ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
ΤΟΜΟΣ ΣΕΥΤΕΡΟΣ.
1ἐπ᾿ αὐτὸν εἰρήνην, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶ, ἤγειραν ἐπ᾿ αὐτὸν πόλεμον.
ὅτι καὶ ἠδίκηνται σφόδρα, τοῦ πονηροῦ καὶ ἀκαθάρτου πνεύματος 3 μάτος ἀεὶ φενακίζοντος καὶ ἀπατῶντος αὐτούς. ἔφη δὲ οὕτως “ Ἐγγίσατε ὄρεσιν αἰωνίοις· ἀνάστηθι καὶ πορεύου, 4 “ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις, ἕνεκεν ἀκαθαρσίας “διεφθάρητε φθορᾷ. κατεδιώχθητε οὐδενὸς διώκοντος.
“πνεῦμα πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέ- “θυσμα.” ταύτης ἕνεκα τῆς αἰτίας ἐπέσκηψε μὲν οὐ μετρίως τοῖς καθηγεῖσθαι λαχοῦσι· μεθίστησι δὲ νυνὶ χρησίμως τὸν λόγον ἐπὶ τοὺς ὄντας παρ’ αὐτοῖς ψευδοπροφήτας τε καὶ μάντεις, οἳ μονονουχὶ καὶ ὡς οἶνον αὐτοῖς κατεστάλαζον, τὰ 5 6 ἐκ τοῦ πονηροῦ τε καὶ ἀκαθάρτου πνεύματος, ψευδοεπείας δὲ δηλονότι καὶ φενακισμοὺς, οὕτω τε λοιπὸν οἷά τινι μέθῃ περιβεβληκότες ἐξέστησαν λογισμοῦ τοῦ σώφρονος. ἔδακνον μὲν γὰρ καὶ οὐ μετρίως ἠδίκουν, ἀναπείθοντες τοῖς παρ’ αὐτῶν προσκεῖσθαι λόγοις, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς παρὰ
Θεοῦ διὰ προφητῶν ἁγίων· κατεψεύδοντο δὲ, λέγοντες ὡς καταβιώσονται μὲν ἐν εἰρήνη καὶ εὐημερίαις, παρενοχλήσει δὲ ὅλως τῶν ἀνιᾶν πεφυκότων οὐδέν. ἀλλ’ ἦν αὐτοῖς εἷς ὁ εἰς 7 τοῦτο λόγος οὐ παρὰ Θεοῦ. οὐ γὰρ ἂν ἀκαθάρτοις ἐδόθη γλώτταις τὸ χρῆναι λαλεῖν τὰ οὕτω λαμπρά τε καὶ ἀξιόληπτα.
ἐπειδὴ δὲ ἀναπεπείκασι προσέχειν αὐτοῖς, ἤγειραν ἐπ’ αὐτοὺς πόλεμον, οὐκ αὐτοὶ τοὺς Ἀσσυρίους εἰς τοῦτο διανιστάντες· πόθεν; καταθήγοντες δὲ μᾶλλον ἐπ’ αὐτοὺς τὴν ὁσίαν ὀργήν. ὅτι γὰρ ἐκείνοις προσεσχήκασιν, ἐπενήνεκται δικαίως καὶ τὰ ἐκ τοῦ πολέμου κακά.
8
μαντείας καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκοτάσει ἐπ' αὐτοὺς ἠ ἡμέρα.
13 πολέμου συμφοραῖς ἐναλῶναι παρεσκευάσατε, ταύτῃτοι δικαίως νὺξ ἐφ’ ὑμᾶς ἔσται καὶ σκότος, καίτοι καὶ ὁρᾶν ὑποκρινομένους, καὶ ὥς γε οἴεσθε κατὰ σφᾶς, ἄριστά τε καὶ ἀψευδῶς τὸ μαντεύεσθαι μεμελετηκότας. δύσεται γὰρ ὑμῖν
ὁ ἥλιος, καὶ αὐτὸ δὲ τῆς ἡμέρας συσκοτάσει τὸ φῶς. καὶ οὐ δήπου φαμὲν, ὅτι συνέστειλεν ἀληθῶς ἐπ’ αὐτοῖς ὁ ἥλιος 14 τὰς αὐγὰς, ἤγουν τῆς ἠοῦς κατεσκοτίσθη τὸ φῶς, ἀλλ’ ὅτι τῆς συμφορᾶς τὸ μέγεθος οἱονεὶ σκότος αὐτοῖς καὶ νὺξ ἀφεγγὴς, καὶ ἡλιακῆς ἀκτῖνος κατάδυσις καὶ φωτὸς συστολὴ,
καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων γενέσθαι συμβέβηκε; τὰ γάρ τοι δεινὰ καὶ ἐξαίσια τῶν κακῶν καταμεθύσκει τὸν νοῦν, καὶ καταθολοῖ τὴν καρδίαν, ἐμπίπλησι δὲ καὶ σκότους.
οὐκέτι Θεοῦ καταλάμποντος, οὐκέτι τῆς νοητῆς ἡμέρας διαυγαζούσης 15 αὐτοῖς, ἀλλ’ οἷον νυκτὸς κατασκιδναμένης αὐτῶν τῆς πωρώσεως. πεπώρωνται γὰρ, ὡς ὁ Παῦλός φησι, καὶ 16 “Ἡνίκα ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν κὰρ 17 “δίαν αὐτῶν κεῖται.” “Φάσκοντες Φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμω- 18
“ράνθησαν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.” καὶ ὅτι ταῦτα συμβήσεται παθεῖν αὐτοῖς, προκαταμεμήνυκε λέγων αὐτὸς ὁ Χριστός “Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν 19 τῷ φωτὶ ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ. ἐπειδὴ δὲ τὸ θεῖον οὐ προσίεντο φῶς, τουτέστι Χριστὸν, κατελήφθησαν 20
ὑπὸ τῆς σκοτίας, καὶ νὺξ αὐτοῖς γέγονεν ἐξ ὁράσεως, κατὰ τὴν τοῦ Προφήτου φωνήν.
23 σκότος, “Ἁμαρτήσαντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες “αὐτῶν αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν ὑπὲρ ὧν Χριστὸς “ἀπέθανε.”
διότι οὐκ ἔσται ὁ ὑπακούσων αὐτῶι.
πεῖρα μαχομένην ἔδειξε τῶν πραγμάτων τὴν ἔκβασιν, καὶ εἰς πᾶν αὐτοῖς τοὐναντίον τὰ τῆς ἐλπίδος ἐκβέβηκε, κατεγινώ- σκοντο λοιπὸν ἀναγκαίως, ὡς ψευδοεπεῖς, ὡς βωμολόχοι τε καὶ φένακες· καὶ δὴ καὶ εἰς τοῦτο δυσκλείας κατώλισθον, ὡς μηδένα βούλεσθαι προσέχειν αὐτοῖς· πῶς γὰρ, ἢ πόθεν; οἵ
26 γε χρηστὰ μὲν ἐλάλουν, ἐμβεβλήκασι δὲ τοὺς ἠπατημένους εἰς ἀδόκητον συμφορὰν, καὶ τῶν ἐλπισθέντων ὡς ἀπωτάτω;
28
“ ποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, “ ὅτι ψεύστης ἐστὶ καθὼς καὶ ὁ πατὴρ αὐτοῦ·’’ πατέρα διδοὺς αὐτῷ τὸν καὶ τὸ ψεῦδός ἐξευρηκότα, τουτέστι, τὸν σατανᾶν. ὅτι δὲ ἀνάγκη τοὺς ἐκ διαβολικοῦ λαλοῦντας πνεύματος τὰ ἐκείνου λέγοντας ψεύδεσθαι, πῶς ἔστιν ἀμφιβάλλειν;
οἱ γεμὴν διὰ Θεοῦ, πάντη τε καὶ πάντως ἀριστοεποῦσί τε καὶ ἀληθεύουσιν· ἔχουσι γὰρ ἐν ἑαυτοῖς τὴν ἀλήθειαν. οὐκοῦν πῶς ἂν γένοιτο, φησὶν, οὐ διεψευσμένος μένος παρά τισι 30 τῆς προφητείας ὁ λόγος, εἰ μὴ ἐμπλήσαιμι, διὰ τοῦ ἐμοῦ Πνεύματος, δυνάμεως τινας καὶ δικαιοσύνης, ἤτοι κρίματος,
ὥστε καὶ ἀδεῶς καὶ τεθαρρηκότως κατεξανίστασθαι τῶν ἡμαρτηκότων, καὶ διελέγχειν αὐτούς; δεῖ γὰρ οἶμαι τοῖς λαλοῦσι τὰ παρὰ Θεοῦ, πλείστης τε ὅσης καὶ ἀγαθῆς εὐτολμίας. ἐλέγχουσι γὰρ ἔσθ’ ὅτε δήμους τε ὅλους, καὶ μέντοι καὶ βασιλεῖς, καὶ τοὺς ὄντας ἐν ὑπεροχαῖς, οἳ δὴ μάλιστα
τοῖς ἐπανορθοῦν ἐθέλουσιν ἐπιτρίζουσι, καὶ οὐκ οἰστὸν ποιοῦνται τὸν τῶν ὠφελούντων λόγον. κεκμήκασι γὰρ οἱ 31 μακάριοι προφῆται, μᾶλλον δὲ κεκινδυνεύκασι, καὶ ἀνῄρηνται πολυτρόπως ταῖς τῶν παιδαγωγουμένων ἀνοσίοις ὀργαῖς κατὰ καιροὺς περιπίπτοντες. ἐμαστίζοντο δὲ καὶ οἱ θεσπέσιοι
μαθηταί. πλήρεις γὰρ ὄντες δυνάμεως καὶ κρίματος καὶ δικαιοσύνης προσεκόμιζον τῷ Θεῷ διὰ πίστεως τῆς εἰς Χριτῆς 32 στὸν τὰς τῶν Ἰουδαίων ἀγέλας. ἀλλ’ ἔχαιρον αἰκιζόμενοι, 33 καὶ τρυφῶντες τῶν συνεδρίων ἐξῄεσαν, ὑπὲρ τοῦ ὀνόματος 34 ἀτιμασθέντες. ᾔδεσαν γὰρ ὅτι συμπεπονθότες χριστῷ καὶ 35 συμβασιλεύσουσιν αὐτῶ.
οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖνα κω πάντα τά ὀρΘὰ 37 διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις.
τρόπου, καὶ πᾶν εἶδος εἰσηγήσεως τε καὶ ἀπειλῆς εἰσφέρει, ὡς ἂν τάχα πὼς ἀναπεισθεῖεν οἱ ἡμαρτηκότες καὶ μετανοεῖν ἕλοιντο, τὰ αἰσχίω μεταμανθάνοντες καὶ κατορθοῦν ᾑρημένοι τὰ δι’ ὧν ἦν εἰκὸς ἀκονιτὶ δύνασθαι διαδρᾶναι τὰ ἐξ ὀργῆς. εἰδέναι γεμὴν ἀναγκαῖον τὸν φιλομαθῆ καὶ φιλολογώτατον,
ὅτι συνεχὴς μὲν τῶν προφητῶν ὁ λόγος ἐν βιβλίοις τε καὶ συγγραφαῖς, γέγονε δὲ κατὰ καιροὺς καὶ ἀνὰ μέρος, ὥστε κὰν 39 εἰ φαίνοιντό πὼς ταυτοεποῦντες ἐσθ’ ὅτε, ἀλλ’ οὖν ἐννοεῖν, ὡς οὐ καθ’ ἕνα καιρὸν, ὡς ἔφην, οὔτε μὴν τοῖς αὐτοῖς, τὰ τοιάδε προσεφώνουν, μακρῶν δὲ πολλάκις παρεισβεβληκότων
διαστημάτων, ἄλλοτε ἄλλοις καὶ κατὰ καιροὺς προσελάλουν. ἔδει γὰρ πάντας εἰδέναι τὰ συμβησόμενα, καὶ κοινῆς συμφορᾶς τοῖς ἀνὰ πᾶσαν τὴν γῆν γενέσθαι τὴν προαγόρευσιν. πρὸς ὑμᾶς δὴ οὖν ὁ λόγος, φησὶ, τοὺς εἰς 40 τοῦτο λοιπὸν ἀφιγμένους ἐμβροντησίας, ὡς βδλύττεσθαι τὸ κρῖμα, τουτέστι τὴν δικαιοσύνην, καὶ διεστραμμένον αποφαίνειν 41 τὸν εἰς εἴδησιν ἀγαθὴν κατορθοῦντα νόμον· πρὸς ὑμᾶς τοὺς οἰομένους τάχα που ταῖς μιαιφονίαις καὶ ἀδίκοις
αἵμασιν ἀνορθοῦν τὴν Σιῶν, καὶ εὐκλεᾶ καὶ περίβλεπτον τὴν Ἱερουσαλὴμ ἀποφαίνειν. ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν, ὅτι καταστρέφουσι μᾶλλον αὐτὴν, καίτοι τεθειμένοι πρὸς οἰκοδομὴν καὶ εἰς ἐπανόρθωσιν, ἅτε δὴ καὶ τῶν ποιμνίων προεστηκότες, ἱερεῖς τε καὶ νομοφύλακες παρὰ Θεοῦ τεταγμένοι.
“γωνιαῖον ἔντιμον, καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ κατ-
“αισχυνθῇ.” ἀλλ’, ὡς ἔφην, οἱ τῆς Σιῶν οἰκοδόμοι τὸν ἐκλεκτὸν καὶ ἔντιμον ἀπεδοκίμασαν λίθον· πλὴν εἰς κεφαλὴν 44 τέθειται γωνίας· βεβασίλευκε γὰρ ἡμῶν, καὶ τῶν ἐκ περιτομῆς 45 ὁ Χριστὸς, οὓς καὶ ἔκτισεν “εἰς ἕνα καινὸν ἄνθρωπον, 46
“ποιῶν ποιῶν εἰρήνην διὰ τοῦ σταυροῦ” καὶ ὥσπερ τινὰ γωνίαν συνείρων εἰς ὁμοψυχίαν ἐν Πνεύματι. γέγραπται γὰρ ὅτι “Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ 47 “μία.” ἐπειδὴ δὲ σύμμορφοι γεγόνασι δι’ ἁγιασμοῦ καὶ πίστεως τῷ ἀκρογωνιαίῳ καὶ ἐντιμοτάτῳ, καλῶς καὶ σοφῶς
ὁ θεσπέσιος αὐτοῖς ἐπιστέλλει Πέτρος “καὶ καὶ ὑμεῖς ὡς λίθοι 48 “ζῶντες ἐποικοδομεῖσθε οἶκος πνευματικὸς” “εἰς ναὸν 49 . “ἅγιον, ἐἰς ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι· κατῴκηκε 50 γὰρ ὁ Χριστὸς ἐν ταῖς τῶν πιστευόντων καρδίαις. καὶ περὶ 51 52 αὐτῶν που φησὶ διὰ προφήτου φωνῆς “Ὅτι ἐνοικήσω ἐν “αὐτοῖς αὐτοῖς καὶ ἐμπεριπατήσ “ἀῦτοις κὰι ἐμπεριπατήσω, καὶ ἔσομαι ἀυτῶν Θεὸς, καὶ “αὐτοὶ αὐτοὶ ἔσονται μοι λαός.”
ἐμαντεύοντο, καὶ ἐμ τὸ Κύριον ἐπανεπαύοντο λέγεοντες 54 Οὐχὶ Κύριος ἐν ἡμῖν εστίν; οὐ μὴ επέλθῃ ἐφ’ ἡμᾶς κακά. 55 διὰ τοῦτο δι’ ὑμὰς Σιὼν ὡς ἀγρὸς ἀροτριασθήσεται, κα Ἱερουσαλὴμ ὡς ὀπωροφαλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ.
οὐδὲν τὸ παρευθύνειν τὸ δίκαιον, καὶ πιπράσκειν τὴν ἀλήθειαν. 57 ὥσπερ δὲ οἱ κόνιν λαβόντες εἰς ὀφθαλμοὺς ἀτονοῦσαν ἔχουσι τῆς ὀπτικῆς δυνάμεως τὴν ἐνέργειαν, οὕτω κἀκεῖνοι τὴν 58 εἰς νοῦν δεχόμενοι πήρωσιν οὐχ ὁρῶσιν ἔτι· “Τὰ γὰρ δῶρα “ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καθ’ ἁ γέγραπται, καὶ λυμαί-
“νεται ῥήματα δίκαια·” οἱ δὲ δὴ τὸ δίκαιον παρευθύνοντες, τῶν θείων ἀξιωμάτων τὸ εἰλικρινὲς ἀδικοῦσι κάλλος. πρέπει γὰρ μόνῳ τὸ κρίνειν Θεῷ, καὶ τοῦτο εἰδὼς ὁ μα- 59 Κάριος ἔφη Μωυσῆς “Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι 60 “ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.” ὁ δὲ κρίνειν ἄδικα μεμελετηκὼς,
μονονουχὶ τῶν θείων καὶ ὑπερτάτων ἅπτεται θρόνων, καὶ εἰς 61 αὐτὴν ἴστω πεπλημμεληκὼς τὴν ἀπόῤῥητον δόξαν, ἣ κρίνειν οἶδεν ὀρθῶς καὶ δικαίως. Θεοῦ γὰρ ἡ κρίσις, ὡς ἔφην. πάνδεινον δὲ πρὸς τούτῳ καὶ τὸ κέρδους ἀφορμὰς ποιεῖσθαι τὴν εὐσέβειαν, καὶ πορισμὸν ἡγεῖσθαι τὰ παρὰ Θεοῦ. ἄθρει γὰρ
ὅπως ἀκαταιτίατον οὐκ ἐᾷ προφήτην καὶ ἱερέα μισθοφορεῖν 62 ἐθέλοντα, ὡς τοῖς προσιοῦσιν ἐπαγγέλλεσθαι λαλεῖν, εἰ δὴ προσκομίζειν ἕλοιντο μισθούς τε καὶ δῶρα. οἶμαι δὲ ὅτι ψευδοπροφητῶν διαμέμνηται πάλιν ὁ λόγος εἰς τὸ παρὸν, καὶ οὐχὶ πάντως ἱερουργῶν τῶν ἐκ νόμου καὶ ἀληθινῶς, ἀλλ’
οἷς ἦν ἔθος τὰς τοιάσδε τιμὰς ὑποτρέχειν, καὶ ὠνητὴν ἑαυτοῖς περιποιεῖσθαι τὴν δόξαν. οὐ γὰρ ἂν προφήτης ἅγιος, ἤγουν ἱερεὺς ἀληθῶς, τοῖς τοιοῖσδε πταίσμασι τὴν ἰδίαν ἔνοχον καθίστη ψυχήν.
ἐπ’ανεπ αύοντο λέγοντες Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστίν; οὐ μὴ ἐφ’ ἡμᾶς κακά. ἦν μὲν γὰρ ὁμολογουμένως ἐν τῷ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, ἐξείλετο δὲ αὐτοὺς τῆς ἐν Αἰγύπτῳ ταλαιπωρίας, εἰσκεκόμικεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, κρείττους καὶ ἀλκιμωτέρους ἔδειξεν ἐχθρῶν. ἀλλ’ ἔδει που πάντως
ἐννοεῖν, ὅτι πλημμελοῦσι δεινῶς καὶ ἐπὶ τοῖς οὕτως ἐκτόποις κατεγνωσμένοις, οὐκ ἂν ἠνέσχετο συνεῖναι Θεός. ἀσύμβατον γὰρ τῷ βεβήλῳ τὸ ἅγιον, καὶ ἀσυναφὲς τῷ ῥυποῦντι τὸ 64 καθαρόν. ἅτι τοίνυν μάταια πεφρονήκασιν, οἰηθέντες, ὅτι κἂν εἰ τῆς φαυλότητος εἶεν ἐργάται, κἂν εἰ δρᾶν ἕλοιντο τὰ
παντὸς ἐπέκεινα κακοῦ, συνέσται πάλιν αὐτοῖς οὐδὲν ἧττον Θεὸς, ἐξ αὐτῶν ἐπιγνώσονταί φησι τῶν συμβησομένων. ἀροτριασθήσεται μὲν γὰρ ἡ Σιῶν, ἔσται δὲ ὡς ὀπωροφυλάκιον 65 ἡ διαβόητος Ἱερουσαλὴμ, τουτέστιν ἠρημωμένη καὶ κατεστραμμένη, καὶ αὐτὸ δὲ τὸ ὄρος τοῦ οἴκου, τουτέστιν, ὁ ἐφ’ ὑψηλοῦ γηλόφου κείμενος νεὼς, εἰς ἄλσος δρυμοῦ. ὅμοιον ὡς 66 εἰ λέγοι, θηρίων ἀγρίων ἐναύλισμα καὶ δρακόντων χειαί. ὥσπερ γὰρ ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς δρυμοῖς κατοικοῦσιν οἱ
θῆρες καὶ τὰ τῶν ἑρπετῶν ἀτίθασα γένη, οὕτω καὶ ἐν τοῖς ἠρημωμένοις τῶν τόπων, καὶ ἔνθαπερ ἂν πολλὰ λίαν φαίνοιντο τὰ συμπεπτωκότα.
67 λασι παντελῶς, καὶ λίθος οὐ μεμένηκεν ἐπὶ λίθω, κατὰ τὴν αὐτοῦ του Σωτῆρος φωνὴν· ἀρόσιμος ’δε γῆ καὶ τοῖς γηπονοῦσιν ἐπιτηδεία δέδεικται λοιπὸν ἡ πάλαι σεπτὴ καὶ ἀξιά- 68 γαστος Σιών. πλὴν ἰστέον, ὅτι Θεὸς ἔσται καὶ ἐν ἡμῖν, οὐ πίστιν ἔχουσι μόνην, οὐδὲ οἷον ἐπ’ αὐτῷ ἀναπαυομένοις διὰ
τοῦτο, ἀλλ’ εἰ προσγένοιτο τῇ πίστει καὶ τὸ ἐξ ἔργων εὐδοκι- 69 μεῖν. “Ἡ γὰρ πίστις χωρὶς ἔργων νεκρά ἐστι” κατὰ τὸ γεγραμμένον. συνθεόντων δὲ τῶν ἔργων τοῖς ἐκ ἀγαθοῖς, τότε δὴ τότε καὶ συνέσται Θεὸς, καὶ ἀναρρώσει ῥᾳδίως, καὶ φίλους ἡγήσεται, καὶ ὡς γνησίους εὐφρανεῖ, καὶ
παντὸς ἀπαλλάξει κακοῦ.
73 εἰς τό ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καἰ πορευσόμεθα ἐν ταῖς, τρίβοις αὐτοῦ.
ἡ προαγόρευσις. ἐκ μέσου δὲ ὥσπερ γεγενημένου τοῦ κατὰ σάρκα Ἰσραὴλ, καὶ θυσιῶν πεπαυμένων τῶν κατὰ τὸν νόμον, ἠρεμούσης δὲ καὶ ἱερωσύνης τῆς ἐξ αἵματος τοῦ Λευῒ, καὶ αὐτοῦ δὲ λοιπὸν τοῦ διαβοήτου κατεμπρησθέντος νεὼ, καὶ τῆς Ἱερουσαλὴμ καθῃρημένης, ἀνέδειξεν ὁ χριστὸς τὴν ἐξ
ἐθνῶν Ἐκκλησίαν, καὶ ὡς ἐν λοίσθῳ καιρῷ, τουτέστιν ἐπὶ 74 συντελείᾳ τοῦ αἰῶνος τούτου· τότε γὰρ γέγονε καθ’ ἡμὰς. ὄρος δὴ οὑν ὀνομάζει τὴν Ἐκκλησίαν, ἥτις ἐστὶν οἶκος Θεοῦ 75 ζῶντος· ὑψηλὸν δὲ, ὅτι χθαμαλὸν ἐν αὐτῇ παντελῶς οὐδέν· ἀλλ’ αἴρεται μὲν ὑψοῦ τῶν περὶ Θεοῦ δογμάτων ἡ γνῶσις,
ἀνῴκισται δὲ καὶ αὐτὸς ὁ βίος τῶν ἐν Χριστῷ δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι. οὐ γάρ ἐστιν ἐν αὐτοῖς τὸ χαμαιριφὲς καὶ πεπατημένον εἰς ζωὴν, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν ἐκ περιτομῆς κατίδοι τις ἄν. οἱ μὲν γὰρ ἥττηντο 76 φιλοσαρκίας καὶ λημμάτων αἰσχρῶν, ἡλίσκοντο δὲ φονῶντες
ἀδίκως, πλείσταις τε ὅσαις ἑτέραις πλημμελείαις ἔνοχοι· “Οἱ δὲ τοῦ Ἰησοῦ Χριστοῦ, καθά φησιν ὁ θεσπέσιος Παῦ- 77 “λος, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς “ἐπιθυμίαις.” μεμισήκασι δὲ οὕτω τὸ χρῆναι πλουτεῖν, ὥστε καὶ ἀνακεκραγότων ἐκ παρρησίας ἐπαΐοι τις ἄν “Ἔχοντες 78
“διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. οἱ δὲ “βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγί- 79 80 “δας καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες “βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. ἀφεστήκασι δὲ ὧδε τοῦ φονᾶν, ὥστε καὶ τοῖς παίουσιν εἰς 81 τὴν δεξιὰν σιαγόνα, στρέφειν καὶ τὴν ἄλλην. ὄρος δ' ἂν νοοῖτο καὶ ἑτέρως ἡ Ἐκκλησία τοῖς Ἑλλήνων παραβαλλομένη
δόγμασιν. οἱ μὲν γὰρ λίθοις καὶ ξύλοις καὶ αὐτῇ δὲ τῇ κτίσει χρῆναι προσκυνεῖν ἀσυνετώτατα δογματίζουσιν, ἡ δὲ καθίστησιν ἐναργῆ τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, ὃς 82 τόδε τὸ σύμπαν διετεκτήνατο, καὶ πρὸς τὸ εὖ εἶναι συνέχει, καὶ ἔστι τῶν ὅλων κύριος ὡς Θεός.
προθύμως διάττειν ἔμελλον ἐπ’ αὐτὸ τὰ ἔθνη, διαμεμήνυκεν 83 ἐναργῶς τῆς προφητείας ὁ λόγος. μεμαρτύρηκε δὲ τοῦτο, καὶ ἀτρεκὲς ὂν ἀπέφηνε καὶ αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις. σπεύσουσι γὰρ, φησὶν, ἐπ’ αὐτὸ λαοὶ, δῆλον δὲ ὅτι τὸν τοῦ οἴκου Δεσπότην, τουτέστι Χριστόν. τί δὲ καὶ ἐροῦσι; Δεῦτε
ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν αὐτῇ. ἀκούεις ὅτι προτροπάδην ἀλλήλοις διακελεύονται, τὸ Ἀναβῶμεν ὀρθῶς τε καὶ νουνεχῶς· φαίην γὰρ ὅτι τῶν παρ’ Ἕλλησι δογμάτων τὸ χθαμαλὸν καὶ κατεῤῥιμμέ- 84 von οὐκ ἠγνοηκότες τὸ Ἀναβῶμεν λέγουσιν, ὡς ὑψοῦ λοιπὸν 85 ἀναθρώσκοντες, ὅσον ἧκεν εἰς ἐννοίας τὰς ἐπί γε τῷ φύσει καὶ ἀληθῶς ὄντι Θεῷ. γλίχονται δὲ τῆς δικαιοσύνης, καὶ δεδιψήκασι μαθεῖν τὴν ὁδὸν τοῦ Κυρίου, καὶ δὴ καὶ ἰέναι κατεπαγγέλλονται, καὶ λίαν ἐσπουδασμένως, ἐν ταῖς τρίβοις
αὐτοῦ. καὶ τίνες ἃν εἶεν οἱ τῶν τοιούτων εἰσηγηταί; ἣ δηλονότι τοῦ Σωτῆρος οἱ μαθηταὶ, οἱ τὸ θεῖον ἐγχειρισθέντες κήρυγμα, πρὸς οὓς ἔφη Χριστός “Πορευθέστες μαθητεύ- 86 “σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ “Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκον-
“τες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.”
μὲν ἐπὶ τὸ ὄρος τοῦ κυρίου, τουτέστι τὴν Ἐκκλησίαν, γλιχόμεναί τε μαθεῖν τὴν ὁδὸν τοῦ κυρίου, καὶ δι’ αὐτῆς ἰέναι 89 προθύμως ὑπισχνούμενι, τὴν αἰτίαν ἐνθάδε φασὶ τοῦ θέλειν ἔτι μονονουχὶ τελεῖσθαι τῷ νόμῳ καὶ προστρέχειν Ἰουδαϊσμῷ. πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας,
ἔτι τῶν κατὰ τὸν νόμον ἑστώτων ἐθῶν, προσῄεσάν τινες τῶν πεπλανημένων, καὶ τοῖς τῆς εἰδωλολατρείας κακοῖς ἐρρῶσθαι φράζοντες, εἶτα τὴν σάρκα περιτεμνόμενοι, τοῖς τῶν Ἰουδαίων ἔθεσί τε καὶ νόμοις διαζῆν ἐσπούδαζον. ἀριθμοῦ δὲ κρείττων τῶν παρ’ αὐτοῖς ἡ τοιάδε πληθύς. καὶ γοῦν
ό Σολομῶν, ὅτε τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀνορθοῦν ἐσκέπτετο 90 ναὸν, ἑκατὸν καὶ πεντήκοντα χιλιάδας λατόμων τε καὶ ἐργα- 91 92 τῶν ἐκ τῶν προσηλύτων προεχειρίζετο· γέγραπται γὰρ οὕτως ἐν ταῖς Παραλειπομέναις. τύπος δὲ ἦν ἄρα μυστηρίου τὸ δρώμενον. ἔμελλον γὰρ ἀναδείμασθαι ναὸν τῷ Θεῷ, ἀληθῆ καὶ περίοπτον, τουτέστι τὴν Ἐκκλησίαν, οὐκ Ἰουδαῖοι 93 δὲ μᾶλλον, ἀλλ’ οἱ ἐξ ἐθνῶν, τὸν ἐν τῷ κρυπτῷ περιφέροντες
Ἰουδαῖον, καὶ περιτομὴν ἔχοντες οὐχὶ τὴν ἐν σαρκὶ μᾶλλον, ἁλλὰ τὴν ἐν πνεύματι.
ἐπ’ αὐτὸ δὴ μᾶλλον προσίενται, χαίροντές τε καὶ λέγοντες Οτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. ἐοίκασι δὲ βούλεσθαι δηλοῦν, κἀκεῖνό που τάχα διακεκραγέναι σαφῶς, ὡς ἔρημος ἔσται καὶ αὐτοῦ τοῦ νόμου Σιὼν, καὶ γυμνὴ τῶν θείων λόγων Ἱερουσαλήμ. οἱονεὶ γάρ πὼς
95 ἐκπεφοίτηκεν αὐτῶν ὁ νόμος καὶ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος Θεοῦ. κατήργηται γὰρ ἢ σκιὰ, καὶ πέπαυται τὰ ἐν 96 τύποις, ἀνῄρηνται δὲ καὶ αἱ θυσίαι, καὶ πάντα λοιπὸν τὰ διὰ Μωυσέως συμπεπέρασταί πὼς, ὅσον ἧκεν εἰς τὸ γράμμα φημί. ὅτι δὲ ἔμελλεν ὁ Χριστὸς κρῖναι τε καὶ διελέγξαι ἔθνη
πολλὰ, μονονουχὶ προφητεύουσι καὶ προαγορεύουσι· κρίναι τε καὶ ἐλέγξαι ὅπως τε, καὶ τίνα τρόπον, εἰπεῖν ἀναγκαῖον. ἀναπείθων γὰρ τῶν τῆς πλανήσεως ἀποσχέσθαι τρόπων, καὶ καταδεικνὺς ἐναργῶς, ὅτι σπεύδουσιν εἰς ἀπώλειαν, εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, καὶ τῶν ἀρχαίων πλημμελημάτων ἀποἐκ
97 μάττεσθαι τὰ ἐγκλήματα, κρινεῖ τε καὶ ἐλέγξει τρόπον τινὰ καὶ οὐχὶ μόνον ἔθνος ἓν, ἀλλ’ ἕως εἰς γῆν μακρὰν, τουτέστι, 98 μέχρι τερμάτων τῆς ὑπ’ οὐρανόν· πανταχῆ γὰρ ὁ σωτήριος ὑμνεῖται λόγος. “κηρυχθήσεται γὰρ, φησὶ, τὸ εὐαγγέλιον 99
“τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ.”
ὄρος τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν. ἐκ γάρ τοι φησὶν 100 τῆς ἄνω Σιῶν, καὶ τῆς νοητῆς Ἱερουσαλὴμ ἐξελεύσεται νόμος καὶ λόγος κυροῦ. καταπεφοίτηκε γὰρ εἰς ἡμᾶς ἐξ οὐρανῶν ὁ τοῦ Θεοῦ Λόγος, ὃς καὶ γέγονεν ἡμῖν νόμος τε καὶ νομοθέτης, καὶ αὐτὸς κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἔθνη
ἰσχρρὰ ἕως εἰς γῆν μακράν. τί δ’ ἂν βούλοιτο δηλοῦν τὸ κρινεῖ καὶ ἐλέγξει, κατά γε τὸ εἰς νοῦν ἧκον ἐρῶ. τετυράννευκε κατὰ πάντων ὁ σατανᾶς, καὶ ὁμοῦ ταῖς σὺν αὐτῷ δυνάμεσι 101 πονηραῖς τῆς ὑφ’ ἡλίῳ κατεστρατεύετο, καὶ πᾶσιν ἐπιθεὶς τῆς πλεονεξίας τὸν ζυγὸν, ἀπεβουκόλησε Θεοῦ τὸ ἐπὶ τῆς
γῆς γένος. ἀλλ’ “Ἐπέρανεν ἡμῖν Θεὸς Κύριος,” κατὰ τὸ 102 γεγραμμένον, ὤφθη λοιπὸν ἐπὶ γῆς ὁ ἀγαθὸς ποιμὴν, καὶ τῆς μὲν ἐκείνου πλεονεξίας ἐξείλετο τοὺς πεπλανημένους, καταδεδίκακε δὲ τοὺς πλανήσαντας, καὶ διήλεγξε τοὺς ἠδικηκότας, τουτέστι “Τὰς ἀρχὰς, τὰς ἐξουσίας, τοὺς κοσμοκρά- 103
“τορας τοῦ αἰῶνος τούτου, τὰ πνευματικὰ τῆς πονηρίας 104 “ἐν τοῖς ἐπουρανίοις.” καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ Χριστὸς καθίστησιν ἐναργὲς λέγων “Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος 105 106 “τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται “ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς “ἐμαυτόν.” δεδίκακε γὰρ πολλοῖς καὶ ἀναριθμήτοις λαοῖς, δῆλον δὲ ὅτι τοῖς ἠδικημένοις, καὶ δεδικαίωκε μὲν αὐτοὺς ἐν ἐλέῳ καὶ πίστει. ἐκβέβληκε δὲ τὸν ἄρχοντα τοῦ αἰῶνος
τούτου, καὶ τῆς καθ’· ἡμῶν ἀπεσόβησεν ἀρχῆς, ἐλέγχων ὡς ἄδικον, ὡς ἀνόσιον, ὡς ἀνθρωποκτόνον, ὡς πλεονεκτήσαντα 107 τὴν ὑπ’ οὐρανόν. συνηλέγχοντο δὲ αὐτῷ πάντως που καὶ τὰ ἕτερα τῶν δαιμονίων ἔθνη, τὰ πάλαι δεινά τε καὶ ἰσχθρὰ, καὶ οὐ μίαν περιφοιτῶντα πόλιν, ἀλλ’ ἕως εἰς γῆν μακρὰν κατεσκεδασμένα,
τουτέστι, μέχρι περάτων τῆς ὑπ’ οὐρανόν. διενείμαντο γὰρ ὥσπερ τὴν γῆν, καὶ οὐδεὶς ἦν ὅλως τῆς ἐκείνων δυστροπίας ἄπειρος.
108 ῥομφαίαν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καὶ ἀναπαύσεαι ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς σὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου παντοκράτορος ἐλάλησε ταῦτα.
109 Παῦλος, ὅτι “ἐν Χριστῷ, καινὴ κτίσις, καὶ τὰ ἀρχαῖα “παρῆλθε.” μετακεχώρηκε γὰρ ἐπὶ τὸ ἄμεινον, καὶ αὐτὴ τῶν πραγμάτων ἡ κατάστασις, οὐκέτι πολέμους καὶ μάχας 110 ὠδίνουσα, δύσοιστον ἔχοντας καὶ παμμόχθηρον ἀληθῶς κατὰ πάντων τὴν ἔφοδον. τὸ γὰρ μεταπλάττεσθαι μὲν τὰ
111 πολέμου πρὸς ἔργα γηπόνοις, καὶ ἕκαστον δὲ ἀναπαύεσθαι, φησὶν ὁ Προφήτης, ὑποκάτω συκῆς ἰδίας καὶ μὴν καὶ ἀμπέλου, μηδένα τε εἶναι τὸν δεδιττόμενον, τί ἂν ἕτερον ἡμῖν ὑπεμφήνειεν, ἢ ὅτι βαθεῖά τις ἔσται καὶ ἄῤῥηκτος
ἡ εἰρήνη, καὶ καιρὸς ἀπόλεμος; τετέλεσται δὲ ταυτὶ κατὰ τοὺς τῆς ἐπιδημίας καιρούς. καὶ γοῦν αὐτὸς ἔφασκεν ὁ Χριστός “Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν 112 ‘ἀφίημι ὑμῖν.”
γὰρ τῆς ὑπ’ οὐρανὸν κατεκράτησε λοιπὸν ἢ τῶν Ῥωμαίων ἀρχὴ καὶ εὐκλεεστάτη βασιλεία, συνηνέχθησάν τε καὶ ὑφ’ ἕνα γεγόνασι ζυγὸν τὰ ἔθνη σύμπαντα, καὶ κατέληξαν μὲν τοῦ πρὸς ἄλληλα πολέμου, ἐτράποντο δὲ πρὸς τὰ τῆς εἰρήνης ἔργα, δῆλον δὲ ὅτι πρὸς γεωπονίας, ἕκαστοί τε
ἀσφαλῶς τὰς ἑαυτῶν οἰκοῦσι πόλεις. οὔπω μὲν γὰρ τῆς Ρωμαίων χειρὸς κατακρατούσης αὐτῶν, πόλεμοί τε καὶ ἐξαναστάσεις χωρῶν τε καὶ πόλεων γεγόνασι πανταχῆ, καὶ 114 προὔκειτο μὲν τοῖς ἐθέλουσιν οὓς ἃν ἕλοιντο καταδῃοῦν, ἄγειν τε καὶ φέρειν τὰ ἑτέρων ὡς νενικηκόσι, καὶ ἦν ἀνάγκη
τοῖς τοῦ πολέμου σκεύεσιν ἐνηρμόσθαι καλῶς τοὺς ἐν ἑκάστη χώρᾳ τε καὶ πόλει, καὶ μελέτην ποιεῖσθαι τὰ τακτικὰ, σφισί τε αὐτοῖς ἐπαμύνειν τε καὶ τέκνοις. ἐπειδὴ δὲ ἡδρύνθη λοιπὸν ἡ τῆς τῶν Ῥωμαίων βασιλείας ἰσχὺς, πέπαυται τὰ τοιάδε, καὶ τοῦ πολέμου τὰ σκεύη, σκαπάναι καὶ δρέπανα
καὶ μὴν καὶ ἄροτρα γεγόνασιν, καὶ εἰς ἕτερα ἅττα τὰ τοιάδε 115 λοιπὸν μετεπλάττοντο.
καὶ μάχης, τετραμμένοι τε πρὸς γεωργίαν τῶν πνευματικῶν, καὶ τοὺς τῆς δικαιοσύνης καρποὺς συναγείρομεν, ἀναπεπαύ- 117 μεθά τε λοιπὸν ὑποκάτω συκῆς καὶ ἀμπέλου. καὶ συκῆ μὲν ἔσται γλυκύτητος σύμβολον, ἄμπελος δέ γε τῆς νοητῆς εὐφρασίας. γλυκὺς γὰρ λίαν τοῦ Σωτῆρος ὁ λόγος, καὶ
118 κατευφραίνειν εἰδὼς καρδίαν ἀνθρώπου, κατὰ τὸ γεγραμμένον. γλυκεῖα δὲ δὴ πρὸς τούτῳ καὶ εὐφροσύνης ἐπίμεστος ἡ εἰς τὸ μέλλον ἐλπὶς, ἢν ἐν Χριστῷ πεπλουτήκαμεν.
καὶ ἐπέκεινα.
παντὶ δὴ σθένει μεταποιήσονται, διὰ τούτων ἡμῖν εὖ μάλα κατασημαίνουσιν. ἕκαστος μὲν γάρ φησι τῶν ἐν πάσῃ 121 τε καὶ πόλει, ἢν ἂν αὐτὸς ἕλοιτο διαστείχοι τρίβον, διαβιῴη δὲ αὖ κατὰ τὸ αὐτῷ δοκοῦν ἢ καὶ εὖ ἔχειν ὑπειλημμένον· ἡμῖν δὲ φροντὶς ὁ Χριστὸς, καὶ τρίβον ὀρθὴν ποιησόμεθα
122 τὰ αὐτοῦ θεσπίσματα, συμβαδιούμεθα δὲ ὥσπερ αὐτῷ, καὶ οὐχὶ δὴ μόνον εἰς αἰῶνα τὸν ἐνεστηκότα καὶ παρερχόμενον, ἁλλ’ ἐπὶ πολὺ καὶ ἐπέκεινα. καὶ ἀτρεκὴς ὁ λόγος· οἱ γὰρ νυνὶ συμπάσχοντες, συνέσονταί τε διαπαντὸς καὶ συνδοξασθήσονται
καὶ συμβασιλεύσουσι. φροντίδα γεμὴν ποιοῦνται Χριστὸν οἱ τῆς εἰς αὐτὸν ἀγάπης προτιθέντες οὐδὲν, οἱ καταλήγοντες μὲν τῶν εἰκαίων τοῦ κόσμου περισπασμῶν, 123 ζητοῦντες δὲ μᾶλλον τὴν δικαιοσύνην, καὶ τὸ ἁνδάνον αὐτῷ, καὶ τὸ διαπρέπειν ἐν ἀρεταῖς, ὁποῖός τις ἦν
καὶ ὁ θεσπέσιος Παῦλος. γράφει γοῦν ὅτι “Χριστῷ 124 “συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρισός. καὶ πάλιν “Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὕμιν, εἰ μὴ Ἱησουν 125 “Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.”
ὁ Ἰσραὴλ, ὑποφαίνει λοιπόν· συνετριβη μὲν γὰρ, γέγονε δὲ καὶ ἀπόπεμπτος, ἤγουν ἀποβέβληται διὰ πολλὴν ἄγαν ἀσέβειαν· θεομάχος τε γὰρ καὶ εἰδωλολάτρης, βδελυρός τε καὶ βέβηλος ἦν, καὶ τοῖς τῆς μιαιφονίας ἐγκλήμασιν οὐ 129 μετρίως ἐνισχημένος. ἀπεκτόνασι γὰρ τοὺς προφήτας, εἶτα
τελευταῖον καὶ αὐτὸν ἐσταύρωσαν τὸν τῶν ὅλων Σωτῆρα 130 καὶ λυτρωτὴν, πλὴν ἠλέηται διὰ τοὺς πατέρας καὶ σέσωσται τὸ κατάλειμμα, γέγονε δὲ καὶ εἰς ἔθνος μέγα. καὶ γάρ ἐστιν ἀληθὲς, ὡς ἔθνος ἂν νοοῖτο πάμμεγα, καὶ μάλα εἰκότως, ἡ τῶν ἐν Χριστῷ δεδικαιωμένων ἁγία πληθύς. ἐξαίρετα δὲ αὐτῆς, καὶ τὰ ἐφ’ οἷς ἂν ἔχοι τὸ χρῆναι θαυμάζεσθαι, τὰ
131 εἰς νοῦν ἀγαθὰ, τὰ εἰς καρδίαν αὐχήματα, τουτέστιν, ὁ ἁγιασμὸς, ἡ εἰς Χριστὸν ἐλπὶς, τὸ ἐν πίστει γνήσιον, τὸ τεθαυμασμένον ἐν ἀρεταῖς, τὸ ἀξιάγαστον ἐν ὑπομονῇ, καὶ τὸ ὑπ’ αὐτοῦ βασιλεύεσθαι τοῦ Χριστοῦ καὶ ὑπ’ αὐτοῦ 132 ποιμαίνεσθαι, καὶ αὐτὸν ποιεῖσθαι καθηγητήν· “Εἷς γὰρ
“ἠμῶν ὁ καθηγητὴς ὁ Χριστός.” εἰ δὲ δὴ καὶ ἐγερθεῖεν 133 οἱ νεκροὶ, καὶ “ἡμεῖς ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν “αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυ- “ρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.” 134 ὄρος δὲ Σιὼν τὴν ἄνω φησὶ‘ Ἱερουσαλὴμ, τὴν τῶν πρωτοτόκων
μητέρα, ἐν ἧ καὶ αὐτῷ συνεσόμεθα τῷ Χριστῷ.
136 ἔφη δὲ ὅτι κατὰ καιροὺς εἰσδέξεται τὴν συντετριμμένην, 137 θήσει τε αὐτὴν καὶ εἰς ἔθνος μέγα. πλὴν αἰτιᾶται τῷ μεταξὺ, καὶ ὅτι τεταλαιπώρηκεν ὅλως, συνετρίβη τε καὶ ἀποβέβληται, κατονειδίζει χρησίμως. ὡς γὰρ ὁ μακάριος 138 ἔφη Παῦλος “Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν
139 “ἀμεταμέλητον κατεργάζεται.” πλήττει δὴ οὖν ἐξ ἀγάπης, καὶ ὅτι μετὸν οὐδενὸς τῶν λελυπηκότων εἰς πεῖραν ἐλθεῖν ἐθελουσίοις εἰς τοῦτο καθικνεῖτο ῥοπαῖς. ποιμνίου δὲ πύργον αὐχμώδη τὴν Σιὼν, ἤγουν καὶ αὐτὴν ὀνομάζει τὴν Ἱερουσαλὴμ,
οἱονεί πὼς ἐν ἤθει λέγων, μονονουχὶ δὲ καὶ ἐπιστυγάζων 140 αὐτῇ. ὦ Σιὼν ἤγουν Ἱερουσαλὴμ ἀθλία θύγατερ, ὦ τῶν ἐμῶν προβάτων ἄθλιον καὶ ἀφεγγὲς ἐνδιαίτημα, προκείσῃ δὴ πάντως καὶ οὐκ ἐθέλουσα τοῖς ἐχθροῖς. ἥξει γὰρ ἥξει, καὶ οὐκ εἰς μακρὰν ἐπὶ σὲ τῶν ἐπὶ γῆς βασιλειῶν
ἡ προὔχουσα καὶ εὐσθενεστέρα, τουτέστιν, ἡ Βαβυλωνίων. πύργον δὲ αὐχμώδη καὶ σκοτεινὸν ἐνδιαίτημα τὴν Σιὼν ἀποκαλεῖ, ἤτοι τὴν Ἱερουσαλὴμ, διὰ τὸ πάντας τοὺς ἐν αὐτῇ οἷον ἐν σκότῳ περιπατεῖν, ἀπὸ τοῦ μὴ βούλεσθαι λύχνον ὥσπερ τινὰ ποιεῖσθαι καὶ φῶς τὸν τοῦ Θεοῦ νόμον, καὶ 141
τὸν παρ’ αὐτοῦ φωτισμὸν εἰσδέχεσθαι κατὰ νοῦν. ἢν γὰρ οὕτω, καὶ οὐχ ἑτέρως, καὶ ἀπλανῆ δύνασθαι διάττειν ὁδὸν, καὶ βόθρων ἀποφοιτᾶν, καὶ διαπηδᾶν ἁμαρτίαν, καὶ τοῖς μεταξὺ προσπίπτουσι μὴ περιπταίειν κακοῖς.
“Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θά- 142 “νατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν.” φωτὶ γὰρ θείῳ κατηυγασμένοι, καὶ τῆς ἄνωθεν καὶ παρὰ 143 Θεοῦ σοφίας λαβόντες εἰς νοῦν τὸ σέλας, ἀνάλωτοι μὲν ἐσόμεθα τοῖς ἐχθροῖς, διεκδύνοντες δὲ τὰ ἐκ θείας ὀργῆς, ἐν
καλῷ ἐσόμεθα τῆς ἄνωθεν εὐθυμίας, καὶ ἐν Χριστῷ δὴ πάντως εὐημερήσομεν.
λυτρώσεταί σε Κύριος ὁ Θεός σου ἐκ Χειρὸς ἐχθρῶν σου.
148 πολέμου συμφοραῖς. μὴ ἄρα σοι βασιλεὺς οὐκ ἦν; ἢ οὐ μεμελέτηκας βουλεύεσθαι σοφὰ, καὶ ἀρίστας ἐπὶ σεαυτῇ ποιεῖσθαι τὰς σκέψεις; ὑποπλήττει δὲ πάλιν εὐφυῶς, καὶ κατονειδίζει πλαγίως ὡς καὶ ἀσύνετον κομιδῇ καὶ Θεῷ προσκρούειν οὐ παραιτουμένην. καὶ τίς ὁ τρόπος, βραχυλογήσας
ἐρῶ.
ἐκείνους διὰ τοῦ μακαρίου Σαμουήλ. ἐχόντων δὲ ὧδε τῶν 149 πραγμάτων αὐτοῖς, καὶ ἐν τάξει τῆ παναρίστῃ κειμένων, πικρὰ καθ’ ἑαυτῶν οἱ δείλαιοι πεφρονήκασιν. ἀποσειόμενοι δὲ ὥσπερ τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγὸν, προσῄεσαν 150 λέγοντες τῷ μακαρίῳ Σαμουὴλ “Ἴδου σὺ γεγήρακας,
151 “καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου, καὶ νῦν “κατάστησον ἐφ’ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς καθὰ καὶ “τὰ λοιπὰ ἔθνη· καὶ ἦν, φησὶ, πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλ- “μοῖς Σαμουὴλ, ὡς εἶπαν Δὸς ἡμῖν βασιλέα δικάζειν
“ἡμᾶς· καὶ προσηύξατο Σαμουὴλ πρὸς Κύριον· καὶ εἶπε 152 “Κύριος πρὸς Σαμουήλ Ἄκουε τῆς φωνῆς τοῦ λαοῦ καθὰ “ἂν λαλήσωσι πρὸς σὲ, ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ’ ἢ “ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπ’ αὐτούς.” εἰτα τοῦ μακαρίου Σαμουὴλ τὰ δικαιώματα τῆς βασιλείας καταγγέλλοντος
αὐτοῖς, καὶ πολλοῖς ἄγαν καταπτοοῦντος δείμασιν, ἀφιστάντος δὲ καὶ μάλα γοργῶς τῶν οὕτω σαθρῶν καὶ ἀνοσίων σκεμμάτων, οὐδὲν ἧττον ἐπεφύοντο λέγοντες “Οὐχὶ 153 “ἁλλ’ ἢ βασιλεὺς ἔσται ἐφ’ ἡμᾶς, καὶ ἐσόμεθα καὶ ἡμεῖς 154 “καθὰ καὶ τὰ λοιπὰ ἔθνη, καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν,
“καὶ ἐξελεύσεται πρὸ προσώπου ἡμῶν, καὶ πολεμήσει τὸν “πόλεμον ἡμῶν.’’ οὐκοῦν εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει τῶν ἀρχαίων ἐκείνων καὶ ἐπισφαλῶν βουλευμάτων, καὶ οἷον κατειρωνεύεται τὸ συμβὰν καί φησι Πῶς ἔγνως κακά; μὴ οὐκ ἦν σοι βασιλεύς; ἢ ἡ βουλή σου ἀπώλετο; οὐ βασιλέα,
φησὶν, ᾐτήσω λέγων, προπορεύσεται “πρὸ προσώπου “ἡμῶν, καὶ τὸν πόλεμον ἡμῶν πολεμήσει.” μὴ ἄρα καλῶς ἐβουλεύσω ποτέ; ἰδοὺ τῶν πραγμάτων τὸ πέρας τὴν σὴν 155 ἔδειξε βουλὴν, ὡς ἀρίστη τε εἴη καὶ ἀναγκαία. ἀπόβλητον ἐποιήσω τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγόν. ἰδοὺ κατεκράτησάν
σου ὡδῖνες ὡς τικτούσης. ὤδινε οὖν καὶ ἀνδρίζου θύγατερ Σιών. ἐν ἤθει πάλιν ὁ λόγος· ὦ γὰρ χρηστὴ θύγατερ, 156 φησὶ, τληπαθὴς ἕσο πρὸς τὰς ὠδῖνας, διακαρτέρει πρὸς τὰς λύπας, ἔγγιζε τῷ τίκτειν, τουτέστιν, οὐκ ἔση μακρὰν τῶν 157 προσδοκωμένων· ἀλλ’ οἷον ἐπίτεξ ἤδη γυνὴ κατολολύξεις ἐκ πόνων, ἀφεῖσα δὲ πόλεις τὰς εὐπυργοτάτας κατασκηνώσεις ἐν πεδίῳ, καταυλισθήσῃ, φησὶν, ἐν ἐρήμοις· ἀφίξῃ δὲ καὶ
εἰς Βαβυλῶνα αὐτήν· πλὴν ἀπαράκλητον οὐκ ἐᾷ παντελῶς· προστέθεικε γὰρ εὐθὺς ὅτι καὶ διαφεύξεται καὶ ἀνακομινσθήσεαι πάλιν κατοικτείροντος Θεοῦ.
158 αὐτῷ καθυφεῖναι μόνῳ τῆς ψυχῆς τὸν αὐχένα, τοῖς αὐτοῦ θελήμασι βιοῦν, καὶ λόγου παντὸς ἀξιοῦν τὸ αὐτῷ δοκοῦν. ἢ εἰ μὴ τοῦτο δρῴημεν, πάντη τε καὶ πάντως ὑπὸ νοητοὺς ἐσόμεθα Βαβυλωνίους, ἀντιτεταγμένους μένους δὴ λέγω καὶ ἀκαθάρτους δυνάμεις, καὶ ὑπὸ τὴν πρώτην ἀρχὴν, τουτέστι τὸν
159 σατανᾶν, πόλεως δὲ ὥσπερ τῆς ἁγίας ἐξερριμμένοι “ἦς ἐστι “τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς,’’ τὴν Βαβυλωνίων οἰκήσομεν. ἐν συγχύσει γὰρ καὶ θορύβοις ἐσόμεθα, ἱκανοῖς τοῦ παρόντος βίου περισπασμοῖς. σύγχυσις γὰρ ἡ Βαβυλὼν 160 ἑρμηνεύεται.
161
καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς.
ὃς οὐ μετρίως τῆς θείας κατεφλυάρησε δόξης, ὅτε καὶ ἀπολώλασιν ἐν μιᾷ νυκτὶ τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα 166 πέντε χιλιάδες ἀγγέλου χειρί. ταυτησὶ τῆς ἱστορίας διαμένηται 167 πάλιν. συνήχθησαν γὰρ ἔθνη πολλὰ κατὰ σοῦ φησι, μονονουχὶ καὶ ἀθύροντα καὶ ὅσον οὐδέπω κεισομένης
κατορχησόμενα. πλὴν οὐκ ἔγνωσαν ἃ βεβούλευται Θεός. συνεκομίσθησαν γὰρ ὡς εἰς ἅλω, καὶ δράγματος δίκην τοῖς σοῖς ὑποκείσονται ποσίν. ἀμάστα δὴ οὖν καὶ ἁλόα αὐτοὺς, κέρατα γὰρ ἕξεις σιδηρᾶ καὶ ὁπλὰς καλκας, τουτέστι, δυσκαταγώνιστος ἔση καὶ ἄμαχος τοῖς ἐχθροῖς, μόνον δὲ 168
οὐχὶ καὶ καταπατήσεις τοὺς ἀνθεστηκότας. ἐπειδὴ γὰρ ἅλω τε καὶ δράγματος πεποίηται μνήμην, τετήρηκε τῇ μεταφορᾷ τὸν πρέπονα τρόπον, καὶ ὡς ἐπὶ μόσχου φησὶ κερατα καὶ ὁπλάς. ἐπειδὴ δὲ οὐκ ἀνθρωπείᾳ χειρὶ δεδαπάνηνται καὶ πεπτώκασιν, ἀλλ’ ἒργον ἦσαν κείμενοι τῆς θείας ὀργῆς, μὴ
σαυτῇ φησιν ἀνάψῃς τὰ ἐπί γε τούτοις αὐχήματα, ἀνατίθει 169 δὲ μᾶλλον τῷ Κυρίῳ πάσης τῆς γῆς τό τε πλῆθος αὐτὸ, καὶ τὴν ἰσχὺν τῶν ἀπολωλότων.
171 Ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη ἡ βασιλεία Βαβυλωνίων, καὶ ὁ τῆς αἰχμαλωσίας ἡμῖν ἐγράφετο τρόπος· εἶτα σεσωσμένην ὁρῶμεν εὐθὺς, καὶ καταπατοῦσαν τοὺς ἐχθρούς. δεῖ δὴ οὖν ἄρα τῆς τῶν χρόνων εὐδιακρίτου διαστολῆς· ἔσται γὰρ οὕτως ἀσύγχθτος καὶ σαφὴς τῶν
λεγομένων ἡ θεωρία. Ἐζεκίου μὲν γὰρ βασιλεύοντος, 172 ἀνέβη Σεναχηρεὶμ κατὰ τῶν Ἱεροσολύμων, εἶτα μετὰ τὸν Ἐζεκίου θάνατον τέσσαρες γεγόνασιν ἕτεροι βασιλεῖς, καὶ πέμπτος Ἰεχονίας. τότε καὶ πᾶσαν εἷλε τὴν Ἰουδαίαν καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα Ναβουχοδονόσορ, καὶ ἀπεκόμισεν
εἰς αἰχμαλωσίαν πάντα Ἰσραήλ. γράφει δὲ σαφῶς τὴν ἐπὶ τούτοις ἡμῖν ἱστορίαν ὁ μακάριος προφήτης Ἱερεμίας.
δὲ τοῦ Ἐφραῒμ ὀνομάζει τὴν Σαμάρειαν, ἤγουν τὴν ἐν τῇ Σαμαρείᾳ πληθύν. ἔοικε γάρ πως ἐν τάξει κεῖσθαι πατρὸς τοῖς ὑπεζευγμένοις ὁ βασιλείαν πεπιστευμένος. βεβασιλεύκασι δὲ τῆς Σαμαρείας οἰ ἐξ Ἐφραΐμ. ἔσται δὴ οὖν ἔσται φησὶν οἷον περίσχετος καὶ διεζωσμένη τοῖς τῶν πολεμίων
δήμοις ἡ Σαμαρειτῶν, οἳ μονονουχὶ καὶ πατάξουσιν εἰς σιαγόνα 177 αὐτὴν, οὐ χερσὶ ῥαπίζοντες ἐχομέναις φειδοῦς, ἀλλὰ καὶ ῥάβδοις συντρίβοντες καὶ καταικιζόμενοι σφοδρῶς. σημαίνει δὲ διὰ τούτων πρὸς ταῖς ἀτιμίαις καὶ δύσοιστον ὄντα τῆς αἰχμαλωσίας τὸν πόνον. ἀτιμίας μὲν γὰρ σημεῖόν
ἐστιν οὐκ ἀμφίλογον τὸ εἰς σιαγόνα ῥαπίσματα. εἰ δὲ δὴ νοοῖτο καὶ διὰ ῥάβδου γενέσθαι, φορέσει πάντως τὸ μοχθηρὸν, καὶ τὸ οἷον οἰκέτῃ πρέπον. ἄτιμος οὖν ἔσται φησὶ καὶ ἐν αἰκίαις καὶ πόνοις ἡ ὑπὸ τῶν ἐκ φυλῆς Ἐφραῒμ βασιλευομένη Σαμάρεια.
εὐημερίας ἐν καλῷ, λαμπρόν τε καὶ ἀξιόληπτον ἀληθῶς διαζήσομεν βίον.
πραγμάτων ὁ προφητικὸς ἡμῖν ἐν τούτοις εὐαγγελίζεται λόγος. διαμέμνηται δὲ καὶ μάλα σαφῶς τῆς ἀνακεφαλαιώσεως τῆς ἐν Χριστῷ γεγενῆσθαι λεγομένης. καινὴ 181 γὰρ κτίσις τὰ ἐν αὐτῷ, καθὰ γέγραπται, καὶ “Τὰ μὲν 182 “ἀρχαῖα παρῆλθε, γέγονε δὲ δι᾿ αὐτοῦ καινὰ” μεταστοιχειοῦντος
τὰ ἀνθρώπινα καὶ ἀνακαινίζοντος εἰς τὸ εὖ εἶναι πάλιν αὐτά. βεβασίλευκε γὰρ, καὶ πεποίηται πάλιν αἱρετὸν τὴν κατὰ πάντων ἀρχήν. σημαίνεται δὲ τὸ καθόλου καὶ διὰ τῶν μερικῶς οἰκονομουμένων. ἐβασιλεύετο μὲν γὰρ, ὡς ἔφην, ὁ Ἰσραὴλ ἐν ἀρχαῖς ὑπὸ Θεοῦ, μεσολαβούντως
ἁγίων. εἶτα μετ᾿ οὐ πολὺ νοσήσας τὸ εὔηθες, ἀτιμάσας τε τὸ πράττειν ὑπὸ Θεῷ, τὰ ἀνθρώπινα μᾶλλον τετιμήκασι 183 κράτη. καὶ γοῦν ᾔτησαν ἐφ᾿ ἑαυτῶν βασιλέα τὸν Σαούλ. εἶτα προσκεκρούκασιν οὐ μετρίως· λελυπημένος γὰρ ἔφασκεν 184 ὁ τῶν ὅλων Θεὸς τῷ μακαρίῳ Σαμουήλ “Οὐ σὲ ἐξουθενή-
“κασιν, ἀλλ᾿ ἐμὲ ἐξουθενήκασι, τοῦ μὴ βασιλεύειν ἐπ᾿ “αὐτούς.” ὅτι δέ τὸ χρῆμα αὐτοῖς ὀνησιφόρον μὲν οὐδαμῶς, πικρὸν δὲ μᾶλλον καὶ ἐπιζήμιον καὶ ὀλέθρου πρόξενον, αὐτὴ δέδειχεν ἡ πεῖρα, πῶς ἂν ἐνδοιάσειέ τις; περιπεπτώκασι γὰρ δεινοῖς καὶ ἀφύκτοις διὰ τοῦτο κακοῖς. οὐκοῦν
185 ἀνακομίζων ὥσπερ τὸν Ἰσραὴλ ἐπὶ τὸ ἐν ἀρχαῖς, φημὶ δὴ 186 τὸ ὑπ᾿ αὐτοῦ βασιλεύεσθαι τοῦ Θεοῦ, τὸν ἐκ Βηθλεὲμ αὐτοῖς ἐσόμενον Σωτῆρα καὶ λυτρωτὴν προανακεκράγει Χριστόν.
τινὰ ποιεῖσθαι τὸν λόγον. ἐπειδὴ γὰρ ἀποπεπτώκαμεν τῆς ὑπὸ Θεῷ βασιλείας οἱ ἐπὶ τῆς γῆς, ὀθνεῖον ἐφ᾿ ἑαυτοῖς καταρτίζοντες ζυγὸν, καὶ δεσπότην ἐπιγραψάμενοι τὸν οὐ φύσει δεσπότην, μᾶλλον δὲ ἀλαζόνα καὶ ἀποστάτην, φημὶ δὴ τὸν σατανᾶν, ἐν παντὶ γεγόναμεν κακῷ· ἀλλ᾿, ὠς ἔφην ἀρτίως, 187
εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ “ἀνακεφαλαιώσασθαι τὴ 188 “πάντα ἐν τῷ Χριστῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ “τῆς γῆρ,” καὶ “ἐῤῥύσατο μὲν ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ 189 “σκότους, μετέστησε δὲ εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς “ἀγάπης αὐτοῦ ἐν τῷ φωτί.”
“Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ Es. ix. 6. “ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.” βεβασίλευκε γὰρ διὰ τοῦ σταυροῦ, καὶ ἐπειδὴ γέγονεν “Ὑπήκοος μέχρι θανά- 191 “του, θανάτου δὲ σταυροῦ,” ταύτῃτοι, καθά φησιν ὁ θεσπέσιος Παῦλος, “καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο
“αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ “Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ “καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι 192 193 “Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρὸς, ἀμήν.” ὦ τοίνυν Βηθλεὲμ, φησὶν, οἶκος τοῦ Ἐφραθᾶ, εἰ καὶ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰσύδα, τουτέστι, μυρίαι μὲν ὅσαι λαμπραὶ καὶ μεγάλαι τῆς Ἰουδαίας αἱ πόλεις, καὶ πολυάνδρῳ πληθύϊ τῶν ἐνοικούντων καταμεθύουσαι, ἀλλ᾿ εἰ καὶ ὀλίγοι
παντελῶς οἱ σὲ κατοικοῦντες καὶ νεμόμενοι, σὺ γενήσῃ 194 τροφὸς, καὶ κληθήσῃ πόλις τοῦ βασιλεύοντος ἐπὶ τὸν Ἰσραὴλ, ὅς ἐστι ποιμὴν ἀγαθὸς ὡς καὶ αὐτὴν θεῖναι τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, κατάρξει δὲ παντὸς τοῦ Ἰσραήλ. καὶ οὔτι που πάντως τῶν ἐξ αἵματος Ἰσραὴλ, ἀλλὰ καὶ τῶν ἐξ ἐπαγγελίας
προεπηγγελμένων τῷ Ἁβραάμ· ἔφη γάρ που πρὸς 195 αὐτὸν ὁ Θεός “Ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.” τὸ δὲ Ἐν Ἰσαὰκ, ἐξ ἐπαγγελίας φησί. βεβαία τοίνυν ἡ ὑπό- 196 σχεσις οὐχὶ μόνον τοῖς ἐξ αἵματος Ἰσραὴλ, “ἀλλὰ καὶ τοῖς “στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πα-
197 “τρὸς ἡμῶν Ἁβραάμ·” οὗτοι γὰρ ὁ Ἰσραὴλ, ὅτι “τὰ τέκνα “τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.” ὅμοιον οὖν ὡς εἰ 198 λέγοι Κατάρξει παντὸς τοῦ πιστεύοντος εἰς αὐτὸν καὶ προσοικειοῦντος ἑαυτὸν ἐμοὶ δι᾿ αὐτοῦ. προσενηνέγμεθα γὰρ τῷ 199 Πατρὶ δι᾿ Υἱοῦ, καὶ μαρτυρήσει λέγων αὐτός “Οὐδεὶς ἔρχεται
“πρὸς τὸν Πατέρα εἰ μὴ δι᾿ ἐμοῦ.” ἀνεδείχθη τοίνυν ἐκ 200 Βηθλεὲμ ὁ Χριστὸς ὁ ποιμὴν ὁ καλὸς “ὁ ἐν κήποις ἡμᾶς “καταβόσκων καὶ κρίνοις,” καὶ τὴν τῶν εὐαγγελικῶν θεσπισμάτων εὐοσμίαν παρατιθεὶς, καὶ οἷον ἄνθη προσάγων ὥριμα τὰ καθ᾿ ἑαυτὸν, τοῖς ἐθέλουσιν ἀποδρέπεσθαι καὶ τῆς
201 ἐξ αὐτὼν εὐωδίας ἀναπίμπλασθαι νοηῶς· ἔφασκε γάρ “Ἐγὺ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάσων.” ἀπ᾿ ἀρχῆς 202 δὲ εἶναι φησὶ τὰς ἐξόδους αὐτοῦ καὶ ἐξ ἡμερῶν αἰῶνος, ἢ τὴν 203 προαιώνιον ὕπαρξιν τοῦ Λόγου σημαίνων· ἔστι γὰρ ἔστι
συναΐδιος τῷ ἰδίῳ Γεννήτορι, καὶ αὐτὸς τῶν αἰώνων ὁ ποιητής· ἤγουν ὅτι γέγονε μὲν ἄνθρωπος ὡς ἐν λοίσθῳ τοῦ αἰῶνος καιρῷ, προώριστο γεμὴν ὡς ἐν προγνώσει Πατρὸς καὶ πρὸ τῆς τῶν αἰώνων καταβολῆς τὸ ἐπ᾿ αὐτῷ μυστήριον. ἔξοδον τοίνυν φησὶνἢ τὴν ἄχρονον ἐκ Θεοῦ Πατρὸς γέννησιν
εἰς ἰδίαν ὕπαρξιν τοῦ Υἱοῦ, ἤτοι τὴν ἀνάδειξιν, τὴν ὡς ἐν καιροῖς ἐσομένην, ὅτε γέγονε σάρξ, εἰ καὶ ἀπ᾿ ἀρχῆς καὶ ἐξ ἡμερῶν αἰῶνος προώριστό τε καὶ τέθειτο παρὰ τοῦ Παρὸς 204 Σωτήτρ τε καὶ λυτρωτὴς, οὐκ ἠγνοηκότος τὰ μεταξὺ τῷ ἀνθρωπίνῳ γένει συμβησόμενα διὰ τὴν ἐν Ἀδὰμ παρά-
βασιν.
ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ.
τάχα που διαλογίζεσθαί τε καὶ λέγειν Οὐ ψευδοεπήσει Θεὸς, ἀποπερανεῖ δὲ πάντως τὰ ἐπηγγελμένα. καὶ εἴπερ ἐστὶν ἐν 205 λαμπραῖς οὕτως ἐλπίσιν ὁ Ἰσραὴλ, καὶ ἀποτεχθήσεται μὲν αὐτοῖς ὁ ἡγούμενος, κατάρξει δὲ, καὶ παντὸς ἀπαλλάξει κακοῦ, τί καὶ ὅλως ἔσται δορίληπτος; εἶτα τῆς ἐπαγγελίας 206 ἐννενοηκὼς τὸν χρόνον, οὔπω τε παρόντα συνεὶς, ἑαυτῷ τρόπον τινὰ καὶ ἀπολογεῖται λέγων Ἐπειδὴ γὰρ ἐν ὑπερθέσει μὲν ἔτι μακρᾷ τῆς ἐπαγγελίας ὁ χρόνος, αὐτοὶ δέ εἰσιν ἐν οὐ 207 μετρίοις πταίσμασι, καταλήγουσι δὲ πλημμελοῦντες οὐδαμῶς, ταύτῃτοι δώσεις αὐτοὺς, τουτέστι, παραδώσεις ἐχθροῖς,
ὦ Δέσποτα, ἕως καιροῦ τῆς τικτούσης, ἄχρις ἂν καταδοθῇ φησὶ τὸ θεῖον ἐκεῖνο βρέφος ἐκ λαγόνων παρθενικῶν. τότε γὰρ ἔσται λύτρωσις ἡ τελεωτάτη, καὶ ἐν βεβαίῳ κείσονται τῆς εὐημερίας, οὐδενὸς αὐτοῖς παντελῶς τῶν εἰς εὐθυμίαν ἐκλελοιπότος. ταυτὶ τοῦ Προφήτου διενθυμουμένου τε, ὡς
ἔφην, καὶ οἱονεὶ διαψιθυρίζοντος ἐν ἑατυῷ, προσυπακούει 208 Θεός Τέξεται, καὶ εἰς πίστιν ἑδραίαν αὐτὸν ἀποκαλεῖ. ὅμοιον 209 δὲ τούτῳ τὸ πρὸς τὸν προφήτην Ἀμβακούμ “Ἔτι μικρὸν “ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.” τεχθήσεται μὲν γὰρ πάντη τε καὶ πάντως φησὶν, οἱ δέ γε κατάλιποι τῶν ἀδελφῶν
αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱὺς Ἰσραήλ. παρεδέξαντο μὲν γὰρ τὴν πίστιν τὴν εἰς χριστὸν τῶν Ἰουδαίων οὐκ εὐαρίθμητοι, καὶ πρό γε τῶν ἄλλων οἱ μακάριοι μαθηταί· διωλισθήκασι δὲ τῆς ἐλπίδος οἱ ταῖς ἀπειθείαις περιυβρίσαντες. πλὴν ἐν ἐσχάτοις καιροῖς προσεπενεχθήσονται τοῖς ἄλλοις, καὶ
210 οἷον ἐξ ὑποδρομῆς ἀναδραμοῦνται μόλις πρὸς ὅπερ ἦν ἄμεινον ἐλθεῖν ἐν ἀρχαῖς.
ἔσται αὕτη ἡ εἰρήνη.
παιδαγωγεῖν ἐπιτρέψας, καθὰ καὶ πάλαι τῷ μακαρίῳ Μωθσεῖ, 212 ἀλλ᾿ αὐτὸς δι᾿ ἑαυτοῦ· καὶ γάρ ἐστιν ἀληθὲς ὡς “Οὐ πρέσ- 213 “βυς, οὐκ ἄγγελος, ἀλλ᾿ αὐτὸς ὁ Κύριος ἕσωσεν ἡμᾶς·” ποιμανεῖ δὲ ἡμᾶς ἐν ἰσχύϊ, παντὸς ἀνωτέρω τιθεὶς ἱδρῶτος καὶ πόνου. προβεβλήσεται γὰρ ὥσπερ, καὶ διασώσει γενικῶς,
οὐ ψευδοποιμένσιν ἐπιτρέπων ἐξ ἀπάτης ἀδικεῖν, οὐ θηρσὶν ἀγρίοις ἐπιθρώσκειν ἀγέλαις, οὐ ταὶς πονηραῖς καὶ ἀντικειμέναις δυνάμεσι συγχωρῶν, καθάπερ ἀμέλει καὶ πάλαι, κατανεαντιεύεσθαι τῶν πεπιστευκότων καὶ πλεονεκτεῖν τοὺς ἡγισαμένους, διδοὺς δὲ μᾶλλον αὐτοῖς “Ἐπ᾿ ἀσπίδα καὶ βα- 214
“σιλίσκον ἐπιβαίνειν, λέοντά τε καὶ δράκοντα καταπατεῖν.” 215 εὐκλεεῖς γὰρ γεγόναμεν δι᾿ αὐτοῦ, ἤρμεθά τε ὑψοῦ λαμπροὶ καὶ διαφανεῖς, καὶ μέχρι τερμάτων γεγόναμεν τῆς ὑπ᾿ οὐρανόν. αὐτὸς γὰρ ἡμῶν ἰσχὺς καὶ δύναμις, αὐτὸς ὁ μεσίτης καὶ διαλλακτὴς αὐτὸς ἡ εἰρήνη ἡμῶν. καθεῖλε γὰρ “Τὸ 216
“μεσότοιχον τοῦ φραγμοῦ, καὶ κατήργησε μὲν ἐν δόγμασι “τὸν νόμον τῶν ἐντολῶν, ἔκτισε δὲ τοὺς δύο λαοὺς εἰς ἔνα “καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην”κατὰ τὸ γεγραμμένον, καὶ τοῖς τῆς ἀγάπης δεσμοῖς εἰς ἑνότητα κατασφίγγων. 217 ὄνομα δὴ οὖν αὐτῷ πρέπον τε καὶ ἀληθὲς εἰρήνη, εἰ καὶ
καλοῖτο Χριστός.
καὶ ἀκτὼ δήγματα ἀνθρώπων, καὶ ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ῥομφαίᾳ καὶ τὴν τὴν γῆν τοῦ Νεβρῶδ ἐν τῇ τάφρῳ αὐτῆς, καὶ ῥύσεται ἐκ τοῦ Ἀσσοὺρ, ὅταν ἐπέλθῃ ἐπῖ τὴν γῆν ὑμῶν καὶ
219 ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν.
καταθεῖν τῆς ὑμῶν γῆς τε καὶ χώρας ὁ Ἀσσούρ. διερμηνεύοντες δὲ τοὺς στίχους, ἐροῦμεν ἡμεῖς, ὅτι τῶν αἰσθητῶν καὶ ἐμφανεστέρων πραγμάτων ἀποφοιτᾷ δὴ πάλιν ὁ λόγος, αἴρεται δὲ ὥσπερ ὑψοῦ, καὶ ἐξ ἐμφανοῦς εἰκόνος ἀποφέρει 220 λεπτῶς ἐπὶ τὰ νοητῶς συμβαίνοντα. Ἀσσύριον μὲν γὰρ ἐν
τούτοις ἄνδρα μὲν οὐκέτι τὸν ἐκ Βαβυλῶνος, κατασημαίνει δὲ μᾶλλον τὸν τῆς ἁμαρτίας εὑρετὴν, φημὶ δὴ τὸν σατανᾶν, μᾶλλον δε, ἁπαξαπλῶς εἰπεῖν, τὴν ἀτίθασόν τε καὶ φιλοπόλεμον τῶν δαιμονίων πληθὺν, ἣ παντὸς ἁγίου κατεξανίστα- 221 ται νοητῶς, καὶ μάχεται τῇ ἁγίᾳ πόλει, τῇ νοητῇ Σιὼν, “ἥτις
“ἐστὶν ἐκκλησία θεοῦ ζῶντος” καὶ τῆς ἄνω καὶ ἐπουρανίου νοουμένης Ἱερουσαλὴμ τύπος οἷά τις καὶ εἰκὼν ἐμφερής. οὕως 222 αὐτῆς καὶ ὁ θεσπέσιος μελῳδὸς διεμέμνητο λέγων “Δεδο- “ξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ·” κατοικεῖ 223 γὰρ τὴν Ἐκκλησίαν, καὶ ὥσπερ τινὰ πόλιν ἰδίαν ἐποιήσατο
224 Χριστὸς, καίτοι τῇ τῆς θεότητος φύσει τὰ πάντα πληρῶν. αὕτη δὴ οὖν ἡ τοῦ θεοῦ όλις γῆ τις ὥσπερ ἐστὶ καὶ χώρα τῶν ἡγιασμένων καὶ τὴν εἰς θεὸν ἑνότητα πεπλουτηκότων ἐν Πνεύματι.ὅταν τοίνυν φησὶν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν
ὑμῶν, τουτέστιν, εἰ μάχοιντο τοῖς ἁγίοις αἱ βάρβαροί τε καὶ ἀντικείμεναι δυνάμεις, οὐκ ἐρήμους εὑρήσουσι τῶν προεστηκότων. κατεξανστήσονται γὰρ αὐτῶν, ἑπτὰ μὲν ποιμένες, ὀκτὼ δὲ ἀνθρώπων δήγματα. ἔοικε δὲ τῆς προφητείας ὁ νοῦς ἀπὸ τῶν καιρῶν, ἤτοι τῶν ἀριθμῶν τοῦ τε ἑπτά φημι καὶ e
μέντοι τοῦ ὀκτὼ τοὺς ἁγίους βούλεσθαι δηλοῦν, τοὺς πρὸ τῆς 225 ἐπιδημίας, καὶ τοὺς κατ᾿ αὐτὴν ἅμα, καὶ μετ᾿ αὐτὴν γεγονότας. τετίμητο μὲν γὰρ πρὸ τῆς ἐπιδημίας, κατὰ τὸν Μωυσέως νόμον, ὁ ἐν ἑβδόμῃ σαββατισμὸς, καὶ ἦν ἔτι τῆς σκιᾶς ὁ καιρός. τότε καὶ τὸ τῶν ἁγίων προφητῶν ἀνεδείχθη
στίφος παιδαγωγοῦν εἰς εὐσέβειαν καὶ ἐπίγνωσιν τοῦ Χριστοῦ. ἐπειδὴ δὲ λοιπὸν ἐπέφανεν ὁ Μονογενὴς, καὶ τὸν 226 ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη σταυρὸν, ἀνεβίω δὲ αὖ, σκυλεύσας τὸν ᾅδην τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, τότε τοῖς ἁγίοις κεκέλευκεν Ἀποστόλοις μαθητεύειν μὲν “πάντα τὰ ἔθνη, 227
“βαπτίζειν δὲ αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ Υἱοῦ “καὶ τοῦ Ἁγίου Πνεύματος, διδάξαι τε τηρεῖν ὅσα αὐτοῖς “ἐντέταλται.” τούτους δὴ οὖν ἄρα φησὶ τὰ ὀκτὼ τῶν ἀνθρώπων δήγματα, ὡς ἀπό γε τοῦ τῆς ἀναστάσεως καιροῦ, τοῦς ἐν αὐτῷ τε καὶ μετ᾿ αὐτὸν γεγονότας ὑποδηλῶν.
καὶ ταῖς τοῦ πονηροῦ δυστροπίαις τὴν οἰκείαν ὥσπερ ἀντεξάγοντας νῆψιν. ἀνασώζουσι γὰρ τοὺς τὴν ἁγίαν οἰ- 230 κοῦντας χώραν τε καὶ γῆν, νουθεσίαις ἀνατειχίζοντες καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων παιδαγωγίαις ἀσφαλιζόμενοι. ὅτι δὲ ἔμελλεν ὁ τῶν ἁγίων χορὸς ἐπιβουλεύειν
τρόπον τινὰ τῷ σατανᾷ, καὶ νοητῶς αὐτὸν δήγμασι δαπανᾶν, διεσάφει καὶ πάλιν Θεὸς διὰ φωνῆς ἁγίου λέγων περὶ αὐτοῦ 231 “Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, ἕως τίνος; “καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, ὅτι ἐξαίφνης “ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ
“ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς, ὅτι σὺ 232 “ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύσουσί σε πάντες οἱ ὑπο- “λελειμμένοι λαοί.” ἀκούεις ὅτι καταδηχθήσεσθαί τε φησὶ καὶ σκυλευθήσεσθαι τὸν πληθύνοντα ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, τουτέστι, τὸν σατανᾶν; εἶτα τοὺς σκυλεύσαντας
αὐτὸν ὀνομάζει τοὺς ὑπολελειμμένους, τουτέστι, τοὺς ἐκ τοῦ καταλείμματος ἤτοι τοὺς ἐξ Ἰακώβ. ἀλλ᾿ εἰ καί τις Ἀσσύριος ἐπέλθη φησὶ, τουτέστιν, ἀνὴρ ἑτερόφρων καὶ πεπλανημένος, καὶ τὴν εἰς εὐθὺ δίαττουσαν πίστιν οὐκ ἔχων, χωλεύων δὲ ὥσπερ καὶ κεκλασμένος τὸν νοῦν, ἀντανιστᾶσι καὶ τούτῳ
τῆς ἀληθείας τὴν δύναμιν καὶ τῆς αὐτῷ σαθρότητος δεικ- 233 νύντες τὸ ἀτερὲς, ἀποσβοῦσιν ὡς λύκον μονουχὶ καταδάκνοντες 234 καὶ τῆς τῶν νοντῶν προβάτων ἀγέλης εἶναι τέως ἀπωτάτω καὶ ἔξω φέρεσθαι καὶ οὐχ ἐκόντας παρασκευάζοντες. οὗτοι δὴ οὖν οἱ ἑπτὰ ποιμένες, καὶ ὡς ἐν ὀκτὼ νοούμενοι
δήγμασι, ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ῥομφαία. τὸ ποιμανοῦσιν ἀντὶ τοῦ διώξουσι λέγει. ἐπεὶ γὰρ ἐμνήσθη ποιμένων, τετήρηκε τῇ τοῦ λόγου μεταφορᾷ τὸ πρέπον, τὸ ποιμανοῦσιν εἰπών.
ἁγίους ἔθος, σαφηιεῖ λέγων ὁ ψαλμῳδὸς περὶ αὐτῶν “Καὶ 235 “ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν, τοῦ ποιῆσαι ἐκ- “δίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς·” “Ζῶν 236 “γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ “πᾶσαν μάχαιραν δίστομον.” ἐξοπλίζων δὲ καὶ ὁ Παῦλος
τὸν ἐν Χριστῷ νοούμενον στρατιώτην, δίδωσιν αὐτῷ “Τὴν 237 “μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.” ὅτι δὲ διώκει τὸν Ἀσσοὺρ ἡ θεία τε καὶ παναλκὴς ῥομφαία, τουτέστιν ὁ τοῦ Θεοῦ Λόγος, οὐδὲν ἧττον ἡμᾶς ἀναπείσει λέγων καὶ ὁ προφήτης Ἡσαΐας “Καὶ ἔσται ἐν τῇ ἠμέρᾳ ἐκείνῃ ἐπάξει 238
“ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν τὴν μεγάλην καὶ τὴν “ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ b “τὸν δράκοντα·” καὶ πάλιν “Καὶ ἔσται, ὅταν συντελέσῃ 239 “Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσα- “λὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν
“Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν “αὐτοῦ. εἶπε γάρ Τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέ- “σεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνο- 240 “μεύσω, καὶ σείσω πόλεις κατοικουμένας.” ἐν ταύτῃ δὴ οὖν τῇ ῥομφαία ποιμανοῦσι τὸν Ἀσσοὺρ, καὶ πᾶσαν δὲ τὴν γῆν τοῦ Νεβρὼδ ἐν τῷ τάφρῳ αὐτῆς. βούλεται δὲ διὰ τούτων 241 ἐκεῖνο εἰπεῖν. τὴν γῆν τοῦ Νεβρὼδ τὴν τῶν Ἀσσυρίων ὀμομάζει χώραν, ἤτοι τὴν Βαβυλῶνα, περὶ ἣν, ὥς φασι, βαθεῖα βέβλητο
τάφρος. γῆν δὲ αὐτὴν τοῦ Νεβρὼδ ὀμομάζει, διὰ τὸν αὐτὸν εἶναι τὴν Βαβυλωνίων ἀρχὴν καὶ γένεσιν καὶ πατέρα τοῦ γένους. γέγραπται δὲ οὕτως ἐν τῇ Γενέσει περὶ αὐτοῦ 242 “Υἱοὶ δὲ Ῥεγμὰ Σαβὰ καὶ Δαδάν. Χοῦς δὲ ἐγέννησε τὸν “Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. οὗτος ἦν
“γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο “ἐροῦσιν Ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου. καὶ 243 “ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ὁρὲχ “καὶ Ἀρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σενναάρ.” ἐγηγέρθαι μὲν τὸν πύργον ἐν τῇ Χαλάννῃ· Περσικὸν δὲ τοῦτο χωρίον·
καὶ ἡ θεία λέγει γραφή. γῆν οὖν ἄρα τοῦ Νεβρὼδ τὴν Βαβυλῶνά φησιν, ἣ τάφρῳ διέζωσται, καθάπερ ἔφην ἀρτίως. οὕτω δὴ οὖν ποιμανοῦσί φησι τὸν Ἀσσοὺρ, καὶ πᾶσαν δὲ τὴν γῆν τοῦ Νεβρὼδ, ὡς εἴσω μένειν τῆς τάφρου, καὶ πόλεων καὶ χωρῶν κατευρύνεσθαι μὲν οὐκέτι, μένειν δὲ ὥσπερ οἴκοι
περιδεεῖς καὶ τρέμοντας· τοῦτό τοι παθόντα διὰ Χριστοῦ τὰ τῶν δαιμονίων εὑρήσομεν στίφη. οὐ γὰρ ἔτι τῆς ὑφ᾿ ἡλίῳ 244 καταλαζονεύονται, καθὰ καὶ πάλαι καὶ πρὸ τῆς ἐπιδημίας· 245 μένουσι δὲ ὥσπερ ἐν οἷς εἰσὶ, ταῖς τῶν ἁγίων νήψεσι καὶ ἀγαθαῖς συμβουλίαις ἀνακοπτόμενα, καὶ τῆς τῶν ἁγίων εἰργόμενα γῆς, ὡς ἂν ἠρεμαῖον καὶ ἀπόλεμον διαζῶντες βίον ἀποπεραίνειν δύναιντο τὰ ἀδδάνοντα τῷ Θεῷ, καὶ διὰ τῆς
αὐτῷ φιλαιτάτης εὐκοσμίας καταφαιδρύνεσθαι.
πολλῶν, ὡς δρόσος παρὰ Κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπ᾿ ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεῖς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων.
τε καὶ διασεσωσμένου διὰ τῆς πίστεως μέρους καὶ αὐτοὶ γενόνασιν οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ συναθλοῦντες αὐτοῖς καὶ συνηλγηκότες αὐτοῖς ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. τούτους δὴ οὖν αὐτοὺς σεσῶσθαί φησιν ἐν τοῖς ἔθνεσιν, οἷάτινα δρόσον ἀγρῶν καταχεομένην, καὶ τῆς διαβολικῆς δυστροπίας
τὸν καύσωνα παραλύουσαν. ὥσπερ γὰρ ἐν κήποις ἤγουν ἐν ἀγροῖς πόαις τε καὶ κρίνοις εἰ τὸ τῆς ἡλιακῆς ἀκτῖνος ἐμπίπτει σέλας, χαλᾶσθαι ποιεῖ πρὸς τὸ ἀκαλλὲς, καὶ 247 εἰς αὐτό πως ἤδη μεμαράνθαι δοκεῖν· οὕτω καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς κοσμικαῖς φιληδονίαις ὅτε τὸν ἀνθρώπινον κατα- 248 φλέγει νοῦν, καταμαραίνει τρόπον τινὰ καὶ πολὺ λίαν ἀκαλλῆ φαίνεσθαι ποιεῖ. ἀνορθοῖ δὲ ὥσπερ αὐτὸν ὁ τοῦ Θεοῦ Λόγος, καθὰ καὶ ἄνθος ἢ πόας ἡ δρόσος. καὶ οὕτως ἔσονται, φησὶ, καὶ οἱ ἐξ Ἰακὼβ ἐν τοῖς ἔθνεσι, τὰς τῶν πειθμένων ψυχὰς οἷά τινι δρόσῳ κατάρδοντες τοῖς εἰς εὐσέβειαν
λόγοις, καὶ μαθήμασιν εὐαγγελικοῖς πλουσίως καταπιαίνοντες. κατορχήσονται δὲ ὥσπερ βοτάνης ἀμνοὶ, τουτέστι πλείστην τε ὅσην καὶ ἀμφιλαφῆ τὴν νομὴν εὑρήσουσιν· ἑτοιμότερα γάρ πως ἀεὶ τὰ ἔθνη πρὸς τὸ εὐήνιον καὶ νενευκότα πολὺ πρὸς τὸ πιστεῦσαι Χριστῷ, καὶ πρός γε φημὶ τὸ ἀσυγκρίτως
ἀμεῖνον τῆς ἐν ἀρχαῖς ἑλέσθαι ζωῆς. ἀλλ᾿ ὥσπερ ἀμνοῖς πολλή τε καὶ εὐανθὴς εἰ παρακέοιτο πόα, τότε δὴ τότε κατα- 249 τρυφῶσί τε καὶ κατασκαίρουσι· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ τῶν διδασκόντων ὁ νοῦς τρυφὴν ποιεῖται καὶ τέρψιν τῶν παιδαγωγουμένων τὸ εὐήνιον, καὶ τῶν μυσταγωγουμένων
τὸ εὐπειθές.
251 λῶν, προσετίθει λέγων “Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω “τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ 252 “ἔργον.” βρῶμα δὴ οὖν τοῖς ἁγίοις καὶ τρυφὴ, τὸ ἔργον τοῦ Θεοῦ. κατορχήσονται τοίνυν φησὶν ὥσπερ ἄγρωστιν ἤγουν εὐανθῆ κείροντες πόαν, καὶ οἱονεί πως καταφερβόμενοι
τοὺς ἐξ ἐθνῶν πιστεύοντας οἱ ἐξ Ἰακὼβ, κατευρυνομένην δὲ οὕτω τοῦ κηρύγματος εὑρήσουσι τὴν ὁδὸν, ὡς μηδένα 253 δύνασθαι συναχθῆναί τε καὶ ὑποστῆναι κατ᾿ αὐτῶν, τουτέστι, μήτε συνελθεῖν μήτε μὴν ἀντισχεῖν· τοῦτο γὰρ τὸ ὑποστῆναι εἰ κακοῦν ἕλοιντό τινες τῶν ἐν υἱοῖς ἀνθρώπων. πολλαὶ μὲν γὰρ καὶ παρὰ πολλῶν σκέψεις τε καὶ ἐγχειρήματα συντέθεινται 254
κατ᾿ αὐτῶν, ἠδίκηνται δὲ οὐδὲν, Θεοῦ κατευνάχοντος τοὺς τῶν ἰσχυόντων θυμοὺς, καὶ οἷον εὐδοκίας ὅπλῳ περιβάλλοντος 255 τοὺς ἰδίους καὶ παραδόξως αὐτοὺς ἐκ παντὸς ῥυομένου τε καὶ ἀνασώζοντος πειρασμοῦ.
πολλῶν ὡς λέων ἐν κτήνεσιν ἐν τῷ δρυμῷ καὶ ὡς σκύμνος ἐν 256 ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος. ὑψωθήσεται ἡ χείρ σου ἐπί
τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται.
ἀναδεδδειγμένοι κήρυκες καὶ ἱερουργοὶ, ἔσονται μὲν ὡς δρόσος ἐν τοῖς ἔθνεσιν, νεμηθήσονται δὲ καὶ ὡς ἄρνες καλῆς καὶ ἀμφιλαφοῦς κατασκαίροντες πόας. γενηθήσονται δὲ οὐδὲν ἧττον καὶ ὡσεὶ λέων ἐν κτήνεσι δρυμοῦ, βαρὺ καὶ φρικῶδες καταβρυχόμενος, καὶ ἀφόρητον ἐντιθεὶς τὸ δεῖμα καὶ
τοῖς μακράν. ἔσονται δὲ καὶ ὡς σκύμνοι λέοντος ἐν ποιμνίοις, 258 259 κατεξανιστάμενοι δηλονότι γενναίως καὶ ὧν ἂν ἕλοιντο καταθρώσκοντες, ἀντεξάγοντος οὐδενὸς ἤγουν ἐξελέσθαι δυναμένου τὸ ἡρπασμένον· ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς 260 Χριστὸς τοῖς ἁγίοις ἔφασκε μαθηταῖς “Ἰδοὺ ἐγὼ ἀποστέλλω “ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων,” τουτέστι, πράους τε
καὶ ὑφειμένους· κἂν εἰ ἕτοιμοι πρὸς τὸ φονᾶν εἶεν ἂν τῶν ἐν κύσμῳ τινὲς, καὶ τῇ τῶν λύκων ὠμότητι παραχωροῦντες οὐσὲν, ἰδίᾳ δὲ αὐτὸς ἰσχύϊ τὰς τῶν πολεμούντων συνθραύσω καρδίας· δειλοὺς καὶ ἀνάνδρους ἀποτελῶ· καὶ πολύ τι τὸ περὶ ὑμᾶς ἐργάσομαι σέβας. οὕτω κεκρατήκασι τῶν ἐχθρῶν,
νενικήκασι τοὺς ἀνθρστηκότας, φοβεροὶ τοῖς λύλοις γεγόνασι, καίτοι προβάτων ἐν τάξει κείμενοι· διέδρασαν τὰς ἐπιβουλάς, 261 “Κινδύνους λῃστῶν, ὡς ὁ μακάριος γράφει Παῦλος, κινδύ- “νους ἐκ γένους, κινδύνους ἐν ψευδαδέλφοις,” καὶ διηρπάζοντο μὲν ὡς ὑπὸ λεόντων αἱ τῶν ἐθνῶν ἀγέλαι· ὁ δὲ ἰδίοις
αὐτὰς θελήμασι καταβοσκήσας εἰς ὄλεθρον σατανᾶς, ἐπαμύνειν οὐκ εἶχεν, οὔτε μὴν ἐκσπᾶσαι χειρῶν ἀποστολικῶν τὸ εἰλημμένον εἰς σωτηρίαν. καὶ τοῦτο ἦν ἄρα τὸ πρὸς αὐτὸν 262 εἰρημένον διὰ φωνῆς Ἀμβακούμ “Οὐαὶ ὁ πληθύνων ἑαυτῷ “τὰ οὐκ ὄντα αὐτοῦ· ἕως τίνος; καὶ βαρύνων τὸν κλοιὸν
263 “αὐτοῦ στιβαρῶς, ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες “αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρ- “παγὴν αὐτοῖς. ὅτι σὺ ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύ- “σουσί σε πάντες οἱ ὑπολελειμμένοι λαοί.” κατέδακνον μὲν γὰρ οἱ ὀκτὼ, καὶ διήρπαζον ὡς σκύμνοι τὰ παρ᾿ ἐκείνου συνηθροισμένα·
συναγήγερκε γὰρ ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, Θεοῦ 264 γὰρ ὁ ἄνθρωπος, μᾶλλον δὲ καὶ τὰ πάντα, καὶ οὐδὲν ἐκείνου παντελῶς· πλὴν ἐσκυλεύετο παρὰ τῶν ὑπολελειμμένων λαῶν, τουτέστι τῶν ἐκ τοῦ καταλείμματος, ἵνα πάλιν ἐννοῇς τῶν εὐαγγελικῶν θεσπισμάτων τοὺς ἱερουργούς. εἶτα πρὸς 265
αὐτοὺς ὁ ἐνισχύων αὐτοὺς καὶ συνέχων Κύριος Ὑψωθήσεται, φησὶν, ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται. νενικήκασι γὰρ, ὡς ἔφην, ἐν Χριστῷ, καὶ ἀμείνους ἦσαν ἁπάσης ἐπιβουλῆς, καὶ διέλαμψαν ἐν κόσμῳ, καὶ κατεκράτησαν ἐχθρῶν, Θεῷ κατακτώμενοι
τοὺς ἀπολωλότας.
ἵππους σου ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἅρματά σου, καὶ
ἐξολοθρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ 266 ὀχυρώματά σου· καὶ ἐξαρῶ τὰ φάρμακά σου ἐκ τῶν χειρῶν
σου, καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί· καὶ ἐξολοθρεύσω
τὰ γλυπτά σου καὶ τὰς στηλάς σου ἐκ μέσου σου, καὶ οὐκ ἔτι οὐ μὴ προσκυνήσεις τοῖς ἔργοις τῶν χειρῶν σου· καὶ ἐκκόψω
τὰ ἄλση ἐκ μέσου σου, καὶ ἀφανιῶ τὰς πόλεις σου, καὶ ποιήσω
ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἀνθ᾿ ὧν οὐκ 267
εἰσήκουσαν.
“ποιμνίου αὐχμώδης, θύγατερ Σιὼν, ἐπὶ σὲ ἥξει, καὶ εἰσε- 269 “λεύσεται ἡ ἀρχὴ ἡ πρώτη βασιλεία Βαβυλῶνος.” τότε δὴ οὖν τότε, φησὶν, οἰχήσεται μὲν σου τὸ ἱππικὸν, συνδιολεῖται δὲ τούτοις καὶ ὀχημάτων ἀγερωχία, καταδῃωθήσονται δὲ καὶ 270 αἱ πόλεις, καὶ αὐτῶν ἔρημος ἔσῃ τῶν ὀχυρωμάτων, τουτέστι τειχῶν· κατεπίμπρασαν γὰρ αὐτοῖς ἀνδράσι τὰς πόλεις οἱ Βαβυλώνιοι·
τὰ δέ γε τῆς σῆς ἀπονοίας ἐπιτηδεύματα, γοητεῖαί τε καὶ ψευδομαντεῖαι, καὶ αὐτὰ τὰ τῆς ἀπάτης ἐργαστήρια, τεμένη δὲ πάντως ὁμοῦ τοῖς εἰδώλοις ἐξολοθρευθήσονται, καὶ ἐκ βάθρων αὐτῶν πεσεῖται τὰ ἄλση. καὶ τί τὸ ἐντεῦθεν; διαβόητος ἡ δίκη, καὶ ὁ τῆς ποινῆς τρόπος οὐκ ἂν διαλάθοι
τοὺς ὁμόρους τῶν ἐθνῶν. γνώσονται δὲ, ὅτι πάντα 271 συνέβη παθεῖν αὐτοὺς ἀνθ᾿ ὧν οὐκ εἰσήκουσαν, τουτέστι, τὰ τῆς ἀπειθείας ἐγκλήματα. ἔφη τι τοιοῦτον τοῖς ἀχάλινον 272 ἔχουσιν εἰς τὸ ἀπειθὲς τὴν ῥοπὴν καὶ Ἡ σοφία πάλιν “Ἀνθ᾿ “ὧν ἐξέτεινον λόγους καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους
“ἐποιεῖτε ἐμὰς βουλὰς, τοῖς δὲ ἐμοῖς λόγοις οὐ προσείχετε· “τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, κατα- “χαροῦμαι δὲ ἥνικα ἂν ἔρχηται ὑμῖν ὄλεθρος, καὶ ὡς ἂν “ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως 273 “καταιγίδι παρῇ·” καρποὶ δὲ ἀποστροφῆς “ὀργὴ καὶ θυμὸς,
274 “θλίψις καὶ στενοχωρία” κατὰ παντὸς ἐπέκεινα τοῦ κατακούειν εἰωθότος. δεῖ δὴ οὖν ἄρα καὶ λίαν ἀμελλητὶ Θεῷ καλοῦντι πρὸς τὸ συμφέρον ἕπεσθαί τε γοργῶς, καὶ τὰ αὐτῷ θυμήρη πληροῦν· ὡς τὸ γε βραδὺ καὶ ῥᾴθυμον εἰς τὸ 275 δρᾶν ἑλέσθαι τὸ ἀγαθὸν, πρὸς πολλῆς ἡμῖν ἔσται ζημίας, καὶ πικροις ἐνίησι πόνοις. θέα δὲ ὅπως καὶ δίκας αἰτῶν τῶν ἡμαρτημένων ὀνίνησι Θεός. ἀπαλλάττει γὰρ τὸν Ἰσραὴλ βεβήλου τε καὶ βδελυρᾶς εἰδωλολατρείας, καὶ ἀνοσίων
ἐγχειρημάτων, φαρμακείας καὶ ψευδομαντείας, βωμῶν, τεμενῶν, θυσιῶν, καὶ τοῦ προσκυνεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. οὐκοῦν οὐκ ἀνόνητον τὸ παιδεύεσθαι, “πλὴν εἰ ἐν 276 “κρίσει γένοιτο, καὶ μὴ ἐν θυμῷ,” κατὰ τὴν τοῦ προφήτου 277 φωνήν.
που τῆς ἀρχαίς ἐκείνης εἰδωλολατρείας ἐξῄτηνται λόγους, εἰ καὶ ἦσαν παρ᾿ αὐτοῖς αἱ προσκυνεῖν ἔτι τῇ κτίσει βουλόμενοι καὶ γοητειῶν ἁπτόμενοι. φιλεῖ γάρ πως ἀεὶ τοῖς 278 εἰδωλολατρεῖν ᾐρημένοις ἕπεσθαι ταυτὶ, καὶ οὐδέν ἐστι παρ᾿ αὐτοῖς τῶν ἄγων ἐκτοπωτάτων, ὃ φαύλην ἔχει τὴν δόξαν.
τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες θεμάλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸον λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ 279 διελεγχθήσεται.
δεινῶν προεκδειματοῦν ἔσθ᾿ ὅτε τοὺς ἡμαρτηκότας· οὐ μὴν 281 ἐᾶν ἀμαλθάκτους καὶ ἀπηνεῖς ὡς ἀπεγνωκότας, ἀλλ᾿ ὁμοῦ τοῖς συμβήσεσθαι μέλλουσι τὸν τῆς παρακλήσεως εἰσκομίζειν λόγον, καὶ τόπον ὥσπερ αὐτοῖς τοῦ διαδράναι τηρεῖν, εἰ παλινδρομεῖν ἕλοιντο πρὸς μετάγνωσιν. τοῦτό τοι καὶ νῦν
ἐξ ἐμφύτου πάλιν ἐργάζεται γαληνότητος. ἀκούσατε τοίνυν φησὶν ὅσα ὁ Κύριος εἶπε. τί δέ μοι προστέταχεν; Ἀνάστηθι καὶ κριθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνῆς σου. 282 ἔοικε μὲν οὖν τῷ διὰ φωνῆς Ἡσαΐου καὶ τοῦτο “Ἄκουε 283 “οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν.” ὄρη γὰρ
που δὴ τάχα καὶ βουνοὺς τὰς νοητὰς ὀνομάζει δυνάμεις, αἳ τόδε τὸ σύμπαν περιέπουσι κατὰ βούλησιν Θεοῦ, τὰς τῶν δαιμόνων πλεονεξίας ἀποσοβοῦσαι τῶν ἐπὶ τῆς γῆς. ἐπειδὴ δὲ τῆς τοῦ Θεοῦ γαληνότητος τὴν ὑπερβολὴν αὗται δὴ μάλιστα καὶ πρό γε τῶν ἄλλων ἐπιγινώσκουσιν, ὅσην τε
τῶν καθ᾿ ἡμᾶς ποιεῖται φροντίδα μεμαθήκασιν ἐξ ὧν ἐνεργοῦσιν εἰς ἡμᾶς, τοῖς παρ᾿ αὐτοῦ πειθόμεναι νόμοις, ἐπ᾿ αὐτῶν γενήσεσθαι δεῖν τὴν κρίσιν ἐντέλλεται. εἰκὸς δὲ δή 284 τι καὶ ἕτερον τὸν προφητικὸν ἡμῖν ὑποφαίνειν λόγον. ἐπειδὴ γὰρ ὄρη τε καὶ βουνοὺς καταλαμβάνοντες οἱ ἐξ Ἰσραὴλ
285 ἐκεῖ τελετάς τε καὶ θυσίας τοῖς δαιμονίοις προσῆγον “ὑπο- 286 “κάτω δρυὸς καὶ λεύκης,” ταύτῃτοι λοιπὸν πρὸς βουνοὺς ἡμαρτηκότας· κρίσις, ἐν οἷς ἦσαν ἐναργὴ τὰ τῶν κατηγορουμένων ἐγκλήματα. εἰκὸς δὲ βουνοὺς καὶ θεμέλια τῆς γῆς ὀνομάζειν αὐτὸν
τοῦς ὑπερκειμένους ἐν δόξῃ καὶ ὑπεραίροντας ἐν τιμῇ τὴν τῶν ἀγελαίων πληθὺν, οἳ καὶ μάλιστα γεγόνασι τοῖς ὑπὸ χεὶρα καὶ ὁδὸς καὶ πάγη πρὸς ὄλεθρον. ἔφη γάρ που πρὸς 287 αὐτούς “Ὅτι πρὸς ὑμᾶς ἐστι τὸ κρῖμα, ὅτι παγὶς ἐνεγήθητε 288 “ τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον.”
ὦ τοίνυν, φησὶ, τῶν ἄλλων ὑπερανεστηκότες, ὦ θεμέλια τῆς γῆς, τουτέστιν, ἐφ᾿ οἷς τὰ τῶν ἄλλων ἐρήρεισται πράγματα, ἀκούσατε τὴν πρὸς ὑμᾶς κρίσιν τοῦ πάντων Κυρίου.
γῆς, ἵνα γνῶμεν διὰ μὲν τῶν βουνῶν τὸ οἷον ἦρθαι ὑψοῦ τοὺς τῶν λαῶν ἡγουμένους, καὶ τὸ τῶν ἄλλων ὑπερέχειν καὶ ἀνανήχεσθαι μέτρον, θεμέλια δὲ τοὺς αὐτούς. οἱ γὰρ χωρῶν ἢ πόλεων ἡγούμενοι, ὥσπερ εἰσὶ περιφανεῖς τὴν δόξαν, ἠρμένοι τε πρὸς τὸ ὑψοῦ, οὕτως εἶεν ἂν καὶ θεμέλια τῆς γῆς,
τουτέστιν, ἔρεισμα τρόπον τινὰ καὶ ὑποβάθρα κείμενοι τῶν 291 πραγμάτων. συμβέβηκε γὰρ ἐπ᾿ αὐτοῖς, καὶ οἷον ἐνίδρυταί πως, τὰ τῶν ἑτέρων πράγματα, καθάπερ ἔφην αὐτίως.
σοι; ἀποκρίθητί μοι. διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ.
ἀπροφάσιστον ἀποφαίνων τῶν εἰς αὐτὸν δεδυσσεβηκότων τῆς ἀποστασίας τὸν τρόπον, καὶ πέρα λόγου τοῦ πρέποντος, μᾶλλον δὲ καὶ ἀποπληξίας ἁπάσης, τὰ τολμήματα, καὶ τὸ τῆς ἀναισθησίας μέγεθος ἀσύνηθές τε καὶ ξένον καὶ αὐτοῖς που τάχα τοῖς λίαν ἀγνώμοσι. ποία γὰρ εἰπέ μοι, φησὶ,
τῶν εἰς ἐμὲ δεδυσσεβημένων ἡ πρόφασις; τί δὲ ὅλως τὸ δύσοιστον ἢ καὶ ὅλως φορτικὸν τῶν ἐμῶν θεσπισμάτων; 294 ἢ τί τὸ λογισμοῦ τοῦ πρέποντος, πικρᾶς ὅτι σε δουλείας ἀπήλλαττον, πηλοῦ καὶ πλινθείας καὶ τῶν ἐντεῦθεν ἱδρώτων
ἐξεκόμιζον εὐσθενῶς· προσκέκρουκα τοῖς ἠλεημένοις ὅτε καὶ ἀδικοῦσι τοῖ Αἰγυπτίοις καὶ αὐτὴν ἐμαυτῷ διεξώπλιζον τὴν αὐτὸν ἐμοὶ τὸν παιδαγωγὸν, ψημὶ δὴ Μωυσέα, τὸν εἰς εὐκλεᾶ σύνεσιν ἀποφέροντα, καὶ παραδεικνύντα σαφῶς
τὸ ἁνδάνον Θεῷ, ἵνα ἔχοις ἀκράδαντον τὸ διαβιῶναι 295 λαμπρῶς, καὶ εἰς ἄκρον ἤκειν εὐημερίας καὶ δόξης· οὐ μετρίαν δὲ τάχα καὶ αὐτὴν ποιήσει τὴν καταβοὴν τῆς ἱερουργίας· ἐγὼ μὲν γὰρ κέχρικα τὸν Ἀαρὼν, καὶ μεσιτεύειν προστέταχα Θεῷ καὶ ὑμῖν, καὶ ταῖς ἐν τύπῳ θυσίαις ἐκμειλίσσεσθαι 296
Θεόν. ἀσχάλλετε δὲ καὶ πρὸς τοῦτο αὐτοί; τί δ᾿ ἂν εἴποιμι τὴν Μαριὰμ, τὴν τοῖς Αἰγυπτίοις ἀπολωλόσιν ἐπιτωθάζουσαν, καὶ ταῖς χορευούσαις ἐξάρχουσαν; εἶδε γὰρ ἥδε κατακτυποῦσα τὸ τύμπανον, ἵππον τε καὶ ἀναβάτην καταπεπνιγμένους ἐν ὕδασιν· ἀλλά σοι τάχα, καὶ τὸ νικᾶν
ἀπευκτὸν, καὶ ἐν λόγῳ οὐδενὶ τὰ Θεοῦ, σοὶ μὲν διὰ μέσων ἐξιέναι κυμάτων ἐξεῖναι διδόντος, ἀνήμερον δὲ τοῖς ἐχθροῖς ἀποτελοῦντος τὴν θάλασσαν. ἐν ἤθει δὴ οὖν ποιεῖται τὰς μέμψεις, ὧν ἀσχήκασιν ἀγαθῶν διανιστὰς εἰς ἀνάμνησιν, καὶ οἱονείπως κατονειδίζων ἀστείως ὡς λήθην εἰσδεδγμένους, 297
ὧν ἦν ἄμεινον μεμνῆσθαι διαπαντὸς, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις ἀντευφραίνειν τὸν Εὐεργέτην.
ἀκαθάρτου φιληδονίας· διεβίβασε δὲ καὶ θάλασσαν τοὺς ἐν τῷδε τῷ κόσμῳ περισπασμοὺς, μόνον δὲ οὐχὶ καὶ πικρῶν ἀπήλλαξε κυμάτων τῶν ἐπ᾿ αὐτοῖς κινδύνων, καὶ νόμους τοὺς 298 θείους εἰς νοῦν ἐνεχάραξεν· ἀνέδειξε δὲ καὶ ἱερουργὸν τὸν 299 300 τῆς σωτηρίας ἡμῶν “ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦ.” ἐξαπέστειλε δὲ ὥσπερ καὶ Μαριὰμ, δῆλον δὲ ὅτι τὴν Ἐκκλησίαν, ἣ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς καταλαλάξει λαμπρῶς ἀνατιθεῖσα τὴν δόξαν τῷ σεσωκότι Θεῷ. ἀεὶ γὰρ ὕμονι καὶ χαριστήρια, καὶ τῆς τοῦ Θεοῦ δόξης ἔπαινοι καὶ ἀναῤῥήσεις
ἐν ἐκκλησίαις. παραφυλακτέον δὴ οὖν καὶ ἡμῖν 301 αὐτοῖς, μὴ ἄρα πως ἡμᾶς τοῖς Ἰουδαϊκοῖς ἐγκλήμασιν ὑποβάλῃ τὸ ῥᾴθυμον, καὶ μὴ φορτικὸν ἡγώμεθα τὸ ἁνδάνον 302 Θεῷ. ὡς γὰρ ὁ μακάριός φησιν Ἰωάννης “Αἱ ἐντολαὶ “αὐτοῦ βαρεῖαι οὐκ εἰσί·” καὶ αὐτὸς δὲ ὁ Χριστός “Ὅτι ὁ
“ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.” προσάγωμεν τοίνυν τὸ ἀδδάνον Θεῷ, ὅτι τῶν παρ᾿ αὐτοῦ φορτικὸν οὐδέν· χρηστὰ δὲ πάντα καὶ τοῖς ἄριστα διαβιοῦν ᾑρημένοις εὐδιακόσμητα παντελῶς.
303 Μωὰβ, καὶ τί αὐτῷ ἀπεκρίοη Βαλαὰμ υἱὸς τοῦ Βεὼρ ἀπὸ τῶν Σχοίνων ἕως τοῦ Γαλγὰλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ Κυρίου.
λεγυπημένους ἀποκλῖναι πρὸς ἀπόστασιν. ἠξίωσα γὰρ 304 τοσαύτης φησὶ τῆς παρ᾿ ἐμοῦ φειδοῦς καὶ ἀγάπης, ὡς μηδ᾿ ὅσον ἧκεν εἰς νοῦν ἀνασχέσθαι δυσφημουμέων. ὁ μὲν γὰρ ἐπάρατος Βαλὰκ, ὁ Μωαβιτῶν τύραννος κατεμισθοῦτο τὸν 305 Βαλαὰμ γόητα καὶ οἱωνοσκόπον, εἶτα καταράσασθαι παρε- 306
κάλει τὸν Ἰσραήλ· ὁ δὲ γε τῶν ὄλων Θεὸς παράδοξόν τι καὶ ὑπερφυὲς κατειργάζετο, τὴν τοῦ ψευδομάντεως γλῶτταν μετατρέπων εἰς εὐλογίαν. ἐπίκλημα δὲ ποιουμένου τὸ χρῆμα τοῦ Βαλὰκ, καταιτιωμένου τε τὸν οἰωνοσκόπον, ἀπεκόμιζε μὲν εὐὺς ἐφ᾿ ἑτέρους αὐτὸν βουνούς. εἶτα βωμοὺς ἐγείρειν 307
προστάττων, καὶ ταύτους ἱερουργεῖν, ᾤετο τάχα που μὴ ἐν παντὶ τόπῳ δύνασθαι τὸν Θεὸν, ἀλλ᾿ ηὐλόγει πανταχῆ, καίτοι περιθέων ἐκ τῶν καλουμένων Σχοίνων· Χῶρος δὲ τῆς d Μωάβ· ἕως ὄρους Γαλγάλ. μνήσθητι δὴ οὖν τί μὲν ἐβουλεύσατο Βαλὰκ, τί δὲ Βαλαὰμ ἀπεκρίνατο. ἐγὼ μὲν γὰρ
καὶ αὐτὰς ἀνέκοπτον τὰς καθ᾿ ὑμῶν δυσφημίας, οὐδὲ ὅσον ἧκεν εἰς λόγους καταλυπεῖν ἐπιτρέπων τὸν οὐωνοσκόπον. ὑμεῖς δὲ καὶ τούτων ἀμνημονήσαντες, τὴν ἐμοὶ πρέπουσαν δόξαν ὕλαις ἀψύχοις ἀνατεθείκατε, δαμάλεσι ταῖς χρυσαῖς ἐπιφωνοῦντές τε καὶ λέγοντες “Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, 308
“οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.”
που πάντως τὸ δἰ οὗ ἂν γένοιτο καὶ ἡμὰς αὐτοὺς ὁρᾶσθαι 310 θεοφιλεῖς. τοῦτο δὲ ἐστι, τὸ τοῖς αὐτοῦ θελήμασιν ἕπεσθαι, καὶ τὸ αὐτῷ θυμῆρες ἀποπεραίνειν εὖ μάλα, μονονουχὶ δὲ 311 τῷ τῆς διανοίας παραστήματι γεγονότας ἐγγὺς, ἐκεῖνο λέγειν τὸ ἐν ψαλμοῖς “Ἐκολλήθη ἡ ψυχή μου ὁπίσω σου.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.