ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
ὡς ἀπωτάτω. πολλοὶ δὲ γεγόνασι καὶ καθεξῆς, προδια- μαρτυρομένου τρόπον τινὰ τοῦ Θεοῦ, καὶ διὰ πλείστων ὅσων 2 στομάτων προαναφωνοῦντος ἐναργῶς, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, μήτε μὴν ποιοῖντο περὶ πολλοῦ τὴν εἰς τὰ ἀμείνω λοιπὸν ἐπιτηδεύειν ἀναδρομὴν, αὐτοὶ καθ’ ἑαυτῶν ὁριοῦσι
τὰς δίκας, καὶ αὐτόκλητον ἀνατλάντες ὄλεθρον, τὰς ἃς τοῦ 3 παθεῖν αἰτίας ταῖς ἰδίαις ἀνάψουσι γνώμαις. εἰ δὲ δὴ τῶν αὐτῶν ἔχοιντο διηγημάτων τῶν ἁγίων προφητῶν οἱ λόγοι, αἰτιάσθω μηδεὶς, ταὐτολογίαν ἐπιφημίζων αὐτοῖς, ἀναλογιζέσθω 4 δὲ μᾶλλον ἐκεῖνο σαφῶς· οὐδένα γὰρ ἐχρῆν ὀφθῆναι καιρὸν, καθ’ ὃν οὐκ ἦσαν οἱ ἐπανορθοῦν ἰσχύοντες τοὺς
ἡμαρτηκότας. καὶ ὥσπερ οὐκ ἃν αἰτιάσαιτό τις, εἴ γε νοῦν ἔχοι, τὸ κατὰ πάντα καιρὸν ὑπάρχειν ἰατροὺς, τοὺς τὰ αὐτὰ τῶν ἐν ἡμῖν παθῶν ταῖς αὐτοῖς πρεπούσαις ἐπικουρίαις ἀνασειράζοντας, οὕτως οὐκ ἃν, οἶμαί, τις εὐλόγως ἐπιτιμήσειε τοῖς ἁγίοις προφήταις, εἰ καὶ διὰ τῶν αὐτῶν ἰόντες φαίνοιντο
πραγμάτων τε καὶ λόγων. εἷς γὰρ ἦν κύριος ὁ πᾶσι λαλῶν, 5 καὶ τοῖς πλανωμένοις ἀναδεικνὺς κατὰ πάντα καιρὸν τοὺς ἀποκομίζειν εἰδότας εἰς εὐθεῖαν ὥσπερ ὁδόν. προαγορεύουσι γὰρ ἅπαντες τοὺς πολέμους, τὰς αἰχμαλωσίας, τὴν τῶν πόλεων ἐρήμωσιν, τοὺς πόνους, τὰ πένθη, τοὺς ἐπὶ τοῖς
τεθνεῶσιν ὀδυρμοὺς, τὰς τῶν παραλελημμένων ταλαιπω- ρίας, τὴν τῶν πορθούντων ὠμότητα· καὶ ἁπαξαπλῶς διὰ πάσης αὐτοῖς ἀγριότητος κεχωρηκότα τὰ διηγήματα κατίδοι τις ἃν, διά γε τὸ τοῖς πλανωμένοις εἰς ὄνησιν ἀναγκαῖον. ἀνακόπτεται γὰρ ἔσθ’ ὅτε τοῖς δείμασι καὶ τὸ ἀσχέτως
6 ἐκνενευκὸς εἰς ἀπόστασίν τε καὶ ἁμαρτίαν.
8 τεθνεῶτος δὲ διαδέχεται τὴν ἀρχὴν ὁ Ἄχαζ, ὃς καὶ παρατείνοντος τοῦ πολέμου κατεμισθοῦτο χρήμασι τὸν Ἀσσύριον, 9 ἐπαμῦναί τε οἱ παρεκάλει, ταῖς τῶν ἐπιόντων δυνάμεσιν ἀντεξάγειν οὐκ ἔχοντι· ὃς καὶ παρελθὼν εἷλε μὲν τὴν
Δαμασκὸν, ἀπέκτεινε δὲ καὶ τὸν ̔Ραασσών. εἶτα κατ’ 10 ἐκεῖνο τοῦ καιροῦ βασιλευόντων ἐν τῆ Σαμαρείᾳ ̔ Ιεροβοάμ τε τοῦ Ἰωὰς, καὶ μετ’ αὐτὸν Ἀζαρίου, καὶ τρίτου δὲ Μαναεὶμ, ἀνέβη Φουλὰ βασιλεὺς Ἀσσυρίων, ὃς καὶ πολλοῖς 11 μόλις χρήμασιν ὑποπεισθεὶς, εἰς τὴν ἐνεγκοῦσαν ἀνεκομίζετο.
μετὰ ’δε γε τὸν Φουλὰ κατεστράτευε τῆς Ἰουδαίων 12 γῆς Θεγλαφαλάσαρ ὁ Ἀσσύριος, καὶ πλείστας μὲν ὅσας τῆς Σαμαρείας ἀνέστησε πόλεις· προσετίθει δὲ αὐταῖς καὶ 13 πᾶσαν τὴν Γαλιλαίαν ἕως Νεφθαλείμ. εἴρηται μὲν οὖν ταυτὶ δὴ λεπτῶς, ὅτε τὴν ἐπὶ τῷ μακαρίῳ προφήτη Ὠσηὲ 14
συνετίθεμεν ἐξήγησιν, ὑπεμνήσαμεν δὲ καὶ νῦν ἀναγκαίως διὰ τὸ τεθεῖσθαι τοὺς χρόνους καὶ τῆς τοῦ Μιχαίου προφητείας. ἔδει γὰρ ἐδεῖ τὸν φιλακροάμονα καὶ φιλομαθῆ μὴ ἀγνοῆσαι τὴν αἰτίαν, δι’ ἢν ὠνομάσθησαν οἱ τῆς ̔ Ιερουσαλὴμ βεβασιλευκότες, Ἰωάθαμ φημὶ καὶ Ἄχαζ. παρατείνει
δὲ τῆς προφητείας ὁ χρόνος καὶ μέχρι τῆς Ἐζεκίου βασιλείας, ἐφ’ οὗ πάλιν ὁ Σεναχηρείμ· Ἀσσυρίων καὶ οὗτος 15 βασιλεύς· εἷλε κατὰ κράτος τὴν Σαμαρειτῶν, κατεδῄωσε δὲ 16 καὶ τὰς πόλεις τῶν Φυλιστιεὶμ, τουτέστι τὰς Παλαιστηνῶν. εἶτα τὴν Λάχις ἑλών· πόλις δὲ αὕτη τῆς Ἰούδα βασιλείας. 17 ἐκεῖθεν πέμπει ̔ Ραψάκην πολιορκήσοντα τὴν ̔ Ιερουσαλὴμ, ὃς καὶ τῆς ἀλαζονείας καὶ τῆς κατὰ Θεοῦ γλωσσαλγίας 18 ἐξαιτεῖται δίκας, ἀποθανουσῶν ἐν μιᾷ νυκτὶ τῆς τῶν Ἀσσυρίων στρατιᾶς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων. γέγονε τοίνυν, φησὶν, ὁ λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ
19 Μωραθί.
21 τόπου σημαίνηται. φασὶ γὰρ εἶναι τὴν Μωραθὶ κώμην ἤτοι πολίχνην τῆς Ἰουδαίων γενέσθαι χώρας. συμφέρονται δὲ τῇ ἐκδόσει καὶ οἱ ἕτεροι τῶν ἑρμηνευτῶν. οὐκοῦν εἴη ἂν οὐχὶ τοῦ Προφήτου πατὴρ ὁ Μωραθί· σημαίνεται δὲ, ὡς ἔφην, ἐκ τόπου μᾶλλον καὶ Μωραθίτης. τίνες δὲ ἄρα λοιπον
οἱ πρὸς αὐτὸν γεγονότες λόγοι, περιαθρεῖν άναγκαιον.
Κύριος ἐξ οἴκου ὁγίου αὐτοῦ.
κρατοῦντος Θεοῦ πληροφορεῖ προστιθεὶς, ὅτι ἔσται Κύριος ἐν υμιν εἰς μαρτύριον. μονονουχὶ γάρ φησι κἂν αὐτὸς ἐγὼ Μιχαίας ποιῶμαι τοὺς λόγους, κἂν εἰ μεσιτεύοιμι τυχὸν ὡς ἄνθρωπος, ἀλλ’ αὐτὸς ὑμῖν ὁ τῶν ὅλων διαμαρτύρεται Θεὸς, καὶ δεσποτικοῖς θεσπίσμασι τὴν ἐμαυτοῦ δανείζω φωνήν. 26
ἔσται τοίνυν ὑμῖν εἰς μαρτύριον ἐκεῖνος αὐτὸς, ᾧ τὸν διαβόητον τουτονὶ καὶ περιφανῆ ναὸν ἐστήσατε, ὧ τὸ θεῖον ἵδρυται πρὸς ὑμῶν θυσιαστήριον, ᾧ τὸ σέβας ἀνάπτειν πεπαίδευσθε διὰ νόμου· ὃς ἐκ τοῦ ἰδίου οἴκου λελάληκεν ἀεὶ πρὸς προφήτας ἁγίους, καὶ πρό γε τῶν ἄλλων τῷ μακαρίῳ
Καρίῳ Μωυσεῖ, τὴν ἀρχαίαν ἐκείνην σκηνὴν ἐγηγερκότι κατὰ τὴν ἔρημον. ἐλάλει γὰρ ἄνωθεν τοῦ ἱλαστηρίου, καὶ, ᾗ φησὶ τὸ γράμμα τὸ ἱερόν “ Μωυσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο 27 28 “ αὐτῷ φωνῇ.” καὶ νῦν ὑμᾶς διαματρύρεται, φησὶν, ἐκ τοῦ οἰκοῦ αὐτοῦ. οὐκοῦν ἀκούετε μὲν λαοὶ, προσεχετω δὲ καὶ ἡ 29 γῆ. τούτῳ παραπλήσιον τὸ διὰ φωνῆς ̔ Ησαιΐου “ Ἄκουε “οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι κύριος ἐλάλησε.” κατοικεῖ 30 μὲν οὖν ὁ Ὕψιστος οὐκ ἔν γε τοῖς ἐκ λίθων ναοῖς ἢ χειρο-
ποιητοῖς τεμένεσιν. ἐπειδὴ ’δε εἰς δόξαν Θεοῦ τοὺς αγίους οἴκους ἐγηγέρθαι φαμὲν, ταύτῃτοι καὶ κατοικεῖν ἐν αὐτοῖς οὐκ ἀπαξιοῦν πεπιστεύκαμεν τὸν τῶν ὅλων Θεὸν, καίτοι 31 πληροῦντα τοὺς οὐρανοὺς καὶ τὴν γῆν καὶ τὰ κατωτέρω.
πρὸς σωτηρίαν οὐχὶ μόνους λαοὺς, οἳ καὶ ἐξ αἵματος ἦσαν ̔ Αβραὰμ, ἀλλὰ γὰρ καὶ τὴν σύμπασαν γῆν. διεμαρτύρατο 32 γὰρ ὥσπερ διὰ φωνῆς τοῦ Δαυεὶδ λέγων “ Ἀκούσατε ταῦτα “πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν “ οἰκουμένην.” ὅτι δὲ ὡς ἐξ οἴκου τοῦ ἰδίου καὶ φιλαιτάτου
λίαν αὐτῷ καταπεφοίτηκεν ὡς ἡμᾶς ἐξ οὐρανοῦ ὁ Λόγος, 33 πῶς ἐστιν ἀμφιβαλεῖν ; ἄτοπον δὲ οὐδὲν οἶκον Θεοῦ λέγειν τὸν οὐρανὸν, ὁπότε καὶ τὴν ἐπίγειον Σιῶν, ἢ καὶ εἰς τύπον τῆς Ἐκκλησίας λαμβάνεται, οἶκόν τε αὐτοῦ καὶ πόλιν αἱ θεόπνευστοι λέγουσι γραφαί. ψάλλει γάρ που καί φησιν
34 ὁ θεσπέσιος Δαυείδ “Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ “πόλις τοῦ Θεοῦ.” οὐκοῦν ὡς πόλις εἴη ἂν οὕτω καὶ οἶκος ἡ Ἐκκλησία Χριστοῦ τοῦ πληροῦντος τὰ πάντα κατά γε τὴν τῆς Θεότητος φύσιν.
λόγος. πλὴν ἐκεῖνό φαμεν ἀναγκαίως, ὅτι κἂν ἐν τοῖς καθ’ ἡμᾶς σημαίνηται λόγοις τὰ περὶ Θεοῦ, ἀλλ’ οὖν ὁ ταῦτα τεχνίτης, καὶ νοεῖν εἰδὼς “παραβολὴν καὶ σκοτεινὸν λόγον, 39 ῥήσεις τε σόφων καὶ αἰνίγματα, συνήσει λεπτῶς, καὶ ὡς 40 ἂν ὅτι μάλιστα πρέποι τῆ θείᾳ τε καὶ ἀπορρήτῳ φύσει.
ἵδρυσίς τε γὰρ αὐτῆς, θρόνοι τε καὶ ἔγερσις διὰ τῆς τῶν ἁγίων λέγονται φωνῆς, καὶ μὴν καὶ ὁδοὶ καὶ πορεῖαι, ἕτερά τε πρὸς τούτοις ἅττα σμικρὰ καὶ ἀνθρώπινα, ἀλλ’ ὡς ἔφην ἀρτίως, τὰ τοιάδε τῶν θεωρημάτων ἰσχνῶς τε καὶ κατεῤῥινημένως νοοῖτ’ ἂν εἰκότως παρά γε τοῖς ἀγαθοῖς καὶ
ἀρτίφροσι. γίνονται γὰρ ὡς ἐξ ὁμοιώσεως καὶ μεταφορᾶς 41 τῶν καθ’ ἡμᾶς οἱ λόγοι. ὅταν τοίνυν ἀκούσῃς τοῦ Προφήτου λέγοντος τό Διότι ἱροῦ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται ἐπὶ τοὶ ὕψη τῆς γῆς, προσεπάγει δὲ, ὅτι καὶ ὄρη μὲν σαλευθήσονται, κατατακήσονται δὲ καὶ αἱ
κοιλάδες, τότε δὴ τότε τῶν ἐν αἰσθήσει πραγμάτων ὑπερφέρων βραχὺ, ἄνιθι τοῖς θεωρήμασιν εἰς ἐννοίας ἰσχνάς. ἔξοδον τοίνυν ἐνθάδε νοήσεις Θεοῦ γενομένην ὥσπερ ἐξ ἰδίου τόπου, τὴν οἱονείπως ἐκ τῆς ἠρεμίας κίνησιν, τὴν ἐπί τισι 42 43 τῶν πραχθησομένων. μόνον γὰρ οὐχί φησι Κεκίνηται λοιπὸν ὁ πάλαι μακροθυμῶν, καὶ ἀφειδήσει δήπως τὸ ἔτι κατηρεμεῖν ἐπὶ τοῖς προσκεκρουκόσι, καὶ τὴν αὐτῷ φίλην ἡμερότητα τρόπον τινὰ καταλελοιπὼς, ἐποίσει τὰς δίκας λοιπόν. ἐπιβήσεται μὲν γὰρ ἐπὶ τὰ ὕψη τῆς γῆς, τουτέστι πατήσει λοιπὸν
τοὺς ἐν ταῖς ἄγαν ὑπεροχαῖς, ἵνα νοῶμεν τοὺς βασιλεύοντας ἐν τε τῇ Σαμαρείᾳ καὶ ἐν ̔ Ιερουσαλήμ. σαλευθήσονται δὲ καὶ τὰ ὄρη, τουτέστι πάλιν μετακινηθήσονται τῶν ἰδίων ἀξιωμάτων, οἱ τοὺς ἄλλους ὑπεραίροντες καὶ πολὺ λίαν ἀνεστηκότες 44 ἐν δόξη· ὄρεσι γὰρ τοὺς τοιούτους εὖ μάλα παρεικαστέον.
ἐκτακήσονται δὲ καὶ ὡς κηρὸς αἱ κοιλάδες, τουτέστιν, οἱ ταπεινοὶ καὶ κατερριμμένοι, καὶ τὸ τῶν ἀγελαίων ἔχοντες μέτρον, ἀλλὰ καίτοι λίαν ὄντες σκληροὶ, καὶ τοῖς θείοις θεσπίσμασιν εἴκειν οὐκ ἀνεχόμενοι, οἱονεὶ πυρὶ προσβάλλοντες τῷ ἐκ τῆς θείας ὀργῆς κηροῦ δίκην κατατακήσονται·
γενήσονται δὲ καὶ ὡς ὕδωρ φερόμενον ἐν καταβάσει, τουτέστι κατὰ πρανοῦς ὀξεῖ καὶ ἀσχέτῳ διάττον δρόμῳ. ὡς γὰρ ἤδη 45 προεῖπον, οἱ τῶν Ἀσσυρίων βασιλεῖς τήν τε Σαμάρειαν αὐτὴν καὶ τὴν Ἰούδα βασιλείαν ἀγρίως καταδῃώσαντες, ἀπῴκισαν μὲν τῶν βασιλέων τινὰς, ἀπεκτόνασι δὲ καὶ
πάντας τοὺς ἡγουμένους, δρομεὺς δὲ ὥσπερ καὶ ὡς ὕω κατὰ πρανοῦς ἐρχόμενον ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν τὴν τῶν ἀγελαίων πληθύν. καὶ τοῦτο ἦν τὸ ὕδωρ τὸ φερόμενον ἐν καταβάσει, καὶ τρέχον ἐκ τῆς Σαμαρείας εἰς τὴν Περσῶν τε καὶ Μηδῶν.
φερόμενον ἐν καταβάσει ῥεῦσαι παρεσκεύασε. καὶ ὕψη μὲν τῆς γῆς αἱ κατὰ πάντων ἐπαιρόμεναι νοηταὶ δυνάμεις, καὶ τὰ πνευματικὰ τῆς πονηρίας νοηθεῖεν ἄν· ὄρη δὲ σαλευόμενα 48 οἱ τῆς καθ’ ἡμῶν ἀρχῆς ἐξωσθέντες δαίμονες. ἐκβέβληνται γὰρ, καὶ κεκλήμεθα λοιπὸν εἰς τὸ ὑποκεῖσθαι τῷ φύσει τε
καὶ κατὰ ἀλήθειαν Θεῷ. κοιλάδες δὲ πάλιν ἡ τῶν δαιμονίων ἀγελαία πληθὺς, ἡ ταπεινὴ καὶ κατερριμμένη, ἡ δίκην κηροῦ κατατετηγμενη, ῥεύσασα δὲ καὶ ὡς ὕδωρ εἰς τοὺς ἐν ᾅδου μυχούς. προσῄεσαν γὰρ τὰ πονηρὰ πνεύματα τῷ Χριστῷ, καὶ “παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν 49
“ἄβυσσον ἀπελθεῖν.” ὡς γὰρ ἑτέρων ἤδη προαπεσταλμένων, οἱ περιλειφθέντες ἔτι τὸ χρῆμα κατεπεφρίκεσαν. εἰ δὲ δὴ 50 βούλοιτό τις ὕψη τε καὶ ὄρη καὶ κοιλάδας τοὺς τῶν Ἰουδαίων νοῆσαι καθηγητὰς, καὶ μέντοι καὶ δήμους τοὺς ὑπ’ αὐτοῖς, οἳ διά γε τὴν εἰς Χριστὸν παροινίαν καὶ τῆς ἰδίας ἐξώσθησαν
ἀρχῆς· ἐτάκησαν γὰρ, καὶ ὡς κηρὸς ταῖς τοῦ πολέμου τοῦ παρὰ ̔ Ρωμαίων συμφοραῖς ὡς φλογὶ προσβάλλοντες, “ Ἐξουθενώησαν δὲ καὶ ὡς ὕδωρ διαπορευόμενον, καὶ ὡσεὶ 51 “κηρὸς ὁ τακεὶς ἀντανήρηνται,” κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· οὐκ ἔξω τοῦ πρέποντος βαδιεῖται σκοποῦ.
οὖν ὅπως κεκρυμμένα λαλεῖ μυστήρια, καὶ οὐ μέχρι τῶν 55 αἰσθητῶν τὸν τῶν προκειμένων ἵστησι νοῦν, οἶδε δὲ πλαγίως τῶν ἐν Σαμαρείᾳ καὶ τῶν ἐν τοῖς ̔ Ιεροσολύμοις τὰς ὅσον οὐδέπω παρεσομένας ἀφηγησάμενος συμφοράς. ποῖον γὰρ ἃν ἔχοι τὸ δεῖμα, καταλυπήσει δὲ ὅπως τοὺς ἐν Σαμαρείᾳ
τυχὸν ἤγουν τοὺς ἑτέρους, τὸ καταδονεῖσθαι τὰ ὄρη; κοιλάδες 56 δὲ τίνα τρόπον ἐκτακεῖεν ἂν, ἢ καὶ ὡς ὕδωρ φερόμενον ἔσονται ἐν καταβάσει; ἀλλ’ οἶδεν, ὡς ἔφην, κατασημήνας ἀξίως τὰ συμβησόμενα τοῖς ἐξ Ἰσραήλ. ταύτητοι λοιπὸν ἀναγκαίως προσεπάγει τὰς δίκας, οὐχ ὡς ἠγνοηκόσιν αὐτοῖς,
57 καθάπερ ἐγῷμαι, διαλεγόμενος, ἀλλ’ οἷον ἐλέγχων, καὶ μετατιθεὶς εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν τὰ χρήσιμά τε καὶ πρεπωδεστέρα. ἔφη τοίνυν ὅτι Δι’ ἀσέβειαν Ἰακὼβ ταῦτα τάντα καὶ δι᾿ ἁμαρτίαν οἴκου Ἰσραὴλ, ἵνα σύμπαν νοῆται πεπλημμεληκὸς τὸ ἐξ Ἰσραὴλ γένος εἴς τε Θεὸν καὶ ἀνθρώπους.
ἀσέβειαν μὲν γὰρ ὀνομάζειν ἔοικε τὰ εἰς Θεὸν πταίσματα, τὰ δέ γε εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς ἁμαρτίαν.
59 δὴ λέγω, τὸν ἐν Σαμαρείᾳ, καθίστησιν ἐναργῆ τὰ αὐτῶν ἐγκλήματα. Σαμάρειαν δὲ εἶναί φησι τῆς ἀσεβείας τὸ εἶδος. καὶ οὐ δήπου φαμὲν, ὡς αὐτὴν αἰτιᾶται τὴν χώραν· κομιδῇ γὰρ ἀπόπληκτον τὸ τῇδε νοεῖν· Σαμάρειαν δὲ τὰ εἰς Σαμάρειάν
φησιν, οἷον τὰς δαμάλεις, τὸν Χαμὼς, τὸν Βάαλ, καὶ τὰ ἐν αὐτῇ πραττόμενα κατά τινων διὰ τῆς τῶν κρατούντων 60 πλεονεξίας. ἔφη γὰρ ὅτι “Κατεκονδύλιζον εἰς κεφαλὰς 61 “πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν.’ καὶ πρὸς τούτοις ἔλεγον “Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ 62
“τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν “μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον καὶ ποιῆσαι ζυγὸν “ἄδικον;" ἁμαρτιαν καὶ τοῦ Ἰούδα τὴν ̔ Ιερουσαλὴμ γενέσθαι φησί. καὶ οὔτι που πάντως αὐτὴν ἐν τούτοις τὴν πόλιν αἰτιασόμεθα φρονοῦντες ὀρθῶς· οἰησόμεθα δὲ μᾶλλον τὰ
ἐν αὐτῇ πραττόμενα τῷ Ἰούδα γενέσθαι πρὸς ἁμαρτίαν. κατῃτιᾶτο 63 δέ που Θεὸς τῶν Ἰουδαίων τὰς παροινίας, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς “ Ὅτι κατ’ ἀριθμὸν πόλεων σου ἦσαν 64 “θεοί σου Ἰούδα, καὶ κατ’ ἀριθμὸν διόδων τῆς ̔ Ιερουσαλὴμ “ἐτάξατε βωμοὺς τοῦ θυμιᾶν τῆ Βάαλ. ἵνα τί λαλεῖτε
“πρὸς μέ; πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσε- “βήσατε εἰς ἐμὲ, λέγει κύριος παντοκράτωρ. ἐπιπλήττει δὲ αὐτοῖς καὶ διὰ φωνῆς ̔ Ησαΐου λέγων “ Πῶς ἐγένετο 65 “πόρνη πόλις πιστὴ Σιῶν, πλήρης κρίσεως, ἐν ἧ δικαιο- “σύνῃ ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. τὸ ἀργύριον 66
“ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. “οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες “δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ 67 “κρίσει χήρας οὐ προσέχοντες.” γέγονε τοίνυν εἰς ἁμαρτίαν τῷ Ἰούδα τὰ ἐν τοῖς ̔ Ιεροσολύμοις ἀνοσίως πραττόμενα, καὶ οὔτι που μᾶλλον ἡ πόλις.
καὶ κατὰ μηδένα τρόπον κακοῦν τὸν πλησίον, μᾶλλον δὲ ἀνακτᾶσθαι ταῖς εὐποιίαις, καὶ ἀποσπουδάζειν μὲν τὰ πονηρὰ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς τῆς δικαιοσύνης αὐχήμασιν. ὑπτιουμένοις δὲ δὴ περὶ τὰ οὕτω σεπτὰ, καὶ καταφρονεῖν ᾑρημένοις, ἐποίσει τὰ ἐξ ὀργῆς, καὶ ὡς κηρὸν
κατατήξει κολάζων ἐν πυρὶ, καὶ ὡς ὕδωρ σκορπιεῖ, φειδοῦς ἡμᾶς ἔτι καὶ ἀγάπης οὐκ ἀξιῶν.
κατακόψουσι· καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί· καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν.
γὰρ ἐν ἀγροῖς φυόμενα τηροῦσί τινες, σκηνὰς ἀναπλέκοντες καὶ ἐν αὐταῖς ἱζήσαντες. εἶτα πᾶσαν αὐτῶν ἀποσοβοῦσι βλάβην. εἰ δὲ δὴ γένοιτο συναχθῆναι τοὺς καρποὺς, καταλήγουσι τῶν πόνων οἱ φύλακες, οἴκοι τε ὑπονοστοῦσι, καὶ αὐτὰς ἀνατρέψαντες τὰς σκηνάς. τοῦτο τὴν Σαμάρειαν
παθοῦσαν εὑρήσομεν. ἐπειδὴ γὰρ πεπλημμέληκεν οὐ μετρίως, 72 μᾶλλον δὲ καὶ εἰς αὐτὸν δεδυσσέβηκε τὸν τῶν ὅλων Θεὸν, 73 τοῖς ἰδίοις ἔργοις ἀνατιθεῖσα τὸ σέβας, ἀνετράπη καὶ πέπτωκεν, ἀφέντων αὐτὴν τάχα που καὶ τῶν πάλαι τηρεῖν ἐπιτεταγμένων, ἁγίων τέ φημι δυνάμεων καὶ ἀγγέλων. ἔφη τι
τοιοῦτον περὶ αὐτῆς καὶ ὁ μακάριος προφήτης Ἠσαίας “ Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιῶν, ὡς σκηνὴ ἐν ἀμπε- 74 “λῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ.” ἐγκατελείφθη δὲ ὅπως; ἀποπεφοίτηκε γὰρ, ὡς ἔφην, ἡ προσεδρεύουσά τε καὶ ῥυομένη πληθὺς λογικὴ τῶν ἄνω ταγμάτων.
ἔσται τοίνυν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμπελῶνος. 75 ὅμοιον ὡς εἰ λέγοι Καὶ πόλεων καὶ οἴκων ἐρήμη καὶ εἰς ὄψιν ἀγρῶν μετενηνεγμένη. ἢ καὶ καθ’ ἕτερον τρόπον συνήσεις, εἰ δοκεῖ. τῶν ἀμπελώνων οἱ φυτουργοὶ τὸν αὐτοῖς ὅτι μάλιστα πρέποντα καταλαβόντες χῶρον, ἀρότοις αὐτὸν
ἀνατέμνουσιν, ἄνω τε καὶ κάτω στρέφοντες. τοῦτό τοι παθεῖν τὴν Σαμαρειτῶν ἀπειλεῖ, μονονουχὶ καὶ ἀρόσιμον ἔσεσθαι γῆν, ἐξῃρημένων αὐτῆς, ὡς ἔφην, πόλεων τε καὶ οἴκων. διὰ τοῦτό φησιν, ὅτι κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ 76 τοὶ θεμέλια αὐτῆς ἀποκαλύψω. ἔσεσθαι δέ τι καὶ καταγέλαστον
πρὸς τούτῳ φησίν. οὓς γὰρ προσεδόκησαν ἔσεσθαι σωτῆρας αὐτοῖς ὡς θεοὺς, οὗτοι καὶ συνδιόλλυνται τοῖς προσκυνεῖν εἰωθόσιν αὐτούς· κατεμπρησθήσονται δὲ καὶ τὰ μισθώματα αὐτῆς, καὶ εἰς ἀφανισμὸν οἰχήσονταί φησι πάντα τὰ εἴδωλα αὐτῆς. μισθώματα δὲ τοῖς εἰδώλοις ὁμοῦ
τὰ καταπιμπράμενα, τάχα τάχα που τὰ ἀναθήματα δηλοῖ. προσεκόμιζον 77 γὰρ τοῖς τεμένεσιν εἰς δόξαν εἰδώλων τὰ ἐξ ἰδίου νέμοντες πλούτου, καὶ τοῖς οὐδὲν ὠφελεῖν εἰωθόσιν ἤγουν 78 ἰσχύουσιν, ὡσανεὶ μισθὸν καὶ ἀντέκτισιν ὧν ἔχειν ᾤοντο παρ αὐτῶν ἀνετίθεσαν τὰς εὐχαριστίας. μεμνήμεθα δὲ ὅτι καὶ διὰ φωνῆς Ὠσηὲ κατῃτιᾶτο τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὕτω 79 λέγων “Καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον “καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον καὶ χρυσίον
“ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ “Βάαλ·” οὐκοῦν ἐναργῆ τὰ ἀναθήματα. ὅτι δὲ μισθώματά 80 τε καὶ ἀντέκτισιν τῆς ἔπι γε τῷ πλανᾶσθαι σπουδῆς κατελογίζετο τὴν εὐημερίαν ὁ Ἰσραὴλ ὁ παράφρων, οὐδὲν ἧττον 81 συνήσεις Θεοῦ πάλιν λέγοντος “καὶ ἀφανιῶ ἄμπελον αὐτῆς
“καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπε Μισθώματά μου ταῦτά “ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου.” ᾤετο γὰρ, ὡς ἔφην, τοῖς τῶν εἰδώλων νεύμασι καὶ πλούτῳ κομᾶν καὶ ἐν τρυφαῖς εἶναι καὶ εὐημερεῖν. τυφλὸς οὖν ἄρα τῶν πλανωμένων ὁ νοῦς. ἦ γὰρ ἃν, τὸν φύσει Θεὸν οὐκ ἠγνοηκὼς, αὐτῷ δὴ
μᾶλλον, καὶ οὐχ ἑτέροις τισὶ τὸ σέβας ἀνῆψεν· αὐτῷ τὰς 82 χαριστηρίους ἀνετίθει λιτάς· αὐτὸν ὡμολόγει παντὸς ἀγαθοῦ δοτῆρα καὶ πρύτανιν· φρονεῖν δὲ ὧδε διεγνωκὼς, οὐκ ἂν γέγονεν ὡς ὀπωροφυλάκιον ἀγροῦ, ἀλλ’ οὐδὲ ὡς φυτεία ἀμπελῶνος, ἐπ’ ἀκλονήτοις δὲ μᾶλλον εὐημερίαις μακαριζόμενος
διετέλει, καὶ ταῖς ἄνωθεν εὐμενείαις τετεισχισμένος, μένος, ἐν καλῷ τῆς εὐθυμίας γεγονὼς ἐθαυμάζετο.
84 κατειρωνεύεται σὺν ἤθει πολλῷ· τῆς γὰρ ἐνούσης αὐτοῖς ἀπονοίας τὴν ἀποπληξίαν καθίστησιν ἐμφανῆ, καὶ τὰ εἰς νοῦν ἔσω καὶ καρδίαν κείμενα καταλευκαίνει σαφῶς· Ναὶ γὰρ, φησὶν, ὀρθῶς καὶ δικαίως ἀνετίθει τοῖς λίθοις τὰ χαριστήρια
αἰσθήσεως ἔμπλεως ὁ Ἰσραὴλ, εὐγνώμων καὶ σοφός· ἔγνω τοὺς τετιμηκότας, τῆς εὐημερίας τοὺς χορηγοὺς, τοὺς τὸν πλοῦτον αὐτῷ συναγηγερκότας, καὶ ἐν εὐπαθείαις εἶναι παρασκευάζοντας. 85 οἴεται γὰρ ὅτι μισθὸν ἔχει τῆς νοητῆς πορνείας τὸ εὐημερεῖν· καὶ ἐπειδὴ τέθυκεν εἰδώλοις, ξύλοις τε λατρεύει
καὶ λίθοις, ἀνενδεὴς ἔσται τῶν ἐν εὐχαῖς. συνήγαγεν, ὥς φησι, καὶ πεπλούτηκε ἐκ μισθωμάτων πορνείας, συνεστρεψε καὶ συνήνεγκεν, ἀκράδαντον ἔχει τὴν εὐθυμίαν. οὐκοῦν ἐν ἤθει τε καὶ εἰρωνείᾳ, συμπεπλεγμένης καὶ ἀπειλῆς, τὴν τῶν εἰρημένων δύναμιν ἐκληψόμεθα.
οὐδαμῶς τὸν ἑαυτῆς λυποῦσα Δεσπότην, ἀνατιθεῖσα δὲ τοῖς γλυπτοῖς τὰ ἐφ’ οἷς εὖ ἔχει καὶ διευφημεῖται χαριστήρια, πρὸς τοῦτο δὲ, φησὶ, λοιπὸν δυσσεβείας διελήλακε, ταύτῃτοι κόψεται 88 θρηνήσει· καὶ οὐχ ἑτέροις τισὶν ἐπαλγήσει τυχὸν, ἤγουν ἐπ’ ὀθνείοις, τὸ ὡς ἐξ ἀγάπης στάζουσα δάκρυον, ἀλλὰ ταῖς
οἰκείαις αὐτῆς καταπαιομένη συμφοραῖς. ἢ δέ γε γυμνότης 89 καὶ ἀνυποδεσία τὸ τῶν αἰχμαλώτων σχῆμα δεικνύει· οὕτω καὶ ὁ μακάριος προφήτης Ἠσαίας τὴν ὅσον οὐδέπω παρεσομένην αὐτοῖς αἰχμαλωσίαν ὑποδηλῶν περιεφοίτα τὴν 90 ̔ Ιερουσαλὴμ, “γυμνός τε καὶ ἀνυπόδετος,” Θεοῦ τὸ χρῆμα 91 γενέσθαι προστάττοντος. ἀπομιμήσεται δὴ οὖν ἐν ἰδίοις
πάθεσι τῶν δρακόντων τὰ πένθη, καὶ τῶν σειρήνων τοὺς ὀδυρμούς. φασὶ γάρ τινες, ὡς, εἰ πληγείη δράκων, τότε δὴ τότε κατολοφύρεσθαι κινδυνεύοντα, καὶ τοῦτο δηλοῦν καταπαίοντά τε τῇ κέρκῳ τὴν γῆν, καὶ οὐ μετρίαν ἠχὴν ἀποτελεῖν εἰωθότα. σειρῆνας δὲ λέγουσιν Ἕλληνες μὲν καὶ παῖδες ἐκείνων πτηνὰ
μελῳδεῖν εἰδότα, καὶ καταθέλγειν ἰσχύοντα ταῖς τῶν ᾠδῶν εὐρυθμίαις τοὺς ἀκροωμένους. ἢ δέ γε θεόπνευστος γραφὴ σειρῆνας ἀποκαλεῖ τὰ τῶν στρουθίων λαλίστατά τε καὶ 92 εὐστομεῖν εἰωθότα, ἢ καὶ αὐτὰς ἔσθ’ ὅτε τὰς ἀηδόνας, αἳ τοῖς ἐναλίοις ἐπῳάζουσι κόλποις· εἶτα τῆς καλιᾶς ληφθείσης
ὑπὸ κυμάτων, γοερὸν ᾄδουσι μέλος, καὶ καταθρηνοῦσι τρόπον τινὰ τὴν τῆς ἑαυτῶν ὠδῖνος ζημίαν. οὕτω καταθρηνήσειν ἔφη τὴν Σαμάρειαν τῶν ἰδίων τέκνων τὸν ὄλεθρον. κατεκράτησε γὰρ αὐτῆς ἡ πληγή φησι, ἀφίκετο δὲ καὶ ἕως Ἰούδα, καὶ μέχρι πυλῶν ̔ Ιερουσαλήμ. ἔοικε δὲ ὁ λόγος ἡμῖν ἐν τούτοις
τὸν παρὰ τοῦ Σεναχηρεὶμ αἰνίττεσθαι πόλεμον ὃς πᾶσαν 93 ἑλὼν τὴν Σαμάρειαν, καὶ καταδῃώσας τὴν Ἰουδαίαν, περιεκάθισε τὴν ̔Ιερουσαλὴμ, καὶ μέχρι πυλῶν ἀφιγμένος, ἠπείλησε μὲν ἐμπρῆσαι αὐτήν· οὐ μὴν ἔτι καὶ δεδύνηται, Θεοῦ προασπίζοντος, κατὰ τὸν τῆς Ἐζεκίου βασιλείας καιρόν.
Σαμαρείᾳ πόλεις, ἁλισκομένων δὲ καὶ ἑτέρων τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, τῶν ἀλλοφύλων οἱ πρόσοικοι καὶ ὅσα τῆς Ἰουδαίων γῆς ὅμορά πὼς ἦν καὶ ἐκ γειτόνων ἔθνη, πλατὺ γελῶντα κατεκερτόμουν τὸν Ἰσραὴλ, ὡς οὐδὲν ὠφελημένον παρὰ Θεοῦ. ᾤοντο γὰρ τὴν τοῦ σώζοντος χεῖρα
καὶ παθεῖν τὸ ἄναλκι καὶ ἀτονῆσαι δεῖν, ὡς πρὸς τὰς τῶν καταδῃούντων ὁρμάς. ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν, ὅτι λυπεῖν 98 ᾑρημένοι τὸν σώζοντα καὶ προσκεκρουκότες Θεῷ, πεπείρανται τῶν δεινῶν, δέδονται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν. ἐπειδὴ δὲ ἦν τῶν ἀτόπων, ἐκείνους μὲν οἴεσθαι κατὰ σφᾶς αὐτοὺς, ὅτι τῇ
δυνάμει τῶν ἰδίων σεβασμάτων, ἐν καλῷ τῆς εὐημερίας μεμενήκασιν, ἀπόλωλε δὲ καὶ ὠλόθρευται διὰ τὴν τοῦ σώζοντος ἀσθένειαν ὁ Ἰσραὴλ, ταύτῃτοι Θεὸς καὶ αὐτὰς τὰς τῶν περιοίκων πόλεις παρεδίδου τοῦ Σεναχηρεὶμ εἰς ἐρήμωσιν. καὶ γοῦν ὁ ̔Ραψάκης τοῖς ἐν τῷ τείχει τῶν ̔ Ιεροσολύμων προσλαλῶν, 99
τούτων αὐτῶν διεμέμνητο λέγων “Ποῦ ἐστιν ὁ 100 “θεὸς Αἰμὰρ καὶ Ἀρφάθ; ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως 101 “Σεπφαρουείμ; μὴ ἠδύνατο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χει- “ρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐρρύσατο “τὴν γῆν αὐτοῦ ἐκ χειρός μου;” ἔστι τοίνυν ἡ Γὲθ μὲν τῶν καλουμένων Φυλιστιεὶμ, μητρόπολις δὲ τῆς Παλαιστίνης. ἀλλὰ καὶ ἡ Ἐνακεὶμ ὁμοίως πολίχνη πάλιν
ἐν ἐσχατιαῖς τῆς Ἰουδαίας κειμένη, πρὸς τῆ κατὰ νότον ἐρήμῳ, εἴκουσα μὲν τοῖς Ἰούδα σκήπτροις, φρονοῦσα γεμὴν 102 οὐκέτι τὰ Ἰουδαίων, προσκειμένη δὲ μᾶλλον τοῖς τῶν ἐθνῶν ὁμόροις, Μωαβίταις δὴ λέγω καὶ Ἰδουμαίοις. ὦ τοίνυν, φησὶ, τῆς Γὲθ οἰκήτορες, ὦ τῆς Ἐνακεὶμ, μὴ τὰς ἑτέρων
συμφορὰς ἑορτῆς ποιεῖσθε προφάσεις· μὴ μεγαλύνεσθε διὰ ταῦτα, μηδὲ ἐπειδήπερ ὁ γείτων ὑμῶν οἶκος ἠρήμωται, τουτέστιν ὁ τοῦ Ἰσραὴλ, ταύτῃτοι πλατὺ γελᾶτε, φησὶ, μονονουχὶ τῶν ἀπολωλότων κατορχούμενοι. μὴ οἰκοδομεῖτε ἐξ οἴκου καταγέλωτα, ἀλλ’ ὡς καὶ αὐτοὶ τὰ χείρω πεισόμενοι, καθάπέρ
103 τινα γῆν καταπάττεσθε τὸν ἐσόμενον καθ’ ὑμῶν καταγελωτα, καὶ τὰς ἑαυτῶν θρηνεῖτε συμφοράς. κατορχήσονται γὰρ ὑμῶν οἱ Βαβυλώνιοι, καὶ οἰκτρῶς ἀπολωλόσιν ἐπιμειδιάσουσιν οἱ ἐχθροί. σοφὸν οὖν ἄρα τὸ ἐπιμεμνῆσθαι τοῦ 104 λέγοντος “ Ἐὰν πέσῃ ἔση ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ὅτι
“ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν “θυμὸν αὐτοῦ ἀπ’ αὐτοῦ.”
αὐτοὶ καταθαυμάζουσι θεούς. ἀλλ’ ὁ γέλως αὐτοῖς ἐκτελευτᾷ πρὸς δάκρυον, κατευμαρίζοντος μὲν τὰ δεινὰ τού 106 Χριστοῦ, κατευνάζοντος δὲ τὰ κεκινημένα, καὶ ἀποσοβοῦντος μὲν τὸ λυποῦν, ἀνευρύνοντος δὲ τοῖς ἁγίοις θυμηδίαν καὶ χαράν· τέλος γὰρ πόνων εὔκλεια καὶ τρυφή. καί μοι δοκεῖ φάναι τι τοιοῦτον ὁ μακάριος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων
Θεόν “Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς 107 “εἰς ἀναψυχήν.”
λαμπρὰν καὶ ἐπίσημον Αἰγύπτου πόλιν κατασημαίνει. εὐσθενεῖται δὲ ὅτι πίων ἡ χώρα, καὶ ληίοις κατάκομος, πῶς ἔστιν ἀμφιβαλεῖν; Σεναὰρ τοίνυν φησὶν ἤτοι Σενὰν ἡ καλῶς τὰς ἑαυτῆς οἰκοῦσα πόλεις. ἥξει δὲ ὁ λόγος κατὰ τῶν οἰκούντων αὐτάς· αὐτάς· οὐκ ἐπεδάκρυσε τοῖς ἐγγὺς οἰκτρῶς καὶ ἀθλίως
διολωλόσιν· οὐκ ἐξῆλθε κόψασθαι τὸν ἐχόμενον οἶκον, τουτέστιν, 110 οὐ τεθρήνηκε τοὺς ἐκ γειτόνων. ἐγγὺς δὲ τῆς Ἰουδαίας ἡ Σενναὰρ, ὡς ἔφην, καὶ μέντοι καὶ ἡ Σενὰν, τουτέστιν ἡ Αἰγυπτίων. διαπίπτοντι δὲ καὶ πεπορθημένῳ τῷ Ἰσραὴλ, οὐκ ἐπήλγησε μᾶλλον, ἀλλ’ ἐπετώθασεν, ἐπέχαιρε δὲ καὶ αὐτὴ, 111 112 καθάπερ οἱ ἀπὸ Γὲθ καὶ Ἐνακείμ. τί οὖν Ἰσραήλ; ἆρα γελάσουσιν εἰκῆ τὰ περίοικα τῶν ἐθνῶν, καὶ ταῦτα δρώντων ἐκείνων ἀνεξικακήσει Θεός; ἀνέξεται δὲ παρ’ ἐχθρῶν γελωμένης 113 αὐτοῦ τῆς δόξης; οὐδαμῶς, φησὶν, ἀλλ’ ἐξ ὑμῶν ἤτοι δι’ ὑμᾶς λήψεται πληγὴν ὀδύνης· τουτέστι, καταδῃωθήσεται
καὶ αὐτὴ ταῖς ἄλλαις ὁμοῦ. πεπόρθηται δὲ καὶ ἡ Σεννααρ, καὶ μέντοι καὶ Αἴγυπτος, καταθέοντος αὐτὴν Σεναχηρείμ. 114 Δεῖ δὴ οὖν ἄρα καὶ τὸν ἑστῶτα καλῶς φοβεῖσθαι μὴ πέσῃ, καὶ ῥίπτειν μὲν ὡς ἀπωτάτω τὸ τοῖς πεπονθόσιν ἐπιμειδιᾶν, 115 “Κλαίειν δὲ μᾶλλον μετὰ κλαιόντων” καὶ μὴ ταῖς ἑτέρων ἐξοφρυοῦσθαι συμφοραῖς, ἐκδεδιέναι δὲ μᾶλλον τὸ τοῖς ἴσοις περιπεσεῖν.
119
120 ὑμῖν χειρόκμητα καὶ πρὸς τοῦτο διάττει σθένους, ὡς ἀμογητὶ δύνασθαι τὰς ὑμῶν διασῶσαι πόλεις. οὐκοῦν ἀπὸ τῶν πραγμάτων φέρε δὴ φέρε καταθρήσωμεν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός· τίς ὁ παναλκὴς, καὶ ἄμαχον ἀπονέμων οἷς ἂν ἕλοιτο τὴν ἐπικουρίαν. ἥλωσαν μὲν γὰρ καὶ πεπόρ-
121 θηνταί φησιν αἵ τε τοῦ Ἰσραὴλ, καὶ αἱ παρ’ ὑμῖν δὲ πόλεις, καὶ κοινὴν ὥσπερ ἀνέτλητε συμφοράν. ποία δὴ οὖν ἄρα πόλις ἐν ὀδύναις οὖσα καὶ τοῖς περὶ τῶν ἐσχάτων δείμασι· τοῦτο γάρ ἐστι τὸ κατοικοῦσα ὀδύνας διανένευκεν ἀδοκήτως 122
εἰς ἀγαθὰ, τουτέστιν, εἰς εὐθυμίαν καὶ εὐημερίαν; ἆρα μία τῶν παρ’ ὑμῖν; οὐδαμῶς φησὶν, ἀλλ’ ἢ ἐμὴ πάλιν ̔ Ιερουσαλήμ. κατεβη μὲν γὰρ ἐπ’ αὐτὴν παρὰ Κυρίου κακα, τουτέστιν, ἐγὼ λελύπημαι καὶ πεπαίδευκα, καὶ τὸν Ἀσσύριον αὐτοῖς ἐπενήνοχα, καὶ ἐξ ἐμῆς ὀργῆς ἡ κατ’ αὐτῶν γέγονε
κάκωσις. πλὴν ἀπέσβη καὶ λέλυται, τῆς ἐμῆς νικώσης χειρὸς καὶ παραδόξως ἐκρυομένης τοὺς τὰ ἐμὰ σέβοντας 123 κράτη. μέχρι γὰρ πυλῶν ἔστη τὸ λυποῦν. ἴσμεν δὲ ὅτι πολλὴν ἵππον ἔχων ὁ ̔Ραψάκης ἀφίκετο μὲν ἐν τοῖς ̔Ιεροσολύμοις, μόνον δὲ οὐχὶ καὶ αὐτῶν ἥψατο πυλῶν, εἷλε δὲ
οὐδαμῶς· δεδαπάνηται γὰρ ὁ Ἀσσύριος ἐν μιᾷ νυκτί. καὶ 124 γοῦν τεθρηνήκασιν οἱ ἐν τοῖς ̔Ιεροσολύμοις, ὡς αύτίκα δή μάλα τεθνηξόμενοι, ἄυπνόν τε κλαίοντες διατετελέκασι νύκτα· σκιδναμένης δὲ τῆς ἠοῦς, ὤφθη τὸ παράδοξον. ἔκειντο γὰρ εἰς γῆν ἀναρίθμητοι νεκροὶ, ὡς ἀνασκιρτῶντας λέγειν τοὺς 125
διὰ Θεοῦ παραδόξως νενικηκότας καὶ σεσωσμένους “Τὸ 126 “ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωὶ ἀγαλ- “ λίασις.” ὁρᾷς οὖν ὅπως πρώτη τε καὶ μόνη παρὰ τὰς ἄλλας πόλεις ἤρξατο διανεύειν εἰς ἀγαθὰ, καίτοι κατοικοῦσα ὀδύνας; οὐ γὰρ περιόψεται παντελῶς τοὺς ἰδίους Θεὸς, ἀλλὰ
παιδεύσας συμμέτρως, ἀνασώζει πάλιν, καὶ τῆς αὐτῷ πρεπούσης εὐκλείας οὐ μετρίαν ποιεῖται φροντίδα, κἂν εἰ προσκρούωμεν ἡμεῖς. ἔφη γάρ που δι’ ἑνὸς τῶν προφητῶν “Οὐ 127 “δι’ ὑμᾶς ἐγὼ ποιῶ, λέγει κύριος, ἀλλ’ ἢ δία τὸ ὄνομά μου.”
130 μὲν τὴν εἰς Θεὸν εὐσέβειαν καὶ τὴν εἰς τὸν νόμον αἰδῶ, περὶ πλείστου δὲ ποιουμένη τὸ καὶ πλανᾶσθαι φιλεῖν, καὶ προσαπολλύειν ἑτέρας. ταύτην τάχα που καὶ πρώτην Σεναχηρεὶμ τῶν πόλεων ἑλὼν τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, πέπομφεν ἐκεῖθεν τὸν ̔Ραψάκην εἰς ̔Ιεροσόλυμα. ἡ τοίνυν
Λάχις, φησὶν, ἡ καλῶς οἰκοῦσά ποτε, καὶ ἀσφαλῶς ἱδρυμένη, αὕτη γέγονεν ἀρχηγὸς ἁμαρτίας τῇ Σιῶν, ἤτοι τῆ ̔Ιερουσαλήμ. ηὕρηνται γὰρ ἐν αὐτῇ ἀσέβειαι τοῦ Ἰσραὴλ, τουτέστι τὰ χειρόκμητα 131 καὶ τῶν ψευδωνύμων θεῶν οὐ μετρία πληθύς.
τινὰ τοῖς τῶν ἀλλοφύλων δήμοις, καὶ ἀναπείθειν πειρᾶται διακεῖσθαι λοιπὸν, ὡς οὐκ ἂν ἠσθένησεν ὁ σώζων Θεός. ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς αὐτὸν αἱ τοῦ Ἰούδα πόλεις, παραδέδονται τοῖς ἐχθροῖς. ἀρχηγὸς γάρ φησιν ἡ Λάχις ἁματρίας τῇ Σιῶν γινομένη, καὶ ἀποστασίας πρόφασις πρώτη
δέδοται τῷ Σεναχηρείμ. ἀπόλωλε δὴ οὖν ὁ Ἰσραὴλ, ὡς 132 ἀπό γε τῆς Λάχεως ἔξεστιν ἰδεῖν, οὐκ ἠρρωστηκότος Θεοῦ τὸ ἄναλκι· πολλοῦ γε καὶ δεῖ· τὸ πλανᾶσθαι δὲ μᾶλλον ἠρρωστηκὼς, καὶ ταῖς τῶν εἰδώλων λατρείαις ἀσυνέτως προσκείμενος.
133
τοῦτο Θεὸς ἀναπείθειν ἤθελεν, ὡς ἀπό γε τῆς Λάχεως, ὅτι 138 δέδονται τοῖς ἐχθροῖς διὰ τὸ ηὑρῆσθαι πολλὰς ἀσεβείας τοῦ Ισραὴλ ἐπ’ αὐτοῖς, καὶ ὅτι γεγόνασιν ἁμαρτίας ἀρχηγοὶ τῇ θυγατρὶ Σιῶν, τουτέστι τῆ ̔Ιερουσαλήμ. ταῦτα Θεοῦ λέγοντος, συνεὶς εὖ μάλα τὸ δηλούμενον καὶ πρό γε τῶν ἄλλων
ὁ μακάριος Προφήτης, ἀποδέχεται τοὺς λόγους, καὶ μονονουχὶ ταῖς παρ’ ἑαυτοῦ ψήφοις εἰς ἀλήθειαν στεφανῶν, ἀναπεφώνηκεν εὐθύς Διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους. ναί φησιν, ὦ Δέσποτα, 139 βαδιοῦνται πρὸς ἐχθροὺς, καὶ ἐξαποσταλήσονται παρὰ σοῦ,
τὴν ἐνεγκοῦσαν ἀφέντες, καὶ εἰς τὴν τῶν Ἀσσυρίων μεταχωρήσαντες, οὐχὶ μόνοι, φησὶν, οἱ ἐν Σαμαρείᾳ, ἀλλὰ γὰρ καὶ οἱ ἐν Τεύ. οἱ μὲν γὰρ γεγόνασιν ἀποστάται καὶ ὑβρισταὶ, καὶ τῶν σῶν κατόπιν ἰέναι θεσπισμάτων οὐκ ἀνεχόμενοι· οἱ δὲ πεπραχόσιν ἀθλίως ἐπιτωθάζοντες, τῆς σῆς δόξης
ἐποιοῦντο κατάρρησιν τὸ συμβεβηκός. αὐτὸς οὖν δώσεις ἐξαποστελλομενους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους. 140 141 μάταιοι γὰρ οἶκοι καὶ ὁ τοῦ Ἐφραῒμ καὶ οἱ τῶν ἀπὸ Γὲθ, διάτοι τὸ μήτε Θεὸν ἀνέχεσθαι τιμᾶν, ἀπονέμειν δὲ τὰς λατρείας τοῖς γλυπτοῖς, καὶ ὅτι μόνα πεφρονήκασι τὰ σαρκὸς, καὶ τοῖς ἐπιγείοις προσκείμενοι, οὐδένα τῆς ἀρετῆς ἐποιοῦντο λόγον. εἶτα μεταξὺ σχετλιάζει τρόπον τινὰ, καὶ
μονονουχὶ τὼ χεῖρε συμπλήττει ὁ μακάριος Προφήτης, εἰς ἔννοιαν ἐρχόμενος τῶν κατὰ καιροὺς πεπραγμένων ἐν Σαμαρείᾳ. διαλογίζεται δὲ τὴν τῶν βασιλέων ἀγερωχίαν, καὶ 142 ὅτι τῆς ἐκείνων σκαιότητος ἀνοσίου ἀνοσιουργήματα γεγόνασι τὰ ἐφ’ οἷς πεπλημμέληκεν ὁ Ἰσραήλ. αὐτῶν γὰρ εὑρήματα καὶ αἱ
δαμάλεις ἦσαν, καὶ τὰ τῶν ἑτέρων εἰδώλων τεμένη. οὐ διαλελοίπασι δὲ διὰ παντὸς τρόπου παροτρύνοντες τὸν Δημιουργόν. ἀσχάλλων δὴ οὖν ὁ Προθήτης Εἰς κενα φησιν ἐγένετο τοῖς βασιλεῦσι τοῦ Ἰσραὴλ, ἕως τοὺς κληρονόμους ἀγάγωσιν. ὅμοιον ὡς εἰ λέγοι τῶν εἰς ματαιότητα
σπουδὰς μάτων οὐ κατέληξαν οἱ βασιλεῖς, ἄχρις ἂν εἰς τοῦτο 143 πεπτώκασιν ἀθλιότητος, ὡς ἑτέρων γενέσθαι κλῆρον τὸν ἐκνεμηθέντα αὐτοῖς παρὰ Θεοῦ. ὅτι δὲ ἔμελλον Ἀσσύριοι τῆς Ἰουδαίων ἁπάσης κατάρξαι γῆς, δέχεται δύο πόλεις ἐν ἐσχατιαῖς τῆς ὅλης χώρας κειμένας, τήν τε Λάχιν φημὶ καὶ
144 τὴν Ὀδολὰμ, ἃς ᾠκοδόμησε ̔Ροβοὰμ, καί φησι Κατοικοῦσα Λάχις κληρονομία ἕως Ὀδολὰμ ἥξει. κληρονομήσει γὰρ τὴν Λάχις καίτοι καλῶς σφόδρα τετειχισμένην· μένην· τοῦτο γὰρ τὸ κατοικεῖν ἐστι· παρατείνει δὲ, φησὶ, καὶ ἕως τῆς Ὀδολάμ.
146 καὶ τοῖς θείοις νεύμασιν ἀντιτάττεσθαι μισῶν, ἐν μακραῖς εὐημερίαις ἔσται, καὶ ἐν καλῷ τῶν ἰδίων κείσεται κλήρων· ἔσται γὰρ ἐλπίδος ἐπίμεστος ἀγαθῆς καὶ συναναλάμψει τοῖς ἁγίοις κατὰ καιρούς· εἰ δὲ δὴ φαίνοιτο τραχὺς καὶ δυσάγωγος
καὶ τοῖς θείοις οὐκ εἴκων νόμοις, ἐξωσθήσεται πάντως τῆς τῶν ἁγίων ἐλπίδος καὶ ἀπολέσει κλῆρον τὸν παρὰ Θεῷ, ἔσται δὲ καὶ κλῆρος ἐχθρῶν αὐτοῦ, κατά τοι τὸ ἐν ψαλμοῖς 147 ᾀδόμενον περί τινων “Μερίδες ἀλωπέκων ἔσονται,” τουτέστι 148 δυνάμεων πονηρῶν μερίδα καὶ πανούργων καὶ κακεντρεχῶν.
τὴν δοξαν, Ἰερουσαλὴμ ἤτοι Σαμάρεια, οἴχεταί σου τὰ 150 τέκνα τὰ τρυφερὰ, καὶ διόλωλεν ἡ πάλαι σπαταλῶσα πληθὺς, ἡ λαμπρά τε καὶ ἁβροδίαιτος, ἡ καθεύδουσα μὲν “ Ἐπὶ κλινῶν ἐλεφαντίνων, κατασπαταλῶσα δὲ καὶ ἐν ταῖς 151 “στρωμναῖς αὐτῆς· ἡ ἔσθουσα μὲν ἐρίφους ἐκ ποιμνίων
“καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· ἡ ἐπικρο- “τοῦσα πρὸς τὴν φωνὴν τῶν ὀργάνων· ἡ ὡς ἑστῶτα “αὐτὰ λογισαμένη καὶ οὐχ ὡς φεύγοντα· ἡ τὸν διυλισ- 152 “μένον οἶνον πίνουσα καὶ τὰ πρῶτα μῦρα χριομένη·” 153 ἀπαμφίεσαι δὴ οὖν ὦ θύγατερ ̔Ιερουσαλὴμ, τουτέστιν ἀπόθου τὴν δόξαν καὶ γυμνὴ τῆς ἀρχαίας ἐκείνης εὐημερίας ἀναδεδειγμένη· εἶτα πλατὺ καὶ ἀσύνηθες κατοιμώζουσα καὶ τὰς ἀετῶν βαρυθυμίας ἀπομιμεῖσθαι σπουδάζουσα· θρήνησόν σου τὰ τέκνα, καὶ γὰρ αἰχμάλωτοι βαδιοῦνται,
χήρα δὲ ἔση καὶ μεμονωμένη. φασὶ δὲ οἱ ταῦτα σοφοὶ 154 καὶ πτηνῶν ὡς ἔνι μάλιστα περιεργαζόμενοι τὰς φύσεις, φιλότεκνόν τι χρῆμα τὸν ἀετόν· κατολοφύρεσθαι δὲ δεινῶς ἐκπεπτωκότων αὐτῷ τῆς καλιᾶς τῶν νεοττῶν, ἤγουν ὑπό του σεσυλημένων. ὅτι δὲ τῶν εἰς φιλοπαιδίαν ἠθῶν οὐκ
ἂν ἀμοιρήσειε τὸ πτηνὸν, ἀναπείσει λέγων καὶ ὁ θεσπέσιος 155 Μωυσῆς περί τε Θεοῦ καὶ τῶν ἐξ αἵματος Ἰσραήλ “Ὡς “ ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς “αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐ- 156 “τοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.’’
ὁρᾷς ὅπως ἐπιποθεῖν ἔφην τὸν ἀετὸν ἐπὶ τοῖς ἰδίοις νεοττοῖς, καὶ πτερύγων εἴσω ποιεῖσθαι φιλεῖν, ὡς ἐκ πολλῆς ἀγάπης κατασκιάζοντα τὸ τεχθέν. ἐμπλάτυνον δὴ οὖν τὴν χηρείαν σου φησὶν ὡς ἀετός.
τοῖς ἀρχαιοτέροις τῶν Ἰουδαίων δήμοις, ἀλλὰ γὰρ καὶ τοῖς 157 ἐν καιρῷ γεγονόσι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ὅτε καὶ σταυρῷ παραδόντες αὐτὸν δειναῖς καὶ ἀφύκτοις περιπεπτώκασι 158 συμφοραῖς· διεσπάρησαν δὲ καὶ εἰς πάντα ἄνεμον, οἱονείπως ἑτέρῳ τρόπῳ τοὺς τῆς αἰχμαλωσίας
ὑπομένοντες πόνους.
ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.
ταλαντεύων ὀρθῶς, καὶ τοῖς πλημμελοῦσιν ἀποδιδοὺς κατὰ τὰ ἔργα αὐτῶν, παρατίθησιν εὐθὺς τὰ ἐγκλήματα, καὶ τῆς ἀσεβείας αὐτῶν ἀπογυμνοῖ τὸ μέγεθος· γεγόνασι τοίνυν φησὶ πονηροὶ τοὺς τρόπους καὶ εἰς τοῦτο σκαιότητος ἀφιγμένοι λοιπὸν ὡς βουλεύεσθαι μὲν ἐν νυκτὶ καὶ σχολῆς
ἔργον ποιεῖσθαι κόπους, τουτέστι τὰς κατά τινων συντιθέναι 164 συντριβὰς, καὶ ἐργάζεσθαι κακὰ, τουτέστι πάλιν αἰτίας σκέπτεσθαι πληροῦν καὶ δύνασθαι κακοῦν τοὺς ἀσθενεστέρους. εἶτα δέον μεταβουλεύεσθαι καὶ δρᾶν ἑλέσθαι τὸ ἄμεινον, οὐδένα ταῖς ἑαυτῶν σκέψεσιν ἐνδιδόντες καιρὸν,
ἅμα τῆ ἕω πρὸς πέρας ἦγον τὸ δοκοῦν, καίτοι δέον ἀνατεῖναι μᾶλλον τοῖς χεῖρας πρὸς Θεὸν, ὡς ἑωθινῆς θυσίας ἀναφερομένης κατὰ τὸν νόμον. ἦσαν δὲ αὐτοῖς ἐκεῖ τὰ ἐν νυκτὶ βουλεύματα καὶ ἡ σχολαία διάσκεψις, ἀγρῶν ἀλλοτρίων 165 ἐπιθυμίαι, οἴκων ἀνατροπαὶ, καταδυναστεῖαι καὶ πλεονεξίαι,
ἀνδρός τε καὶ κλήρου διαρπαγαί. ταύτῃτοι δικαίως εξεπέμ- 166 167 φθησαν ὡς οἶκοι μάταιοι, καὶ τὰ ἁνδάνοντα Θεῶ φρονεῖν οὐκ εἰδότες.
168 ἐφιεμένους, διατροφὰς ζητεῖν καὶ σκεπάσματα, καὶ ὅσα 169 τοῖς σώφροσιν ἀπόχρη πρὸς τὸ βιοῦν. “Οἱ γὰρ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς ἐπιθυμίας πολλὰς καὶ “ἀνοήτους καὶ βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώ- “ποὺς εἰς ὄλεθρον καὶ ἀπώλειαν.” ἐπιζήμιον δὲ πρὸς τούτῳ
καὶ τὰς ἐν νυκτὶ σχολὰς τοῖς εἰς ἁμαρτίαν σκέμμασι δαπανᾶν· καλὸν δὲ ζηλοῦν τὸν μακάριον ψαλμῳδὸν πρὸς τὸν 170 τῶν ὅλων λέγοντα Θεόν “Μεσονύκτιον ἐξεγειρόμην τοῦ “ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.’’ 171 καὶ πάλιν “Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, ἐδίψησέ
172 “σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου.’’ καὶ πάλιν 173 “Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις “ἐμελέτων εἰς σέ.’’
οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστιν.
177 εἶεν κακοῖς, ἤγουν ἀνιάτοις συμφοραῖς· ἔσεσθαι δὲ οὕτω φησὶ δύσοιστά τε καὶ φορτικὰ τὰ ἐπενεχθησόμενα, ὡς ἐν ἴσῳ γενέσθαι τοῖς κεκυφόσι τοὺς πεπονθότας, καὶ τρόπον τινὰ κατακαμφθήσεσθαι, δεινῶς καὶ ἀφορήτως κατηχθισμένους.
καιρὸς γὰρ ἔσται φησὶ πονηρὸς, καθ’ ὃν ἃν αὐτοῖς τὰ ἐξ ὀργῆς ἐπαρτήσειε. καὶ τοῦτο οἶμαί ἐστι τὸ ὑπό του σοφῶς ὑμνούμενον “Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν 178 κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. ἀλλ’ ὅ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς οὕτω κατηχθισμένους
πρὸς ἀπόθεσιν τῶν ἐπηρτημένων αὐτοῖς ἐκάλει λέγων “Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορ- 179 “τισμένοι, κἄγω ἀναπαύσω ὑμὰς. ἀλλ’ οἱ μὲν τῆ πίστει τὸν κεκληκότα τιμήσαντες, ἀπεσείσαντο τὸ φορτίον· ἀπομεμενήκασι δὲ κάμνοντες καὶ πεπιεσμένοι, καὶ σφόδρα εἰκότως,
οἱ ταῖς ἀπειθείαις λελυπηκότες γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ ἡ σὺν αὐτοῖς ἑτέρα πληθὺς, οἳ καὶ οὐκ ἂν 180 δύναιντο βαδίζειν ὀρθοί. καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Δαυεὶδ, ἀνακεκράγει πρὸς Θεόν “Σκοτισθήτωσαν οἱ ὀφ- 181 “θαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν
“διὰ παντὸς σύγκαμψον·” ἵνα τὰ ἄνω μὴ βλέποντες, μήτε μὴν ἀνακουφίζειν ἰσχύοντες τῆς διανοίας τὸν ὀφθαλμὸν πρὸς τὴν τῶν ἁγίων ἐλπίδα καὶ τὴν ἐν τοῖς οὐρανοῖς καλλίπολιν, πρὸς μόνα βλέπωσι τὰ ἐπὶ τῆς γῆς, μονονουχὶ κεκυφότες καὶ τοῖς προσκαίροις καὶ σαρκικοῖς τὸν ὑβριστὴν
καὶ μισόθεον ἐνερείδοντες νοῦν.
στόματι πάντων τὸν ἐπ’ αὐτοῖς, ἤτοι περὶ αὐτῶν, γενέσθαι λόγον· μνημονεύεται γὰρ ἀεὶ καὶ τὰ ἐξαίσια τῶν κακῶν, καὶ τῶν τοιούτων ἡ φήμη πόλεις τε καὶ χώρας ἐπιφοιτᾷ, καὶ μέχρι τερμάτων τῆς ὅλης διάττει γῆς. ὁ θρῆνος δέ γε τὸ δάκρυον καὶ τὰς ἐπ’ αὐτοῖς οἰμωγὰς, ἃς ἂν ἕτεροι ποιοῖντο
τυχὸν, ἤγουν αὐτοὶ κατὰ σφᾶς αὐτοὺς τὰ οἰκεῖα κλαίοντες πάθη. τοιγάρτοι φησί Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν. καὶ 186 τίς ἂν νοοῖτο τῆς ταλαιπωρίας ὁ τρόπος, διατρανοῖ λέγων Μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν τοῦ ὰποστρέψαι. ὁ κλῆρος, φησὶν, ὁ ἐκνεμηθεὶς τῷ
ἐμῷ καὶ ἠγαπημένῳ λαῷ· δῆλον δὲ ὅτι τῷ Ἰσραήλ· μεμέτρηται παρ’ ἐχθρῶν, τουτέστι, δασμοῖς καὶ τέλεσιν ὑπενήνεκται. τὸ γὰρ μετρούμενον ὑπὸ φόρον ἐστι καὶ τέλη. εἶτα τούτου γεγονότος καὶ παρ’ ἐλπίδα συμβεβηκότος, οὐκ ἦν ὁ κωλύσων. ποῦ δὴ οὖν ἄρα, φησὶν, αἱ δαμάλεις, ὁ Χαμὼς,
ὁ Δαγὼν, ὁ Βεελφεγὼρ, ὁ Βάαλ, καὶ τὰ ἐν τοῖς τεμένεσι τῆς Σαμαρείας πολυειδῆ χειρόκμητα; σεσιγήκασιν, οὐκ 187 ἀντετάξαντο τοῖς μεριζομένοις· οὐ βεβοηθήκασι τοῖς ἰδίοις προσκυνηταῖς· οὐκ ἐπήγαγον ὀργὴν τοῖς μετροῦσι τὴν γῆν. τοιοῦτόν τι φησὶ καὶ διὰ φωνῆς ̔ Ιερεμίου περὶ τῶν ἐξ Ἰσραήλ 188 “Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν Ἀνάστα καὶ σῶσον ἧμας. καὶ που εἰσιν οἱ θέοι σου οὑς ἐποίησας 189 “σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς “κακώσεως σου;" ἀλλὰ πῶς ἃν ἑτέρους ἐκσώσειαν, οἳ πάθοιεν ἂν εὐκόλως πᾶν ὅσον τις ἕλοιτο δρᾶν; εἰσὶ γάρ εἰσιν ἔργα χειρῶν ἀνθρώπων, ἀργύριον καὶ χρυσίον, καὶ 190
λίθος καὶ ξύλα, κωφὴ καὶ ἀναίσθητος ὕλη. ψαλλέτω δὴ οὖν ὁ θεσπέσιος Δαυείδ “Ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ 191 “ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.”
αὐτοῖς ἀπώλισθον κλήρων. ἦν μὲν γὰρ πρωτότοκος, καὶ αὐτῶν εἶναί φησι τὰς ἐπαγγελίας ὁ σοφώτατος Παῦλος, 194 αὐτῶν τοὺς πατέρας, καὶ ἐξ αὐτῶν τὸ κατὰ σάρκα Χριστόν. ἐκπέπτωκε δὲ τῆς ἐλπίδος καὶ τῆς εἰς τοῦτο πάσης εὐκλείας· εἰσέφρησε δὲ τῶν ἐθνῶν ἡ πληθὺς καὶ εἰς τὸν ἐκείνων ἀντανέβη
κλῆρον· αὐτῶν γὰρ γεγόνασιν αἱ ἐπαγγελίαι, ἀν’ 195 τῶν ὁ Χριστὸς, αὐτῶν οἱ πατέρες· τέκνα χρηματίζουσιν ̔Αβραὰμ, κατακολουθοῦντες “τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ 196 “πίστεως’’ αὐτοῦ· “Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴ, οὗτοι Ἴσ’, 197 “ραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα ̔Αβραὰμ, πάντες τέκνα, ἀλλὰ
“τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς σπέρμα.” 198 τοιγάρτοι καὶ ὁ θεσπέσιος Ἰωάννης τὴν τῶν Ἰουδαίων ὀφρῦν 199 καὶ τὸ ἵκανον φύσημα καταφέρων “Ποιήσατε οὑν κάρπους 200 “ἀξίους τῆς μετανοίας, φησὶ, καὶ μὴ δόξητε λέγειν ἐν - “ἑαυτοῖς, ὅτι πατέρα ἔχομεν τὸν ̔Αβραάμ· λέγω γὰρ “ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι
“τέκνα τῷ ̔Αβραάμ.” οὐκοῦν ἀποπέπτωκε μὲν τῆς κληρονομίας ὁ ἀπόπληκτος Ἰσραὴλ, ἀντανέφυ δὲ ὥσπερ ἡ ἐξ ἐθνῶν ἀγέλη, καὶ αὐτοῖς ὁ Χριστὸς τῶν ἄνωθεν ἀγαθῶν τὸν εὐκλεᾶ τε καὶ ἀξιόληπτον ἀπονέμει κλῆρον. συμπολῖται 201 γὰρ γεγόνασι τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, σύσσωμοί τε
τοῦ Χριστοῦ, καὶ τῆ πρὸς αὐτὸν ἑνότητι διὰ Πνεύματος ἐκλελαμπρυσμένοι, τὸν πολύευκτον ἀληθῶς διαζήσονται βίον, 202 ἐν ὁσιότητί τε καὶ ἁγιασμῷ καὶ ἀφθαρσίᾳ.
λέγω Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου. εἰ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ εστίν;
d καὶ δρᾶν ἤδη πὼς τὸ ἁνδάνον αὐτῷ; οὐ τοῦτό φησιν. ἁλλ’ ἔθος τισὶν, εἰ ὑπό του τυχὸν τῶν σοφῶν πεπλημμεληκότες ἐλέγχοιντο, τὸν τῆς μεταγνώσεως τρόπον μέχρι μόνου τοῦ δακρύσαι μετρεῖν, καὶ ὁμολογεῖν μὲν τὴν ἁμαρτίαν, τούτῳ 205 τε καὶ μόνῳ ζητεῖν τὴν ἄφεσιν· οὐ μὴν ἔτι καὶ τῶν προκειμένων αὐτοῖς καταλήγειν κακῶν. τοῦτό τινες ἔδρων τῶν ἐξ Ἰσραὴλ, ὡς μηδὲ αὐτῶν ἔσθ’ ὅτε φείδεσθαι τῶν ἀμφίων. ἀλλὰ τί φησιν ὁ εἰς καρδίαν ὁρῶν καὶ νεφρούς; “Ἐπιστρέ- 206
“ψατε πρὸς μὲ ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ 207 “ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, καὶ διαρρήξατε τὰς καρδίας “ὑμῶν καὶ μὴ τὰ ἱμάτια μῶν.,, ὅτι τοίνυν ψιλὸν ἐξ ὀμμάτων καταχέοντες δάκρυον, καὶ χρηστοεπεῖν ὑποκρινόμενοι, τῶν γεμὴν ἰδίων οὐ καταλήγοντες θελημάτων, οὐκ ἂν
εὐμενῆ καὶ πρᾶον ἐφ’ ἑαυτοῖς καταστήσειαν τὸν κριτὴν, ἐκδιδάσκει λέγων Ἐν ἐκκλησίᾳ Κυρίου μὴ κλαίετε δάκρυσι. μὴ ποιεῖτε φησι πένθους οἶκον τὸν θεῶν ναόν· μηδὲ ἐπὶ τούτῳ δακρύετε, ὥστε δοκεῖν ἐν οἴκῳ μόνον κλαῦσαι Θεοῦ· ἀνόνητον γὰρ τὸ τοιόνδε παντελῶς· μήτε μὴν ἐκεῖνο λέ- 208
γόντων τινές Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου. ἀποτρίψαιτο γὰρ ἂν ἥκιστά γε τοὺς ἐφ’ οἷς πεπλημμέληκεν ὀνειδισμοὺς, κἂν εἰ ἕλοιτό τις ταῖς οὕτω χρησταῖς ἀποκεχρήσθαι φωναῖς. Εἰ ταῦτά ἐστι τὰ ἐπιτηδεύματα αὐτοῦ; καὶ ποῖα δὴ ταῦτα, φησίν· “ Ἐγένοντο λογιζόμενοι κόπους, 209
“καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῆ “ἡμέρᾳ συνετέλουν αὐτὰ, καὶ οὐκ ἦραν πρὸς τὸν κύριον 210 “τὰς χεῖρας αὐτῶν· καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον “ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα “καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.’
οὐκοῦν εἰ τοιάδε, φησὶν, εἶεν αὐτοῦ τὰ ἐπιτηδεύματα, πῶς ἃν διακρούσαιτο τὰ ὀνείδη, ψιλὸν καταχέων δάκρυον, ὁμολογῶν τε καὶ λέγων Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα κυρίου;
οἱ τρόποι τῇ τῆς φαυλότητος ἀνατροπῇ συνεισθέοντες. ἀναιρουμένης γὰρ ἐν ἡμῖν τῆς ἁμαρτίας, ἡ τῆς ἀρετῆς παρειστρέχει γένεσις.
ὀνομάζουσι τὸν Θεὸν, καὶ κατειρωνεύονται πολυτρόπως, ἔργοις γεμὴν αὐτὸν παροτρύνοντες οὐ διαλελοίπασιν. ἴδοι δ’ ἄν τις αὐτοὺς ἑαυτοῖς γεγονότας ἐχθροὺς, καὶ τὴν σφῶν αὐτῶν ἀποσοβοῦντας εἰρήνην. αὐτὸς γὰρ ὁ λαός μου ἀντικατέστη 215 φησὶν ὡς ἐχθρὸς τῆ ἑωυτοῦ εἰρήνη. ἐξὸν γὰρ αὐτοὺς
ἐν εὐπαθείαις εἶναι καὶ τρυφαῖς καὶ ἐν βεβαίῳ τῆς δόξης καὶ ἐρηρεισμένην ἔχειν τὴν εὐθυμίαν, εἰ τετίμηται Θεὸς, ἐθελοντὶ κατώλισθον εἰς ἀπόστασιν. ταύτῃτοι καὶ τὸ ἐν 216 εἰρήνῃ διατελεῖν ἀποβεβληκότες, αὐτόκλητον ὥσπερ ταῖς σφῶν αὐτῶν κεφαλαῖς ἐπεγείρουσι πόλεμον. ὅτι δὲ οὐχὶ πάντως ἀκερδὲς τὸ χρηστοεπεῖν πρὸς Θεὸν τοὺς ἡμαρτηκοτας, ἤγουν εἰ ἕλοιτό τις τοῖς ἰδίοις πταίσμασιν ἐπερυθριᾶν,
ἐξ αὐτῆς ἀποδείξομεν τῆς θεοπνεύστου γραφῆς. γέγραπται 217 γὰρ ἐν τῇ δεύτερᾳ τῶν Παραλειπομένων μένων περὶ τοῦ ̔Ροβοάμ “καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία ̔Ροβοὰμ καὶ ὡς 218 κατεκρατήθη, ἐγκατέλιπε τὰς ἐντολὰς κυρίου, καὶ πᾶς Ισραὴλ μετ’ αὐτοῦ.” εἶτα Σουσακεὶμ ὁ τῶν Αἰγυπτίων
τύραννος κατὰ τῶν ̔Ιεροσολύμων ὡπλίζετο, καὶ πανστρατιᾷ τῆς οἰκείας ἐξέθει γῆς. ἀφικνεῖτο δὲ μετὰ τοῦτο “Σαμαίας 219 “ὁ προφήτης πρὸς ̔Ροβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα, τοὺς συναχθέντας εἰς ̔Ιερουσαλὴμ ἀπὸ προσώπου Σου- “σακεὶμ, καὶ εἶπεν αὐτοῖς οὕτως εἶπε Κύριος ̔Υμεῖς 220
“ἐγκατελίπετέ με, κἀγὼ ἐγκαταλίπω ὑμᾶς ἐν χειρὶ Σουσακείμ. καὶ ᾐσχύνθησαν, φησὶν, οἱ ἄρχοντες Ἰσραὴλ καὶ ὁ βασιλεὺς, καὶ εἶπον Δίκαιος ὁ κύριος. καὶ ἐν τῶ ἰδεῖν “Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς “Σαμαίαν, λέγων Ἐνετράπησαν, οὐ καταφθερῶ αὐτούς’’
πάλιν φησί “Καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη 221 “ἀπ’ αὐτοῦ ἡ ὀργὴ κυρίου, καὶ οὐκ εἰς καταφθορὰν εἰς “τέλος· καὶ γὰρ ἐν τῷ Ἰούδᾳ, φησὶν, ἦσαν λόγοι ἀγαθοί.” ὁρᾷς οὖν, ὅπως οὐκ ἀκερδὲς τὸ ἀγαθοὺς ἔχειν ἐπὶ γλώττης 222 λόγους, εἰ παρέποιτο τὸ ἐντρέπεσθαι, καὶ τὰ ἐφ’ οἷς πεπλημμέληκε
τις κατερυθριᾶν. οὐκοῦν ὡς ὁ Παῦλός φησιν 223 224 “Οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει, 225 καὶ αὐτὸς δέ που Χριστὸς ἀναφανδὸν ἔφη “Οὐ πᾶς ὁ “λέγων μοι κύριε κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν “τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου “τοῦ ἐν τοῖς οὐρανοῖς.” εἰκαῖον οὖν ἄρα, καθάπερ ἔφην
226 ἀρτίως, τὸ χρηστὰ λέγειν περὶ Θεοῦ, ὅτε τὸ ἐν ἔργοις εὐδόκιμον οὐ παρομαρτεῖ.
ἀγελαίων ἀπωλείας τὰ ἐγκλήματα. οὐ γὰρ ἃν ἱκανῶς ἔχοντες εἴς γε τὸ δύνασθαι παιδεύειν αὐτοὺς, καὶ εἰς τὴν ὀρθήν τε καὶ ἀδιάστροφον ἀποκομίζειν τρίβον, καὶ ἀντέχεσθαι μὲν ὅτι μάλιστα φιλεῖν τῆς εἰς Θεὸν εὐσεβείας, ὡς ἀχρεῖον δὲ καὶ ὀλέθρου πρόξενον ἀπορρίπτειν καὶ ἀπωτάτω
227 ποιεῖσθαι, τὸ προσκεῖσθαι γλυπτοῖς, αὐτοὶ γεγόνασιν ὀλετῆρες καὶ φθορεῖς, πρὸς πᾶν τοὐναντίον τὰς τῶν ὑπὸ χεῖρα μετατρέποντες γνώμας, καὶ Θεοῦ μὲν ἀποφοιτᾶν ἀναπείθοντες, ἐπαγάλλεσθαι δὲ μᾶλλον τοῖς τῆς πλανήσεως τρόποις. ταύτῃτοι Θεῷ προσκρούοντες, καὶ τῆς εἰς αὐτὸν
ἐλπίδος ἀπώλισθον, ἢν εἴπερ ἔχοντες διετέλουν, οὐδὲν τὸ ἀπεῖργον ἦν καταθλεῖν δύνασθαι τῶν ἐχθρῶν. οὐκοῦν ὡς ἐπὶ προβάτου φησὶν, ὅτι τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ 228 ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου. ὅμοιον ὡς εἰ λέγοι Γυμνὸν ἀποφήναντες τῶν ἐξ ἐλπίδος περιβλημάτων, ἀπαμ-
229 φιάσαντες δὲ ὥσπερ τῆς παρ’ ἐμοῦ φροντίδος καὶ ἐπικουρίας, εὐπαθῆ καὶ εὐάλωτον ἀποτετελέκασι. παρῄρηται γὰρ αὐτῶν ἡ εἰς Θεὸν ἐλπὶς, τοῦτο δὲ ἦν αὐτοῖς τοῦ πολέμου τὸ σύντριμμα. ὥσπερ γὰρ τοῖς ἀλόγοις τῶν ζῴων ἀσφαλὲς
ἀμφίον ἡ δορὰ· κομιδῇ γὰρ εὐπαθὲς τὸ γυμνὸν σαρκίον· οὕτω καὶ ἡμῖν αὐτοῖς ἀσφαλὲς περίβλημα καὶ δορά τις ὥσπερ, τῆς εἰς Θεὸν ἐλπίδος ἡ δύναμις, ἢν εἴπερ ἔχοιμεν κατ’ οὐδένα τρόπον λυποῦντες Θεὸν, κατευμεγεθήσομεν τῶν 230 ἐχθρῶν, καὶ περιεσόμεθα μὲν πολέμου παντὸς σαρκικοῦ τε
καὶ νοητοῦ· ἐπιβησόμεθα δὲ καὶ “Ἐπὶ ἀσπίδα καὶ βασι- 231 “λίσκον, καὶ καταπατήσομεν λέοντα καὶ δράκοντα, κατὰ τὸ γεγραμμένον· ἀναμέλψομεν δὲ πεποιθότες “κύριε ὁ 232 “Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σε.”
καὶ πατέρες, οἱ ποιμένες καὶ ἐπιστάται τὴν δορὰν αὐτοῦ ἐξέδειραν, καὶ ἀφείλαντο τὴν ἐλπίδα τὴν εἰς Θεὸν, δι’ ἧς 235 εὔκολον ἦν πάντα συντρίβεσθαι πόλεμον, ταύτῃτοι δικαίως τὰ οἴκοι μεθέντες ἀγαθὰ, καὶ τῶν ὅτι μάλιστα φιλαιτάτων ἐστερημένοι, τέρψεώς τε καὶ τρυφῆς ἀπωλισθηκότες, βαδιοῦνται
πρὸς ἐχθροὺς, καὶ πικροὺς τῆς ῥᾳθυμίας καὶ τῆς 236 φαυλότητος ἀποτίσουσι λόγους. ὅτι δὲ τοῦ παθεῖν οὐχ ἕτερός τις αὐτοῖς, αὐτοὶ δὲ μᾶλλόν σφισιν αὐτοῖς γεγόνασιν 237 ἀφορμὴ, σαφηνίζει λέγων Διὰ τὰ πονηρὼ ἐπιτηδεύματα αὐ- 238 τῶν ἐξώσθησαν. “Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς,” κατὰ τὸ γεγραμμένον· “αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες, “θησαυρίζουσιν ἑαυτοῖς κακά.”
239 μὲν ἃ μὴ θέμις· ἐκπεμπόμεθα δὲ καὶ ἐξ οἴκων τρυφῆς. οἱ γὰρ Θεῷ προσκρούοντες, τὰς ἄνω καὶ ἐν οὐρανοῖς οὐκ ὄψονται μονὰς, ἀμέτοχοι δὲ μενοῦσι καὶ τῆς τῶν ἁγίων ἐλπίδος καὶ τῆς εἰς αἰῶνα τρυφῆς. ἀλλ’ οἵγε σοφοί τε καὶ ἀγαθοὶ καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων διανενευκότες, οὐκ
ἐν τούτοις ἔσονται· πόθεν; ἕξουσι δὲ πόλιν τὴν ἐν οὐρανοῖς Εκκλησίαν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτήσονται, καὶ τοῖς οὐρανίοις ἐντρυφῶντες ἀγαθοῖς.
διατελεῖν, καὶ τὴν ἐλευθέροις πρέπουσαν ποιεῖσθαι δίαιταν. 242 ἐπειδὴ δὲ τοῦτο ὑμῖν, ὡς ἔοικεν, εὖ ἔχειν δοκεῖ, βαδίζετε πρὸς ἐχθροὺς, ἀποτρέχετε πρὸς γῆν τὴν Περσῶν τε καὶ Ἀρμενίων. ἐγγίσατε τοῖς αἰωνίοις ὄρεσι, φησὶ δὲ τὰ Ἀραράτ· ἀιώνια δὲ, ἢ ὅτι μακροὺς ἐν αὐτοῖς ἔμελλον διατελέσαι χρό-
243 νοῦς, ἢ τὰ ἐξ αἰῶνος διαβόητα, διά τοι τάχα τὸ ἐν αὐτοῖς ἀπομεῖναι τὴν κιβωτόν.
ἑπόμενοι γνώμαις οὐ προσίεντο τὴν πίστιν. ὄρη μὲν γὰρ ὥσπερ καὶ οἱ παρ’ αὐτοῖς ἦσαν διαφανέστεροι, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν ὑψοῦ τε ἠρμένοι, καὶ εἰς λῆξιν ἥκοντες δόξης. ἀλλ’ ἦν ἐκεῖνα πρόσκαιρα· πέπαυται γὰρ ἡ σκιὰ, 244 πεπαλαίωται δὲ ὥσπερ ἡ ἐν τύποις λατρεία, ἤργησε δὲ καὶ
τὸ ἱερὸν τὸ τηνικάδε γένος· ὄρη γὰρ ἀνεδείχθη λοιπὸν τὰ αἰώνια, τουτέστιν, οἱ τῆς νέας διαθήκης κήρυκές τε καὶ διάκονοι, οἱ τὸ Χριστοῦ λαλοῦντες μυστήριον, οἱ διαβόητοι καὶ διαφανέστατοι, καὶ τοῖς τῆς ἀρετῆς ὑψώμασι διαπρέποντες. ὄρη γὰρ αὐτοὺς, καὶ δι’ ἑτέρου προφήτου κατονομάζει Θεὸς,
οὕτω λέγων “Καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ 245 “πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται.” γλυκὺς γὰρ λίαν 246 τῶν θεηγόρων ὁ λόγος, καὶ αὐτοῦ μέλιτος ἡδίων τοῖς γε ἀληθῶς φιλοθεωτάτοις, οἷς ἂν εἴη καὶ πρέπον εἰπεῖν τῷ πάντων ἡμῶν Σωτήρι’ Χριστῷ “Ὡς γλυκέα τῷ λάρυγγί 247
μου τὰ λόγια σου, ὕπερ μέλι καὶ κηρίον τῳ στόματι μου. τούτοις δὴ οὖν ἄρα τοῖς νοητοῖς ὄρεσιν οἱ οὔπω πεπιστευκότες, εἰ γένοιντο πλησίον, κατὰ σχέσιν δὲ δηλονότι τὴν πνευματικὴν, εὑρήσουσι τὴν ἀνάπαυσιν. ἀποφορτιοῦνται γὰρ εὐθὺς τὴν ἐπισκήψασαν ἁμαρτίαν, καίτοι μηδεμίαν
ἀνάπαυσιν ἔχοντες ἐν τῇ κατὰ νόμον ζωὴ, εἴπερ ἐστὶν ἀληθὲς, 248 ὡς “Τὸ γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζωοποιεῖ.” 249 οὔκουν ἀκουόντων Ἰουδαῖοι καὶ πρὸς γε ἤμων ἀυτῶν Ανάτὴν 250 στῆθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις. ἐπειδὴ γὰρ οὐκ ἔχεις ἐν νόμῳ τὸ ἀναπαύεσθαι, βάδιζε καὶ μεταχώρησον διὰ πίστεως ἐπὶ τὰ Χριστοῦ παιδεύματα.
δυσκλεᾶ μολυσμόν· αἰσχρὰ γὰρ ὄντως καὶ κάκοσμος. τρόπος δὲ αὖ ῥύπου τε καὶ ἀκαθαρσίας ἕτερος, τὸ πλεονεκτεῖν ἀδελφοὺς, ἅρπαγμα ποιεῖσθαι τὸ ἀλλότριον, καὶ ἡ καθ’ ἕτερον τρόπον κατὰ πολλῶν ἀδικία. ταύτης δὴ οὖν ἕνεκα τῆς ἀκαθαρσίας, φησὶ, διολώλατε, φθορᾷ τῆ εἰς
252 θάνατον ἀθλίως κατεφθαρμένοι.
μὴ πιστεύσητε ὅτι ἐγὼ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν “ἀποθανεῖσθε.” ἢ οὐχὶ τοῦτό ἐστι τό Ἔνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ; οὐ γὰρ ἀπενίψαντο τὰ ἐγκλήματα, οὔτε μὴν τῶν ἀρχαίων αἰτιαμάτων ἀπηλλαγμένοι τῆς παρὰ Χριστοῦ μετέλαχον σωτηρίας, καθὰ καὶ οἱ τὴν πίστιν εἰς-
254 δεδεγμένοι.
256 τετιμήκασι τὸ δρᾶν ἐκεῖνα, καὶ μάλα ἐσπουδασμένως, τὰ δι’ ὧν ἦν ἀνάγκη καὶ οὐχ ἑκόντας κολάζεσθαι. κατεδιώχθησαν τοίνυν τῶν Ἰουδαίων τὰ στίφη, διώκοντος οὐδενός. ἐξὸν γὰρ αὐτοὺς εὐημεροῦντας διατελεῖν, καὶ ἐν παντὶ κεῖσθαι
καλῷ τετιμηκόσι Χριστὸν, κατώλισθον εἰς ἀπόστασιν, καὶ 257 προσκεκρούκασι πολυτρόπως· ἀπειθοῦντες, ὑβρίζοντες, καὶ τί γὰρ οὐχὶ τῶν ἀτόπων δρῶντές τε καὶ λέγοντες;
μὲν οὐχ ὁσίως ἔτι τὸν τῶν ὅλων δοτῆρα Θεὸν, ἑαυτοὺς δὲ μᾶλλον, εἴπερ ἐσμὲν ἐν καλῷ καὶ νοῦ καὶ φρενός.
ἀκριβῆ τὴν κατάληψιν ἔχειν ὑποπλαττόμενοι, τὰ θυμήρη καὶ φίλα τοῖς προσιοῦσιν ἀπήγγελον, ψυχρὰ καὶ ἀπόπτυστα ζητοῦντες λημμάτια, καὶ ὀλίγων ὀβολῶν, ἢ “ κλάσματος 259 “ἄρτου,” ἄρτου, κατὰ τὸ γεγραμμένον, ψευδῆ πωλοῦντες ῥημάτια. τοῦτο δὲ μάλιστα κατέφθειρέ τε καὶ ἀπολώλεκε τὸν Ἰσραήλ.
φησὶν οὖν ὅτι πνεῦμα πονηρὸν ὡς παγίδα τῷ Ἐφραῒμ ἔστησε Ψεῦδος, καὶ ὥσπερ τι τῶν δηλητηρίων φαρμάκων ἐνεστάλαξεν 260 οἴνῳ τὴν δαιμονιώδη πλάνησιν, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀκρατέσιν ἀποφοραῖς μονονουχὶ καταμεθύοντα δέδειχεν αὐτόν.
263 τόλμων. καὶ εἴπερ ἐστὶν ἀληθὲς, ὡς οὐδεὶς λέγει Ἀνάθεμα 264 Ιησοῦς, εἰ μὴ ἐν Βεελζεβοὺλ, πῶς οὐκ ἀταλαίπωρον ἰδεῖν, ὅτι δὴ μάλιστα παρ’ αὐτοῖς πνεῦμα ἔστησε ψεῦδος; κατεστάλαξε δὲ καὶ εἰς νοῦν αὐτοῖς καὶ καρδίαν, τὴν διὰ πλανήσεως μέθην, ἐφ’ ᾗ δικαίως καὶ ἀπολώλασι, θηριοπρεπῶς ἐπιθρώσκοντες,
παντί τε θράσει καὶ δυσφημίᾳ χρώμενοι.
267 τινες τῶν ὁμοφρόνων αὐτῷ τὰς δαμάλεις τοῖς τεμένεσιν ἐνιδρύσαντες, προσκεκυνήκασιν ἀυταῖς, καὶ τοῖς τῶν ἀνοσίων ψευδομάντεων ἤγουν ψευδοπροφητῶν προσεσχήκασι λόγοις. εἶτα διέρποντος τοῦ κακοῦ, καὶ ἀεὶ τοῖς πρώτοις προστιθέντος 268 ἕτερα, συνηνέχθη λοιπὸν καὶ συνδεδράμηκεν ὅλος εἰς ἕνα σκοπὸν ὁ Ἰσραὴλ, καὶ τῷ πλημμελήματι κάτοχος ἦν, καὶ οὐκ ἀνὰ μέρος ἔτι, παμπληθεὶ δὲ μᾶλλον καὶ ὁλοτρόπως. οὐκοῦν ἀπὸ τῆς σταγόνος φησὶν, ἧς ἂν αὐτοῖς καταστάξειεν
ὁ τῶν ψευδομάντεων λόγος· πλεῖστοι γὰρ ὅσοι παρὰ τῷ 269 Εφραῒμ οἱ τοῦτο δρᾶν εἰωθότες· συναχθήσεταί φησι σύμπας ὁ Ἰακὼβ, τουτέστιν εἰς μίαν συνενεχθήσεται γνώμην, κατανεμηθήσεται δὲ ἅπαντας ἡ νόσος. ἐγὼ δὲ αὐτοῖς οὐκ ἀνὰ μέρος ἐποίσω τὰς διὰ τοῦτο δίκας, περιμενῶ δὲ μᾶλλον τοὺς
τοῖς ἤδη κατεφθαρμένοις ἐπενεχθησομένους. τοῦτο γάρ ἐστι τό Ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, καὶ τότε δὴ τότε μίαν ποιήσομαι τὴν κατὰ πάντων ἀποστροφην.
Θεῷ, μὴ κολάζοντι εὐθὺς, ὑπερτιθεμένῳ δὲ χρηστῶς, καὶ τὴν ἐπανόρθωσιν περιμένοντι καὶ τῶν πλανωμένων τὴν ἐπιστροφήν. εἰ δὲ δὴ μὴ γένοιτο, φαίνοιτο δὲ μᾶλλον εἰς αὔξην ἰὸν τὸ ἀῤῥώστημα, μὰ, τότε δὴ μόλις καὶ ὀκνηρῶς ἀποστρέφεται. ἕψεται δὲ πάντως ταῖς ἀποστροφαῖς τὸ
χρῆναι ταλαιπωρεῖν τοὺς τοῦτο παθόντας. τοιγάρτοι καὶ ὁ θεσπέσιος ψάλλει Δαυείδ “Μῆ ἀποστρέψῃς τὸ πρό- 271 “σωπόν σου ἀπ’ ἐμοῦ καὶ μὴ ἐκκλίνης ἐν ὀργῇ ἀπὸ τοῦ 272 “δούλου σου.’’ ἰστέον δὲ, ὅτι ἐνεστάλαξεν ὥσπερ τοῖς γραμματεῦσι καὶ Φαρισαίοις ὁ Βεελζεωβοὺλ τὴν ἐπὶ Χριστῷ
ψευδῆ καὶ ἀπαίσιον δόξαν, κατενεμήθη δὲ ὥσπερ ἅπαντας ἡ νόσος, καὶ συνδεδράμηκε ταῖς τῶν ἡγουμένων ἀπάταις ἡ 273 ἑτέρα πληθύς. τοιγάρτοι καὶ μίαν ὑπομεμενηκότες ψῆφον, τὴν εἰς κατάκρισιν λέγω καὶ ἀποστροφὴν, ἰσοπαλεῖς τοῖς ἡμαρτημένοις ἀποτετίκασι δίκας.
αὐτῶ διέκοψαν, καὶ διῆλθον πύλην, καὶ ἐξῆλθον δι’ αὐτῆς, καὶ ἐξῆλθεν ὁ βασιλεὺς πρὸ προσώπου αὐτῶν, ὁ δὲ Κύριος ἡγήσεται αὐτῶι.
μονονουχὶ δὲ παρόντα τε καὶ ἐνεργούμενα βλέπειν 276 τὰ καὶ πολλοῖς ὕστερον ἐκβησόμενα χρόνοις. οἷον ὁ μακάριος προφήτης ̔Ησαΐας τὰ περὶ Χριστοῦ διηγούμενος, μονονουχὶ δὲ καὶ ἀποκομιζόμενον βλέπων ἐπὶ τὸ σωτήριον 277 πάθος, “ Ὡς πρόβατον, φησὶν, ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς
“ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος.’’ ἐρωτᾷ δὲ ὥσπερ τοὺς τῶν ἥλων τύπους καταθεώμενος, καί φησι πρὸς 278 αὐτὸν τάχα που τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν “ Τί “αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου; ὁ δὲ εἶπεν, “Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου.’’ ̔Ιερεμίας
279 γεμὴν ὁ θεσπέσιος τὸν ἐσόμενον κατὰ τῆς ̔Ιερουσαλὴμ προαναφωνήσας πόλεμον, καὶ πληθὺν ἤδη τῶν Ἰουδαίων πολλὴν κειμένη ἰδών· ὡς ἐν θεωρίαις δὲ δηλονότι ταῖς 280 προφητικαῖς· κατοιμώζει λέγων “Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει 281 “ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.” οὕτω καὶ ὁ μακάριος Προφήτης Μιχαίας ἔοικε πὼς ὁρᾶν τὸν ἐν ταῖς πόλεσι τῆς Σαμαρείας ἐσόμενον θόρυβον, πτοουμένους τε ἤδη πολλοὺς, φεύγοντας δὲ καὶ ἑτέρους, τείχη τε καὶ τάφρους ὑπερθέοντας,
καὶ αὐτά που τὰ τῶν πολεμίων στίφη διαρρηγνύντα μὲν πύλας, εἰσχεόμενα δὲ δι᾿ αὐτῶν τοῖς κρατοῦσιν ὁμοῦ, μονο- 282 νουχὶ Θεοῦ προασπίζοντος καὶ τοῖς ἐξ αἵματος σὴ ἐπιθήγοντος, ὡς λελυπημένου. οὐκοῦν οὕτω φησὶ καταπτοηθήσονται, ὡς ἂν εἰ καὶ πρόβατον ἐν θλίψει γένοιτο τυχὸν,
ἤγουν ὅλον ποίμνιον, εἰ κοιτάζοιτο μὲν ἐν τόποις, εἶτά τινες βούλοιντο λαβεῖν, ἄνω τε καὶ κάτω πηδῶντα τὰ θρέμματα καταθεῷτό τις ἃν, καὶ ἧπερ ἃν γένοιτο διακοπὴ, δι’ αὐτῆς ἰόντα καὶ φεύγοντα· οὕτω φησὶ κἀκεῖνοι, καθ’ ὧν ἂν ἴοι 283 τῶν Βαβυλωνίων ὁ πόλεμος. διακόπτοντες δὲ καὶ πύλας,
ὁρώντων αὐτῶν, ἤτοι πρὸ προσώπου αὐτῶν, εἰσελεύσονταί τε καὶ ἐξελεύσονται δι᾿ αὐτῶν, τουτέστιν, ἀμογητὶ καὶ δίχα φόβου παντὸς διελεύσονται εἰς τὰς πόλεις, αὐτὸν ἔχοντες ἡγούμενον τὸν τῶν ὅλων Κύριον· ὅτι μὴ τῆς ἐκείνων ἰσχύος ἔργον ἦν τὸ κατακρατῆσαι τοῦ Ἰσραὴλ, νεύματι δὲ μᾶλλον
τοῦ Ἰσραὴλ ψῆφος τοῦ παραδόντος Θεοῦ. ταῦτα συμβῆναί φαμεν, καὶ τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσι τὸν Ἐμμανουήλ. πεπόρθηνται γὰρ αἱ παρ’ αὐτοῖς πόλεις τε καὶ κῶμαι Οὐεσπασιανοῦ τε καὶ Τίτου κατακρατούντων τότε, καὶ τὸν 284 θεῖον ἐπ’ αὐτοῖς πληρούντων θυμόν.
289 λαοῦ μου, καὶ τὰ δέρματα αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν ἐξέδειραν, καὶ τὰ ὀστᾶ αὐτῶν συνέθλασαν, καὶ ἐμέλισαν ὡς 290 σάρκας εἰς λέβητα, καὶ ὡς κρέα εἰς χύτραν· οὕτως κεκράξονται πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τό πρόσωπον αὐτοῦ ἀπ᾿ αὐτῶι ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθ᾿ ὧν
ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπ᾿ αὐτούς.
κύριος. αὐτὸς καὶ ἐρεῖ τοῖς ἄρχουσι, καὶ τοῖς καταλοίποις τοῦ λαοῦ. τὸ δὲ ἐμ, τέθεικεν ἀντὶ τοῦ προσδιαλεχθήσεται καὶ τοῖς μὲν διέπουσι τὰς ἀρχὰς ἐγκαλεῖ τὸ ῥᾴθυμον, καὶ ὅτι τῶν ὑπὸ χεῖρα κατημεληκότες, ὄλεθροι γεγόνασι καὶ φθοροί· 292 τοῖς γεμὴν ὑπεστρωμένοις, καὶ ταῖς τῶν κρατούντων δοστροπίαις
ἠπατημένοις, δίδωσι νοεῖν, ὅτι τῶν εἰς αὐτοὺς ἕνεκα πλημμελημάτων ἐπιρρίπτεται δίκη τοῖς ἠδικηκόσι. κήδεται γὰρ καὶ τῶν πλανωμένων ὁ τῶν ὅλων Δημιουργὸς, ὁ κτίσας 293 τὸν ἄνθρωπον “ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς καὶ προητοίμασεν, ὡς 294 ὁ θεσπέσιος γράφει Παῦλος, “ἵνα καὶ περιπατῶμεν ἐν “αὐτοῖς. τί τοίνυν Οὐχ ὑμῖν ἐστι τού γνωναι τὸ κριμα; ytfijxct δέ φησιν ἤτοι τὴν ἐπ’ αὐτοῖς γεγενημένην ὁσίαν τε 295 καὶ ἀμώμητον ψῆφον, ἤγουν τὴν κατάκρισιν· πρέποι δ᾿ ἃν
ἐν τούτοις νοεῖσθαι τὴν τοῦ κρίματος εἴδησιν οὐχ ὡς ἐν μαθήσει μόνον· τί γὰρ ἃν τοῦτο τοῖς ἐκεῖνα πεπλημμεληκόσι διελυμήνατο; ἢ πῶς ἂν λελύπηκε τοὺς ἠσεβηκότας; ἀλλ’ ὡς διὰ πείρας αὐτῆς τῶν συμβησομένων· ἀποτιννύντες γὰρ τοῖς κολάζουσι δίκας οἱ πλημμελεῖν εἰωθότες, τότε δὴ τότε μανθάνειν
λέγονται καὶ τῆς ἐνούσης αὐτοῖς ἐξουσίας τὸ ὑπερφερὲς καὶ δεσποτικῶν κριμάτων τὴν δύναμιν. ἔστι δὴ οὖν ἀναγκαῖον ὑμᾶς δὴ μάλιστά φησι διὰ τῶν συμβησομένων 296 τὸ κρῖμα μαθεῖν· ὑμᾶς τοὺς ἀεὶ μὲν τοῖς φαύλοις προσκεκλιμένους, ἀποσπουδάζοντας δὲ τὸ ἀγαθόν· ὑμᾶς τοὺς ἀγρίαν
τινὰ καὶ ἀνήμερον κατὰ τῶν ἐμῶν προβάτων ποιουμένους τὴν ἔφοδον, καὶ τοῖς τῶν θηρίων ἀπηνεστάτοις παραχωροῦντας οὐδὲν, τοὺς ἀποδέροντας μὲν τὰ πρόβατα, καταξαίνοντας δὲ καὶ σάρκας, καὶ καταμελίζοντας ἀφειδῶς, καὶ οἷον ἕψοντας διὰ χύτρας. σημαίνει δὲ διὰ τούτων πᾶν εἶδος
πλεονεξίας, ἀπληστίας τε καὶ κατ’ ἁδὺν ἀστείας. ἐπειδὴ δὲ ταῦτα δεδράκασι, καὶ αὐτοὶ κεκράξονταί φησι· καὶ οὔτ’ ἃν 297 ἐποπτείας ἀξιώσαιμι τῆς παρ’ ἐμαυτοῦ· οὔτ’ ἂν εἰ κεκράξειαν αἰτοῦντες τὸν ἔλεον, ἐπιδοίην ἄν. κατεπανουργεύσαντο γὰρ καὶ αὐτοὶ τῶν ὑπεζευγμένων, καὶ πᾶν εἶδος αὐτοῖς ἐπενηνόχασι
μοχθηρίας, πικρῶν τε καὶ ἀνοσίων εὑρέσεων καὶ ἐγχειρημάτων.
301
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.