ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
1καὶ παρὰ Θεοῦ διαπορθμεύσαντα λόγους, καὶ τὰ ἐσόμενα σαφῶς προαπηγγελκότα. ἔγγραφος μὲν οὖν τῆς παρ’ αὐτοῦ προφητείας λόγος ἕτερος οὐδεὶς παρὰ τοῦτόν ἐστιν. ὅτι δὲ διατετέλεκε ταῖς Ἰουδαίων ἀγέλαις τὰ κατὰ καιροὺς ἐσόμενα προαναφωνῶν, μεμαρτύρηκεν ἡ θεόπνευστος γραφή. ἐν γὰρ 1
τῇ τετάρτη τῶν βασιλειῶν ποιεῖται μὲν τοὺς λόγους τὸ γράμμα τὸ ἱερὸν περὶ τοῦ Ἱεροβοὰμ, οὐχὶ δὴ τοῦ 3 καὶ ἐν ἀρχαῖς, ὃς ἦν τοῦ Ναβὰτ, ὃς καὶ ἐξήμαρτε τὸν Ἰσ- 4 καθὰ γέγραπται, δαμάλεσι δηλονότι ταῖς χρυσαῖς 5 προσκυνεῖν ἀναπείσας, ἀλλ’ ἑτέρου πάλιν Ἱεροβοὰμ μετὰ πολλοὺς γεγονότος· τίνα δὲ προανήγγειλεν ὁ μακάριος Ιωνᾶς, διεσάφησε λέγον “Οὗτος ἀπέστησε τὸ ὅριον Ἰσ- 6 “ραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα,
“κατὰ τὸ ῥῆμα κυρίου Θεοῦ Ἰσραὴλ, ὃ ἐλάλησεν ἐν χειρὶ “δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφήτου τοῦ ἐκ “Γεθχοβέρ ὅτι ἐπεῖδε κύριος ἐπὶ τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν σφόδρα· καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους· καὶ οὐκ ἦν ὁ βοηθῶν
“τῷ Ἰσραήλ· καὶ οὐκ ἐλάλησε κύριος ἐξαλεῖψαι τὸ “σπέρμα ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς ἐκ “χειρὸς Ιεροβοὰμ υἱοῦ Ἰωάς.’’ τὸ δὲ ἐκ χειρός φησιν ἀντὶ τοῦ διὰ χειρός. Ἱεροβοὰμ γὰρ, ὡς ἔφην, ὁ τοῦ Ἰωὰς πεπολέμηκε πρὸς τοὺς ἀλλοφύλους, καὶ πόλεις διηρπασμένας τῆς 7
Ἰουδαίων γῆς ὑφ’ ἑαυτὸν πεποίηται πάλιν, καὶ βεβοήθηκεν οὐ μετρίως τοῖς ἐξ Ἰσραὴλ, Θεοῦ προασπίζοντος καὶ διασώζειν ἐθέλοντος, καίτοι πρὸς λῆξιν ἥκοντας τῆς ἁπασῶν ἐσχάτης ταλαιπωρίας. οὐκοῦν γεγόνασι μὲν καὶ ἕτεροι προφητειας λόγοι κατὰ καιροὺς τῷ μακαρίῳ Ιωνᾷ, ἀναγέγραπται
δὲ τὰ περὶ αὐτοῦ νυνὶ χρησίμως τε καὶ οἰκονομικῶς. ἀξιάκουστον γὰρ τὸ χρῆμα, τὸ διακηρύξαι φημὶ Νινευίταις, καὶ παθεῖν τὰ μεταξύ. καταγράφει δέ πὼς ὡς ἐν σκιαῖς καὶ 8 τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ μυστήριον. καὶ γοῦν αὐτὸς ἔφη Χριστὸς Ἰουδαίοις προσλαλῶν “Γενεὰ πονηρὰ 9
“καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται “αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. ὥσπερ γὰρ “ἦν Ἰωνᾶς ἐν τῆ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ 10 “νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῆ “τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.”
πνευματικῆς διαμορφοῦται λόγος, προκειμένου προσώπου, καὶ παραληφθέντος εἰς ὑποτύπωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, δοκιμάζειν ἀναγκαῖον τὸν σοφόν τε ἐπιστήμονα, τίνα μὲν ἀκόλουθον ὡς ἄχρηστα ποιεῖσθαι τῷ 11 προκειμένῳ σκοπῷ, τίνα δὲ δὴ αὖ χρήσιμά τε καὶ ἀναγκαῖα,
καὶ ὠφελεῖν ὅτι μάλιστα πεφυκότα τοὺς ἀκροωμένους. οἷον φέρε εἰπεῖν· προκείσθω Μωυσῆς ὁ μακάριος, ὃς παρέστησε μὲν τὸν Ἰσραὴλ τῷ Θεῷ ὑπὸ τὸ ὄρος τὸ Σινᾶ, γέγονε δὲ μεσίτης Θεοῦ καὶ ἀνθρώπων. δεδιότες γὰρ οἱ ἐξ Ἰσραὴλ 12 ἐλιπάρουν λέγοντές “Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω “πρὸς ἡμᾶς ὁ Θεὸς, μήποτε ἀποθάνωμεν. ἀλλ’ ὅτι τὸ χρῆμα τὴν διὰ Χριστοῦ μεσιτείαν προανετύπου σαφῶς αὐτὸς 13 ἐδίδαξεν ὁ Θεὸς καὶ Πατὴρ οὕτω λέγων “Ὀρθῶς “ὅσα ἐλάλησαν· Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν “φῶν αὐτῶν ὥσπερ σὲ,’’ μεσιτεύοντα δηλονότι καὶ παρσταντα
τῷ Θεῷ τὸ ἀνθρώπινον γένος καὶ ἀπαγγέλλοντα τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀπόρρητον 14 βούλησιν. “Θήσω γὰρ τοὺς λόγους μου εἰς τὸ στόμα “τοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι.’’ παρελήφθη δὴ οὖν ὁ θεσπέσιος Μωυσῆς εἰς τύπον Χριστοῦ,
15 ἀλλ’ οὐ πάντα τὰ Μωυσέως καὶ αὐτῷ προσάψομεν, ἵνα μή τι τῶν ἀτόπων δρῶντές τε ὁμοῦ καὶ λέγοντες ἁλισκοίμεθα. ὡμολόγει μὲν γὰρ ὁ Μωυσῆς, ὅτι τε ἰσχνόφωνος εἴη καὶ βραδύγλωσσος καὶ ἀνικάνως ἔχων εἰς ἀποστολήν· ἔφασκε 16 γὰρ ὅτι “Ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι· καὶ οὐκ 17 εὔλαλος πρὸ τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης οὐδὲ ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου·’’ παρεκάλει δὲ λέγων· “Δέομαι Κύριε προχείρισαι ἄλλον δυνάμενον ὃν ἀποστε- 18
“λεῖς.” ἀλλ’ οὐ βραδύγλωσσος ὁ Χριστὸς, οὔτε ἰσχνόφωνος κατ’ ἐκεῖνον, ἀλλ’ ἔστιν αὐτὸς ἡ μεγάλη σάλπιγξ. οὕτω γὰρ αὐτὸν ὁ μακάριος προφήτης Ἡσαΐας ὠνόμαζε, λέγων “Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνη, σαλπιοῦσι 19 “τῇ σάλπιγγι τῆ μεγάλῃ.’’ περιαγγέλλεται γὰρ τοῦ Σωτηρος 20
ὁ λόγος, καὶ ἀκουστὸς γέγονε τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν. καὶ τοῦτο εἰδὼς ὁ μακάριος ἔφη Δαυείδ “Θεὸς Θεὸς 21 θεῶν κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν “ἡλίου μέχρι δυσμῶν.”
βραδυστομεῖ δὲ οὐκ ἔτι δεικνύων τὸν τύπον ἐν ἑαυτῶ. παρελήφθη πάλιν ὁ μακάριος Ἀαρὼν εἰς ὑποτύπωσιν τοῦ Ἐμμανουήλ, τοῖς τῆς ἀρχιερωσύνης κατεστεμμένος αὐχήμασι, καὶ εἰς τὰ ἅγια τῶν ἁγίων εἰστρέχων, καὶ στολὴν ἐκείνην ἠμφιεσμένος τὴν εὐκλεᾶ τε καὶ ἀξιάγαστον. ἀλλ’
οὐ πάντα πάλιν τὰ αὐτοῦ Χριστῷ περιθήσομεν· οὐδὲ γὰρ 22 ἦν ἀμώμητος παντελῶς· ἐπετιμᾶτο γάρ ποτε, καταλαλήσας Μωυσέως ὁμοῦ τῇ Μαρίᾳ. ἦν δὲ καὶ ἑτέρως οὐκ ἀνεύθυνος, μεμοσχοποιηκότος κατὰ τὴν ἔρημον τοῦ Ἰσραήλ. οὐ δὴ οὖν τὰ ὡς ἐν γράμμασί τε καὶ τύποις ταῖς πνευματικαῖς
θεωρίαις χρήσιμα, ἀλλ’ εἰ πρόσωπον εἰσφέροιτό τινος ἀνατυποῦντος ἡμῖν ἐφ’ ἑαυτῷ τὸν Χριστὸν, παριππεύσομεν εἰκότως τὰ ἀνθρώπινα, μόνοις δὲ τοῖς ἀναγκαίοις ἐφιζήσομεν, πανταχῆ περιτρέποντες τὸ ὠφελεῖν πεφυκὸς εἰς τὸν τοῦ 23 προκειμένου σκοπόν. οὕτω γὰρ δὴ καὶ ἐπὶ τοῦ θεσπεσίου 24 συνήσομεν Ἰωνᾶ. διαμορφοῖ γὰρ ὥσπερ ἡμῖν τὸ Χριστοῦ μυστήριον.
καὶ κατοκνήσας ὁρᾶται πρὸς ἀποστολήν· ἀπέσταλται καὶ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς διακηρύξων τοῖς ἔθνεσιν, ἀλλ’ οὐκ ἀπρόθυμος ἦν εἰς διακονίαν, οὔτε μὴν ἐζήτησε φυγεῖν ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός. παρεκάλει τοὺς 25 ἐμπλέοντας ὁ Προφήτης λέγων “Ἄρατέ με καὶ ἐμβάλετε εἰς “τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ’ ὑμῶν· κατεπόθη καὶ ὑπὸ τοῦ κήτους, εἶτα καὶ ἐξεδόθη τριήμερος, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς Νινευὶ, καὶ πεπλήρωκε τὴν δισκονίαν· λελύπηται δὲ οὐ μετρίως κατοικτείραντος Θεοῦ τοὺς ἀπὸ τῆς Νινευί. ὑπέστη καὶ ὁ Χριστὸς ἑκὼν τὸν θάνατον·
26 ἔμεινεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, 27 ἀνεβίω τε αὖ, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, καὶ τοῦ πρὸς τὰ ἔθνη κηρύγματος ἐκέλευε ποιεῖσθαι τὴν 28 ἀρχήν· ἐνετέλλετο γὰρ τοῖς μαθηταῖς μαθητεύειν “πάντα “τὰ ἔθνη· καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς “καὶ τοῦ Υίοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.’’ πλὴν οὐ σωζομένους ὁρῶν εἰς μετάγνωσιν, καθάπερ ἀμέλει καὶ ὁ μακάριος Ἴωνας. οὔκουν εἰ μὴ πάντα τῆς ἱστορίας ’τον λόγον εἰς τὸν τῆς πνευματικῆς θεωρίας περιτρέψομεν σκοπὸν, αἰτιάσθω μηδείς. ὥσπερ γὰρ αἰ μέλιτται λειμῶνάς τε
καὶ ἄνθη περιιπτάμεναι τὸ χρήσιμον ἀεὶ συναγείρουσι πρὸς 29 τὴν τῶν κηρίων κατασκευὴν, οὕτω καὶ ὁ σοφὸς ἐξηγητὴς τὴν ἁγίαν καὶ θεόπνευστον ἀνερευνώμενος γραφὴν, τὸ τελοῦν εἰς διασάφησιν τῶν τοῦ Χριστοῦ μυστηρίων ἀεὶ συλλέγων 30 καὶ συντιθεὶς, εὐφυᾶ τε καὶ ἀνεπίπληκτον ἀποτελέσει τὸν λόγον. ἐντεῦθεν οὖν ἡμῖν ἀρκτέον τῆς ἐξηγήσεως.
“ δαίων ὁ Θεὸς μόνον, οὐχὶ δὲ καὶ ἐθνῶν ; ναὶ καὶ ἐθνῶν, εἴπερ εἷς ὁ Θεός ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ “ἀκροβυστίαν διὰ τῆς πίστεως.’’ πείρᾳ δὲ τοῦτο καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος Πέτρος, ἀναπεφώνηκε λέγων “ Ἐπ’ ἀληθείας καταλαμβάνομεν, ὅτι οὐκ ἔστι ἔστι προσω- 35
“ πολήπτης ὁ Θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος 36 “αὐτὸν καὶ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.’’ δεεημιούργηκε μὲν γὰρ αὐτὸς γῆν τε καὶ οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτοῖς, πεποίηκε δὲ τὸν ἄνθρωπον ἐν ἀρχαῖς κατ’ ἰδίαν εἰκόνα καὶ καθ’ ὁμοίωσιν, ἵνα τῶν εἰς ἀρετὴν σπουδασμάτων 37
ἐχόμενος διαβιῴη λαμπρῶς ἐν ἁγιότητι καὶ μακαρισμῷ, καὶ τῶν αὐτοῦ χαρισμάτων πλουσίαν ἔχοι τὴν μέθεξιν. εἶτα παρεκομίσθη πρὸς ἁμαρτίαν, τοῖς τοῦ διαβόλου κακουργήασι πεφενακισμένος· μένος· ταύτῃτοι καὶ γέγονεν ἐπάρατος 38 καὶ ὑπὸ φθοράν. προώριστο μὲν οὖν καὶ προέγνωστο πρὸ
καταβολῆς κόσμου Χριστὸς εἰς τὴν τῶν ὅλων ἐπανόρθωσιν. εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ “Ἀνακεφαλαιώσασθαι τὰ 39 40 “πάντα ἐν αὐτῷ, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. ἀλλ’ ἐφυλάττετο μὲν τὰ τοιάδε τῶν κατορθωμάτων γεγονότι καθ’ ἡμᾶς τῷ Μονογενεῖ, καὶ ἐπιλάμψαντι τῷ κόσμῳ μετὰ σαρκός. ὅτι δὲ τὴν ὕπερ γε τῶν πεπλανημένων φροντίδα, 41 καὶ πρὸ τῶν τῆς ἐπιδημίας καιρῶν ἀναγκαίαν ἐποιεῖτο Θεὸς,
καὶ τοῖς ἐξ ἀμαθίας ὠλισθηκόσιν ἐχαρίζετο τὴν ἐπίσκεψιν, καὶ διὰ πραγμάτων ἠθέλησε πληροφορεῖν. ταύτῃτοι προστέαχε τῷ μακαρίῳ Προφήτῃ βαδίζειν εἰς Νινευί. δὲ πόλις ἡ Νινευὶ πρὸς ἀκτῖνα κειμένη, καὶ διαβόητος, 42 καὶ, ὥς φησιν ὁ προφήτης Ἱερεμίας “Γῆ τῶν γλυπτῶν “ ἐστι.” πλεῖσται μὲν γὰρ ὅσαι τῆς Ἰουδαίων ἦσαν ὅμοροι 43 πόλεις, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκείμεναι. “Τύρος 44 “τε γὰρ καὶ Σιδῶν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων’’ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ἀναριθμήτων παρ’ αὐτοῖς δαιμονίων ἕδη τε ἦσαν καὶ βωμοὶ καὶ τεμένη.
εἰς θεομισῆ γοητείαν. εἴρηται γὰρ πρὸς αὐτὴν διὰ τῆς 45 Ἱερεμίου φωνῆς Πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρ- “μάκων.” οἶμαι δὴ οὖν ἔγωγε τὸν πάντα εἰδότα Θεὸν βεβουλῆσθαι χρησίμως καὶ αὐτοῖς ἐπιδεῖξαι τοῖς ἀρχαιοτέροις, ὅτι καὶ οἱ λίαν ἐξεστηκότες καὶ τοῖς τῆς πλανήσεως
βρόχοις ἐνειλημμένοι, σαγηνευθήσονται μὲν κατὰ καιροὺς εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, κἂν εἶεν σφόδρα δεινοί τε καὶ ἀτεράμονες καὶ πολὺ λίαν κεχωρηκότες εἰς τὸ ἐξήνιον. ἔχει γὰρ οὐκ ἀνικάνως ὁ τοῦ Θεοῦ λόγος, εἴς γε τὸ δύνασθαι 46 διαθρέψαι νοῦν, καὶ ἀναπεῖσαι μαθεῖν τὰ δι’ ὧν ἃν γένοιτο 47 σοφός. ἀκούση δὲ λέγοντος πρὸς Ἱερεμίαν, ποτὲ μὲν ὅτι “Ἱδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ 48 “τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς· ποτὲ
δὲ αὖ “Οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει κύριος, 49 “καὶ ὡς πέλεκυς κόπτων πέτραν;" ἐπέμπετο δὴ οὖν πρὸς Νινευίτας οὐ μάτην ὁ θεσπέσιος Ἰωνᾶς, ἀλλ’ ἵνα τις γένοιτο προατόδειξις τῆς ἐνούσης ἡμερότητος τῷ Θεῷ, καὶ δοθησομένης κατὰ καιροὺς καὶ αὐτοῖς τοῖς ἐξ ἀμαθίας πεπλανημένοις.
ὁμοῦ δὲ καὶ εἰς κατάκρισιν τῷ Ἱσραὴλ τὸ δρώμενον 50 ἦν· ἠλέγχετο γὰρ ὡς δυσάγωγος, ὡς ἀπειθὴς, ὡς ὀλίγα πεφροντικὼς τῶν τοῦ Θεοῦ νόμων. Νινευῖται μὲν γὰρ ἑνὸς προφήτου διακηρύξαντος ἀμελλητὶ μεταπλάττονται πρὸς τὸ δεῖν ἑλέσθαι μετανοεῖν, καίτοι πλείστην ὅσην κατηῤῥωστηκότες
τὴν πλάνησιν· οἱ δὲ Μωυσέως καὶ προφητῶν ἀλογήσαντες, καὶ αὐτοῦ καταπεφρονήκασι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καίτοι ταῖς διδασκαλίαις προσεπάγοντος τὰς τερατουργίας, δι’ ὧν ἦν εἰκὸς ἀναπείθεσθαι, καὶ μάλα ῥᾳδίως, ὅτι Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος, ἅπασαν μὲν ἀνασώσων 51
τὴν ὑπ’ οὐρανὸν, πρὸ δέ γε τῶν ἄλλων ἁπάντων αὐτούς. ὅτι δὲ τὸ χρῆμα τοῖς ἐξ Ἰσραὴλ εἰς ἐλέγχου δύναμιν εἴη ἂν, καὶ μάλα εἰκότως, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός “Ἄνδρες 52 “Νινευῖται ἀναστήσονται ἐν τῆ κρίσει μετὰ τῆς ταύτης καὶ κατακρίνουσιν ἀυτὴν, ὅτι μετενόησαν εἰς τὸ
“κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. πῶς δὲ πλεῖον ἐν Χριστῷ παρὰ τὸν ’lωνᾶν ; ὁ μὲν γὰρ ἠπείλησε μόνον Νινευίταις τὴν καταστροφὴν, ὁ δέ γε κύριος ἡμῶν 53 Ἰησοῦς ὁ Χριστὸς δι’ ἀρρήτου τερατουργίας καταπλήττων 54 ἐθαυμάζετο· ὁλκὸς δὲ πρὸς πίστιν ἀειπως ἐστὶ συντρέχον τῷ λόγῳ τὸ θαῦμα. οἰκονομικώτατα τοίνυν ἀποστέλλεται κηρύξων ὁ μακάριος Ἰωνᾶς τοῖς κατῳκηκόσι τὴν Νινευὶ ὅτι ἀνέβη ἡ κραυγή τῆς κακίας αὐτῶν πρὸς τὸν τῶν ὅλων Θεόν.
ἠγνόηκε μὲν γὰρ παντελῶς οὐδέν· εἰ δὲ δὴ κινοῖτο πρὸς ἐπίσκεψιν τῶν τισὶ πεπλημμελημένων, τότε καὶ ἀναβῆναί φησι πρὸς ἑαυτὸν τὴν ἐκ τῶν ἔργων καταβοήν. κριτὴς γάρ ἐστι τῶν ὅλων ὡς Θεός. καταβοῆσαι δὲ λέγεται καὶ τῆς 55 τοῦ Καΐν μιαιφονίας τὸ Ἅβελ αἷμα, καὶ πόλεων δὲ τῶν ἐν
Σοδόμοις τῆς αἰσχρουργίας ἡ ἀγριότης.
ἐδίδου τὸ ναῦλον, καὶ συναπέπλει τοῖς ἄλλοις. Θαρσεῖς δέ φησι τοὺς νῦν καλουμένους Ταρσοὺς, ἤτοι Ταρσόν. τινὲς μὲν οὖν οἴονται πόλιν διὰ τούτου κατασημαίνεσθαι τὴν παρ’ Αἰθίοψι καὶ Ἰνδοῖς, καὶ ἐστι μὲν ὁμολογουμένως παρ’ ἐκείνοις Θαρσεῖς· ἡ γοῦν σύμπασα τῶν Ἰνδῶν διὰ τοῦ Θαρσεῖς
σημαίνεται χώρα· πλὴν εἴς γε τὸ παρὸν οὐκ ἐκεῖνο οἶμαι 58 βούλεσθαι δηλοῦν τὸν λόγον· ὅτι τοῖς ἀποπλεῖν ἐθέλουσιν 59 ἐπὶ τὰ Ἰνδῶν ἔθνη, γένοιτ’ ἂν εἰκότως οὐ διά γε τῆς Ἰόππης ὁ πλοῦς, ἀλλὰ διὰ θαλάσσης μᾶλλον τῆς Ἐρυθρᾶς, εἰ μὴ ἄρα τις οἴοιτο τυχὸν βεβουλῆσθαι τὸν Προφήτην διὰ
Περσῶν τε καὶ Ἀσσυρίων εἰς Αἰθίοπας τοὺς ἐσωτάτω ποιεῖσθαι τὴν ἀποδρομήν. ἀλλ’ ἢλίθιον οἶμαι τὸ χρῆμα παντελῶς· Θαρσεῖς δὴ οὖν ἔοικεν ἀποκαλεῖν, ὡς ἔφην, τοὺς νυνὶ Ταρσούς· Κιλίκων δὲ αὕτη πόλις, τὸ Κύδνου πίνουσα 60 νᾶμα, καὶ εἰς αὐτοὺς τοὺς πρόποδας τοῦ Ταύρου κειμένη·
ὄρος δὲ τοῦτο Κιλίκων παμμέγεθες. ἀπαίρει γοῦν ὁ Προφήτης, καὶ πρόφασις αὐτῷ τῆς ἀποδημίας τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ. ἐνταῦθα λοιπὸν οὐκ ἀζήτητος ἡμῖν ὁ λόγος, μᾶλλον δὲ τῆς φυγῆς ὁ τρόπος. οἶμαι δὴ οὖν ὅτι τὸ παραιτήσασθαι τὴν ἀποστολὴν καὶ οἱονεὶ κατοκνῆσαι τὴν
διακονίαν, τοῦτό ἐστι τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ.
Ἰουδαίων χώρας ἀνῆφθαι τὸ κράτος τὸν τῶν ὅλων Θεὸν, συστέλλεσθαι δὲ ὥσπερ ἐν αὐτῇ καὶ γῆς ἀπανίστασθαι τῆς ἑτέρας. καὶ γοῦν ὁ θεσπέσιος Ἰακὼβ ἀπεφοίτα μὲν κατὰ καιροὺς τῆς πατρῴας ἑστίας, ἠπείγετο δὲ πρὸς Λάβαν, καὶ εἰς τὴν μέσην τῶν ποταμῶν. εἶτα κατηυλίζετο μὲν ἐν χώρᾳ
τινὶ, λίθον δὲ ὑποθεὶς τῆ κεφαλῇ κατὰ τὸ εἰωθὸς ἐκάθευδεν. εἶτα τὴν κλίμακα τεθέαται τὴν ἐκ γῆς διήκουσαν εἰς οὐρανὸν, 62 καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντάς τε καὶ καταβαίνοντας δι’ αὐτῆς, ἐπεστηριγμένον δὲ ἐν αὐτῇ τὸν Κύριον. 63 64 ἔφασκέ τε διαναστάς “Ὅτι ἔστι Θεὸς ἐν τῶ τόπω τούτω, “ἐγὼ δὲ οὐκ ἤδειν.’’ οἴμαι δὴ οὖν, ὅτι τοιοῦτον τι καθ’ ἑαυτὸν ἐννενοηκὼς καὶ ὁ μακάριος Προφήτης, τῆς μὲν Ἰουδαίας ἀπενοσφίζετο, ἀπεχώρει δὲ εἰς πόλεις τὰς Ἑλληνικάς. τοῦ δὲ κατοκνῆσαι τὴν πρόφασιν, καὶ μὴ προθύμως ἑλέσθαι
65 πληροῦν τὴν διακονίαν, ἐξ αὐτῶν εἰσόμεθα τῶν αὐτοῦ λόγων. διεκήρυξε μὲν γὰρ ὕστερον ἀπελθών· ἐπειδὴ δὲ οὐκ ἐκβέβηκεν αὐτῷ τὰ τῆς προφητείας εἰς πέρας, λελύπηται σφόδρα, 66 καὶ δὴ καὶ ἔφασκεν “Ὦ κύριε, οὐχ οὗτοι οἱ λόγοι μου “ὄντος μου ἐν τῇ γῆ μου ; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν
“εἰς Θαρσεῖς, διότι ἔγνων ὅτι σὺ εἶ ἐλεήμων καὶ “μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις· “καὶ νῦν, Δέσποτα κύριε, λάβε τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, 67 “ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν.’’ οὐκ ἠγνόησε μὲν γὰρ ὡς προφήτης τῆς διακονίας τὸ πέρας· ἐδεδίει γεμὴν μὴ ἄρα τῶν
δι’ αὐτοῦ κηρυγμάτων οὐκ ἐνηνεγμένων εἰς πέρας, ἀγνοήσωσι μὲν Νινευῖται τοῦ κατοικτείραντος Θεοῦ τῆς χρηστότητα, διαχρήσωνται δὲ, καὶ ἀνέλωσιν αὐτὸν, ὡς βωμολόχον, ὡς ἀπατεῶνα καὶ ψευδοεπῆ, καὶ εἰκῆ πονεῖν αὐτοὺς ἀναπεπεικότα. προαλὲς γὰρ ἀεὶ τὸ βάρβαρον εἰς ὀργὰς, καὶ λίαν
ἑτοίμως ἀποταυρούμενον, κἂν εἰ μὴ πρόφασιν ἔχοι τῆς μανίας εὔλογον.
πρὀς τὸν θεὸν αὐτῶν, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῶ̣ πλοίω εἰς τὴν θάλασσαν τοῦ κουφισθήναι ἀπ’ αὐτῶν.
ἐπικουρίαις ὁ τῶν ναυτῶν ὅμιλος, καὶ ἀποφορτίζει τὴν ναῦν, ὡς ἂν ὑψοῦ τε εἴη κυμάτων, εὐπετεστέρα δὲ οὕτω λοιπὸν ἐποχοῖτο τοῖς ὕδασι. μέγα δὲ πρὸς ἀπόδειξιν τοῦ χειμάζεσθαι, τὸ καὶ αὐτοὺς τοῖς δείμασι βεβλῆσθαι τοὺς ναυτίλους, καὶ σωτῆρας ἥκειν αὐτοῖς τοὺς ἰδίους θεοὺς ἐκτενέστατα
παρακαλεῖν, ὡς ἀπεγνωκότας ἤδη τῆς σωτηρίας.
σφόδρα κατηρεμεῖν τὸ καὶ εἰς αὐτὴν καθικέσθαι τοῦ πλοiου τὴν κοίλην. φίλον γὰρ ἀεὶ τοῖς ἁγίοις καὶ περισπούδαστον, τὸ τύρβης ἀποφοιτᾶν, καὶ ὄχλων ἀπονοσφίζεσθαι, καὶ διατελεῖν κατὰ μόνας, καθὰ καὶ ὁ θεσπέσιος προφήτης Ἱερεμίας “Ἀγαθὸν ἀνδρὶ, φησὶν, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ· 76
καθίσεται κάτα μόνας, ὅτι ἦρεν ἐφ’ ἑαυτῷ. ἀνακεκράγει δὲ πάλιν περὶ τῆς τῶν ἀπειθούντων πληθύος “Κύριε παντο- 77 78 79 “κράτορ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ παιζόντων αὐτῶν, ἁλλ’ ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου· κατὰ μόνας ἐκαθή- “ μὴν, ὅτι πικρίας ἐνεπλήσθην.” τὸ δέ γε ἱζῆσαι κατὰ μόνας, τὸν ἠρεμαῖον οἶμαί που κατασημαίνει βίον, καὶ τὸ ἀπαλλάττεσθαι μερίμνης καὶ φροντίδος βιωτικῆς, καὶ τὸ μὴ ἀναμὶξ
ἰέναι τοῖς ἄλλοις, οἱ τὴν φιλήδονον καὶ φιλόσαρκον τετιμήκασι ζωήν. ἀπονυστάζει δὴ οὖν ὁ Προφήτης, οὐκ ἀφειδήσας 80 τοῦ πρέποντος, ἀλλ’, ὡς ἔφην ἤδη, πρὸ τῆς τῶν χειμώνων ἐμβολῆς. διανύττει γεμὴν ὁ πρωρεὺς, χρῆναι δὴ εἰπὼν ἐπικόιλεῖσθαι τὸν Θεὸν αὐτοῦ. λυπεῖ γὰρ ἀείπως τοὺς
κινδυνεύοντας τὸ δοκεῖν ἀμείνους δειμάτων εἶναί τινας, καὶ οὐκ ἐν καιρῷ τιμῆσαι τὸ ῥᾴθυμον.
πράγματος ἔλεγχον ὑπομένων ὁρᾶται. ἐδεδίει γὰρ, κατὰ τὸ εἰκὸς, τῆς οἰκείας σκέψεως προαλεστέραν ποιεῖσθαι τὴν κατάρρησιν. καλὸν οὖν ἄρα καὶ σοφὸν τοῖς ἐθέλουσι τηρεῖν, 83 τό “Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις σου.”
αὕτη εστίν ἑ ἡμῖν· τίς σου ἡ ἐργασία εστί, κὼ πόθεν καὶ ποῦ πορεύῃ, κοὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ ; 85 καὶ εἶπε πρὸς αὐτούς Δοῦλος Κυρίου ἐγώ εἰμι, καὶ τοι Κύριον 86 Θεὸν τοῦ οὐρανοῦ ἐγώ σέβομαι, ὅς ἐποίησε τἠν θάλασσαν καὶ τὴν ξηράν. καὶ ἐφοβήοθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν 87 πρὸς αὐτό Τί τοῦτο ἐπόησας ; διότι ἐπέγνωσαν οἱ ἄνδρες, 88
ἅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοἶς.
ἔρχεται λαῶν προστετάχασιν εἰπεῖν, ζητοῦντες οἶμαι μαθεῖν, ποίῳ προσκέκρουκε Θεῷ. ἴδιος γὰρ ἦν καὶ τῶν ἐμπλεόντων 89 ἑκάστῳ, καὶ οὐχ εἷς ὁ πάντων Θεός. ᾤοντο δὲ, ὅτι τὸν λελυπημένον ἐπ’ αὐτῷ θεραπεύσαντες δαίμονα, τὰ ἐκ τοῦ χειμῶνος ἀποκρούσονται βλάβη. ἐπειδὴ δὲ ὁ Προφήτης
οὖλον ἑαυτὸν ὠνόμαζε Θεοῦ τοῦ τεκτηναμένου γῆν τε καὶ οὐρανὸν, καὶ αὐτὸν ἔφη ποιεῖσθαι προσκυνητὸν, συνῆκαν εὐθὺς ὅτι πέφευγεν ἐκ προσώπου Θεοῦ. συνῆκαν δὲ ὅπως ; ὅτι μὴ ἐξῆν Ἰουδαίοις τῆς ἐκνεμηθείσης αὐτοῖς ἀπονοσφίζεσθαι χώρας, μήτε μὴν ἀλλοφύλοις ἐπιφοιτᾶν, μήτε πόλεσιν 90
ἐμβάλλειν εἰσωλολατρεῖν εἰθισμέναις. μῶμος δὲ τὸ χρῆμα παρ’ αὐτοῖς, καὶ οὐκ ἀνύποπτον εἰς ἀπόστασιν· ἐδόκει δὴ εἶναι καὶ ἔξω νόμου, καὶ τῶν ἐν αἰτίᾳ καὶ δίκῃ. καὶ γοῦν ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀπολισθήσειν αὐτοῦ τῆς σωτηρίας, τῆς ὡς ἐν πίστει φημὶ, διεβεβαιοῦτο
σαφῶς, εἰ μὴ ἕλοιντο καταδράττεσθαι παρόντος ἔτι καὶ ἐνδημοῦντος ἐν κόσμῳ· ἔφασκε γάρ “Ἐτι μικρὸν χρόνον μεθ’ 91 “ὑμῶν εἰμὶ, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. ζητήσετε με 92 93 “καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ ἐλθεῖν·’’ οἱ δὲ τὴν Ἰουδαίων ἀπόστασιν ἐπὶ τὰ ἔθνη κατονεισίχοντες, 94 ἔφασκον ἀμαθῶς “Ποῦ μέλλει οὗτος ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτὸν ; μὴ εἰς τὴν διασπορὰν “τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς
“Ἕλληνας;” ὡς γὰρ ἐξίτηλόν τε καὶ ἔξω τριβῆς, καὶ ὡς ἀπωτάτω τοῖς παρ’ αὐτοῖς, ὑπὸ μῶμον ἄγουσι τὸ τοῖς Ἑλλήνων ἀναφύρεσθαι δήμοις. ὅτι τοίνυν οὐ μεμένηκεν 95 ἐν τοῖς τῆς Ἰουδαίας ὅροις, συνέπλει δὲ αὐτοῖς εἰς Ταρσοὺς, δέχονται τὰς ὑποψίας, διατεκμαίρονται δὲ ὅτι παραιτεῖται
τάχα που καὶ τὴν ἐν νόμῳ ζωὴν, καὶ τοῖς τῶν Ἑλλήνων ἔθεσιν ἑαυτὸν ἐπιδοὺς, τὴν ὡς ἐκ προσώπου Θεοῦ μεμελέτηκε φυγήν.
θάλασσαν· καταπεφρίκασι δὲ οὐδὲν ἧττον τὸν τῶν Ἑβραίων Θεόν· οὐ γὰρ ἦσαν ἐν ἀγνοίᾳ τῆς ἐνούσης αὐτῷ δυνάμεως τε καὶ δόξης, καίπερ ὄντες ἀλλογενεῖς. ἐπειδὴ δὲ δοῦλον ἑαυτὸν ἔφη Θεοῦ, διαποροῦσι λοιπὸν καὶ μερίζονται τὰς 99 γνώμας. ὀκνοῦσι μὲν γὰρ τὸν φόνον, ὑποβλεπόμενοι τὴν
ὀργὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ. ἐπιθρωσκούσης δὲ τῆς θαλάσσης αὐτοῖς οὐ μεῖον ἢ πρὶν, ἀναγκαίαν τὴν ὑπέρ γε σφῶν αὐτῶν ποιοῦνται φροντίδα. ταύτῃτοι παρακαλοῦσιν εἰπεῖν τὸ, τί ἂν γένοιτο παρ’ αὐτῶν, καὶ κατευνασθήσεται μὲν 100 ὁ κλύδων, κατηρεμήσει δὲ καὶ τὸ κῦμα, καὶ τὸν ἐπὶ τοῖς ἐ‘σχάτοις αὐτοὶ διαφεύξονται κίνδυνον. τί οὖν ὁ Προφήτης ; ὸμολογεῖ τὸ πλημμέλημα, καὶ προσκεκρουκὼς αἰσχύνεται, καὶ τῆς ἑαυτοῦ δυσβουλίας καταψηφίζεται· Ἄρατέ με γάρ
φησι καὶ ἐμβάλετε εἰς τὴν θάλασαν. μονονουχὶ γὰρ τοῦ 101 κατοκνησαι τὴν ἀποστολὴν ἐξαιτεῖσθαι παρ’ αὐτῶν δεῖν ἔφη τὰς δίκυς. ἤδει γὰρ ὅτι σπένδεταί πὼς τῇ νηὶ τὸ κλυδώνιον, εἰ λάβοι ’τον ζητούμενον, καὶ καταλήξει τῆς μάχης ἡ θάλασσα, ἔχουσα λοιπὸν τὸν προσκεκρουκότα.
ἐβούλου πεποίηκας. καὶ ἔλαβον τοι Ἰωνᾶν καὶ ἔβαλον αὐτον. 104 εἶς τἠν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.
δοῦλον δὲ ἄντα Θεοῦ σώζειν ἤθελον, καὶ ζῶντα δοῦναι 105 τῇ χέρσῳ· οὐτῶ ’δε μᾶλλον ἀποφορτίσασθαι τὴν ὀργήν. ταύτῃτοι παρεβιάζοντο καὶ προσοκεῖλαι τὴν ναῦν, ἀλλ’ ἦν τῶν ἐγχειρημάτων ἀνήνυτος ὁ σκοπὸς, ἄμαχον αὐτοῖς τὸ κῦμα διανιστάντος τοῦ πνεύματος, καὶ ἀλριωτέραις ὁρμαῖς
καταθέοντος τῆς ὁλκάδος. ταύτῃτοι λοιπὸν ἐκμειλίσσονται μὲν διὰ προσευχῆς, συγγνώμονα δὲ παρακαλοῦσιν αὐτοῖς γεβάλετε 106 νέσθαι τὸν Θεὸν, οὐ φονᾶν ἐθέλουσιν, ἀλλ’ ὡς τοῖς αὐτοῦ 107 παραχωροῦσι κρίμασι, καταβιαζομένοις τε λοιπὸν πρὸς τὸ δοῦναι τῆ θαλάσσῃ τὸν Ἰωνᾶν, καὶ δὴ καὶ δεδώκασιν. ἡ δὲ λαβοῦσα, σπένδεται μόλις, ἁπλοῖ δὲ γαλήνην, καὶ δίδωσι τοῖς ναυτίλοις τοῦ σώζεσθαι τὴν ἐλπίδα· πανταχοῦ δὲ τοῖς
θείοις εἴκουσα νεύμασι, καὶ δεσποτικοῖς προστάγμασιν ύπηρετούσα ετοῦσα γοργῶς, ἐξ αὐτῶν ἐφαίνετο τῶν πραγμάτων.
καίτοι μεμερισμένοι πρὸς ἔκτοπον πλάνησιν, καὶ μυρίους εἶναι νομίζοντες ἀνὰ τὸν κόσμον θεούς. τοιγάρτοι θύουσι τῷ φύσει καὶ μόνῳ καὶ ἀληθῶς Θεῷ, παρέντες τοὺς ἑαυτῶν, καὶ ἐρρῶσθαι φράσαντες τοῖς ἐξ ἀπάτης τετιμημένοις, καὶ τὴν Θεῷ πρέπουσαν ὑποκλέπτουσι δόξαν. ἐπαγγέλλονται
δὲ καὶ εὐχὰς, καίτοι τοῦτο δρᾶν εἰωθότες τοῖς ἐναλίοις δαίμοσι. 110 δοκεῖ γὰρ Ἑλλήνων παισὶ καὶ τὸ τῆς θαλάσσης ἀνῆφθαι κράτος Ποσειδῶνά τινα· μῦθοι γὰρ πάντα τὰ παρ’ ἐκείνοις, τερθρεία τε καὶ ἀποπληξία δεινή. ἡμεῖς δὲ τὸν 111 φύσει Θεὸν δοξάζοντες, αὐτῷ καί φαμεν ἀληθῶς “Σὺ δε-
“σπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν “κυμάτων αὐτῆς σὺ καταπραύνεις. σοί εἰσιν οἱ “καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς “σὺ ἐθεμελίωσας.”
113 Ην Ιωνας ἐν τῇ κοιλίᾳ Τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νυκτας.
πλήρωσις, καὶ νόμου δύναμιν ἔχει. οὐ γάρ που φαμὲν, καθάπερ ἀμέλει καὶ ἡμῖν αὐτοῖς, ἤγουν ἁγίοις ἀγγέλοις, ἐντετάλθαι τῷ κήτει τὸν τῶν ὅλων Θεὸν, ἐνηχοῦντά πὼς εἰς νοῦν τὸ πρακτέον, καὶ καρδίαις ἐνιέντα τὴν ὧν ἂν ἕλοιτο γνῶσιν. εὔηθες γὰρ κομιδῆ καὶ ἀποπληξίας οὐ μακρὰν τὸ 114
καὶ κνωδάλοις ἡγεῖσθαι κατὰ τοιόνδε τινὰ τρόπον τὸν τῶν ὅλων προσφέρεσθαι Θεὸν, ἀλλ’ εἰ δή τι λέγοιτο προστάττειν ὅλως ἢ ζῴοις ἀλόγοις ἤγουν τοῖς στοιχείοις ἢ μέρει κτίσεως, νόμον εἶναί φαμεν καὶ πρόσταγμα τὸ αὐτῶ δοκοῦν. πάντα γὰρ εἴκει τοῖς αὐτοῦ νεύμασι, καὶ ἀπόρρητος μὲν ἡμῖν
παντελῶς ὁ τῆς ὑπακοῆς τρόπος, ἐγνωσμένος δὲ πάντως αὐτῷ. καταπίνεται τοίνυν ὑπὸ τοῦ κήτους ἠδικημένος οὐδὲν, καὶ ἦν ἐν αὐτῷ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
γε τῶν ἄλλων οἱ τὸν φύσει καὶ ἀληθῶς οὐκ εἰδότες Θεὸν, προσκείμενοι δὲ ταῖς τῶν δαιμόνων ἀπάταις. ἐροῦσι ’δε Ἠὼς ἃν διεσώθη γεγονὼς ἐν κήτει ; πῶς δὲ οὐκ ἂν ἐφθάρη κατα- πινόμενος ; ἢ πῶς ἠνέσχετο τῆς ἐκφύτου θερμότητος ; ὑγρότητι δὲ τῇ τοσαύτῃ περιεχόμενος, τῇ ἐν νηδύι· φημὶ, πῶς
διεβίω, μᾶλλον δὲ πῶς οὐκ ἐν ἴσῳ τροφῆς δεδαπάνηται καθεψόμενος ; ἀσθενὲς γὰρ κομιδῇ καὶ πολὺ λίαν ἕτοιμον 116 εἰς καταφθορὰν τὸ σαρκίον. φαμὲν οὖν, ὅτι παράδοξον ἀληθῶς, καὶ λόγου καὶ συνηθείας ἐπέκεινα, νοοῖτ’ ἂν εἰκότως τὸ συμβεβηκός. ἀλλ’ εἰ Θεὸς λέγοιτο κατορθοῦν, τίς ὁ ἀπιπλήρωσις 117 στήσων ἔτι; παναλκὲς γὰρ τὸ θεῖον, καὶ τὰς τῶν ὄντων φύσεις μεταπλάττον εὐκόλως πρὸς ὅπερ ἃν ἕλοιτο, καὶ τοῖς ἀρρήτοις αὐτοῦ νεύμασι τὸ ἀντεξάγον οὐδέν. τὸ γὰρ φθείρεσθαι πεφυκὸς, κρεῖττον ἂν γένοιτο καὶ φθορᾶς, αὐτοῦ 118 γε θέλοντος, καὶ τὸ πεπηγὸς καὶ ἀκράδαντον, καὶ τοῖς τῆς
φθορᾶς δυσάντητον νόμοις, πάθοι ἂν εὐκόλως τὴν φθοράν. φύσις γὰρ οἶμαι τοῖς οὖσι τὸ τῷ κτίσαντι δοκοῦν. πλὴν κἀκεῖνο ἰστέον, ὅτι καὶ Ἑλλήνων παῖδες τοὺς παρά σφισιν αὐτοῖς συντεθέντες μύθους, Ἡρακλέα φασὶ τὸν Ἀλκμήνης καὶ Δῖός καταποθῆναι μὲν ὑπὸ κήτους, ἐκδοθῆναι δὲ πάλιν
ἐκ τῆς ἐμφύτου θερμότητος, ἐψιλωμένης αὐτῷ τῆς κεφαλῆς, καὶ μόνης τριχὸς πεπονθότα τὴν ἀπόθεσιν. μέμνηται δὲ 119 τῆς ἱστορίας Λυκόφρων· εἷς δὲ οὗτος τῶν παρ’ αὐτοῖς λογάδων· ἔφη γὰρ περὶ αὐτοῦ,
παραδόξως γεγενημένῳ καὶ ἐκ τῶν ἔτι δρωμένων κατὰ βούλησιν Θεοῦ χρῆναι συνειπεῖν τῶν ἀναγκαίων ὑπολαμβάνω, 120 ’φερε δὴ λέγωμεν, ὅτι καὶ ἐν μήτρᾳ τὸ ἔμβρυον ὑγρότητι μὲν ἐννήχεται τῆ φυσικῇ, κατακέχωσται δὲ ὥσπερ τῆ τῆς κυοφορούσης νηδύι; καὶ τὸ ἀναπνεῖν οὐκ ἔχει, ζῆ δὲ καὶ οὕτω, καὶ
σώζεται, τοῖς τοῦ Θεοῦ νεύμασι παραδόξως τιθηνούμενον. ἀλλ’ οὐδεὶς ἂν τῶν τοιούτων ἐφίκοιτο λόγος, οὐδ’ ἂν γένοιτό 121 τισιν ἁλώσιμα τὰ τοῦ Θεοῦ “Τίς γὰρ ἔγνω νοῦν 122 κατὰ τὸ γεγραμμένον· ἢ τίς ἃν εἰδείη τὰς τῶν παραδόξων ὁδούς ; ἣ τίνος ὅλως οὐκ ἃν ὑπερφέροιντο νοῦν τὰ λόγου δύναμιν ὑπερτρέχοντα ; ἐπισφαλὲς οὖν ἄρα τὸ ἀπιστεῖν, κἀν 123 εἴ τι τῶν ἄγαν ἐπέκεινα λόγου Θεὸς ἐργάζοιτο· παραδεξόμεθα
δὲ ὡς ἀληθὲς τὴν ἄκαιρον ἐξιστάντες βάσανον.
αὐτῆς τῶν τῆς ἁμαρτίας κυμάτων, δεινῆς τε καὶ ἀφορήτου περικλυζούσης ἡδονῆς, καὶ ὡς ἐν τάξει κλύδωνος κατεξανισταμένης 124 τῆς φθορᾶς, καὶ πνευμάτων ἀγρίων καταῤῥηγνυμένων, τοῦ τε διαβόλου φημὶ καὶ τῶν ὑπ’ αὐτῷ τε καὶ σὺν αὐτῷ δυνάμεων πονηρῶν. ἐπειδὴ δὲ ἦμεν ἐν τούτοις,
ἠλέησεν ὁ Δημιουργὸς, πέπομφεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ ἐξ οὐρανοῦ τὸν Υίὸν, ὃς ἐν σαρκὶ γεγονὼς, καὶ εἰς γῆν ἀφιγμένος τὴν κινδυνεύουσαν καὶ χειμαζομένην, καθῆκεν ἑαυτὸν ἑκὼν εἰς θάνατον, ἵνα στήσῃ τὸν κλύδωνα, καὶ κοπάσῃ 125 μὲν ἡ θάλασσα, κατευνασθείη δὲ καὶ τὸ κῦμα, καταλήξῃ
δὲ καὶ ὁ κλύδων. σεσώσμεθα γὰρ ἐν θανάτῳ Χριστοῦ. καὶ ὁ μὲν χειμὼν παρελήλακεν, ὁ ὑετὸς ἀπῆλθεν, τὰ κύματα ἐστορέσθησαν, λέλυται τῶν πνευμάτων ἡ βία, βαθεῖα δὲ λοιπὸν ὑπέστρωται γαλήνη, καί ἐσμεν ἐν εὐδίαις ταῖς νοηταῖς, Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν. ἔχεις τι τούτων τὸ
παραπλήσιον ἐν εὐαγγελικοῖς συγγράμμασι. διέπλει μὲν γάρ ποτε τῶν Ἀποστόλων τὸ σκάφος τὴν Τιβεριάδος θάλασσαν. 126 εἶτα ῥαγδαίου τοῖς ὕδασιν ἐμβεβηκότος πνεύματος, ἀφορήτως κάτεχε κατεχειμάζοντο· καὶ τὸν ἐπὶ τοῖς ἐσχάτοις κίνδυνον ὑπομένοντες, καθεύδοντα διανύττουσι συνόντα
Χριστὸν, διαῤῥήδην ἀνακεκραγότες Ἐπιστάτα σῶσον, 127 128 “ἀπολλύμεθα.” ὁ δὲ διεγερθεὶς, φησὶν, ἐπετίμα μὲν 129 θαλάσσῃ τό “Σιώπα, πεφίμωσο’’ μετ’ ἐξουσίας εἰπὼν, διέσωζε δὲ τοὺς μαθητάς. τύπος δὲ ἄρα τὸ δρώμενον ἦν τῶν τῇ ἀνθρωπείᾳ φύσει συμβεβηκότων. δι’ αὐτοῦ γὰρ, 130 ὡς ἔφην, ἀπηλλάγμεθα καὶ θανάτου καὶ φθορᾶς καὶ ἁμαρτίας
καὶ παθῶν, καὶ ὁ πάλαι χειμὼν ἀπελήλαται, μετακεχώρηκε δὲ πρὸς γαλήνην τὰ καθ’ ἡμᾶς.
κραυγής μου ἤκουσας φωνῆς μου.
κατοκνῆσαι τὴν διακονίαν, τρέπεται πρὸς εὐχὴν, καὶ χαριστηρίους μὲν ἀνατείνει λιτὰς, ὁμοῦ δὲ τὴν δόξαν ὁμολογεῖ τοῦ σώζοντος, καὶ καταθαυμάζει τὴν ἐξουσίαν, καὶ ἀνακηρύττει τὴν ἡμερότητα. δεχθῆναι γὰρ ἔφη τὴν ἑαυτοῦ προσευχὴν, καὶ τοῦτο οἶμαι που προφητικῷ πνεύματι συνιείς. τὸ δὲ ἐκ
134 κοιλίας ᾄδου, τὸ οἷον ἐκ τῆς τοῦ κήτους γαστρός φησιν, ᾅδῃ καὶ θανάτῳ παρεικάζων εὐφυῶς τὸ θηρίον· ἅτε δὴ καὶ φονεύειν εἰδὸς, καὶ καταρροφᾶν ἀγρίως τὸν ἀλισκομένον.
136 ἐμὲ διῆλθον. κἀγὼ εἶπον Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου.
καὶ ἐν συγχύσει πολλῶν ὑδάτων, ποταμίοις ἐν ἴσῳ κύμασιν ἐπικλυζόντων αὐτὸν, καὶ συμφορᾶς εἰς τοῦτο κατωλισθηκέναι, ὡς ἐννοῆσαι λοιπὸν παντελῆ τῶν θείων ὀμμάτων ὑπομεῖναι τὴν ἀποστροφὴν, καὶ εἰς ἀπόγνωσιν τῆς σωτηρίας ἐλάσαι. Πάνδεινον δὲ τὸ χρῆμα καὶ ὀλέθρου πρόξενον, τὸ ἐξ 139
ὀμμάτων φημὶ γενέσθαι Θεοῦ. τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαυεὶδ ἐλιπάρει λέγων “Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου 140 “ἀπ’ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σον.” ἕψεται δὲ πάντως ταῖς ἀποστροφαῖς τὸ χρῆναι παθεῖν τὴν θείαν ὀργὴν, μᾶλλον δὲ προανατελεῖ που καὶ προηγήσεται
τῆς ἀποστροφῆς ὁ θυμός. Ἀρα προσθήσω ἐπιβέψαι με πρὸς ναόν τὸν ὅγιόν σου ; Οἶδε μὲν ὅτι δυνάμει Θεοῦ τετήρηται, καὶ τῆς ἄνωθεν ἐπικουρίας ἠξιωμένος διεβίω καὶ σέσωσται· καὶ τοῦτο ἐν 141 κήτει καὶ ἐν κοιλίᾳ θηρὸς παραδόξως καὶ ὑπὲρ λόγον. ἐνδοιάξει
δοιάζει γεμὴν, κατὰ τὸ εἰκὸς, εἰ καὶ ἐκδοθήσεται καὶ εἰς φῶς ἐλάσει πάλιν. τριπόθητον δὲ ποιεῖται καὶ πολύευκτον ἀληθῶς τὸ καὶ εἰς αὐτὸν εἰσελάσαι τὸν θεῖον ναὸν, ἀναθεῖναί τε τὰς δοξολογίας τῷ σεσωκότι Θεῷ, καὶ τῆς τοιᾶσδε χάριτος εὔχεται τυχεῖν, τὸ πάντα δύνασθαι κατορθοῦν, ὡς ἔφην,
ἐπιμαρτυρῶν τῷ Θεῷ.
που πάντως τὰ συμβεβηκότα, καὶ ποίᾳ μὲν γέγονε περίσχετος 146 συμφορᾷ διδάσκει λεπτῶς, σέσωσται δὲ ὅπως ἀνακηρύττει πάλιν. ὅτι τοίνυν ἐν θαλάσσῃ γέγονε, καὶ ἐν ἀβύσσῳ πολλῇ, καὶ ἐν σχισμαῖς ὀρέων, καταδυομένου κατὰ τὸ εἰκὸς τοῦ κήτους ἐν πέτραις καὶ τοῖς ἐν ἁλὶ σπηλαίοις,
οὐκ ἠγνόηκεν ὡς προφήτης· καθικέσθαι δέ φησιν εἰς γῆν, ἧς οἱ μαλοὶ αὐτῆς κάτοχοι αἰωνιοι, τουτέστι τὸν ᾅδην, οὐχ ὅτι γέγονεν ἐκεῖσε· τεθνεῶτα γὰρ οὐχ εὑρήσομεν· ἀλλ’ ὅτι τοῦ κινδύνου τὸ μέγεθος καὶ τῶν συμβεβηκότων τὸ ἄχθος οὐδὲν ἀποδεῖ τοῦ καὶ ἐκτεθνάναι δοκεῖν, καὶ εἰς
147 αὐτὸν ἀφικέσθαι τὸν ᾅδην, ὅθεν οὐκ ἃν ἐξοίχοιτό τις, ὑπονοστήσειε δ’ ἃν οὐδαμῶς ὁ ἅπαξ ἐνειλημμένος. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ κατόχους ἔχειν εἰς αἰῶνα τοὺς μαλοὺς, ἀρρήκτους καὶ ὑπ’ οὐδενὸς πώποτε νενικημένους ἤγουν παραλελυμένους. ὅτι δὲ οὐ τέθνηκε, διεβίω δὲ, ὡς ἔφην, ἐν
τῷ κήτει, καὶ ἦν ἐν αὐτῷ, τῶν εἰς θάνατον ἢ καταφθορὰν πεπονθὼς οὐδὲν, ἀποφήνειεν ἂν εὐκόλως τὸ καὶ ἐν ἐλπίσιν εἶναι τοῦ σωθήσεσθαι πάλιν. ταύτῃτοί φησι τό Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, Κύριε ὁ Θεός μου. ἐκδοθῆναι γὰρ εἰς 148 φῶς εὔχεται, καὶ οἷον ἐξ ᾅδου τῆς τοῦ κήτους ἀνενεχθῆναι
γαστρὸς.
μακάριος Δαυείδ “Ἐν θλίψει ἐπεκαλεσάμην τὸν Κύριον·” 151 ἕτερος δὲ αὖ τῶν ἁγίων προφητῶν “Κύριε ἐν θλίψει ἐμνη- 152 “σθημέν σου. ἐδόκει δὲ σφόδρα καὶ τῷ θεσπεσίῳ Παύηῳ ἀποδέχεσθαι καὶ ἐπαινεῖν τὴν θλῖψιν, τὴν ἐπ’ ἀρετῇ δηλονότι συμβαίνουσαν. ἔφη γάρ “Οτι ἡ θλίψις ὑπομονὴν κατερ- 153
“γάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ “ἐλπὶς οὐ καταισχύνει.’’ ἐκλειπούσης δὴ οὖν τῆς τοῦ Προφήτου ψυχῆς, τουτέστι τὸν εἰς κίνδυνόν τε καὶ τὸν ἐπ’ ἐσχάτοις ὑπομενούσης πόνον, πάλιν τι τῶν ὠνησιφόρων ἐπράττετο. οὐ γὰρ, κατά τινας, εὐθὺς ἀπολισθήσας εἰς ἀκηδίαν
τῶν θείων κριμάτων ἐποιεῖτο κατάρρησιν, ἀλλ’ ἐμνήσθη τοῦ σώζοντος. βεβόηκε γὰρ πρὸς αὐτὸν, δεδίψηκε τὴν ἐπικουρίαν, οὐκ ἀγνοήσας τὴν ἡμερότητα καὶ τὴν τῆς ἰσχύος 154 ὑπεροχὴν, τὰς πρὸς αὐτὸν ἐποιεῖτο λιτὰς, ῥυσθῆναι παρακαλῶν ἐκ θανάτου καὶ φθορᾶς τὴν ἑαυτοῦ ζωήν. μέγα δὴ οὖν καὶ 155
ἀξιάγαστον τὸ ἐν πόνοις μὴ ἀκηδιᾶν, ἱκετείαις δὲ μᾶλλον καὶ λιταῖς ἐκμειλίσσεσθαι τὸν Δεσπότην, καὶ παρ’ αὐτοῦ ζητεῖν τοῦ κακοῦ τὴν ἀνάβλησιν καὶ τῆς συμφορᾶς τὴν λύσιν.
τὸν ἐπίκουρον, τὸν ἀγαθόν τε καὶ φιλοικτίρμονα. τοιγάρτοι μετὰ φωνῆς καὶ δεήσεως ἐξομολογήσομαι σοί φησι, καὶ ὥσπέρ τι τῶν εὐοσμοτάτων θυμιαμάτων ἀναθήσω τὰς ᾠδὰς, χαριστηρίους δὲ δηλονότι καὶ πνευματικὰς προσοίσω σοι θυσίας, τὴν δοξολογίαν, τὰς εὐφημίας. ἀποπερανῶ δὲ, καὶ
μάλα προθύμως, τὰς εἰς αωτηρίαν εὐχὰς, τουτέστιν, ὅσα μοι b τὸ σώζεσθαι κατεργάζεται, καὶ τὴν ἐμὴν ὀνίνησι ψυχήν. τοῦτο δὲ ἦν ἡ πρὸς ἅπαν ὁτιοῦν τῶν Θεῷ δοκούντων ὑπακοὴ, καὶ τῆς προφητικῆς λειτουργίας ἐκπλήρωσις, ὄκνου τε παντὸς καὶ μικροψυχίας ἐξῃρημένων.
“τὸ ποτήριον τοῦτο, γέγονε δὲ καὶ περιδεὴς, καὶ ὡς συνεχόμενος. εἰ δὲ δὴ καὶ ἐν τοῖς ὑποχθονίοις ἀφικόμενος χώραις λελάληκέ τι τῶν ἀνθρωπίνων, αὐτὸς ἂν εἰδείη· σφᾶλερὸν γὰρ εἰπεῖν. πλὴν εὑρήσομεν τὸν θεσπέσιον Πέτρον αὐτῷ προσνέμοντα 161 τὰ διὰ φωνῆς τοῦ Δαυείδ “Διὰ τοῦτο οὐκ ἐγκατα-
“ λείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις ’τον ὅσιον “ σου ἰδεῖν διαφθοράν.” ἡ γὰρ σάρξ αὐτοῦ οὐκ εἰσε διαφθοράν. τριήμερος γὰρ ἀνεβίω, καθότι οὐκ ἦν δυνατὸν ζωὴν 162 ὄντα κατὰ φύσιν, αὐτὸν τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς.
163
παθεῖν, ἠκονημένον δὲ μᾶλλον ἐκ πείρας, καὶ ἐγνωκότα σαφῶς, ὡς ἐστὶν ἐπισφαλὲς τὸ δεσποτικοῖς ἀντιλέγειν δόγμασι.
δὲ ἦν "Ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ’’ 169 ἔφην μὲν οὖν ἤδη τὰ ἐπὶ Χριστῷ, πλὴν ἐρῶ πάλιν, ὀκνήσας οὐδέν. γέγραπται γὰρ ὅτι “Τὰ αὐτὰ λέγειν, ἐμοὶ μὲν οὐκ 170 ῾ ἀκνηρὸν, ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.’’ οὐκοῦν πρὸ μὲν τοῦ τιμίου σταυροῦ κατοκνοῦντά πὼς ἔτι Χριστὸν εὑρήσομεν, εἴς γε 171
χρῆναί φημι καὶ τοῖς ἐξ ἐθνῶν τὸν τῶν ἐὐαγγελικῶν θεσπεσμάτων προθεῖναι λόγον. καὶ γοῦν ἐναργέστατά φησιν “Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου 172 Ισραηλ, καὶ αὐτοῖς ’δε τοῖς ἀγίοις ἐνετέλλετο μαθηταῖς “Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν 173
“μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ ἀπολωλότα “πρόβατα οἴκου Ἰσραήλ.’’ ἀλλὰ γέγονεν “ἐν τῇ καρδίᾳ τῆς 174 “γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.’’ ἦλθε δὲ “ ἐπὶ πηγὰς 175 176 177 “θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησεν.” ἔδυ δὲ ὥσπερ εἰς σχισμὰς ὀρέων, καὶ καταβέβηκεν εἰς γῆν, ἧς οἱ 178 μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι. εἶτα σκυλεύσας τὸν ᾅδην, καὶ τοῖς ἐκεῖσε διακηρύξας πνεύμασι, καὶ τὰς ἀκινήτους πύλας ἀνεὶς, ἀνεβίω πάλιν. ἀναβέβηκε γὰρ ἐκ φθορᾶς ἡ ζωὴ αὐτοῦ,
ὤφθη δὲ οὕτω καὶ πρό γε τῶν ἄλλων ταῖς ἐν τῷ κήπῳ 179 ζητούσαις αὐτὸν γυναιξίν. εἶτα τὸ χαίρειν εἰπὼν, ἀπαγγέλλειν ἐκέλευσε τοῖς ἁγίοις μαθηταῖς, ὅτι προάγει αὐτοὺς εἰς τὴν Γαλιλαιαν· τότε γέγονε καὶ πρὸς τὰ ἔθνη λοιπὸν ὁ λόγος αὐτῷ διὰ τῶν μακαρίων Ἀποστόλων· τότε τοῖς
πλανωμένοις ἐκήρυξε κατὰ τὸ κήρυγμα τὸ γὰρ ἑτέραις μὲν ἐντολαῖς πεπαιδαγώκηκε πρὸ τοῦ θανάτου 180 τὸν Ἰσραὴλ, ἑτέραις δὲ μετὰ τοῦτο τοὺς ἐξ ἐθνῶν· ἀλλ’ ἓν ἐπὶ πάντας τὸ Εὐαγγέλιον· καὶ τῶν θείων μαθητῶν ἡ γνῶσις μία πάντως, καὶ οὐχ ἑτέρα παρά γε τοῖς ἐξ Ἰσραὴλ καὶ
ἡμῖν τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ πίστεως εἰς ἁγιασμόν.
ἐκτεινομένην, ὡς δεῖσθαι πορείας ἡμερῶν τρῶν, εἴ τις 184 ἕλοιτο περινοστεῖν, δίεισιν αὐτὸς εἰς ἡμέραν μιαν· ἤγουν, ὡς ἑτέροις δοκεῖ, μιᾶς ἡμέρας ἐξανύσας ὁδὸν ἐν αὐτῇ, τὸν τῶν 185 θείων κηρυγμάτων ἐποιεῖτο λόγον. θαῦμα δέ που πάντως ὁ Προφήτης ἦν, ἀνὴρ Ἑβραῖος, καὶ ἐξ ἀλλοδαπῆς ἥκων, καὶ οὐδενὶ που τάχα τῶν ἐκεῖσε διεγνωσμένος, διὰ μέσου βαδίζων τοῦ ἄστεος, ἀνακεκραγώς τε καὶ λέγων Ἔτι τρεῖς ἡμεραι
καὶ Νινευὶ καταστραφήτεται. ἐνταῦθά μοι πάλιν ἐκεῖνο ἄθρει τε καὶ κατασκέπτου λεπτῶς. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς διακηρύττειν ἐκέλευε περὶ τῆς Νινευί “ὅτι ἀνέβη ἡ κραυγὴ 186 “τῆς κα,κίας αὐτῆς πρὸς με’ ὁ δέ γε Προφήτης ἐν αὐτῇ γεγονώς Ἔτι τρεῖς ἡμέραι ἐβόα καὶ Νινευὶ
τί οὖν ἐροῦμεν; ψευδοεπεῖ, καὶ λελάληκε τὰ ἀπὸ καρδίας, 187 καὶ ούχὶ δὴ μᾶλλον τὰ ἀπὸ στόματος κυρίου, κατά τινας; οὐ τοῦτο φαμεν, ἐκεῖνο δὲ μᾶλλον, ὅτι σημαίνουσι μὲν οἱ προφῆται πολλάκις τῆς ἑαυτῶν ἀποστολῆς τὸν τρόπον. οὐ πάντας δὲ πάντως εἰς ἡμᾶς τοὺς παρὰ Θεοῦ πρὸς αὐτοὺς
γεγονότας ἐκφέρουσι λόγους, οὔτε μὴν τοὺς παρ’ αὐτῶν πρὸς Θέον· ὅτι μὲν γὰρ πρὸς αὐτὸν λελάληκεν ὁ Δεσπότης “ Ἀνάστηθι καὶ πορεύθητι εἰς Νιωευὶ καὶ κήρυξον ἐν αὐτῇ 188 “ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς με’ σαφῶς ἠκούσαμεν ἐν ἀρχαῖς εὐθὺς τῆς προφητείας· ὅτι δὲ αὐτός τι 189
λελάληκε πρὸς Θεὸν, οὐκ ἐγνώκαμεν. πλὴν εὑρήσομεν λέγοντα “ Ὠ κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου 190 ἐν τῇ γῇ μου· διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρ- “σεῖς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων.’’ ὁρᾷς ὅτι τὰ πλεῖστα σεσίγηται, καὶ λεληθότως εἴρηται παρὰ
Θ,εοῦ καὶ πρὸς Θεὸν ὁμοίως διὰ τῆς τοῦ Προφήτου φωνῆς; οὐκοῦν ἀκόλουθον ταῖς τῶν ἁγίων φωναῖς ἐπιψηφίζεσθαι τὴν ἀλήθειαν, ψευδοεπήσουσι γὰρ ἥκιστά γε, τὸ τῆς ἀληθείας πλουτήσαντες πνεῦμα.
ἐσμὸς, μυρία δὲ ὅσα τεμένη, καὶ ἐν σπουδῇ τὰ ἀπόρρητα. 194 γοητείαι γὰρ καὶ ψευδομαντείαι τὰ παρ’ αὐτοῖς τιμώμενα, καὶ σοφὸς ἦν ἄγαν ὁ περίεργον τοῖς ἄστροις τὸν ὀφθαλμὸν ἐνιεὶς, καὶ εἰς λῆξιν ἥκων εὐκλείας ὁ πρὸς πᾶν ὁτιοῦν τῶν ἀτόπων εὔκολος. ἀλλὰ πεπιστεύκασι τῷ Θεῷ ἀπς μικροῦ ἕως
μεγάλου, τουτέστι, περιφανεῖς τε καὶ ἄσημοι, λαμπροὶ καὶ κατερριμμένοι, καὶ οἱ ταῖς ἐκ πλούτου τρυφαῖς ἐπιχεόμενοι, καὶ οἱ τῷ τῆς πενίας ἄχθει καταμεθύοντες· μία δὲ ἦν ἅπασιν ἡ σπουδὴ τὸ τοῖς τοῦ Προφήτου καταπείθεσθαι λόγοις. 195 μέγα δὲ τὸ θαῦμα, καὶ πολὺς ἄγαν τῶν πεπιστευκότων ὁ
ἔπαινος. ἕπονται γὰρ εὐθὺς ἀμελλητὶ πρὸς τὸ ἄμεινον καλοῦντι λοιπὸν, καὶ τρυφερὸν τοῖς θείοις κηρύγμασιν ὑπέχουσι τὸν αὐχένα, καὶ τοῦτο ἀλλογενοῦς καὶ ἑνὸς ἀνδρὸς, καὶ οὐ πάλαι διεγνωσμένου, καλοῦντος εἰς μετάγνωσιν.
ἀπειθεῖ τῷ νόμῳ· διαγελᾶ τὰ Μωυσέως, οὐδὲν ἡγεῖται τὰ προφητῶν. καὶ τί τοῦτο λέγω ; γέγονε καὶ κυριοκτόνος, οὐδὲ αὐτῷ πειθόμενος τῷ πάντων ἡμῶν Σωτήρι’ Χριστῷ. 196 οὐκοῦν ἐν ἀμείνοσιν ἦν τὰ Νινευιτῶν, καὶ τοῦτο δέδειχεν ἀληθὲς ὁ τῶν ὅλων Θεὸς, οὕτω που λέγων πρὸς τὸν μακάριον
197 προφήτην Ἰεζεκιήλ “Υἰὲ ἀνθρώπου, βάδιζε, εἴσελθε “πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, οὐ πρὸς λαοὺς πολλοὺς “ἀλλοφώνους ἤ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῆ γλώσσῃ “ὄντας, ὧν οὐκ ἀκούση τοὺς λόγους αὐτῶν· καὶ εἰ πρὸς 198 “τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἃν εἰσήκουσάν σου. ὁ δὲ “οἶκος Ἰσραὴλ οὐ μὴ θελήσωσιν ἀκοῦσαί σου, διότι οὐ “βούλονται εἰσακούειν μου, ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλό- “νεικοί εἰσι καὶ σκληροκάρδιοι.” οἱ μὲν γὰρ ἀλλόγλωσσοι
καὶ βαθύχειλοι καὶ σοβαροὶ τοὺς λόγους, τουτέστιν οἱ Νινευῖται, τετιμήκασι τὸ χρησμῴδημα, καὶ πρὸς τὸ χρῆναι 199 μετανοεῖν κεχωρήκασιν ἀμελλητί· ὁ δὲ φιλόνεικος Ἰσραὴλ οὐ τετίμηκεν, ὡς ἔφην, οὐδὲ αὐτὸν τὸν τοῦ νόμου καὶ προφητῶν Δεσπότην.
τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηθὲν, μηδὲ νεμέσθωσαν καὶ ὕδωρ μὴ πιέτωσαν. καὶ περιεβάλοντο 203 σἀκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἄνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς, καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καἰ ἀπὸ τῆς ἀδικἰας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες
Τίε οἶδε εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς 204 Θυνοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα ;
σποδῷ σύνθημα τοῖς ἄλλοις ἐδίδου τὸ χρῆναι καὶ ἀσιτεῖν, καὶ ἀκαταλήκτοις λιταῖς ἐξημεροῦντας Θεὸν ἐξαιτεῖν τὸν ἔλεον. σοφοὶ δὲ λίαν οἱ Νινευῖται, συνεπιτηδεύοντες τῇ νηστείᾳ καὶ τῆς φαυλότητος τὴν ἀποστροφήν· μετανοίας γὰρ οὗτος ἃν εἴη καὶ μόνος ὁ ἀληθὴς καὶ ἀμώμητος τρόπος.
ἐπειδὴ δὲ τὸ ἐν τούτοις εὐτεχνὲς οὐκ ἔχων ὁ Ἰσραὴλ, ἀλογωτάτην ἔσθ’ ὅτε καὶ βέβηλον ἐπεδείκνυτο τὴν νηστείαν, ἐκέλευε τῷ προφήτη Θεὸς εἰς ὕψος αἴροντα τὴν φωνὴν 208 ἀπαγγέλλειν αὐτοῖς, ὅτι ἀοῦ ταύτην τὴν νηστείαν ἐξε- “λεξάμην, λέγει Κύριος.” καὶ διὰ ποίαν αἰτίαν διαμεμήνυκεν
209 μήνυκεν αὐτὸς, ἐπενεγκὼν εὐθύς “Ἐν γὰρ “τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ “πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε· εἰς κρίσεις καὶ “μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. ἵνα τί “μοι νηστεύετε ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν
“φωνὴν ὑμῶν ; οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ “ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ.’’ οὐκοῦν ἀμείνους οἱ Νινευῖται, καθαρὰν καὶ ἄμωμον ἐπιτελοῦντες Θεῷ τὴν νηστείαν. μεμαρτύρηκε γὰρ τὸ γράμμα τὸ ἱερὸν ὅτι απεστρψεν εκαστος απο τῆς οδου αυτου τῆς πονηρας καὶ
210 ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν. εἴσω δὲ λόγου καὶ φρενὸς τὸ δρώμενον ἦν. πεπιστεύκασι γὰρ ὅτι μετανοήσει Θεὸς καὶ ἀποδτρεψει τὰ ἐξ ὀργῆς. τὸ δὲ μετανοήσει φησὶ ἀντὶ τοῦ μεταβουλεύσεται, κἂν ἴδη μεταφοιτήσαντας ἐκ 211 φαυλότητος εἰς τὸ ἀγαθὸν, μετοιχήσεται καὶ αὐτὸς εἰς τὴν ὅτι μάλιστα φιλαιτάτην αὐτῷ γαλήνην καὶ φιλανθρωπίαν. ἔστι μὲν γὰρ ἀγαθὸς τῆ φύσει. πλὴν ἐπάγει τοῖς πλημμελοῦσι τὰς δίκας, καὶ τοῖς ἀκαθέκτως ἀπονενευκόσι πρὸς τὸ
ἐξήνιον, οἷά τινα χαλινὸν ἀνακόπτοντα γενικῶς καὶ μετατιθέντα 212 πρὸς εὐπείθειαν ἐπιφέρει τὰ ἐξ ὀργῆς. ἄθρει δὲ ὅπως οἱ μὲν Νινευῖταί φασιν τίς οἰδεν εἰ μετανήσει ὁ Θεὸς καὶ ἀποστρεψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα· ὁ δέ γε σοφὸς Ἰσραὴλ, ὁ νόμῳ πεπαιδευμένος ὅτι χρηστὸς
καὶ ἥμερος ὁ Δεσπότης, οὐκ ἀνέχεται οὕτω νοεῖν. ἔφασκον γὰρ ἀμαθαίνοντες “Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν 213 ἐφ’ ἥμιν εἰσι, καὶ ἐν ἀυταῖς ἡμεῖς τηκόμεθα, καὶ πὼς ζησο- “μέθᾳ;" ἀλλ’ ἤκουον Θεοῦ λέγοντος ἐναργῶς Απο- 214 “στροφῆ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, 215
“καὶ ἵνα τί ἀποθνήσκετε οἶκος Ἰσραήλ ;” ὃ δὴ δεδράκασι Νινευῖται, ταῖς εἰς τὰ ἀμείνω μεταδρομαῖς τὴν ἐπηρτημένην αὐτοῖς ἐκδυσωποῦντες ὀργὴν, πλὴν προσέταττον τοῖς ἀνθρώποις καὶ τὰ κτήνη συγκαταλγύνεσθαι, τροφῆς καὶ ποτῶν ἀποστερούμενα, καὶ οἷον πενθεῖν κατηναγκασμένα. καὶ τὸ
χρῆμά ἐστιν ὑπερβολικὸν, οὐχ ὡς ἀναγκαίως γεγονὸς, ἢ Θεοῦ ζητοῦντος παρὰ τῶν κτηνῶν τὸν πόνον. ἐπεσημήνατο δὲ καὶ τοῦτο τὸ γράμμα τὸ ἱερὸν, τῆς τῶν Νινευιτῶν 216 μετανοίας, ὡς ἔφην, ἐμφανίζον τὴν ὑπερβολήν. οἶδα μὲν οὖν ὅτι κατερυθριῶσί τινες ἐπὶ τῷδε, καί φασι κτήνη χρῆναι
νοεῖσθαι τοὺς ἐν ἀνθρώποις ἀλογωτάτους. καὶ ἀληθὴς ὁ λόγος, καὶ εὖ ἂν ἔχοι κατὰ καιροὺς, εἰ τῇδε νοοῖτο παρά τινων. ἀλλ’ εἴς γε τῶν προκειμένων τὸν νοῦν ἁρμόσειεν ἃν ἐκεῖνό που τάχα, τὸ τῆς μετανοίας φημὶ κατασημαίνεσθαι 217 τὴν ὑπερβολὴν διὰ τοῦ καὶ αὐτῶν καθορίζεσθαι τῶν κτηνῶν ’τον πόνον.
καὶ ἀναβάλλεται τὴν καταστροφὴν, καὶ φειδοῦς ἀξιοῖ. καὶ 219 γάρ ἐστιν ἀληθὴς ὅταν λέγη “Καὶ ἵνα τί ἀποθνήσκετε οἶκος “ Ἰσραήλ; λέγει κύριος· διότι οὐ θέλω ’τον θάνατον “ἀποθνήσκοντος, λέγει Ἀδωναΐ Κύριος, ὡς τὸ ἀποστρέψαι “αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῆν τὴν ψυχὴν αὐτοῦ.’’
κακίαν δὲ ὅταν λέγη, μὴ φαυλότητα νόει, τὴν κακωτικὴν δὲ μᾶλλον ὀργήν. οὐ γάρ ἐστι τῶν κακῶν ἐργάτης ὁ φιλάρετος ἡμῶν Θεός.
ἔτι ὄντος μου ἐν τῇ γῇ νοῦ ; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσεῖς, διότι ὕω ὅτι σύ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος κοὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. 222 καὶ νυν. Δίσποτα κύριε, λάβε τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν.
223
λελύπηται λίαν ὁ μακάριος Ἰωνᾶς, καὶ οὐχ ὅτι διέδρα τὸν ὄλεθρον ἡ πόλις· πονηροῦ γὰρ τοῦτο καὶ βασκάνου, καὶ ἁγιοπρεπὲς οὐδαμῶς· ἀλλ’ ὅτι ψευδοέπης εἶναί τις καὶ βω- μολόχος ἐδόκει, καὶ μάτην αὐτοὺς τεθορυβηκὼς, καὶ τὰ ἀπὸ ^^’.^[• ^^ γνώμης λαλῶν, καὶ οὐχὶ δὴ πάντως τὰ ἀπὸ στόματος 225
κυρίου, κατὰ τὸ γεγραμμένον. οἴονται γεμὴν ἕτεροί τινες λελυπῆσθαι τὸν Προφήτην ἐφ’ ἑτέραις τισὶ καὶ ἀπορρήτοις ἐννοίαις. ἐπειδὴ γὰρ ἔγνω, φασὶν, ὅτι κεκλημένης τῆς ἐξ ἐθνῶν ἀγέλης, ἀπολισθήσει πάντως τῆς εἰς Θεὸν ἐλπίδος ὁ Ἰσραὴλ, ὡς ἥκοντος ἤδη πρὸς πέρας τοῦ τοιοῦδε καιροῦ,
κατηφὴς ἦν ἄγαν, καὶ μονονουχὶ τοῖς ἐξ αἵματος ἐπιστυ- γνάζει διολωλόσιν. ἀλλ’ ἐξίστησιν αὐτὸς τοῦ τόδε νοεῖν, ἐναργέστατα λέγων, ὡς ἀπέδρα μὲν εἰς ΘησF͂́ιζ́ ἥλω δὲ κατοκνήσας τὴν ἀποστολὴν, διάτοι τὸ εἰδέναι σαφῶς, ὅτι 226 χρηστὸς y.cCi οiκτiρμων ἐστὶν ὁ Δεσπότης, κόιὶ μετaaeιοῶν ἐπὶ
ταῖς κaaιιλͅͅις. ἐπειδὴ γὰρ ἦσθα τοιοῦτος, φησὶ, πῶς ἐκέλευες διακηρύξαι αὐτοῖς μάτην τὴν καταστροφήν ; καὶ μικροψυχεῖ μὲν ὡς ἄνθρωπος, τούτοις ἑαυτὸν χρήσασθαι τοῖς λόγοις καὶ ἐν τῇ τῶν Ἰουδαίων διαβεβαιοῦ μένος γψͅ ἐκτεθνάναι δὲ ἤδη παρακαλεῖ, καὶ μονονουχὶ τῆς οἰκονομίας οὐ μετρίαν τινὰ
ποιεῖται τὴν καταβοήν. ἐπισφαλὲς δὲ τὸ χρῆμα καὶ φρενὸς ἁγίας οὐκ ἄξιον. εἰ γὰρ τοῖς τῶν σωμάτων ἰατροῖς ε'πιτι- 227 μήσειεν ἂν οὐδriς, εἴ γε νοῦν ἔχοι, τὰ τοῖς τραύμασι χρειω- δέστερα μεταπλάττουσι φάρμακα, πῶς ἄν τις εἰκότως 228 καταβοήσειε τοῦ πάντα εἰδότος Θεοῦ, καὶ ταῖς ἡμετέραις διανοίαις τὴν ἀεὶ πρέπουσαν καὶ χρειωδεστάτην ἀληθῶς ἐπινοοῦντος ἄκεσιν; ἰατρὸς γάρ ἐστι πνευμάτων, καὶ ποτὲ μὲν τοῖς πόνοις, ποτὲ δὲ αὖ τοῖς ἐξ ἡμερότητος ἀγαθοῖς τῶν ἐν ἡμῖν παθῶν κατευνάζων τὴν ἀγριότητα.
229 230
νοῦν, ἀναρρώννυσι δὲ ὥσπερ ἠσθενηκότα, καὶ χρηστῶς μὲν λίαν, πλὴν ὅτι λελύπητο, καταιτιᾶται χρησίμως. ὑπεμφήνειε 231 γὰρ ἂν ἕτερον οἶμαί τι παντελῶς οὐδὲν τὸ ἀναπυνθάνεσθαί τε καὶ λέγειν Εἰ σφόδρα λελύπηται· μονονουχὶ δὲ καὶ ἐπιπλήττει λελυπημένῳ καὶ τῶν θείων κριμάτων οὐ συνιέντι τὸν
σκοπόν. ἡμερῶν δὲ ἤδη διαγενομένων, καθάπερ ἔφην ἀρτίως, μεθ’ ἃς ἦν εἰκὸς ἀποπερανθήσεσθαι τὰ διηγγελμένα, εἶτα τῆς ὀργῆς ἀπρακτούσης ἔτι, συνίησι μὲν ὅτι κατηλέησε Θεὸς, πλὴν οὐκ εἰσάπαν ἔξω βέβηκε τῆς ἐλπίδος· οἴεται δὲ, ὅτι 232 δέδοται μὲν αὐτοῖς ἀνάβλησις τοῦ κακοῦ μετανοεῖν ᾑρημένοις,
πλὴν ἔσται τι πάντως τῶν ἐξ ὀργῆς, οὐκ ἰσοπαλεῖς τοῖς πταίσμασι τοὺς ἐπὶ ταῖς μεταγνώσεσι πόνους ἐπιδεδειχόσι. τί γὰρ ὠνήσειε τριήμερος ἱδρὼς τοὺς ἀτόπῳ παντὶ κατακεχωσμένους πράγματι, καὶ ταῖς οὕτω δειναῖς πλημμελείαις ἐνισχημένους; ταῦτα καθ’ ἑαυτὸν κατά γε τὸ εἰκὸς διενθυμούμενος,
τοῦ μὲν ἄστεος ἀπεφοίτα, περιμένει δὲ τοῦ ἰδεῖν 233 τι ἔσται αὐτοῖς· προσεδόκα γὰρ ἢ πεσεῖσθαι τυχὸν κατα- δονουμένην, ἢ κατεμπρησθήσεσθαι πυρὶ, καθὰ καὶ τὰ Σόδομα. σχεδιάζεται δὲ οἶκος αὐτῷ, καὶ σκηνὴ τὸ δρώμενον 234 ἢν.
κήτει, κατανεύσας δηλονότι καὶ θελήσας μόνον. ἀνίσχει δὲ παραχρῆμα καλή τε καὶ εὐανθὴς, καὶ ὅλην εὐθὺς κατέῤῥεψε 236 τὴν σκηνὴν, καὶ οἷον ἀλείφει πρὸς εὐθυμίαν εὖ μάλα κατασκιάζουσα. χαίρει δὲ λίαν ὁ Προφήτης ἐπ’ αὐτῇ, καὶ γέγηθεν ἀληθῶς ὡς ἐπὶ μεγάλῳ τινὶ καὶ ἀξιολήπτῳ πράγματι.
αθρει δὴ οὑν κἀντεῦθεν τῆς ἐνούσης αὐτῶ διανοίας τὴν εἰς ἁπλότητα ῥοπήν. ἐλυπήθη μὲν γὰρ λύπην μεγάλην, ὅτι μὴ ἐκβέβηκεν εἰς πέρας αὐτῷ τὰ τῆς προφητείας· ἐχάρη ’δε αὖ χαρὰν μεγάλην ἐπὶ λαχάνῳ καὶ πόα.
ἄψει δὲ ἀτρεκῆ τὸν λόγον, τοῖς τῶν νηπίων ἤθεσιν ἐνορῶν, ἃ καταλγύνεται μὲν ἐπ’ οὐδενὶ πολλάκις, καὶ κλαίει λίαν ἐπὶ μικροῖς· γέγηθε δὲ αὖ, καὶ ἀθρόαν ποιεῖται τὴν ἐκ τοῦ λυπεῖσθαι πρὸς τὸ χαίρειν μετάστασιν, ἐπὶ μικρῷ δὴ πάλιν ἔσθ’ ὅτε καταθελγόμενα. ὅνπερ γὰρ τρόπον ἐν τοῖς
ἀνθρωπίνοις σώμασι τὰ μὴ λίαν εὐρωστεῖν εἰωθότα πίπτει ῥᾳδίως, προσωθοῦντος τινὸς, κἂν εἰ μὴ τοῦτο δρῴη νεανικῶς, 238 239 τρυφεροτέρᾳ δὲ ὥσπερ ἅπτηται χειρί· οὕτω καὶ νοῦς ὁ ἀπάνουργος, εὔκολος εἰς ἀποφορὰν τὴν ἐφ’ ὁτουοῦν τῶν κατατέρπειν αὐτὸν ἢ καὶ λυπεῖν πεφυκότων.
τὸν ἥλιον καὶ προσέταξε Κύριος ὁ Θεὸς πνεύατι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ. καὶ 242 ὠλιγοψύχησἒ καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ, καὶ εἶπε Καλόν μοι τὸ ἀποθανεῖν ἤ χῆν με.
δρόσου τῆς ὑπὸ τὴν ἕω πιπτούσης τὰς τῆς γενέσεως ἔχειν ἀρχὰς· προστάττει γεμην ἀυτῇ καὶ μέντοι καὶ τῳ καυσωνι Θεὸς ὡς ἂν νοοῖτο προστεταχὼς καὶ αὐτῇ τῆ κολοκύνθῃ καὶ τῷ κήτει, καθάπερ ἤδη προείπομεν. καὶ ἡ μὲν ἀδοκήτως αὐαίνεται. πλήττει δὲ ὁ καύσων σφόδρα, καὶ θερμὸν ἐνίησιν
243 ἀλύοντι σέλας, σκιᾶς δὲ ἔρημον εὑρὼν, ὅθεν αὐτῷ μάλιστα τὰ τῆς δυσθυμίας ἐπετείνετο. καθῖκτο δὲ ἤδη πρὸς τοῦτο μικροψυχίας, ὡς καὶ αὐτὸν πολύευκτον ποιεῖσθαι τὸν θάνατον.
κολοκύνθῃ ; καὶ εἶπε Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου.
τὴν σκιὰν, ἵνα δὴ μᾶλλον ἀλγύνοιτο τῶν ἀρίστων ἐστερημένος· εἶτα ἐπὶ σμικρῷ λυπούμενος, καὶ τοῦτο δεινῶς, τῆ κολοκύνθῃ λέγω, μηκέτι τὴν θείαν αἰτιῷτο φιλανθρωπίαν, εἰ φειδώ τε καὶ ἡμερότητα διανέμειν ἕλοιτο ταῖς τῶν πόλεων περιφανεστάταις, καὶ ἀναριθμήτῳ πληθύι· τῶν ἐνοικούντων
μεμεστωμέναις. ἐρωτᾷ δὴ οὖν εὐτέχνως Εἰ σφόδρα λελύπηται, καὶ τοῦτο ἐπὶ λαχάνῳ. ὁ δὲ ὁμολογεῖ, καὶ τὸ χρῆμα λοιπὸν ἀπολογίας ἦν τρόπος τῷ φιλανθρώπῳ Θεῷ.
νύκτα ὐγενήθη καὶ ὁπὸ νύκτα ἀπώλετο· ἐΓὼ δὲ οὐ φείσομαι 248 ὑπὲρ Νινευὶ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους 249 ἢ δώδεκα μυριάδες ἀνυρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶι, κὼ κτήνη πολλά.
ἡμῖν ἐξαρκέσειε λόγος εἰς ὑμνολογίαν; ἢ ποῖον ἀνοιγνύντες στόμα τὰς χαριστηρίους ᾠδὰς ἀναθήσομεν τῷ φιλοικτίρμονι καὶ ἀγαθῷ; μακρύνει γὰρ ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν, καὶ 250 καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε κύριος τοὺς φοβουμένους αὐτὸν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. θέα γὰρ
ὅπως οὐκ ἐν καιρῷ λυπούμενον, οὐδὲ ἐφ’ οἷς ἦν εἰκὸς, ἀποφαίνει 251 τὸν Ἰωνᾶν, καίτοι δέον ἁγιοπρετῶς κατακροτεῖν καὶ εὐφημεῖν ὡς ἀγαθὸν τὸν Δεσπότην. εἰ γὰρ σὺ, φησὶν, 252 ἐπεστύγνασας, μᾶλλον δὲ καὶ εἰς ἐσχάτην κατακομίζῃ λύ- πην, ὅτι σοι μεμάρανται τὸ τῆς κολοκύνθης φυτὸν, ὃ ὑπὸ νύκτα μίαν ἀνέφυ, διόλωλε δὲ ὡσαύτως, πῶς ἃν αὐτὸς ἀλο- γήσαιμι πολυανδρούσης πόλεως, ἐν ἧ πλείους εἰσὶν ἢ δώδεκα μυριάδες ἀνθρώπων, οὐκ ἐχόντων ἀπὸ τοῦ καιροῦ καὶ τῆς
ἡλικίας τὸ διειδέναι δύνασθαι ποία μὲν αὐτοῖς ἡ δεξιὰ, ποία 253 δὲ ἡ εὐώνυμος; ἀδιάκριτα γάρ πὼς παρὰ τοῖς ἔτι νηπίοις καὶ ταῦτα, οἷς ἦν ἀκόλουθον καὶ πρό γε τῶν ἄλλων χαρί- σασθαι τὴν φιλανθρωπίαν, ἡμαρτηκόσι μηδέν· τὸ γὰρ οὔπω τὰς ἑαυτοῦ χεῖρας εἰδὸς, ποίοις ἃν ἐνέχοιτο πλημμελήμασι;
εἰ δὲ ὀνομάζει καὶ κτήνη καὶ φειδοῦς ἀξιοῖ, φιλαγάθως 254 καὶ τοῦτο. εἰ γὰρ “δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν “αὐτοῦ,” ἐστι δὲ αὐτῷ πρὸς ἐπαίνου καὶ τοῦτο, τί τὸ παράδοξον, εἰ καὶ αὐτὸς ὁ τῶν ὅλων Δημιουργὸς φειδώ τε καὶ οἰκτιρμοὺς ἀπονέμει καὶ τούτοις;
255
“σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν,” αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.