προκειμένων διάνοιαν ἐφαρμόσαι τις ἂν οὐχὶ τοῖς διὰ μέσου μᾶλλον, ἀλλὰ τοῖς ἀνόπιν βραχύ· ποῖα δὲ ἦν ἄρα ταυτὶ, δι᾿ ὀλίγων ὑπομνήσομεν. μὴ γὰρ δὴ χρῆναι πιστεύειν
157 αὐτοὺς ἐν φίλοις, μήτε μὴν ἐλπίζειν ἡγουμένοις προστέταχεν. ἐδήλου δὲ, ὅτι καὶ γύναιον μὲν ὀλιγωρήσει πρὸς 158 ἄνδρα, καὶ πατρὸς ἀλογήσει τέκνον, καὶ τῆς εἰς μητέρας 159 αἰδοῦς ἀφειδήσουσι θυγτέρες, καλούντων εἰς τοῦτο τῶν ἐκ τοῦ πολέμου δειμάτων. ἔνθα γὰρ ἂν ὁ τοῦ παθεῖν φόβος
κατὰ πάντων ἐν ἴσῳ φαίνοιτο τρέχων, ἐκεῖ δή που πάντως ἑκάστῳ φροντὶς ἡ προυργιαιτέρα τῆς οἰκείας ἔσται ζωῆς, τῆς ἑτέρου πάντως κατημελημένης.
φιλοστοργίας υἱοὶ, θυγατέρες δὲ αὖ τῆς περὶ μητέρας, ἀπωσθήσεται τὰ νόμιμα, τουτέστιν, ἀτονήσει λοιπὸν καὶ ὁ τοῦ πρέποντος λόγος· οὐ γὰρ ἐν σχολῇ μὲν αἰτιάσεται πατὴρ τὸν 160 υἱὸν ὡς ἠμεληκότα καὶ φύσεως νόμων, οὔτε μὴν τοῖς ἐκ τοῦ καθήκοντος ἐπιτιμίοις ὑποθήσει θυγατέρα μητὴρ λελυπημένη,
φροντίδος ἑτέρας ἐπηρτημένης, μᾶλλον δὲ ὀλέθρου καὶ τῶν εἰς ἄκρον κακῶν. οἰχήσονται γὰρ εἰς ἐρήμωσιν αἱ 161 πόλεις, καὶ εἰς διαμερισμὸν καὶ καταστροφήν. οἱ μὲν γὰρ ἐκείνης, οἱ δὲ τῆς γείτονος, ἕτεροι δὲ τῆς ὁμόρου καταστρατεύσονται, καὶ ἁπάσης καταδραμοῦνται τῆς γῆς ἐξ ὄρους εἰς ὄρος, ἐξ ἠοῦς εἰς δύσιν, ὡς ἐκ βορέου πρὸς νότον, ὡς μέχρι
τερμάτων ἅπασαν ἁπλῶς καταδῃοῦσθαι τὴν γῆν, ἀπὸ 162 Τύρου ἔως ποταμοῦ καὶ ἐξ ὄρους εἰς ὄρος. εἰκὸς δὲ δὴ πάλιν νόμιμα λέγειν ἐν τούτοις τὰς ἐν ἔθει τεθειμένας τοῖς τῶν εἰδώλων τεμένεσιν ἑορτὰς, ἤγουν τὰς θυσίας. ἀνῃρημένων γὰρ αὐτοῖς τῶν πόλεων, οἴκων τε καὶ τῶν ἐν αὐτοῖς ἁπάντων
διηρπασμένων, τίς ὁ πληρώσων ἔτι τὰ νενομισμένα, καὶ τοῖς τῶν εἰδώλων ἕδεσι καὶ ναοῖς προσκομιῶν τὸ σέβας;
γὰρ ὡς πόλεις, καὶ εἰς διαμερισμὸν γεγόνασι τοῖς ἐχθροῖς· δῆλον δὲ ὅτι τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου· καὶ μερίδες γεγόνασιν ἀλωπέκων, κατὰ τὸ γεγραμμένον, μερισάμενοι 164 τὴν ἀσέβειαν καὶ τοὺς τῆς βλασφημίας τρόπους καὶ τῆς ἀληθείας τὴν κατάῤῥησιν. συμβέβηκε δὲ ταυτὶ καὶ τοῖς
Ἰουδαίων δήμοις, ὅτε τὸν Ἐμμανουὴλ ἀνοσίως περιυβρίσαντες, ἐκβεβλήκασι μὲν ἔξω τοῦ ἀμπελῶνος, κατὰ τὸ 165 γεγραμμένον, σταυρῷ δὲ παρέδοσαν, καίτοι λέγοντες καὶ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος. τοιγάρτοι πεπόρθηνται 166 καὶ ἀκλεῶς διολώλασιν, οὐχ ἑτέρου του χάριν, ἢ
ἐκ καρπῶν ἐπιτηδευμάτων. δέον γὰρ ἄγασθαι τὸν Δημιουργὸν, τῆς εἰς τὸν κόσμον ἀγάπης, ὅτι “ τὸν Υἱὸν αὐτοῦ 167 “τὸν Μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ 168 “ἀπόληται ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον,” τοῦτο μὲν οὐκ ἔδρων· πόθεν; ἀναφυσώμενοι δὲ πρὸς ἀλαζονείας ἀπεκτόνασι τὸν 169 Δεσπότην, ἀνταποδιδόντες αὐτῷ πονηρὰ ἀντὶ ἀγαθῶν, κατὰ 170 τὸ γεγραμμένον, καὶ πᾶν εἶδος δυσσεβείας ἀνοσίως ἐπι- 171 τηδεύοντες. ἀκουέτωσαν δὴ οὖν “Πορεύεσθε τῷ φωτὶ τοῦ
“πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε,” καὶ μὴν καὶ τό 172 “ Ἔδεσθε τοὺς καρποὺς τῶν ἰδίων ἐπιτηδευμάτων.”
ἡμέραι τοῦ αἰῶνος. καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ 173 Αἰγύπτου ὄψεσθε θαυμαστά.
μάλα πρός γε τὸ ἑλέσθαι βιοῦν ὀρθῶς. τεθορύβηκε μὲν γὰρ οὐ μετρίως τῇ προαγορεύσει τῶν σκυθρωπῶν τοὺς εὐκόλως ἰόντας ἐπὶ τὸ ῥᾳθυμεῖν, ἀνακτᾶται δὲ αὖ, τὸ κατευφραίνειν 174 εἰδὸς εὖ μάλα παρεντιθεὶς, ὡς ἂν μὴ ἀπογινώσκοντες οἱ πρὸς οὓς ὀ τῆς νουθεσίας πεποίηται λόγος, φέροιντο κατὰ πετρῶν,
175 ἀμεταστρεπτί τε καὶ ἀχαλίνως. γέγραπται γάρ “ Ὅταν ἔλθῳ “ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ.” εἰσκεκόμισται τοίνυν ἢ τὸ αὐτοῦ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, λέγον τῷ Υἱῷ Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλήν σου, πρόβατα κλη- 176 ρονομίας σου, ἤγουν ἔτι πάλιν τὸ πρόσωπον ἡμῖν τὸ προφητικὸν αὐτῷ τρόπον τινὰ διακεκραγὸς τῷ Ἐμμανουὴλ, ὅτι χρὴ ποιμαίνειν αὐτὸν ἐν ῥάβδῳ δὸν ἴδιον λαὸν ἢ κλῆρον. 177 λαὸς δὲ Χριστοῦ, καὶ μέντοι καὶ πρόβατα νομῆς αὐτοῦ νοηθεῖεν 178
ἂν οἵτε ἐκ περιτομῆς πιστεύσαντες, καὶ οἱ κεκλημένοι πρὸς ἁγιασμὸν ἐκ τῆς τῶν ἐθνῶν πληθύος. ἔκτισε γὰρ τοὺς 179 δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην καὶ ἀποκατήλλαξεν ἀμφοτέρους διὰ τοῦ σώματος αὐτοῦ πρὸς ἕνωσιν τὴν πνευματικήν. καὶ γοῦν αὐτὸς ἔφασκεν ὁ Χριστός
“Καὶ ἄλλα πρόβατα ἔχω·” τοὺς ἐκ περιτομῆς δηλονότι· 180 “κἀκεῖνα δεὶ με ἀγαγεῖν, καὶ γενήσεται μία ποίμνη, εἷς “ποιμήν.”
τῆς πίστεως. οἱ μὲν γὰρ ὑπὸ κατάραν ἦσαν, κατὰ τὴν τοῦ 183 μακαρίου Παύλου φωνήν· οἱ δὲ φαῖεν ἂν ἐφ᾿ ἑαυτοῖς ἀληθεύοντες “Εὐλογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν 184 “οὐρανὸν καὶ τὴν γῆν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.” 185 καταποιμαίνει δὲ τοὺς ἰδίους ἐν ῥάβδῳ Χριστὸς, οὐκ ἐν σιδηρᾷ 186
καταπλήττων, καὶ ὡς σκεῦος κεραμέως συντρίβων, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἀλλ᾿ ἐπιστρέφων ἐν ἠπιότητι, καὶ 187 οἷα ποιμὴν ἀγαθὸς, μετρίοις ἀνακόπτων δείμασι τὰς ἐπὶ τὸ ῥᾴθυμον ὁρμὰς τῶν πεπιστευκότων· οὕτω γάρ που φησὶν ὁ τῶν ὅλων Δεσπότης, ὡς ἐν προσώπῳ Δαυεὶδ τὸν ἐφ᾿ Υἱῷ
διαπλάττων λόγον “ Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν 188 “νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ 189 “δικαιώματά μου βεβηλώσουσι, καὶ τὰς ἐντολάς μου μὴ “φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, 190 “καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ “διασκεδάσω ἀπ᾿ αὐτῶν.” οὐκοῦν συντρίβει μὲν, ὥσπερ ῥάβδῳ καταπαίων τῇ σιδηρᾷ, τὸν ἐξήνιον, ἀπειθῆ τε καὶ
ἀλαζόνα, καὶ τὴν πίστιν οὐ προσιέμενον· παιδαγωγεῖ δὲ χρηστῶς τοὺς πεπιστευκότας, καὶ καταβόσκει μὲν ἐν κρίνοις, ὅτι τῇ θεοπνεύστῳ γραφῇ, καθιστὰς ἐναργῆ διὰ τοῦ Πνεύματος τοῖς νουνεχεστέροις τὰ ἐν αὐτῇ κεκρυμμένα, ἵνα
191 “πρὸς ἄνδρα τέλειον ἀναβαίνωσι, καὶ εἰς μέτρον ἡλικίας “τοῦ πληρώματος τοῦ Χριστοῦ,” λιπαρὰν ἔχοντες καὶ εὐτροφουμένην τὴν φρένα, καὶ ταῖς νοηταῖς ἐνσπαταλῶσαν τρυφαῖς.
καὶ τῶν ἄλλων ἀποφοιτήσαντες, οἳ μόνα φρονοῦσι τὰ ἐπὶ τῆς γῆς καὶ τὴν τῶν προσκαίρων ἐκτετιμήκασι κτῆσιν, καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς ἐνδούμενοι, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων οὐ μετρίως ἀπονενεύκασιν. οὐκοῦν ἠρεμαῖον ἔχοντες τὸν νοῦν, καὶ τύρβης αὐτὸν τῆς εἰκαίας
192 καὶ βδελυραῖς ἀπαλλάττοντες, ἔξω που τεθείμεθα, σεπτήν τε καὶ ἀξιάγαστον διαζῶμεν ζωὴν, καὶ κατὰ μόνας ἐσμὲν, καθά- 193 περ ἀμέλει καὶ ὁ προφήτης Ἱερεμίας. ἔξη γὰρ ὅτι “Κύριε “παντοκράτωρ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, “ἀλλ᾿ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας
“ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην.” κατοικοῦμεν δὲ κατὰ μόνας οἷάπερ ἐν δρυμῷ καὶ ἐν ὄρει. καὶ δρυμὸν μὲν νοήσεις 194 εὔξυλόν τε καὶ εὐανθῆ τὴν διφυᾶ παίδευσιν, ἠθικήν τε φημὶ 195 καὶ δογματικὴν, ὄρος δὲ τὸ οἷον ὑψοῦ τε καὶ ἀνηγμένον. χθαμαλὸν γὰρ οὐδὲν τῶν παρ᾿ ἡμῖν φιλοσοφουμένων, καὶ σπουδῆς ἀξιουμένων ἐν Ἐκκλησίᾳ, ὅτι δὲ πίων τε καὶ εὔβοτος ἡ τοιάδε νομὴ, κατασημαίνει πάλιν ὡς ἐκ παχυτέρων παραδειγμάτων,
νεμηθήσεσθαι λέγων τοὺς ὑπὸ Χριστῷ παιδαγωγουμένους τήν τε Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν· χωρία δὲ ταῦτα πλείστην ὅσην καὶ ἀμφιλαφῆ τοῖς θρέμμασιν ἀναβρύοντα νομὴν, καὶ ποικίλῃ πόᾳ πλουσίως κατεστεμμένα. ἀπὸ δὴ τῶν σωματικῶν καὶ ὡς ἐν αἰσθήσει κειμένων 196
ἀναθρώσκοντες σοφῶς ἐπὶ τὰ πνευματικὰ, καὶ τὴν ἔσω τε καὶ κεκρυμμένην θεωρίαν ἐννοῶμεν, ὅτι τοῖς τῆς θεοπνεύστου γραφῆς ἐντρυφῶν θεωρήμασιν ἐναβρύνεται μὲν τῶν ἁγίων ὁ νοῦς, πιμελῆς δὲ ὥσπερ τινὸς ἀναπίμπλαται, πρακτικῆς, ὡς ἔφην, καὶ θεωρητικῆς ἀρετῆς ἀφθόνως μεταλαχὼν, οὐκ
εἰς χρόνον τινὰ βραχὺν καὶ συνεσταλμένον, ἀλλ᾿ ὡς ὁ Προφήτης φησὶ, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, τουτέστιν, εἰς μακρὸν καὶ ἀπέραντον. τὰ μὲν γὰρ εὐφραίνοντα τὴν σάρκα 197 σὺν αὐτῇ πίπτει καὶ μαραίνεται καὶ ἐν ἴσῳ σκιαῖς παριππεύοντα μετὰ βραχὺ συστέλλεται· τῶν δὲ ἄνωθεν καὶ
πνευματικῶν ἀγαθῶν ἡ μέθεξις μακροῖς αἰῶσι συνεκτείνεται· ἀναπόβλητος γὰρ τῶν τοιούτων ἡ κτῆσις.
κολάσεσι κατῃκίζετο τοὺς ἐθέλοντας πλεονεκτεῖν, πηλῷ τε 198 199 αὐτὸν καὶ πλινθείᾳ κατατρύχοντας, οὕτω δὲ καὶ ἡμᾶς τοὺς πεπιστευκότας τῆς τοῦ διαβόλου χειρὸς καὶ τῆς νοητῆς δου- 200 λείας ἔξω τιθεὶς ὁ Σωτὴρ, ἔδησε τὸν ἰσχυρὸν ὡς αὐτός φησι, 201 καὶ ἐξέβαλεν ἔξω τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. καὶ ὥσπερ ὁ Φαραὼ κατεποντίσθη, καὶ ἀπόλωλεν ὁμοῦ τοῖς ἰδίοις ὑπασπισταῖς·
οὕτω πάλιν ὁ σατανᾶς ὁμοῦ τοῖς ἀκαθάρτοις 202 πνεύμασι μονονουχὶ γέγονεν ὑποβρύχιος, σειραῖς ζόφου τε- 203 ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ ἐβαπτίζοντο· οὕτω καὶ 204 ἡμεῖς εἰς Χριστὸν βεβαπτίσμεθα. αὐτὸς γάρ ἐστιν ἡ νοητὴ
νεφέλη, ἡ τὴν ὑφ᾿ ἥλιον καταρδεύουσα, καθάπερ τισὶν ὑετοῖς, τοῖς εὐαγγελικοῖς κηρύγμασι. καὶ ὥσπερ ἐκείνοις καθίει τὸ μάννα κατὰ τὴν ἔρημον, οὕτω καὶ ἡμῖν ἑαυτὸν δίδωσιν εἰς 205 τροφὴν “ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν “διδοὺς τῷ κόσμῳ,” καὶ εἰσεκομίζοντο μὲν εἰς γῆν ἐκεῖνοι τὴν
αἰσθητήν· ἡμεῖς δὲ τὴν ἄνω κατακληρονομοῦμεν πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν· 206 καὶ ταύτην εἶναι τὴν γῆν φησὶν ὁ Σωτὴρ, ἣν καὶ τοῖς πραέσιν d ἐπηγγείλατο. οὐκοῦν ὡς ἐξ ὁμοιότητος τῶν πάλαι γεγενημένων ἐπὶ τῷ Ἰσραὴλ μαθήσῃ σαφῶς τῶν διὰ Χριστοῦ
κατωρθωμένων ἐν ἡμῖν τὴν δύναμιν.
δηλονότι τῆς ἐν Πνεύματι νοουμένης. περιτετετμήμεθα γὰρ ἡμεῖς ἀχειροποιήτῳ περιτομῇ, καὶ τὸν ἐν τῷ κρθπτῷ 209 περιφέρομεν Ἰουδαῖον, τοῦ κατὰ σάρκα Ἰσραὴλ τὴν αἰσθητὴν ἔχοντος μόνην καὶ τὴν ἐν γράμματι, καὶ οὐχὶ δὴ πάντως τὴν ἐν καρδίᾳ διὰ τοῦ Πνεύματος. αὕτη γὰρ ἡ ἀληθὴς περιτομὴ,
Θεῷ γνωρίμους ἀποτελοῦσα τοὺς δεχομένους αὐτήν. τοιγάρτοι καὶ ἔφασκε προφητικὸς ἡμῖν ὁ λόγος “Περιτμή- 210 “θητε τῷ θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαδίαν ὑμῶν, “ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες Ἰερουσαλήμ.” ἐν Καρμήλῳ δὴ οὖν ἐσόμεθα, διαποιμαίνοτος Χριστοῦ, τουτέστιν ἐν
ἐπιγνώσει περιτομῆς, ἔσομεθα δὲ οὐδὲν ἧττον καὶ ἐν Βασανίτιδι, τουτέστιν ἐν ἐντρπῇ καὶ αἰσχύνῃ, οὐκ ἐλεγχόμενοι διὰ τὴν ἁμαρτίαν, ἀλλ᾿ ὅτι πεπλημμελήκαμεν, ταύτῃτοι μεταγινώσκοντες, καὶ ἐν αἰσθήσει λοιπὸν τῶν ἐξἀγνοίας ἡμαρτημένων ἐρχόμενοι· σωτηρίας δὲ τὸ χρῆμα ὁδός. ἀναισθησίας 211
γὰρ τῆς ἐσχάτης ἀπόδειξις ἐναργὴς, τὸ εἷον σκληρᾷ τε καὶ ἀναισχύντῳ καρδίᾳ διαβιοῦν ἑλέσθαι τινὰς, καὶ ἥκιστα μὲν τοῖς ἰδίοις πραίσμασιν ἐπερυθριᾶν· κεῖσθαι δὲ τάχα που καὶ ἐν ἀγνοίᾳ τῶν ἡμαρτημένων. οὐκοῦν οἱ ἐν ἐπιγνώσει περιτομῆς τῆς νοητῆς τε καὶ θείας, ἐπερυθριάσουσι
μὲν τοῖς ἰδίοις πταίσμασιν, ἐν αἰσθήσει δὲ τοῦ πεφυκότος ἀδικεῖν γενόμενοι, πάντως που μεταφοιτήσουσιν ἐπὶ τό σφισιν αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατον. ἔσονται δὲ οἱ 212 213 τοιοῦτοι καὶ ἐν τῇ Γαλααδίτιδι, ἐν μεταστάσει νομοθεσίας ἤγουν διαθήκης. πολιτευσόμεθα γὰρ ὑπὸ Χριστῷ γεγονότες, νομικῶς μὲν οὐκέτι, ζήσομεν δὲ μᾶλλον εὐαγγελικῶς, καὶ τὴν ἐκ τοῦ γράμματος παχύτητα παρατρεχοντες, τὴν πνευματικὴν λατρείαν ἐπιτελέσομεν τῷ Θεῷ, καὶ πρὸς
τὸ ἀσυγκρίτως ἄμεινον μεθιστάμενοι, ἀλλαξόμεθα τῶν τύπων τὴν ἀλήθειαν.
κωφωθήσονται. λείξουσι χοῦν ὡς ὄφεις σύροντες γῆν, συγχυθήσονται
ἐν συγκλεισμῷ αὐτῶν.
εἰς ἀνειμένην τε καὶ ἐλευθέραν ξωὴν, τότε δὴ τότε καταισχυνθήσονται, τῆς κατ᾿ αὐτῶν δυναστείας ἐξωθούμενοι καὶ τὴν 215 ἰδίαν ἰσχὺν διαπίπτουσάν τε καὶ ἀτονοῦσαν βλέποντες. δέ- 216 δωκε γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς “πατεῖν “ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ
“ἐχθροῦ.” κείσονται δὴ οὖν ὑπὸ δας τῶν πεπιστευκότων οἱ πάλαι νενικηκότες, κατηῤῥωστηκότες τὸ ἄναλκι καὶ ἀπουευρούμενοι διὰ Χριστοῦ. καὶ τὰς μέν χεῖρας ἐπιθήσουσι τῷ στόματι, καταγορεύειν οὐκέτι τῶν ἡμαρτηκότων συγχωρού- 217 μενοι· “Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;” κατὰ τὸ
218 γεγραμμένον. ἔφη δέ που καὶ ὁ μακάριος Δαυεὶδ ὅτι “Πᾶσα 219 ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς.” σιωπήσουσι δὴ οὖν, καὶ οὐχ ἑκόντς, φησὶν, οἱ δεινοὶ πρὸς ἐγκλήματα, καὶ ὥσπερ ὑπὸ βροντῆς βεβλημένοι τοῦ ἐφ᾿ ἡμῖν δηλονότι θαύματος,
ἀποκωφωθήσονται. ἐξαίσιον γὰρ ἄκουσμα τὸ ἐφ᾿ ἡμῖν, μέγα τε ὥσπερ καὶ ὑπερφυὲς ἀληθῶς κατακτύπημα, εἴπερ ἐστὶν ἀληθές “Ὅτι ἔτι ὄντων ἡμῶν ἁμαρτωλῶν κατὰ καιρὸν 220 “Χριστὸς ὑπὲρ ἀσεβῶν ἀπέθανεν,” ἵν᾿ οἱ πάλαι δεινοῖς καὶ 221 ἀφορήτοις ἐνισχημένοι πταίσμασι, νῦν ὦμεν ἡγιασμένοι, καὶ
“Οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλ᾿ ”ἐλεῳ 222 καὶ χάριτι, οἱ πάλαι λελυπημένοι καὶ ἁπάσης ἐλπίδος ὡς ἀπωτάτω, νῦν ἠγαπημένοι, λαμπροὶ καὶ ἀπόβλεπτοι, “κλη- 223 “ρονόμοι μὲν θεοῦ, Χριστοῦ δὲ συγκληρονόμοι.” ἀποκωφωθήσονται δὴ οὖν φησὶ, μονουχὶ καὶ ἐμβρόντητοι γεγονότες
διάτοι τὴν ἐφ᾿ ἡμῖν γαληνότητα τοῦ θεοῦ καὶ τῆς παρασόξου χρηστότητος τὴν ὑπερβολὴν, λείξουσι χοῦν σύροντες γῆν ὡς ὄφεις, τουτέστιν, οὐχ εὑρήσουσι τροφήν. ἔθος μὲν γὰρ τοῖς 224 ὄφεσιν, εἰ ἐν ἐνδείᾳ γένοιντο τῶν ἐδωδίμων, ἔσθ᾿ ὅτε διαμάττειν τῇ γλώττῃ τὸν χοῦν, καὶ τροφὴν ἡγεῖσθαι τὸ παρατυχόν.
ἔσεσθαι δέ φησιν καὶ τοὺς ἀκαθάρτους δαίμονας ἐν ἴσαις ἐνδείαις. οἱ γὰρ δὴ πάλαι τρυφᾶν εἰωθότες καὶ ἄρδην ἅπαντας καταπίνοντες τοὺς ἐπὶ τῆς γῆς, οὐχ εὑρήσουσιν ἔτι τὸν τοῦτο παθεῖν ἀνεχόμενον, διὰ τὸ καὶ πάντας σεσῶσθαι παρὰ Χριστοῦ, ἥκειν τε λοιπὸν εὐσθενείας εἰς τοῦτο πνευματικῆς,
ὡς τῶν ἀρχαίων ἐκείνων μὴ ἀνέχεσθαι δηγμάτων, ἐπιβαίνειν δὲ μᾶλλον ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, κατὰ τὸ 225 γεγραμμένον. οὐχὶ μόνον δὲ λείξουσι τὴν γῆν, ἀλλὰ γὰρ καὶ 226 συγχυθήσονται ἐν συγκλεισμῷ αὐτῶν, τουέστι, συνεχόμενοί τε πρὸς ἀσθενείας καὶ λύπας, καὶ οἷον πολιορκούμενοι τῇ τοῦ καταθλίβοντος δυνάμει, φημὶ δὴ χριστοῦ, οὐκ ἐν μετρίοις ἔσονται δείμασιν.
συγκλεισμόν. γενόμενος γὰρ καθ᾿ ἡμᾶς ὁ Μονογενὴς μυρία μὲν ὅσα παραδόξως εἰργάζετο, πλείονα δὲ ἦν οἶμαί που τῶν ὁρωμένων τὰ μὴ ὁρώμενα. ἐπέταττε γὰρ τοῖς ἀκαθάρτοις 227 πνεύμασι καταβαίνειν εἰς ᾅδου, καὶ κατακλείεσθαι λοιὸν εἰς τὴν ἄβυσσον, ἵνα τῶν πικροτέρων θηρίων ἀπαλλάττοι
τὴν γῆν. εἰκόνα δὲ τοῦ πράγματος ἐν τοῖς ἀρχαιοτέροις τεθεάμεθα γράμμασιν· ἐπειδὴ γὰρ εἷλεν Ἰησοῦς ὁ τοῦ Ναυὴ 228 τὰς τῶν ἐθνῶν χώρας, πέντε βασιλεῖς κατέκλεισεν ἐν σπηλαίῳ, ἐπεκύλισέ τε τῷ στόματι λίθον, τῆς τοῦ Σωτῆρος οἰκονομίας ἀνατυπῶν, ὡς ἔφην, ἐφ᾿ ἑαυτῷ τὴν δύναμιν. καὶ
229 γοῦν οἱ δαίμονες “παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς a “εἰς τὴν ἄβθσσον ἀπελθεῖν.” συγχυθησεσθαι δὴ οὖν αὐτοὺς φησὶν ἐν συγκλεισμῷ αὐτῶν, οἷον κατακλειομένους εἰς ᾅδου 230 λοιπὸν, καὶ σειραῖς ζόφου τεταρταρωμένους, ἵν᾿, ὡς ἔφην, τῶν πικρῶν τε καὶ ἀνημέρων θηρίων ἀπαλλάττῃ λοιπὸν τὸ
γένος τὸ ἀνθρώπινον.
σοῦ. τίς Θεὸς ὥσπερ σύ; ἐξαίρων ἀνομίας καὶ ὐπερβαίνων 231 ἀδικίας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ, καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν.
232 αὐτὸς ἐπιστρέψει καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἀδικίας
ἡμῶν καὶ ἀποῤῥίψει εἰς τὰ ράθη τῆς θαλάσσης πᾶσας τὰς ἁμαρτίας ἡμῶν. δώσει εἰς ἀλήθειαν τῷ Ἰλκὼβ, ἔλεος τῷ
Ἁβραὰμ, καθότι ὤμοσε τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας `
τὰς ἔμπροσθεν.
σαφῶς “Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, 234 “Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.” ἐν μορφῇ γὰρ ὑπάρχων καὶ ἐν ἰσότητι τοῦ θεοῦ καὶ Πατρὸς ὁ Μονογενὴς, καὶ πλούσιος ὢν ὡς θεὸς, ἐπτώχευσε δι᾿ ἡμᾶς, ἵν᾿ 235 ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· ἵνα σώσῃ τὸ ἀπολωλὸς,
ῥώσῃ τὸ ἠσθενηκὸς, καταδήσῃ τὸ συντετριμμένον, ζωοποιήσῃ τὸ ἐφθαρθαρμένον, καθαρίσῃ τὸ ῥυποῦν, ἀπαλλάξῃ 236 δίκης τὸ καταδεδικασμένον, εὐλογημένον ἀποφήνῃ τὸ ἐπάρατον, τῇ τῆς υἱοθεσίας κατακαλλύνῃ τιμῇ τὸ δοῦλον τῇ φύσει. οὐκοῦν ἀκουέτω παρὰ πάντων Τίς θεὸς ὥσπερ σύ;
ἀγαθὸς δηλονότι καὶ ἀμνησίκακος, ἀνιεὶς ἐγκλήματα τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ· κατάλοιποι δὲ κληρονομίας αὐτοῦ νοηθεῖςν ἂν οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες, τῆς ἑτέρας δηλονότι πληθύος ὠλοθρευμένης, ὅτι μὴ πεπιστεύκασιν. ἔφη δέ που χριστός “Ὁπιστεύων εἰς τὸν Υἱὸν, 237
“οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται ὅτι μὴ πεπί- 238 239 “στευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ θεοῦ.” ὑπερθρώσκει δὴ οὖν ἁμαρτίας καὶ παριππεύει τὰ ἐγκλήματα καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ. τὸ εἰς μαρτύριον ἀντὶ τοῦ εἰς τέλος, ἢ μέχρι παντός. ἐκβεβλήμεθα γὰρ ἐν Ἀδὰμ, ἀλλ᾿ εἰσεδέχθημεν ἐν χριστῷ. καὶ κατηράσατο μὲν ἐν ἐκείνῳ, ηὐλόγησε
240 δὲ πάλιν ἐν τούτῳ· “Ὥσπερ γὰρ, φησὶ, τῷ τοῦ ἑνὸς “παραπτώματι οἱ πολλοὶ ἀπέθανον,” οὕτω καὶ τῷ τοῦ ἑνὸςν δικαιώματι οἱ πολλοὶ ζήσονται. κατέληξε δὴ οὖν τῆς ὀργῆς, 241 ὅτι θελητὴς ἐλέους ἐστίν· ἐν καιρῷ δὲ τῆς ἁπάντων ἐπιστροφῆς, τουτέστι τῆς ἐνανθρωπήσεως, οἷά περ ἐν θαλάσσῃ
βαπτιεῖ τὰς ἁπάντων ἁμαρτίας. ἐπειδὴ δὲ τοῖς ἁγίοις πατράσιν, Ἁβραάμ τε φημὶ καὶ Ἰακὼβ ἐπηγγείλατο πολυπλασιάσειν αὐτῶν τὸ σπέρμα καθάπερ τὰ ἄστρα τοῦ οὐρανοῦ, δώσει φησὶν αὐτοῖς τὰ ἐπηγγελμένα. κληθήσονται γὰρ παρέρες πολλῶν ἐθνῶν, οὐκ ἐν μόνοις δηλονότι τοῖς ἐξ
αἵματος Ἰσραὴλ μετρουμένων τῶν τέκνων, ἀλλὰ καὶ τοῖς ἐξ 242 ἐπαγγελίας. οὗτοι δέ εἰσιν οἱ ἐκ πίστεως τῆς καὶ καλουμένης ἀκροβυστίας, τοῖς ἐκ νόμου καὶ περιτομῆς εἰς ἑνότητα τὴν πνευματικὴν οἱονείπως ἀνακιρνάμενοι. γέγραπται γὰρ 243 ὅτι “Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· ἀλλὰ τὰ
“τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.” ὅσοι γάρ εἰσιν “ἐκ πίστεως, εὐλογοῦνται σὺν τῷ πιστῷ Ἁβραάμ.” καὶ ὁ τῆς εὐλογίας τρόπος νοοῖτ᾿ ἂν ἡ χάρις ἡ ἐν Χριστῷ, δι᾿ οὗ καὶ μεθ᾿ οὗ τῷ θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.