ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
τῷ Ἰσραὴλ καὶ κατὰ τῆς θείας δόξης πεφλυαρηκότος. μέτεισι τοίνυν ἐξ Ἰδουμαίων καὶ Ἀμμανιτῶν ἐπὶ τοὺς Αἰθίοπας, 1 ἣ τοὺς πρὸς ἠοῖ καὶ νότῳ κειμένους, καὶ τῆς Περσῶν γῆς τὴν ἀγχιτέρμονα κατοικοῦντας χώραν· ἤγουν Αἰγυπτίους ὡς ὁμόρους ὄντας καὶ γείτονας τοῖς ἐξ Ἰσραήλ· Αἰθιοπίας δὲ
μοῖρα καὶ τῶν Αἰγυπτίων ἡ γῆ· καὶ γοῦν ποταμοὺς Αἰθιοπίας ὀνομάζειν ἔθος τοῖς ἱεροῖς γράμμασι τοὺς τῆς Αἰγυπτίων. πίνουσι γὰρ καὶ αὐτοὶ τὸν Γηὼν, περὶ οὗ φησιν ἡ γραφή “Οὗτός ἐστιν ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας.’’ ἔσεσθε 2 τοίνυν καὶ ὑμεῖς Αἰθίοπες τῆς ἐρῆς τραυματίαι ῥομφαίας.
ἑαυτοῦ ’δε φησι ῥομφαίαν τὴν τῶν Ἰουδαίων, ὡς αὐτὸς ἐπάγων 3 αὐτὴν τοῖς ἀνοσίως πεπραχόσιν εἴς τε τὴν αὐτοῦ δόξαν, ὡς ἔφην, καὶ μέντοι τὸν Ἰσραήλ.
“πιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ “χοῦν λείξουσιν.’’ ὁμολογεῖ ’δε που καὶ ἡ ἐν τῷ ᾄσματι 8 τῶν ᾀσμάτων ἀνατυπουμένη νύμφη μέλαινά τε εἶναι καὶ καλή. οὐκοῦν Αἰθίοπας νοητέον τοὺς οἱονεὶ σκοτεινήν τε καὶ ἀλαμπῆ τὴν διάνοιαν ἔχοντας, τοὺς οὔπω κατηυγασμένους,
καὶ τὸ θεῖον οὐκ ἔχοντας φῶς. ἁλλ’ οἱ μὲν προσπίπτοντες 9 Χριστῷ, καθάπερ ἀμέλει καὶ ἡ νύμφη, καταλαμπρύνονται παρ’ αὐτοῦ, διακεκράγασι γὰρ εὐχόμενοι 10 “Καὶ ἔστω ἡ λαμπρότης κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς· οἱ δὲ δυσαπόνιπτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ ἐν τῷ
μελαίνεσθαι μεμενηκότες, καταθοινήσονται μὲν τὰς τοῦ δράκοντος κεφαλάς· τροφὴ γὰρ αὐτοῖς ὁ δράκων ὁ ἀποστάτης· ὑποκείσονται δὲ τῆ ῥομφαίᾳ. πρέπειν δὲ οἶμαι μάλιστα τοῦ λόγου τὴν δύναμιν τοῖς ἀκαθάρτοις πνεύμασιν, ἃ τετραυμάτικεν ὁ Χριστὸς, τῆς καθ’ ἡμῶν τυραννίδος ἐκβεβληκὼς,
συνανελὼν δὲ αὐτοῖς τὸν τοῦ σκότους πατέρα, τὸν ἁπάσης 11 ἁμαρτίας εὑρετὴν, τὸν κατασκοτίζοντα “τὰ νοήματα τῶν “ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγ- “γελίου τῆς δόξης τοῦ Χριστοῦ.” καὶ τοῦτο οἶμαί ἐστιν 12 ὃ καὶ αὐτὸς ὁ σοφὸς ἡμῖν εἴρηκεν Ἡσαΐας “Καὶ ἔστα ἐν
“τῇ ἡμέρᾳ ἐκείνη, ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν., “τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, τὸν ὄφιν “τὸν σκολιὸν, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν φεύγοντα, καὶ “ἀνελεῖ τὸν δράκοντα.
καὶ θήσω τὴν Νινευὶ εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον. καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς 14 γὴς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν
κοιτασθήσονται, καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν καὶ κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς.
Νινευὶ, τὴν τῶν Χαλδαίων μητρόπολιν. ἔσται δὲ ἄνυδρος, ταῖς ἀβάτοις καὶ ἀοικήτοις ἐν ἴσῳ γαῖς. εἰκὸς δὲ δὴ πάλιν ὕδασιν ἐξομοιοῦν τὸν λόγον τὴν τῶν ἐνοικούντων πληθύν· ἔθος γὰρ τοῦτο τοῖς ἱεροῖς γράμμασιν. καὶ γοῦν τῶν Ἀσσυρίων τὴν ἔφοδον, ἢν πεποίηνται κατὰ τῆς Ἱερουσαλὴμ,
ἕτερος τῶν ἁγίων προφητῶν προανακηρύττων ἔφασκεν “Ἴδου 16 “δὴ ὕδατα ἔρχεται ἀπὸ βοῤῥᾶ, καὶ ἔσται εἰς χειμάρρουν 17 “κατακλύζοντα.’’ ὅταν τοίνυν ἄνυδρον ἔσεσθαι τὴν Νινευὶ λέγη, φαίην ἂν ὅτι κενὴν ἔσεσθαι τῶν ἐνοικούντων φησί· κατανεμηθήσεσθαι γεμὴν ἐν μέσῳ αὐτῆς ποίμνια διϊσχυρίζεται,
σημεῖον οἶμαί που τὸ χρῆμα τιθεὶς τῆς ὁλοτελοῦς ἐρημίας καὶ τοῦ μηδένα κατοικεῖν ἐν αὐτῇ· φύεται μὲν γὰρ οὐκ ἐν ἄστει τὰ ἐν ἀγροῖς. εἰ δὲ δήπου γένοιντο πόαι καὶ ἐν πόλει τυχὸν, ὁμολογία τις ὥσπερ ἐστὶν ἐναργὴς τὸ πραττόμενον τοῦ κένανδρον εἶναι παντελῶς. προστίθησι δὲ καὶ
ἑτέρων σημείων οὐ μετρίαν πληθύν. καταλύσειν γὰρ ἐν 18 αὐτῇ φησὶ πάντα τὰ θηρία τῆς γῆς, χαμαιλέοντάς τε καὶ ἐχίνους ἐν τοῖς φατνώμασι κοιτασθήσεσθαι· καὶ μὴν καὶ ἐν τοῖς διορύγμασι, τουτέστιν, ἢ ἐν βόθροις, ἤγουν καὶ σπηλαίοις τοὺς ἀγρίους ἀναφωνήσειν θῆρας, ἐναυλισθήσεσθαι δὲ καὶ 19 κόρακας τοῖς πυλῶσιν αὐτῆς. ἔστι δὲ οὐδενὶ τῶν εὖ φρονούντων ἀμφίβολον, ὡς οὔτ’ ἂν ἐν οἴκοις καταλύσειαν ἐχῖνοι, οὔτε μὴν ἐν μέσῃ πόλει καταυλισθήσονται θῆρες, ἀλλ’ οὐδ’ ἂν ἐμφιλοχωρήσειαν τοῖς πυλῶσιν οἱ νυκτικόρακες, εἰ μὴ πλείστη 20 τις ὅση καὶ ἁνδάνουσα λίαν τοῖς ὧδε φύσεως ἔχουσιν ὑπάρχοι
σχολή. φιλοῦσι γάρ πὼς οἱ θῆρες, καὶ μέντοι τὰ ἕτερα περὶ ὧν ὁ λόγος, οὐκ ἀνθρώποις συναυλίζεσθαι· πόθεν; ἀλλ’ ἧπερ ἂν εἴη πολλή τις ἐρημία, σχολαία τε παντελῶς ἡ δίαιτα, καὶ τῆς ἐρημίας τὸ πλάτος μονονουχὶ πρυτανεύῃ τὴν ἀσφάλειαν, ἔξω τε παντὸς ἀποκομίζει δέους.
οἶμαί ἐστι τὸ διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν Ἰερουσαλὴμ εὖ 22 μάλα καὶ σοφῶς εἰρημένον “Πόνῳ καὶ μάστιγι παιδευθήσῃ “Ἱερουσαλὴμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω “σε ἄβατον γῆν, ἥτις οὐκ ἀποικηθήσεται.’’ Θεοῦ γὰρ ἡμῶν ἐξελόντος τὴν ἀρετὴν, εἰσελάσει πάντως εἰς νοῦν
καὶ καρδίαν τὰ βδελυρά τε καὶ ἀνόσια πάθη, καὶ οἷά τινες 23 θῆρες ἐνδιαιτήσονται, συνεισφρήσει δὲ καὶ αὐτὴ τῶν ἀκαθάρτων πνευμάτων ἡ ἀγρία πληθύς.
ἀνασπῶσα τὴν ὑπερτάτην κατὰ παντὸς ἔθνους καὶ πάσης ἀρχῆς, καὶ ὀλίγου παντελῶς ἀξιοῦσα λόγου τὴν ἑτέρων ἰσχύν. μεμαρτύρηκε δὲ τοῦτο καὶ ὁ προφήτης Ἀμβακοὺμ περὶ τοῦ βασιλέως Ἀσσυρίων λέγων, ὅτι “Καὶ αὐτὸς ἐν 26 “βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ
“αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται.’’ ὅτι τοίνυν ὑπερόφρυς 27 ἄγαν, ὑψοῦ τε ἠρμένη, καὶ ἀναφοιτῶσα λίαν εἰς τὸ ἐξήνιον ἡ τῶν Χαλδαίων μητρόπολις, διατρανοῖ πάλιν, άναστήματι κέδρου παρεικάζων αὐτὴν, καὶ φαυλίστριαν ὀνομάζων. τοῦτο δ’ ἂν μάθοις ὀρθῶς τε καὶ ἀτρεκῶς εἰρημένον ἐκ τῶν τοῦ
Ῥαψάκου λόγων· ὃς, ἐπείπερ ἧκεν εἰς τὴν Ἰουδαίαν, εἶτα τοῖς ἐν τῷ τείχει προσέβαλε, τῆς ἀνωτάτω κατεφλυάρει δόξης. ἔφασκε γάρ “τάδε λέγει ὁ βασιλεύς Μῆ ἀπατάτω 28 “ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς, “καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας ὅτι ῥύσεται ὑμᾶς ὁ Θεός. 29
καὶ μετ’ ὀλίγα “Μῆ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος 30 “τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;” αὕτη τοίνυν ἡ φαυλιστρια πόλις, ἡ κατοιομένη τε καὶ λεγουσα Ἐγώ εiμι καὶ οὐκ ἔστι μετ’ ἐμὲ ἔτι. ἐπειδὴ τοίνυν τὴν οὕτως αἰσχρὰν καὶ ἐπάρατον ἀλαζονείαν ἐν καυχήματος τάξει λαμπροῦ
ποιεῖσθαι φιλεῖ, ταύτῃσι λοιπὸν πρὸς τοῦτο ἀθλιότητος κατοιχήσεται, ὡς καὶ ἐπ’ αὐτῇ χρῆναι λέγειν Πως ἐγενήθης εἰς ἀφανισμὸν, νομὴ θηρίων· τὸ δὲ πῶς εἴη ἂν οὐκ ἐρωτῶντος καὶ ἀναμαθεῖν ἐθέλοντος, τεθαυμακότος δὲ μᾶλλον τὴν ἐλπαραπορευόμενος 31 πίδος ἐπέκεινα μεταβολήν. τὰ γάρ τοι μεγάλα καὶ ἀδόκητα τῶν κακῶν οὐκ ἔξω θαύματος, φιλεῖ δέ πὼς καταπλήττειν τοὺς θεωμένους, ἤτοι τοὺς μεμαθηκότας. οὕτω καὶ συριεῖ πᾶς ἐπ’ αὐτῇ καὶ κινήσει τὰς χεῖρας, συμπλήττων ἀλλήλαις, καθάπερ ἐγᾦμαι, καὶ ἀνακροτῶν ἀπὸ τοῦ θαυμάσαι, καὶ ἠχὴν
ἐκ στόματος ἱεὶς, τὴν ἐν συριγμῷ καὶ ἀσημοτέραν. γράφει 32 δὲ ὥσπερ ἡμῖν καὶ διὰ τούτων εὖ μάλα τὸν ἐπ’ ἀδοκήτοις συμφοραῖς οἱονεὶ καταπεπληγμένον.
“σεαυτὸν, ἵνα μὴ πέσῃς,’’ καὶ πάλιν “ Ὅς ὑψηλὸν ποιεῖ τὸν xvii.
ἑαυτοῦ οἶκον, ζήτει συντριβὴν. ὅνπερ γὰρ τρόπον τὰ εἰς ὕψος πολὺ καὶ πέρα μέτρου διανιστάμενα τῶν οἰκοδομημάτων ἑτοιμότερά πὼς εἰς κλόνον εἰσὶ, πλείστην τε ὅσην τὴν ὑποψίαν τοῦ σφισιν αὐτοῖς περιθραυσθήσεσθαι νοσεῖ·
34 οὕτω καὶ ἀνθρώπου ψυχὴ τῆ τῶν λογισμῶν ματαιότητι πρὸς ὑπεροψίαν ἐξογκουμένη, σαθρά τε καὶ εὐανάτρεπτος καὶ ῥᾳδία πεσεῖν. εἰ δὲ δὴ πράττοιτο τὸ χρῆμα κατὰ Θεοῦ, τὸ τηνικάδε λοιπὸν τὸ ἀντερεῖδον οὐδέν.
ἑτέρῳ τινὶ μᾶλλον ἀναγράφει τὰς αἰτίας, αὐτὴν δὲ μᾶλλον γεγενῆσθαί φησιν ἑαυτῇ προμνήστριαν. σχετλιάζει οὖν καί φησιν Ὤ ἡ ἐπιφανὴς καὶ λελυτρωμένη ἡ πόλις ἡ περιστερα.
τὸν πολέμου νόμον ἐξωπλισμένοις· ἡ πολλοῖς σημείοις καὶ τέρασι τῆς Αἰγυπτίων θητείας λελυτρωμένη καὶ τῆς ἀφορήτου πλεονεξίας ἐκλύσασα τὸν αὐχένα· δι’ ἣν ποταμοὶ μὲν εἰς αἷμα μετακεχωρήκασι, χάλαζα δὲ καὶ σκότος τὴν τῶν Αἰγυπτίων κατεσίνοντο γῆν, ἧ καὶ θάλασσα συνωπλίζετο, 38
καταπνίγουσα τοὺς διώκοντας, μυρία τε ὅσα πρὸς τούτοις γέγονεν ἀξιάκουστα; ὢ ἡ πόλις ἡ περιττερὰ, τουτέστιν ἡ περικαλλεστάτη. δέχεται γὰρ ἀεί πὼς ἡ θεόπνευστος γραφὴ τὸ στρουθίον εἰς εὐειδίαν· καθάπερ ἀμέλει καὶ τὴν ἐν τῷ ᾄσματι πλαττομένην νύμφην τῷ τῆς περιστερᾶς ὀνόματι
κατασεμνύνειν ἤθελεν ὁ νυμφίος “Ἀνάστα, λέγων, ἐλθὲ ἡ 39 “πλησίον μου, καλή μου, περιστερά μου.’’ περικαλλεστάτη δὲ λίαν ἡ Ἰερουσαλὴμ, διάτοι τὸ τῷ θείῳ λελαμπρύνθαι νόμῳ, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν ὁρᾶσθαι διαπρεπὴς, 40 ἐπασκεῖν δὲ καὶ δικαιοσύνην, καὶ Θεῷ τῷ κατὰ φύσιν προσκυνεῖν,
καὶ αὐτῷ τελεῖν τὰς λατρείας. κάλλος δὲ τοῦτο πνευματικόν. δύναιο δ’ ἂν καὶ ἑτέρως περιστερὰν εἰρῆσθαι νοεῖν τὴν Ἰερουσαλήμ. ἔθος γὰρ ἀεὶ τῷ πτηνῷ, κἂν εἴ τις αὐτὸ τῆς φιλτάτης αὐτῷ καλιᾶς ἀποκομίσειεν ἀπωτάτω, εἶτα δοίη τῇ πτήσει καιρὸν, ἀναθεῖν οἴκαδε πάλιν καὶ ἀνακομίζεσθαι
πρὸς τὰ οἰκεῖα. ὃ δὴ γεγονὸς καὶ ἐπ’ αὐτῆς εὐρήὅλη 41 σομεν τῆς Ἱερουσαλήμ. ἔχουσα γὰρ ἐκ προγόνων τὸ 42 εὐσεβὲς, καταπεφοίτηκε μὲν εἰς Αἴγυπτον· ἐκβαίνουσα δὲ ὥσπερ τὴν ἐκ πατέρων λατρείαν, ἐκεῖ προσκεκύνηκεν εἰδώλοις· ἀλλὰ κέκληται διὰ Μωυσέως, καὶ ἀπέπτη τρόπον τινὰ τῆς ἐν Αἰγύπτῳ πλάνης, παλινδρομήσασα πρὸς Θεόν. ἀλλὰ
γὰρ τίς ἡ αἰτία, φησὶ, τοῦ καὶ ὅλως ἁλῶναι τυχὸν, καὶ ὑφ᾿ ἑτέροις γενέσθαι πάλιν τὴν λελυτρωμένην ;
“σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ “ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.” παρατρέχουσα δὲ τὸ διηγγελμένον, κατώλισθεν ἀμαθῶς εἰς πολύθεον πλάνησιν. οὐκοῦν οὐκ εἰσήκουσε φωνῆς, ἢ τῆς ἐν τῷ ὄρει Σινᾷ πρὸς αὐτὴν γεγενημένῃς·
45 ἤγουν τὴν φωνὴν ἀντὶ τῆς νουθεσίας παραδεξόμεθα.
ἔξω γέγονε τῆς εὐθείας ὁδοῦ, καὶ ἀπομεμένηκεν ἀμαθὴς καὶ τῶν θείων ἄμοιρος παιδευμάτων.
Σύρους ἤγουν Ἄραβας, μονονουχὶ τὴν θείαν ἀτιμάζουσα δύναμιν.
τρόπον, αὐτὸν εἶναι μόνον φύσει τε καὶ ἀληθῶς Θεὸν καὶ 50 βασιλέα τῶν ὅλων καὶ δημιουργὸν πιστεύοντες, καὶ ἐπ’ αὐτῷ τὸ σύμπαν ἕτερον οὐδένα παραδεχόμενοι.
ἐφ’ αἷς εἰκότως κεκίνηται καὶ κέκλιται πρὸς ὀργὰς, ἵνα δὴ φαίνοιτο λοιπὸν κολάζων ἐν δίκη τοὺς ἠσεβηκότας καὶ καθιγμένους εἰς τοῦτο φαυλότητος, ὡς ἀφόρητον ἤδη πὼς τὸ 51 χρῆμα καὶ αὐτῷ γενέσθαι Θεῷ. ἦσαν οὖν, φησὶν, οἱ ἄρχοντες αὐτῆς ὡς λέοντες. τί δὲ δὴ δρῶσιν ἐκεῖνοι; λιμοῦ καταθήγοντος,
καὶ εἰς ἔφεσιν αὐτοὺς καλοῦντος τροφῆς, ὄρη τε καὶ νάπας περιθέουσιν εὐσθενῶς, δεινόν τι καὶ ἀπηχὲς καταβρυχώμενοι· κἂν εἴ τι που θεάσαιντο τῶν ἐπιτηδείων εἰς βρῶσιν, οἷον βροντὴν κατηχήσαντες, εἰς δέος ἄγουσι τοσοῦτον, ὡς ἀποπεπῆχθαι δοκεῖν, καὶ οἷόν τι σικάλοις ἐνεσφιγμένον,
περιμένειν τὸν δαιτυμόνα. τοῦτο ’δε τινες ἔδρων καὶ τῶν 52 ἡγουμένων ἐν Ἰσραὴλ, τὸν ἐκ νόμου θάνατον τοῖς παραβαίνουσιν ὡρισμένον, ἐπιφέρειν ἔσθ’ ὅτε καὶ τοῖς πλημἀπηρτημένων 53 μέλουσιν οὐδὲν ἀπειλοῦντες, εἰ μὴ δρᾶν ἕλοιντο τὰ αὐτοῖς θυμήρη τε καὶ φίλα, καὶ παραχωροῦντες ἐγκαλοῦσιν ἑτέροις, ἤγουν αὐτοῖς τοῖς δικάζουσι κτήσεων ἰδίων ἐξιστάμενοι. καταγράφει γὰρ αὐτῶν τὰ τοιάδε τῶν κακῶν καὶ δι’ 54 ἑτέρου προφήτου, λέγων· Μιχαίας δὲ οὗτος· “Ἐγένοντο
“λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις 55 “αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ “ἦραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν. καὶ ἐπεθύμουν ἀγροὺς, “καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ “διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κλη-
“ρονομίαν αὐτοῦ.’’
στραμμένας ἐνιέντες ἐννοίας, καταμυθολογοῦντες· δὲ οὕτως, 56 καὶ τό γε σφίσιν αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον φρονεῖν ἀναπείθοντες, ὡς ἤδη δοκεῖν τοὺς τοῖς παρ’ αὐτῶν ἐναλόντας βρόχοις, τάχα που καὶ ἐκτεθνάναι, καὶ λίθοις ὀλίγα τοῖς ἀναισθήτοις παραχωρεῖν, οἷς ἄν τις ἐπιφωνήσειε, καὶ μάλα 2
57 εἰκότως “Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, “καὶ ἐπιφαύσει σοι ὁ Χριστός.” πλὴν, ὥς φησιν ὁ μακάριος 58 Δαυείδ “Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ “στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ “Κύριος.”
59
τῶν λύκων ἀπληστίαν εἰς ὑποτύπωσιν τῶν κριτῶν, οἷον ὅλῳ 62 στόματι καὶ ἀκορέστοις ὀδοῦσι δαπανώντων τοὺς κρινομένους, διὰ τοῦ πλεῖστά τε ὅσα καὶ τὰ ὑπὲρ δύναμιν ἐξαιτεῖν ἐπὶ τῇ τοῦ δικαίου παρατροπῇ, καὶ ἵνα τὸ τῷ θείῳ νόμῳ δοκοῦν εἰς τὸ ἑτέροις τισὶν ἁνδάνον ἀνοσίως παρευθύνοιτο.
ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν αὐτοὺς, ὅτι καθά φησιν ὁ παροιμιαστής “Λαμβάνοντος δῶρα ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοί.” 63 “Τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται “ῥήματα δίκαια, κατὰ τὸ γεγραμμένον. τί γὰρ ὅλως τὸ 64 περιττὸν ἐκ δωροδοκίας; τί δὲ τὸ αἰσχρὸν ὀνήσει λημμάτιον
τοὺς ἀγαπῶντας αὐτό; μᾶλλον δὲ ποίαν ἂν αὐτοῖς ζημίαν οὐκ ἐνεργάσαιτο; καὶ γάρ ἐστιν ἀληθὴς ὁ μακάριος Παῦλος λέγων “Οἰ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πει- 65 “ρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ “βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον
“καὶ ἀπώλειαν.’’ “Αἱρετὸν οὖν ὄνομα καλὸν ἢ πλοῦτος 66 “πολὺς,” καὶ ἔστιν ἀληθῶς σοφὸς δὴ λίαν καὶ ἀτρεκὴς ὁ λόγος.
Θεοῦ, λαλοῦντες ἐπισφαλῶς τὰ “ἀπὸ καρδίας αὐτῶν καὶ 67 οὐκ ἀπὸ στόματος Κυρίου,” κατὰ τὸ γεγραμμένον. κατειρωνεύεται δὲ ὁ λόγος, πνευματοφόρους ἀποκαλῶν· οὐχ ὡς ἐν μεθέξει γεγονότων ἐκείνων τοῦ Ἁγίου Πνεύματος ἀληθῶς, ἀλλ’ ὡς πλάττεσθαι τολμώντων τὸ τῆς προφητείας χρῆμα, 68 69 καὶ ὅτι μεμέστωνται τοῦ Ἁγίου Πνεύματος οὐ κατοκνούντων εἰπεῖν. θέλοντες τοίνυν εἶναι, φησὶ, καὶ προφῆται καὶ πνευματοφόροι, καὶ τὸ σεμνὸν οὕτως ὄνομα ταῖς σφῶν αὐτῶν περιπλάττοντες κεφαλαῖς, τοσοῦτον γεγόνασι καταφρονηταὶ, ὡς μηδὲ ὅτι ποτ’ ἐστὶ τὸ ἐπιεικὲς εἰδέναι, προσαπολλύναι δὲ
καὶ ἑτέρους, οἷς ἐλάλουν τὰ ἀπὸ καρδίας, καὶ τοῦτο ἐπὶ σμικροῖς καὶ εὐτελεστάτοις τισὶ λημματίοις οἱ τάλανες, καὶ 70 ὡς ὁ προφήτης φησὶν Ἰεζεκιήλ “ἕνεκεν δρακὸς κριθῆς καὶ 71 “κλάσματος ἄρτου.’’ καὶ ἀποπληξίας δὲ πρὸς τοῦτο κατώλισθον, ὡς τῆς ἀπορρήτου δόξης βουλὰς εἶναι λέγειν τὰς
ἑαυτῶν, καὶ τὰ ἀπὸ γνώμης ἰδίας ἀποβρασσόμενα ῥήματα, θείους εἶναι λόγους διισχυρίζεσθαι. καὶ γοῦν ἔφασκε περὶ 72 αὐτῶν διὰ τῆς Ἱερεμίου φωνῆς “Οὐκ ἀπέστελλον προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ προεφήτευον·’’ αὐτοῦ δὲ τοῦ προφήτου διακεκρα
73 γότος ἐναργῶς καὶ λέγοντος “Ὁ ὣν Δέσποτα κύριε, ἰδοὺ “οἱ προφῆται αὐτῶν προφητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε 74 “μάχαιραν καὶ λιμὸς οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ “ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ·’’ μονον 75 οὐχὶ καὶ ἀντεκεκράγει λέγων ὁ τῶν ὅλων Θεός “ψευδῆ οἱ
“προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα “αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς “αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα “καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν. 76 “εἰ προφῆταί εἰσι, καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς,
77 “ἀπαντησάτωσάν μοι. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕ- 78 “τὼς οἱ λόγοι μου, λέγει κύριος. οὐχ οἱ λόγοι μου ὡς “πῦρ φλέγον, λέγει κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν;” καθικνεῖται γὰρ εἰς νοῦ βάθος ὁ παρὰ Θεοῦ λόγος, καὶ μονονουχὶ διαρρήγνυσι τὴν τῶν ἀκροωμένων καρδίαν· ψυχρὸς
79 δὲ καὶ ἄναλκις ὁ ἐξ ἀνθρώπου βουλῆς, ὁποῖός τις ἦν ὁ τῶν ἀνοσίων ψευδοπροφητῶν.
γένος, τουτέστι, τὸ ἐκ φυλῆς Λευί· βεβηλοῦν δὲ καὶ αὐτοὺς τὰ ἄγιά φησι, καὶ ἀσεβεῖν εἰς νόμον. γέγραπται μὲν γάρ “ὅτι χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητή- 81 “σουσιν ἐκ στόματος αὐτοῦ.’’ ἀλλ’ ὡς αὐτός που πάλιν φησὶν ὁ τῶν ὅλων Δεσπότης ”Οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστι 82
“Κύριος.” τὸ γάρ τοι μὴ βούλεσθαι διατρανοῦν τὸν τοῖς οὐκ εἰδόσιν αὐτὸν, μήτε μὴν ἀποκομίζειν ἐπείγεσθαι τοὺς ὑπὸ χεῖρα λαοὺς εἰς τὸ ἁνδάνον Θεῷ, τοῦτο οἶμαί 83 ἐστι τὸ ἀσεβεῖν εἰς νόμον. καὶ οὐ μέχρι τούτου τὰ ἐκείνων ἐγκλήματα· ἀλλὰ γὰρ καὶ βεβηλοῦσι δὲ τὰ ἅγιά φησιν. ὁ
μὲν γὰρ διὰ Μωυσέως νόμος πλείστην ἔχει τὴν ἐπιτήρησιν περὶ θυσιῶν καὶ προσαγωγῆς, ἡνίκα τε ἑκάστην καὶ τίνα χρὴ τρόπον ἀποπεραίνεσθαι· οἱ δὲ κατὰ τὸ εἰκὸς προσεκόμιζον μὲν τὰς θυσίας, πλὴν ἀφυλάκτως καὶ ἀτημελῶς, οὐ καιρὸν, οὐ τύπους ἀξιοῦντες ἐπιτηρεῖν, ἀλλ’ οὐδὲ ἡγνισμένοι
τάχα, οὔτε μὴν ἐν ἐσθήμασι τοῖς σφῶν ἱεροπρεπῶς ἐσταλμένοι 84 καὶ ἐν κόσμῳ δρῶντες τὰ ἱερὰ, ἀτιμάζοντες δὲ ὥς τι 85 τῶν ἀχρείων τὴν οὕτω σεπτὴν καὶ ἀξιάγαστον λειτουργίαν.
διάφορος δὲ καὶ πολύς. δεῖ γὰρ εἶναι κεκαθαρμένους καὶ ψυχὴν καὶ σῶμα, καὶ πᾶν εἶδος ἀποσειομένους βδελυρᾶς 86 ἡδονῆς, ἠγλαισμένους δὲ μᾶλλον τοῖς εἰς ἀγαθουργίαν σπουδάσμασι, 87 μεμνημένους λέγοντος τοῦ θεσπεσίου Παύλου 88 “Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τε- “λέσητε.”
κατίδοι τις ἂν αὐτά. ἠγαπηκότος δὴ οὖν τὴν δικαιοσύνην καὶ οὐκ εἰδότος αδικίαν τοῦ πάντων κρατοῦντος Θεοῦ, πῶς ἀεὶ κρατήσειν ἔμελλον, ἤγουν διεξάγεσθαι πρὸς πέρας, οὐκ ἀνακοπτόμενα παντελῶς τὰ παμμόχθηρα τῶν Ἰουδαίων ἐγκλήματα; δοκεῖ ’δε πὼς ἀδικίας εἶναί τις τρόπος,
τὸ μὴ ποιναῖς ὑποφέρειν τὸν ἀλιτήριον, καὶ τὸ μὴ δίκας 91 αἰτεῖν τὸν ἀσελγῶς τε καὶ ἀνοσίως διαβιοῦν ᾑρημένον, καὶ πεφροντικότα μὲν τῶν νόμων οὐδὲν, διανενευκότα δὲ οὕτω πρὸς ἀδικίαν, ὡς οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, αὔχημά τε ποιεῖσθαι λαμπρὸν τὰ ἐφ’ οἷς ἦν εἰκὸς ἐρυθριῶντα ὁρᾶσθαι.
ἐπειδὴ τοίνυν δίκαιος ὁ Κύριος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· οὐ γὰρ ἀνάσχοιτο τῶν ἀδικεῖν εἰωθότων· πρωὶ πρωὶ ποιήσει τὸ κρῖμα αὐτοῦ, τουτέστιν, ὄρθρου τε καὶ ἐμφανῶς καὶ ὡς ἐν ἡμέρᾳ λοιπὸν, οὐκέτι συστέλλων τὰ ἐξ ὀργῆς, 92 ἀλλ’ εἰς μέσον ἄγων, καὶ ἐμφανῆ καθιστὰς, καὶ οἷον ἐν ὄψει
τιθεὶς τὰ προεπηγγελμένα. οὐ γὰρ ἐάσει δραμεῖν εἰς νῖκος 93 ἀδικίαν. τὸ δὲ εἰς νῖκος, τὸ εἰς ἐκνίκησιν, ἤγουν εἰς ἅπαν ὑποδηλοῖ. κεκολασμένων γὰρ τῶν ἠσεβηκότων, πεπαύσεται πάντως καὶ τῆς ἀδικίας ὁ τρόπος· οὐ γὰρ ἔχει τοὺς δρῶντας ἔτι.
φιλοδίκαιος ὁ Δεσπότης, καὶ οὐκ ἂν ἀνάσχοιτο τῶν πλημλελούντων ἀσχέτως. ἀλλ’ εἰ μέν τις ἴοι πρὸς μετάγνωσιν, καὶ τὸ ἐπὶ τοῖς ἰδίοις πλημμελήμασι καταστάζοι δάκρυον, ἡμερωτάτῳ περιτεύξεται, καὶ ἐξαιτήσει τὴν ἀμνηστίαν, 94 καὶ ἔξω δραμεῖται βρόχων καὶ τοῦ κολάζεσθαι δεῖν. εἰ δὲ
ἄτεγκτός τις εἴη, καὶ δυσμετακόμιστον ἔχων τὴν γνώμην εἴς γε τὸ δεῖν ἑλέσθαι τὰ πρεπωδέστερα, τοῖς οἰκείοις ἐνιζήσει πταίσμασιν, μᾶλλον δὲ καὶ ἐναπολεῖται λοιπὸν, καὶ ὑπὸ κίνησιν ἔσται τὴν δεσποτικὴν, ὅτι μὴ μέχρι παντὸς τῶν πλημμελούντων ἀνέχεται.
ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶ, διὰ τὸ μηδένα ὑπάρχειν 95 μηδὲ κατοικεῖν.
ἠσέβουν δέ τινες καὶ εἰς αὐτὸν τὸν νόμον, “ὁ δὲ κύριος 96 “δίκαιος ἐν μέσῳ αὐτῆς πρωὶ πρωὶ ποιήσει τὸ κρῖμα αὐτοῦ. καὶ ποῖον δὴ τοῦτό ἐστι; κατέσεισεν ὑπερηφάνους ἐν διαφθορᾷ, τουτέστι, παρέδωκεν εἰς φθορὰν τοὺς ἀλαζόνας καὶ ὑβριστάς. ἢ γὰρ οὐκ ἀλαζόνες, οἱ θεομαχεῖν εἰωθότες, καὶ 97 98 τοῖς διὰ Μωυσέως θεσπίσμασι τὸ οἰκεῖον ὥσπερ ἀντεξάγοντες θέλημα· καὶ ὀλίγα μὲν κομιδῇ τῶν θείων πεφροντικότες νόμων, ἀποκλίνοντες δὲ πρὸς τὸ ἄγαν ἐξήνιον καὶ 99 λέγοντες τῷ κυρίῳ “Ἀπόστα ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι “οὐ βούλομαι;” εἶτα πῶς ἂν ἐνδοιάσειε τις εἴπερ ἐστὶ
100 πτωχος τῷ πνεύματι καὶ ταπεινὸς τῆ καρδίᾳ, κατὰ τὸ γεγραμμένον, ὁ εὐφαὴς καὶ εὐήνιος καὶ πολὺ βλέπων εἰς εὐπείθειαν, ὃν καὶ ἐποπτείας ἀξιοῖ; καὶ γοῦν ἔφη δι’ ἑνὸς 101 τῶν ἁγίων προφητῶν ὁ τῶν ὅλων Θεός “καὶ ἐπὶ τίνα “ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ
“τρέμοντά μου τοὺς λόγους;” οὐκοῦν κατεσπάσθη μὲν εἰς φθορὰν τὸ ὑπέροφρυ γένος, ἀφανίσθησαν δὲ καὶ αἱ γωνίαι αὐτῶν. καὶ γωνίας οἶμαί που τὰ τείχη λέγεσθαι νυνὶ, καὶ τὰς τῶν πόλεων περιβολάς. ὑψηλαὶ γὰρ ἀείπως αἱ γωνίαι, πύργους ἔχουσαι διαφανεστάτους. ὅμοιον οὖν ἄρα τυχὸν
ὡς εἰ καὶ λέγοι πάλιν Ἔρημοι τειχῶν αἱ παρ’ αὐτοῖς ἔσονται πόλεις. ἐπηπείλησε δὲ πρὸς τούτοις καὶ ἐξερημοῦν τὰς ὁδοὺς 102 αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰσραὴλ, τοῦ μὴ διοδεύειν τὸ παράπαν. καί μοι δοκεῖ βούλεσθαί τι τοιοῦτον ὑποδηλοῦν· ὁ διὰ Μωυ 103 σέως προστέταχε νόμος εἰ τελοῖτο κατὰ καιροὺς ἡ ἑορτὴ τῆς
σκηνοπηγίας, ἐκ πάσης τῆς Ἰουδαίων χώρας ἀναθεῖν εἰς Ἱεροσόλυμα, καὶ πληροῦν ἐκεῖσε τὰ νενομισμένα. ὅτε τοίνυν κατεσείσθησαν αἱ πόλεις, ἀπολώλασιν οἱ ἐν αὐταῖς, τότε καὶ ἠρημῶσθαί φαμεν τὰς ὁδοὺς, ὡς οὐδενὸς ἔτι δι’ αὐτῶν ἐρχομένου, καὶ πρός γε τὸ χρῆναι πληροῦν τὴν τεταγμένην
104 αὐτοῖς ἑορτὴν, καθ’ ἁ καὶ πρώην, διάττοντος. πέπτωκε γὰρ εἰς τοῦτο ταλαιπωρίας τὰ τῶν Ἰουδαίων τάγματα, ὡς μὴ εἶναι τοὺς ἑορτάζοντας, μήτε μὴν ἐν εὐπαθείαις εἶναι δύνασθαι 105 τοὺς ἀνασωθέντας μόλις καὶ ἐκ τοῦ πολέμου περιλελειμμένους. καὶ γοῦν ὁ προφήτης Ἱερεμίας μοῖραν ἐποιεῖτο τῶν θρήνων τὸ χρῆμα λέγων “ Ὁδοὶ Σιῶν πενθοῦσι παρὰ τὸ 106 μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ. ὅτι δὲ ἀτρεκὴς ὁ λόγος
αὐτὸ πάλιν ἡμῖν σαφηνιεῖ τὸ προκείμενον· ἐπιφέρει γὰρ εὐθύς Ἐζ́ελιπον αἱ πόλεις aict τὸ μηδενα ὑπάρχειν μηδὲ κατοικεῖν.
τοῖς τῆς ὑπεροψίας ἐγκλήμασιν οἱονείπως ἐνειλημμένοι κατασπώμεθα πρὸς διαφθορὰν, καὶ γυμνοὶ μὲν τῆς ἄνωθεν ἐσόμεθα περιβολῆς, εὐάλωτον δὲ ὥσπερ καὶ ἀτείχιστον ἐν ἑαυτοῖς τὴν καρδίαν εὑρήσομεν, καὶ πρός γε δὴ τούτοις τὰς τῆς δικαιοσύνης οὐχ εὑρήσομεν ὁδούς· ἀπονεύσειε
δ᾿ ἃν εὐκόλως τῶν τοιῶνδε κακῶν ὁ δεσποτικοῖς θελήμασιν 109 ἀκολουθεῖν ᾑρημένος, καὶ τρυφερὸν ὑπέχων αὐτῷ τῆς ψυχῆς τὸν αὐχένα. Εἶπα Πλὴν φοβεῖσθέ με κω δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε
ἐξ ὀφθαλῶν αὐτῆς, πάντα ὅσα ἐξεδίκησα έπ’ αὔω.
ἀποσείεσθαι τὴν ὀργὴν καὶ ἀποκρούσασθαι τὰ συμβεβηκότα. ἐπειδὴ δὲ ἦν ἄτεγκτος ὁ Ἰσραὴλ, σκληρὸς καὶ δυσάγωγος, ἐκπέπτωκε δὲ τῆς παιδείας, τουτέστιν, ἔξω γέγονε τοῦ εἶναι σοφὸς, ὠλόθρευται δὲ ὥσπερ ἐξ ὀφθαλμῶν καίτοι πᾶν ἐμφιλοχωρεῖν ἀεὶ τοῖς ἀγαθοῖς παιδεύμασι, καὶ πρὸς δέον 111 112 ὁτιοῦν ἑτοίμως ἔχειν τῶν ἄρες κοντῶν Θεῷ. ἐξῆν γὰρ οὕτως ἐκκλῖναί φησι πάντα ὅσοι ἐξεδικησα ἐπ’ αὐτήν.
ἅπερ ἂν πρέποι τοῖς εἰωθόσι καταφρονεῖν· τότε καὶ ἐκδικήσει Θεὸς, καὶ τοὺς τῆς ἀνοσιότητος αἰτήσει λόγους. διαμεμνῆσθαι δὴ οὖν ἀναγκαῖον λέγοντός τινος, ὅτι 113 “ Φόβος κυρίου ζωὴν ποιεῖ.’’ “ Φόβος κυρίου δόξα καὶ 114 “καύχημα. ἐστι ’δε καὶ “ἄγνος,” τουτεστιν ἀγνοποιὸς,
“διαμένων εἰς αἰῶνα αἰῶνος,’’ κατὰ τὴν τοῦ ψάλλοντος φωνήν.
εὐτρεπίζου πρὸς ἀποδρομὴν καὶ πρὸς τὸ ἤδη παθεῖν, ἃ διαφυγῖν ἐξὸν, εἴπερ ἦσθα φιλάρετος καὶ σοφός. ὀρθρίζειν 115 γεμὴν προστέταχε, τῆς συμφορᾶς τὸν καιρὸν ἐπὶ θύραις ὄντα δεικνύων, καὶ οἷον εἰς αὔριον ἥξοντα, παρεσόμενόν τε πάντως, ἀρξομένης ἠοῦς. τοῦτο δὲ ἦν ἀποκείροντος τὴν
ἐλπίδα τῆς ἀναβολῆς, καὶ οὐκ ἐῶντος ἐννοεῖν, ὡς ἔσται τις ἀνοκωχὴ καὶ ἀνάβλησις καὶ μακρὸς μεταξὺ διελάσει καιρὸς, εἰς ἐκγόνους τάχα που παραπέμπων τὰ ἐξ ὀργῆς. οὐκοῦν ὡς ἐπ’ ἀναγκαίῳ πράγματι προετοίμαζε σεαυτὸν καὶ ὄρθριζε 116 πρὸς ἀποδρομήν. οἰχήσῃ γὰρ εἰς ἐχθροὺς αἰχμάλωτος, καὶ
τὴν ἐνεγκοῦσαν ἀφεὶς, οἰκτρὸς ἔσῃ παρ’ ἑτέροις. εἶτα τῷ 117 Προφήτῃ φησὶν ὁ τῶν ὅλων Θεὸς, μονονουχὶ καὶ ἐπιστυγνάζων ἑαλωκόσι· διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν. τί δ᾿ ἂν βούλοιτο καὶ τοῦτο δηλοῦν, ἐροῦμεν ὡς ἔνι. πεπορθήκασι τὴν Σαμάρειαν καὶ ἑτέρας δὲ πρὸς αὐτῇ τῆς Ἰουδαίας πόλεις
τῶν Βαβυλωνίων οἱ τύραννοι, καὶ Φουλὰ μὲν πρῶτος, εἶτα μετ’ αὐτὸν ὁ Σαλμανασὰρ, καὶ τρίτος ὁ Σεναχηρείμ. ὥσπερ δὲ ἀμπελῶνα τετρυγηκότες ἀνεκομίζοντο πάλιν εἰς τὴν ἑαυ- τῶν, ἐν ὀλίγοις παντελῶς λειψάνοις ἀφέντες τὸν Ἰσραὴλ, 118 καὶ οἷον ἐπιφυλλίδα μόνην αὐτοῖς καταλελοιπότες. ἐπιφυλλίδα
δὲ εἶναί φαμεν τὰ μικρὰ τῶν βοτρυδίων, καὶ ἐν ὀλίγαις ὄντα ῥαξὶν, ἃ καὶ τοῖς φύλλοις ἐγκεχωσμένα διαλανθάνει πλειστάκις τὸν τοῦ συλλέγοντος ὀφθαλμόν. καί τι τοιοῦτόν φησιν ἕτερος τῶν ἁγίων προφητῶν “ Οἴ μοι ψυχὴ, ὅτι 119 “ ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπι-
“φυλλίδα ἐν τρυγήτῳ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν “ τὰ πρωτόγονα.’’ οὐκοῦν τετρυγήκασι μὲν ἐκεῖνοι, ἀφιγμένος 120 δὲ μετ’ αὐτοὺς ὁ Ναβουχοδονόσορ, καὶ αὐτὴν διέφθειρε τὴν ἐπιφυλλίδα, καὶ τὸ βραχὺ τοῦ Ἰσραὴλ ἀποτρυγήσας λείψανον, οἴκαδέ τε ἀνέθει, καὶ διετέλει μεγαλαυχούμενος .
καὶ γοῦν ὁ προφήτης Ἱερεμίας ἁλοῦσαν τὴν Ἰερουσαλὴμ κατεθρήνει, λέγων περὶ τῶν ἠρημωκότων 7 Εἰσέλθοι πᾶσα 121 “ ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου, καὶ ἐπιφύλλισον αὐ “ τοῖς ὃν τρόπον ἐπεφύλλισάν μοι·’’ καὶ πάλιν “ Ἴδε κύριε 122 “ καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως. εἰ φάγονται 123
“ γυναῖκες καρπὸν κοιλίας αὐτῶν ; ἐπιφυλλίδα ἐποίησε μά· “ γειρος.”
126 τληπαθεῖν, εὐσθενῶς πεπονθότας τὴν δουλείαν, ἄχρις ἂν διεγερθῇ πρὸς ἐπικουρίαν αὐτοῖς, ἢν διὰ τῶν ἁγίων προφητῶν μονονουχὶ καὶ διεμαρτύρατο καὶ προαπήγγελκεν ἐναργῶς, ὡς ἔσται κατὰ καιρούς. ἡμέραν οὖν ἀναστάσεως τῆς εἰς μαρτύριον τὸν τῆς ἐπικουρίας σημαίνει καιρὸν, ὂν ὡς ἥξει
πάντως προδιεμαρτύρατο.
διὰ χριστοῦ. πάλαι μὲν γὰρ τῶν ἑβδομήκοντα τετελεσμένων ἐτῶν ἐγήγερται πρὸς ἐπικουρίαν τοῖς ἐκεῖνα πεπονθόσιν ὁ τῶν ὅλων Θεὸς, ἐν ἐσχάτοις γεμὴν τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, οὐχ ἵνα μόνον ἐξέληται τὸν Ἰσραὴλ, ἀλλ’ ἵνα πάντα τὰ ἔθνη τῆς ὑπὸ τῷ διαβόλῳ δουλείας
ἀπαγαγὼν, ἐλευθέρους ἀποφήνῃ, καὶ ἀπαλλάξῃ φθορᾶς 128 καὶ ῥύπου καὶ ἁμαρτίας, καὶ πρό γε τῶν ἄλλων τοῦ προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα. καὶ ἐπειδὴ γέγονεν 129 ἄνθρωπος, “ Ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας,” 130 ἵνα τῷ ἰδίω αἵματι κατακτήσηται τῷ Θεῷ καὶ Πατρὶ τούς τε ζῶντας ἔτι, καὶ οὓς ἤδη φθάσας “ κατέπιεν ὁ θάνατος,” 131 κατὰ τὸ γεγραμμένον. “ Εἰς τοῦτο γὰρ ὁ Χριστὸς ἀπέθανέ
“καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. εἰκότως δὴ οὖν ἐλέγετο τοῖς ἀρχαιοτέροις Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον. μαρτύριον 132 δὲ ὥσπερ τοῦ κατηργῆσθαι τὸν θάνατον τὸ ἀναβιῶναι Χριστὸν, ᾧ καὶ ἡμεῖς αὐτοὶ συνεγηγέρμεθα, δικαιωθέντες
διὰ τῆς πίστεως, καὶ ὁμοῦ τῷ θανάτῳ τὴν τοῦ θανάτου μητέρα διαδιδράσκοντες, ἁμαρτίαν.
ὥστε καὶ εἰσδέξασθαι βασιλεῖς· δῆλον δὲ ὅτι τοὺς ὠνομασμένους· κολάσαι δι’ αὐτῶν καὶ σθμαγωγὰς ἐθνῶν, πολὺ λίαν ἡττωμένας τῆς ἐκείνων χειρός τε καὶ εὐσθενείας, καὶ πάντα 134 τρόπον ὑπομενούσας ὠμότητος· ἐκχεῶ γὰρ ἐπ’ αὐτούς φησι πᾶσαν ὀργὴν θυμοῦ μου. καὶ γάρ ἐστιν ἀληθὲς, ὡς οὐ μετρίοις
κινήμασι τὰ μεγάλα καὶ ὑπερφερῆ τῶν πλημμελημάτων κολάζει Θεός· ἀλλ’ οἷς ἄν τις ἁλοίη πλημμελῶν, ἐπιφέρει πάντως ἰσοπαλεῖς τὰς δίκας. ὅτι δὲ ἐμ́ελλον μοἵν’ 135 νονουχὶ καταπίμπρασθαι τὰ Χαλδαίων πράγματα, διεσάφει λέγων Ὅτι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ. 136 καὶ ποῖος ὁ ζῆλος ἢ ἐπὶ τίσιν ὅλως, σαφηνιεῖ λέγων ὁ προφήτης 137 φήτης Σαχαρίας “ Τάδε λέγει κύριος Παντοκράτωρ Ἐζψ “ λωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιῶν ζῆλον μέγαν, καὶ
“ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέ- “ μένα, ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέ- “ θέντο εἰς κακά.”
138 εἰς τὸ χριστοῦ μυστήριον. ἔφασκε γὰρ διά γε τῶν ἤδη προανεγνωσμένων Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ημεραν αναστασεως μου εἰς μαρτυριον· διοτι τὸ κριμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ’ 139 αὐτοὺς πασαν ὀργὴν θύμου μου. ἀνεβίω μὲν γὰρ ὁ Χριστος,
σκυλεύσας τὸν ᾅδην, καθότι οὐκ ἦν δυνατὸν, ζωὴν ὄντα κατὰ φύσιν, αὐτὸν κρατεῖσθαι ὑπὸ τοῦ θανάτου, κατὰ τὸ γεγραμμένον. οὐκ ἠφίει γεμὴν ὑπὸ χεῖρας ἔτι διαβολικὰς 140 τοὺς τὴν εἰς αὐτὸν πίστιν προσιε μένους· ἀλλ’ ὅσιον καὶ θεοπρεπὲς ποιεῖται τὸ κρῖμα συναγωγὰς ἐθνῶν, τουτέστι, τὰς
τῶν δαιμόνων ἀγέλας, καὶ αὐτοὺς δὲ τοὺς κεκρατηκότας ποτὲ καὶ τῶν πλανωμένων βεβασιλευκότας οἷον εἰσδεχόμενός τε καὶ κατακλείων, καὶ εἰς αὐτὸ καθιεὶς τὸ κατωτάτω βάραθρον, τουτέστιν, εἰς ᾅδου, καὶ πᾶσαν ἐπ’ αὐτοὺς ἐκχέων ὀργὴν, καὶ μονονουχὶ πυρὶ καταφλέγων, τῆ ἀρρήτῳ καὶ θείᾳ
δυνάμει, καὶ ζήλῳ μεγάλῳ κεκινημένος. μένος. ὠργίσθη μὲν γὰρ 141 αὐτὸς ὀλίγα, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν· “ αὐτοὶ δὲ συν “ ἐπέθεντο εἰς κακὰ, ὅλην εἰσάπαξ ἀφιστάντες Θεοῦ τὴν ὑπ’ οὐρανὸν, καὶ τοῖς τῆς ἁμαρτίας τελέσμασι τὸν τῶν ὑπὸ χεῖρα καταπνίγοντες νοῦν. ἐζήλωσε τοίνυν ὁ τοῦ Θεοῦ
142 Λόγος τὴν νοητὴν Σιῶν, τουτέστι τὴν Ἐκκλησίαν. ἐξείλετο γὰρ αὐτὴν, καὶ αὐτὸς “ ἑαυτῷ παρέστησεν,’’ ὡς ὁ μακάριος 143 γράφει Παῦλος, “ μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα, ἤ τι τῶν “ τοιούτων, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον.”
ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑnὸ ζυζὸν ἕνα. ἐκ περάτων ποταμῶι Αἰθιοπίας οἴσουσι θυσίας
μοι.
ἐν διαφθορᾷ τῶν ὑπερηφάνων, ἐπιγνώσονται 145 τὰ ἔθνη τὴν κατασείουσαν αὐτὰ τοῦ Θεοῦ δύναμιν. καὶ οἱ 146 γελῶντές ποτε πίπτοντα καὶ ἀπολλύμενον τὸν Ἰσραὴλ, ὅταν ἴδωσιν οἴκαδε μὲν αὐτὸν ἰόντα λαμπρὸν, καὶ ὑπονοστοῦντα πάλιν εἰς τὴν ἁγίαν πόλιν, ἀπολωλότας δὲ εἰσάπαν τοὺς
πάλαι πεπορθηκότας, τότε μεταβαλοῦσι τὴν γλῶτταν καὶ ταῖς εἰς Θεὸν εὐφημίαις ἀναθήσουσι λοιπὸν, καίτοι πάλαι σείοντες τὰς κεφαλὰς, οἰόμενοί τε καὶ λέγοντες ἁλῶναι τὴν Ἰουδαίαν, διάτοι τὸ τῶν Βαβυλωνίων τὸν τύραννον κατισχῦ- σαι τάχα που τοῦ βοηθοῦντος αὐτοῖς, τουτέστι Θεοῦ. ὅταν
τοίνυν ἴδωσι τὴν τῶν πραγμάτων μεταστροφὴν εἰς τὸ ἐναν- τίον, τότε μεταστήσουσι τὰς γλώσσας κατὰ γενεὰς αὐτῶν, 147 ἤγουν κατὰ φυλάς τε καὶ γένη, εἰς δοξολογίας τὰς ἐπὶ Θεῷ· ἕλοιντο δ’ ἂν οἶμαί που καὶ δουλεύειν ὑπὸ ζυγὸν ἕνα, καὶ θυσίας προσάγειν, εἰ καὶ πόρρω που διακέοιντο τῆ τῶν
χωρῶν θέσει, καὶ τὰς Αἰθιόπων νέμοιντο χώρας. καὶ ταυτὶ μὲν εἰς τὸ γράμμα πάλιν εἰρήσθω τέως· ἐκβεκαὶ 148 βηκέναι γεμήν φαμεν τὸν Αόγον εἰς τοὺς τῆς ἐπιδημίας καιροὺς, καὶ σημεῖον τίθησιν ἐναργὲς τῆς τῶν γλωσσῶν μεταβολῆς. γέγραπται γὰρ ἐν ταῖς πράξεσι τῶν ἁγίων 149 Ἀποστόλων, ὅτι κατὰ τὰς ἡμέρας τῆς ἁγίας πεντηκοστης 150 ἤσαν πάντες συνηγμένοι “ έπιτοαυτο, καὶ ἰδοὺ ἐγένετο
“ ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ “ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ἰδοὺ “ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ “ ἐκάθισαν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες “ Πνεύματος Ἀγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις,
“ καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς’’ κατ’ 151 ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, φησὶ, μεταβαλῶ γλῶσσαν ἐπὶ 152 λαούς. ἤκουον γὰρ πάντες “ τῆ ἰδίᾳ διαλέκτῳ” λαλούντων αὐτῶν, “ Πάρθοι τε καὶ Μῆδοι καὶ Ἐλαμῖται,’’ καὶ τὰ ἕτερα τῶν ἐθνῶν. πλὴν ἄθρει τὴν ἐπιτήρησιν. μεταβαλεῖν γὰρ
ἔφη τὴν γλῶσσαν εἰς γενεὰν αὐτῆς, τουτεσ́τιν, οὕτω μένουσαν ἐν τοῖς ἅπαξ εἰρηκόσι μέχρι τέλους τῆς αὐτῶν ζωῆς, ἤτοι γενεᾶς. ἄχρι γὰρ ἐκείνων γέγονε τὸ σημεῖον, οἷς καὶ ἐφιζῆσαι 153 τὰς γλώσσας ἔφη τὸ γράμμα τὸ ἱερόν· διὰ τοῦτό φησιν, ὅτι μεταβαλῶ γλῶσσαν εἰς γενεὰν αὐτῆς. οὐ γὰρ
συμβέβηκεν ἔτι τοῖς μετ’ ἐκείνους τὸ χρῆμα. διὰ ποίαν αἰτίαν, ὁ σοφὸς ἡμᾶς διδασκέτω Παῦλος. ἔφη γὰρ ὅτι 154 “ Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, “ ἀλλὰ τοῖς ἀπίστοις. γέγραπται γὰρ, ὅτι ἐν ἑτερογλώσσοις “ καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’
“ οὕτως πιστεύσουσιν. ὀνίνησιν οὖν ἄρα κατὰ τίνα τρόπον, 155 τὸ μεταβεβλῆσθαι τὴν γλῶσσαν εἰς γενεὰν αὐτῆς, αὐτὸς ἡμῖν πάλιν διαλευκαίνει λέγων τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνω, ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι. ἐπειδὴ γὰρ τεθέανται τοὺς
Ἀποστόλους γλώσσαις λαλοῦντας ἑτέραις, οὐκ ἐν μετρίοις 156 θαύμασι ποιούμενοι τὸ παράδοξον, πεπιστεύκασιν εἰς χριστὸν, πολλοί τε καὶ ἀναρίθμητοι τῶν τὸ τηνικάδε ἐπεκαλέσαντο τὸ ὄνομα τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ· ὑπήγαγον τοῖς εὐαγγελικοῖς θεσπίσμασι τὸν αὐχένα·
δεδουλεύκασι τῷ Χριστῷ. καὶ ἀναφέρουσι θυσίας ἐκ περάτων 157 ποταμῶν Αὶθιοπιας. παρατείνει δὲ τὸ τῶν Αἰθιόπων γένος ἐξ ἠοῦς εἰς δύσιν, πίνουσι δὲ τὸν Γηών· “Αὐτὸς γάρ ἐστιν 158 “ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας.’’ ἐκτελευτᾷ δὲ λοιπὸν εἰς ἀλήθειαν τῆς προφητείας ὁ λόγος. οὐ γὰρ μόνον
κατὰ τὴν Ῥωμαίων γῆν κεκήρυκται τὸ Εὐαγγέλιον, περιφοιτᾷ δὲ λοιπὸν καὶ τὰ βάρβαρα τῶν ἐθνῶν. καὶ γοῦν ἐκκλησίαι πανταχοῦ, ποιμένες καὶ διδάσκαλοι, καθηγηταὶ καὶ μυσταγωγοὶ καὶ θεῖα θυσιαστήρια, θύεται δὲ νοητῶς ὁ 159 ἀμνὸς παρὰ τῶν ἁγίων ἱερουργῶν καὶ παρ’ Ἰνδοῖς καὶ
Αἰθίοψι. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς ἑτέρου προφήτου σαφῶς εἰρημένον “Διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει 160 “Κύριος· καὶ ὅτι τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, “καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου “καὶ θυσία καθαρά.”
σου ὧι ἠσέβησας εἰς ἐμέ· ὅου τότε περιελῶ ἀπὀ 161 θοῦ τὰ φαυλίαματα τῆς ὕβρεώς σου, καὶ οὐκ ἐὺ μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐμ τὸ ὄρος τὸ ἅγιόν νοῦ.
Θεός. δεῖ δὲ, οἶμαι, λεπτὸν τοῖς λεγομένοις ἐνιέναι τὸν νοῦν, ἀσύγχυτον γὰρ οὕτως τὴν ἐν αὐτοῖς θεωρίαν εὑρήσομεν. οὐκοῦν πλημμελημάτων μὲν ἀμνηστίαν, καὶ τῶν πάλαι διετε 162 163 πταισμένων τὴν ἄφεσιν τοῖς ἐξ Ἰσραὴλ ἐπαγγέλλεται, διαβεβαιούμενός τε καὶ λέγων, ὡς οὐκ ἂν ἔτι καταισχυνθείν διὰ τὰ ἐπιτηδεύματα αὐτῶν καὶ τὰς πάλαι γεγενημένας εἰς Θεὸν δυσσεβείας· ἀπειλεῖ δὲ ὥσπερ τῷ Βαβυλωνίῳ καί φησιν, ὡς οὐκ ἂν ἔτι φρονήσειε μέγα, τὴν ἁγίαν καὶ ἀνακειμένην αὐτῷ
καταδῃώσας πόλιν, τουτέστι τὴν Σιῶν, ἢν καὶ ὄρος ἀποκαλεῖ. μετὰ γάρ τοι τὴν ἐπάνοδον, τὴν ἀπό γε τῆς αἰχμαλωσίας 164 φημὶ, μεμένηκεν ἀπόρθητος ἡ Ἱερουσαλὴμ, καὶ λοιπὸν ἀπείρατος ἔτι τῆς Βαβυλωνίων ἀπανθρωπίας.
ἄφεσις γέγονεν ἐπὶ πάντας τοὺς πεπιστευκότας, ἐνδοιάσειεν 165 ἂν οὐδείς. δεδικαιώμεθα γὰρ “οὐκ ἐξ ἔργων δικαιοσύνης “ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος.᾿ ἀπηλλάγμεθα δὲ καὶ αἰσχύνης· ἔφη γάρ που πρὸς ἡμᾶς 166 ὁ τὴν πίστιν τετιμηκώς “Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης·
167 “μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης.” ἀνεκόμισε γὰρ ἡμᾶς εἰς παρρησίαν, ὁ δι’ ἡμᾶς ἐν νεκροῖς, καὶ ὑπὲρ ἡμῶν εἰς οὐρανὸν, ἐν ὄψει Πατρός. πρόδρομος γὰρ ὑπὲρ ἡμῶν ἀνέβη Χριστὸς, 168 “νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ.’’ οὐκοῦν περιεῖλε μὲν τὰς ἁπάντων αἰτίας, καὶ πταισμάτων ἀπήλλαξεν αἰσχύνης
τε καὶ ἐντροπῆς τοὺς πεπιστευκότας. εἴρηται δὲ παρ’ αὐτοῦ καὶ τῷ πάλαι καταδυναστεύσαντι σατανᾷ Ὅτι περιελῶ ἀπὸ σοῦ τ‘ὶ φαυλίσματα τῆς ὕβρεως σου καὶ οὐκ ἔτι 169 μὴ προσθῃς του μεγαλαυχησαι ἐπὶ τὸ ὄρος τὸ αγιον μου. εκφαυλιεῖ γὰρ οὐκέτι τοὺς ἐπὶ τῆς γῆς, ὡς πολὺ νοσοῦντας
τὸ ἄναλκι, ἀλλ’ οὐδὲ ὑβριεῖ τοὺς ἡγιασμένους, κατασείων εὐκόλως εἴς γε τὸ αὐτῷ δοκοῦν. παρώχηκε γὰρ τὰ ἀρχαῖα, καὶ μετακεχώρηκεν εἰς καινότητα τῶν πραγμάτων ἡ φύσις, 170 ἀναστοιχειοῦντος εἰς τοῦτο αὐτὰ τοῦ Χριστοῦ, καὶ εὐσθενὲς μὲν ἀποτελοῦντος εὖ μάλα τὸ ἄρρωστον, κρατύνοντος δὲ πρὸς εὐσέβειαν τὸ ταῖς ἁμαρτίαις εὐάλωτον, καὶ ἑδραῖον ἀποτελοῦντος τὸ σεσαλευμένον. οὐκοῦν περιῄρηται τὰ φαυλέσματα 171
τῆς ὕβρεως, δηλονότι τῆς διαβολικῆς, καὶ οὐκ ἃν ἔτι φρονήσειε μέγα κατὰ τοῦ ὄρους του αυιου, τουτέστι τῆς νοητῆς Σιῶν, “ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος.” τεθεμελίωται 172 λίωται γὰρ ἐπὶ τὴν “πέτραν· καὶ πύλαι ᾅδου οὐ καταισχύσουσιν S.Matth. αὐτῆς. ὄρος δὲ τὴν Εκκλησιαν καὶ ὁ προφήτης ἡμῖν Ἡσαΐας ὠνόμαζε, λέγων “Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις 173 “ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ “ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν “βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη, καὶ πορεύσονται 174 ἔθνη πολλὰ καὶ ἐροῦσι Δεῦτε καὶ ἀναβῶμεν εἰς
“τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼρ, καὶ “ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν “αὐτῇ.”
ἀπὸ τοῦ ονόματος Κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραὴλ,
καὶ οὐ μὴ ποιήσωσιν ἀδικίαν, οὐδ’ οὐ μὴ λαλήσουσι μάταια, κὼ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶι Γλώσσα δολία.
μὲν γὰρ εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ ἀπεφάνθη κυριοκτόνος, καὶ ἐξαιτεῖται μὲν τὰς ἐπὶ τῶδε δίκας, διόλωλε δὲ οὐ πᾶσα· τετήρηται γὰρ τὸ κατάλειμμα καὶ σέσωσται τὸ ὑπόλοιπον. πεπιστεύκασι γὰρ 176 177 ἐξ αὐτῶν οὐ μετρία πληθύς. οὗτοι δὲ ἦσαν οἱ πραεῖς, οὐκ ἀποταυρούμενοι πρὸς ὀργὰς τὰς ἐπὶ Χριστῷ, καθάπερ ἀμέλει καὶ οἱ Πιλάτῳ τότε προσκεκομικότες αὐτὸν, κατακεκραγότες 178 τε καὶ λέγοντες “ Αἶρε αἶρε, σταύρου αὐτόν·’’ προστεθει κότες ’δε τούτοις τὸ “Ἐὰν τοῦτον ἀποκτείνῃς, οὐκ εἰ
“ φίλος τοῦ Καίσαρος.” τί γὰρ ἃν γένοιτο τῶν τοιούτων τὸ ἀπηνέστερον, ἢ τί πρὸς θυμοὺς ἀγριώτερον ; οἵ γε καὶ αὐτὸ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς, 179 ἀπεριμερίμνως ἔφασκον “ Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ 180 “ ἐπὶ τὰ τέκνα ἡμῶν.’’ πρᾶος δὴ οὖν ὁ λαὸς, ὁ τῆς τούτων
ἀγριότητος μὴ μετεσχηκώς· ταπεινὸς δὲ πάλιν, κατά γε τὸ ὑποτετάχθαι Χριστῷ, καὶ ταῖς ὑπ’ αὐτῷ ζεύγλαις τοὺς τῆς διανοίας αὐχένας ὑπενεγκεῖν, ὑπακοῦσαί τε καὶ μάλα ἀσμένως 181 ἐξ ἀγάπης λέγοντι “ Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ “ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν 1
“ μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ 182 “ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς “ ὑμῶν. σύμμορφοι δὴ οὖν καὶ κατὰ τοῦτο τῷ Χριστῷ τῷ δι’ ἡμᾶς πτωχεύσαντι, μόνον δὲ οὐχὶ καὶ θεοπρεποῦς δόξης ἠμεληκότι καὶ τῆς κατὰ φύσιν ὑπεροχῆς, ἵνα τὸ δουλοπρεπὲς
ὑπέλθοι μέτρον οἰκονομικῶς. οὐκοῦν μετριόφρονες κατ’ αὐτὸν, οἱ τοῖς αὐτοῦ νόμοις παιδαγωγοῦ μενοι. οὗτοι καὶ εὺλαβηθησονται ἀπὸ τοῦ ὀνόματος κυροῦ. γεγόνασι γὰρ τῶν ὅτι μάλιστα φιλοθεωτάτων, καὶ πρό γε τῶν ἄλλων, οἱ θεσπέσιοι μαθηταὶ, οἳ καὶ τοῦ κόσμου τέθεινται φῶς. οἱ δὲ δὴ θεο
183 φιλεῖς τε καὶ ἀγαθοὶ παραιτήσονται, φησὶ, τὴν αδικίαν καὶ λόγον εἰκαῖον· οὐ γὰρ λαλήσουσι μάταια· καὶ γλῶσσαν οὐκ ἀτρεκῆ· τοῦτο γὰρ ἡ δολία. κόσμος δὲ οὗτος πνευματικὸς, καὶ οἷά τις στέφανος τοῖς ἐξ ἀρετῶν αὐχήμασιν εὖ μάλα διαπρεπής. ἔνθα γὰρ πραότης καὶ ταπείνωσις, καὶ μὴν καὶ
184 δικαιοσύνης ἔφεσις, ἀπομαθοῦσά τε γλῶσσα τὸ εἰκαιόμυθον, καὶ ἥκιστα μὲν ἁμαρτοεπὴς, ὀρθὴ δὲ μᾶλλον καὶ ἀτρεκείας ἐργάτις, ἐκεῖ που πάντως λαμπρὰ καὶ τελεωτάτη πέφηνεν ἀρετή. πρέποι δ’ ἃν ἡ τοιάδε τοῖς ἐν Χριστῷ· ὅτι μὴ ἐν 185
νόμῳ τῆς εὐσεβείας ὁρᾶται τὸ κάλλος, ἀπαστράπτει δὲ μᾶλλον ὡς ἐν δυνάμει παιδεύσεως εὐαγγελικῆς.
ἀδρανῶς οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι. τετάχατο γὰρ ἐκ νόμου καθηγεῖσθαι λαῶν, διά τοι τὸ τετιμῆσθαι τοῖς τῆς ἱερωσύνης πρεσβείοις . οὔκουν ἦσαν μὲν ἦσαν ποιμένες, 186 μισθωτοὶ δὲ ὅμως, καὶ οἷον ἀλλοτρίοις ἐφεστηκότες θρέμμασιν, ἐθεώρουν τὸν λύκον ἐρχόμενον, καὶ ἠφίεσαν τὰ πρόβατα, 187
κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ὅτι δὲ λίαν ἠφειδηκότες τῶν λογικῶν θρεμμάτων καὶ θηρσὶν ἀνέντες αὐτὰ, ἁλοῖεν ἃν, μᾶλλον δὲ αὐτοὶ γεγονότες λύκοι, κατίδοι τις ἃν εὐκόλως ἀπό γε τῶν εἰρημένων διὰ φωνῆς προφητῶν. ὁ μὲν γὰρ ἔφασκεν, ὡς ἐκ προσώπου τοῦ Θεοῦ “ Ὤ οἱ ποιμένες, 188
“ οἱ διασκορπίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς “ αὐτῶν,’’ ἕτερος δὲ αὖ “Τάδε λέγει κύριος κύριος ἃ οἱ 189 “ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς ; οὐχὶ
“ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατ- “ ἐσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε,
“ καὶ τὰ πρόβατά μου οὐ βόσκετε. τὸ ἠσθενηκὸς οὐκ ἐν- “ ἰσχύσατε, καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ “ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζη- 190 “τήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ· καὶ δι- “ἐσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ “ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ “τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ” καὶ πρὸς αὐτοὺς δέ που φησὶ 191 τοὺς ποιμένας “ Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἅ
“ οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετεμέλοντο· καὶ οἱ “ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς κύριος, καὶ πεπλου- “ τήκαμεν.’’
192 μιμούμενοι. ἐπειδὴ δὲ λοιπὸν ἐπέλαμψεν ὁ Χριστὸς, ὁ ποιμὴν ὁ καλὸς ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων, 193 νενεμήμεθα μὲν ἐν κήποις, κατεποιμάνθημεν δὲ καὶ ἐν κρίνοις, 194 κάτα τὸ γεγραμμένον· εκοιτασθημεν δὲ καὶ ἐν σηκοῖς· ἐνηυλίσμεθα γὰρ ἐκκλησίαις καὶ ναοῖς ἁγίοις, οὐδενὸς ἡμᾶς
195 ἐκδεδιττομένου καὶ διαρπάζοντος, οὐκ ἐπιθρώσκοντος λύκου, Matth. οὐ καταπατοῦντος λέοντος, οὐ κλέπτου διορύττοντος, οὐδενὸς ἡμῖν ἐπιόντος ἔτι, “ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ.” δια- τελοῦμεν δὲ μᾶλλον ἐν ἀσφαλείᾳ καὶ βεβαιότητι, καὶ ἐν μεθέξει παντὸς ἀγαθοῦ, αὐτὸν ἔχοντες ἐπιστάτην τὸν τῶν
196 ὅλων Σωτῆρα, φημὶ Κριστόν. καὶ τοῦτο ἡμῖν διὰ φωνῆς 197 Ἰεζεκιὴλ φανερὸν ἐποιεῖτο λέγων ὁ Θεὸς καὶ Πατήρ “ τάδε “ λέγει κύριος Ἐγὼ σώσω τὰ πρόβατά μου, καὶ κρινῶ “ἄνα μέσον κριοῦ πρὸς κριὸν, καὶ αναστησω ἐπ’ αὐτοὺς “ ποιμένα ἕνα τὸν δοῦλόν μου Δαυεὶδ, καὶ ἔσται αὐτῶν
“ ποιμήν.”
ὑπισχνεῖται σαφῶς τὴν εἰρήνην αὐτοῖς μετά γε τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ὅτε καὶ ἀμνηστουμένων αὐτοῖς τῶν ἀρχαίων αἰτιαμάτων, συνεῖναί τε καὶ προασπίζειν αὐτῶν ἐπαγγέλλεται Θεός· ὅσον δὲ ἧκεν εἰς τὸν ἐσωτάτω νοῦν, χαίρειν τε σφόδρα, καὶ κατευφραίνεσθαι λίαν, καὶ μὴν καὶ ἐξ ὅλης κατατέρπεσθαι
τῆς προστέταχεν προστέταχεν ἀναγκαίως, ὡς ἐξῃρημένων αὐτῆς τῶν πλημμελημάτων, διὰ Χριστοῦ δηλονότι. δεδικαίωται 200 γὰρ ἡ νοητὴ καὶ ἁγία Σιῶν, τουτέστιν ἡ Ἐκκλησία, ἤγουν τῶν πεπιστευκότων ἡ ἁγία πληθὺς, ἐν Χριστῷ δὴ καὶ μόνῳ, καὶ σεσώσμεθα δι’ αὐτοῦ τε καὶ παρ’ αὐτοῦ, τὰ τῶν ἀοράτων
ἐχθρῶν ἀποφεύγοντες βλάβη, καὶ μέσον ἔχοντες καὶ αὐτὸν ἐν εἴδει τῷ καθ’ ἡμᾶς πεφηνότα τὸν τῶν ὅλων βασιλέα καὶ Θεὸν, τουτέστι, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον· δι’ ὃν οὐκ εἴδομεν ἔτι κακὰ, τουτέστιν, ἀπηλλάγμεθα παντὸς τοῦ κακοῦν ἰσχύοντος. 201 αὐτὸς γάρ ἐστι τὸ τῆς εὐδοκίας ὅπλον, ἡ εἰρήνη, τὸ
τεῖχος, τῆς ἀφθαρσίας ὁ χορηγὸς, τῶν στεφάνων ὁ πρύτανις, ὁ τὸν τῶν νοητῶν Ἀσσυρίων ἐξείργων πόλεμον, καὶ τὰς ἐκ τῶν δαιμόνων ἐπ’ ικουφίζων ἐπιβουλάς· ὁ διδοὺς ἡμῖν “ πατεῖν 202 “ ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ “ ἐχθροῦ,’’ δι’ ὃν ἐπέβημεν ἐπὶ ἀσπίδα τε καὶ βασιλίσκον, καὶ 203
καταπατοῦμεν λέοντα καὶ δράκοντα· δι’ ὃν ἐν ἐλπίσι γεγό- ναμεν ἀγαθαῖς ἀφθαρσίας καὶ ζωῆς, υἱοθεσίας τε καὶ δόξης· 204 δι’ ὃν οὐκ ὀψόμεθα κακὰ οὐκ ἔτι.
μὴ παρείσθωσαν αἱ χεῖρές θοῦ. Κύριος ὁ Θεός σου ἑ σοὶ δυνατὸς σώσει σε, ἐπάξει ἐμ σὲ εὐφροσύνην κω καινιεῖ σε ἔ τῇ ἀγαπήσει αὐτοῦ, καὶ εὐφρανθήσεται ἐπὶ σοί ἑ τέρψει ὡς
έν ἡμέρᾳ ἑορτῆς· καὶ συνάξω τοὺς συντετριμμένους σου.
206
“θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.’’ ὅτε γὰρ γέγονεν “ ἐν “ μέσῳ” ἡμῶν, τότε τὰς χεῖρας οὐκ ἔτι παρειμένας ἐσχήκαμεν, οὐ γόνατα παραλελυμένα· τετράμμεθα δὲ μᾶλλον ἐπ’ ἔργα 208 τε καὶ πόνους τοὺς ἐπ’ ἀγαθοῖς κατορθώμασι καὶ ὧν εἴρηταί 209 τε καὶ ἔστιν ὁ “ καρπὸς εὐκλεής·’’ τότε καὶ τεθαρσήκαμεν, ὅτι
παναλκὴς ὑπάρχων ὡς Θεὸς ὁ ἐν ἡμῖν Χριστὸς ἐκρύεταί τε καὶ σώζει τοὺς εἰς αὐτὸν πιστεύοντας· κατῴκηκε γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος, καὶ ταύτην ἐφ’ ἡμᾶς ἐπήγαγε τὴν νοητὴν δηλονότι καὶ ἀξιόληπτον εὐφροσύνην. τί γὰρ ἕτερον ἂν εἴη τὸ μεταλαχεῖν Ἁγίου Πνεύματος, ἢ τέρψις
καὶ χαρὰ καὶ πᾶν εἶδος εὐφροσύνης ; ὅτε τοίνυν ἐπήγαγεν 210 ἐφ’ ἡμᾶς τὴν διὰ Πνεύματος εὐφροσύνην, τότε καὶ ἀνεκαίνισεν ἐν τῇ ἀγαπήσει αὐτοῦ, τουτέστιν, ἐν καιρῷ τῆς ἐπιδημίας 211 τῆς μετὰ σαρκὸς, ὅτε καὶ “ εἷς ὑπὲρ πάντων’’ ἀποθανὼν ἄλφ’ S. Joan. θεύων ἔφασκε “ Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις 2
“ τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. ἐπειδὴ δὲ τέθεικε τὴν ψυχὴν, καὶ γέγονεν ἐν νεκροῖς δι’ ἡμᾶς, ζωὴ κατὰ φύσιν ὑπάρχων, ἀνεβίω πάλιν, τὴν ἀνθρώπου φύσιν ἀναμορφῶν εἰς καινότητα ζωῆς, καὶ ἀναχαλκεύων εἰς τὸ ἀπ’ ἀρχῆς.
ἐπειδὴ δὲ ἀνεκαίνισε, τότε καὶ εὐφράνθη χριστὸς ἐφ’ ἡμῖν, ὡς ἐν τέρψει, καὶ ὡς ἐν ἡμέρᾳ ἑορτῆς· πῶς γὰρ οὐκ ἔμελλεν ἐπι- γάνυσθαι τοῖς καθ’ ἡμᾶς τὸ θεῖον, ὅτε καὶ ἁμαρτίας ἀπηλ- λάγμεθα, καὶ θανάτου καὶ φθορᾶς ἀμείνους γεγόναμεν, καὶ ἐν μεθέξει Πνεύματος καὶ ἁγιασμοῦ. τότε καὶ συνήγαγε τοὺς 215
συντετριμμένους. ὡς γὰρ ὁ σοφὸς γράφει Παῦλος “ Χριστὸς 216 ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι· ” καὶ αὐτὸς δέ που φησίν “ Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς 217 “ μετάνοιαν.’’ οὐκοῦν συνήγαγεν ὁ Χριστὸς οὓς διὰ τῆς ἁμαρτίας σύντριψας ὁ σατανᾶς παρειμένους ἀπέφηνε, καὶ
βαίνειν ὀρθὰ μὴ εἰδότας, μήτε μὴν τ ἃς τῆς δικαιοσύνης ἰέναι τρίβους· ἀλλ’ εἰ καὶ συνέτριψεν ἐκεῖνος, κατέδησεν ὁ Χριστός. τεθεράπευκε γὰρ τοὺς ἠρρωστηκότας, καὶ “ Αὐτὸς τ ἃς ἀσθε- 218 νείας ἤμων αἴρει, κάτα τὸ γεγραμμένον.
“ δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. πλὴν c ἔφη πάλιν αὐτὸς, ὡς γέγονεν ὁ σταυρὸς “ Ἰουδαίοις μὲν 220 “σκάνδαλον, ἔθνεσι δὲ μωρία.’’ πλατὺ γὰρ γελῶσιν οἱ 221 τάλανες, τὴν τοῦ μυστηρίου δύναμιν εἰσάπαν ἠγνοηκότες· ἀλλ’ οὐκ ἔξω δίκης ἔσονται· πόθεν ; οὔτε μὴν ἀντικαταμειδιάσουσι τοῦ Χριστοῦ, ἤγουν τῶν ἐκκλησιῶν· ἔσονται δὲ κατὰ καιροὺς πυρὸς ἀνημέρου τροφὴ, καὶ φλογὸς ἔργον τῆς ἀκατευνάστου καὶ μακρᾶς. ἀφίκοντο γὰρ εἰς τοῦτο μανίας
καὶ σκαιότητος νοῦ τῶν παρ’ Ἕλλησι τινες, ὡς ἀσελγῆ 222 καταθῆξαι γλῶσσαν τοῦ θείου τε καὶ εὐαγγελικοῦ κηρύγματος, καὶ βίβλοις ἐγγεγραμμένην ἀφεῖναι τὴν κατάρρησιν· 223 ἵνα μὴ μόνον αὐτῶν αἱ ἁμαρτίαι προάγωσιν εἰς κρίσιν, ἀλλὰ γὰρ ἕποιντο καὶ τεθνεῶσιν αὐτοῖς, διά τοι τὸ οἷον ἔμψυχον
ἐγκαταλελοιπέναι τὴν ἁμαρτίαν. ταλανίζει δὴ οὖν, καὶ σφόδρα εἰκότως, τοὺς λαβόντας ὀνειδισμὸν κατὰ τῆς ἁγίας Ἐκκλησίας, οἷς δὴ καὶ μάλα εἰκότως ἁρμόσειεν ἂν τό Οὐαί.
εἰσδέξομαι, κὼ θήσομαι αὐτοὺς εἰς καύχημα κω ὀνομαστοὺς
ἐν πάσῃ τῇ φῇ. καὶ καταισχυνθήσονται ἑ τώ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, κοὶ ἐν τῷ καιρῷ ὅταν εἰσδέχωμαι ὑμᾶς.
ὑπισχνεῖται δὲ τὰ διὰ Χριστοῦ παραδόξως κατωρθωμένα, 225 περί τε τὰς ἐξ ἐθνῶν ἀγέλας καὶ τὸν ἀπόβλητον Ἰσραήλ. ἐν σοὶ γάρ φησιν ενεκα σου ποιήσω. επειδη γὰρ οἱ μὲν ἐκ πλεονεξίας ἀπεκομίσθησαν εἰς μέθην· οἱ δὲ ἠγνοήκασι τὸν ἐπὶ σωτηρίᾳ τῶν ὅλων ἐνηνθρωπηκότα Θεὸν, ἀμφοτέροις
ἐπιδαψιλεύεται τὸν ἔλεον ὁ πάντων Δημιουργὸς, καὶ ἕνεκα 226 ἡμῶν ἐν ἡμῖν πεποίηκε θαύματα. σέσωσται μὲν γὰρ ἡ ἐκ. πεπιεσμένη, τουτέστιν, ἢ τεθλιμμένη ποτὲ τῶν πεπλανη- μένων πληθὺς, καὶ εἰς τοῦτο λοιπὸν ἐνηνεγμένη ταλαιπωρίας ὑπὸ τοῦ καταπιέσαντος σατανᾶ, ὡς πᾶσαν ἰκμάδα ζωτικὴν 227
ἀποβαλεῖν· νεκρὸς γὰρ νοῦς ὁ πλανῶ μένος· εἰσ δεχθήσεται δὲ καὶ ἡ ἀπωσμένη ὡς μένη τῶν Ἰουδαίων Συναγωγή. πεπαρῴνηκε μὲν γὰρ εἰς Χριστόν· ταύτῃτοι καὶ δικαίως ἀπόπεμπτος ἦν, καὶ παρώλισθε τῆς ἐλπίδος, καὶ τῆς εἰς Χριστὸν οἰκειότητος ἀπενοσφίζετο· πλὴν ἠλέηται καὶ αὐτή· κληθήσεται γὰρ πρὸς
μετάγνωσιν καὶ εἰς τὴν διὰ πίστεως κάθαρσιν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. ἔσονται δὴ οὖν εἰς καύχημα καὶ ὀνομαστοὶ καὶ αἰσχύνης ὡς ἀπωτάτω. αὐτοὶ δὲ δὴ τίνες, ἢ ὅτι πάντως οἱ δύο λαοὶ οὐκ ἔτι διῃρημένοι, καὶ ἀσύμβατον 228 ἔχοντες ἀλλήλοις τὴν γνώμην, καὶ μεμερισμένοι πρὸς δόξας
τὰς ἐπὶ Θεῷ, καθὰ καὶ πάλαι· ἀλλ’ ἑνότητι τῇ διὰ Πνεύματος εὖ μάλα κατεσφιγμένοι πρὸς ὁμοψυχίαν τε ἅμα καὶ ὁμοπιστίαν. γέγραπται γὰρ ὅτι “ τοῦ δὲ πλήθους τῶν 229 “ πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.’’ ἔκτισε δὲ καὶ ὁ Χριστὸς “ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, 230
“ ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἑνὶ “ πνεύματι,’’ καθὰ γέγραπται. εἰ δὴ οὖν γένοιντο ζηλωτοὶ, 231 τότε δὴ πάντως καταισχυνθήσεσθαί φησι τοὺς ἐχθροὺς, τὸ τῆς δοθείσης εὐκλείας μέγεθος κατατεθηπότας , καὶ τὸ τῆς εὐημερίας ἀκράδαντον, καὶ τῆς ἐλπίδος τὸ βεβηκός. ἴδοι δ’
ἄν τις καὶ ἐξ αὐτῶν ἤδη τῶν πραγμάτων ἀληθῆ τὴν ὑπόσχεσιν. δεδόξασται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ λαμπρῶν αὐχημάτων ἐπίμεστος οὖσα θαυμάζεται παρὰ πάντων. πλὴν ὁρίζει καὶ τὸν καιρὸν, καθ’ ὃν τὰ τοιάδε συμβήσεται· ἐν τῷ καιρῷ γάρ φησιν ὅταν εἰςδεχωμαι ὑμᾶς. οὐ γὰρ πρὸ τῆς
πίστεως τὰ μετὰ τὴν πίστιν, μετ’ αὐτὴν δὲ μᾶλλον νοοῖντ’ 232 233 ἃν εἰκότως. κεκλήμεθα δὴ οὖν ἐν καιροῖς τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς. τότε γὰρ δὴ τότε τῆς ἐπὰν γελίας τὸ πέρας ἐκβέβηκεν εἰς τὸ ἀτρεκές. Διότι δώσω ὑμᾶς ὀνομαστοὺς κω εἰς καὺχημα ἐν πᾶσι τοῖς λαοῖς τῆς φῆς, τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶ ἐνώπιον
ὑμῶv, λέγει Κύριος.
ἀμείνοσι. προσεπάγει δὲ πάλιν καὶ καθ’ οὓς ἔσονται τὰ τοιάδε καιροὺς, πανταχῆ μεμνημένος τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς, ὅτε, καθάπερ ἔφην ἀρτίως, ἡ παντός ἀνάδειξις ἀγαθοῦ, καὶ πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἐκβέβηκεν 235 εἰς ἡμᾶς. τότε γὰρ τότε καὶ ὑπὸ χεῖρα πράττοντας
διαβολικὴν καὶ τοῖς τῆς σαρκὸς πάθεσιν ὑπεζευγμένους, μένους, παραδόξως ἐξείλετο· τότε καὶ τῆς πολυθέου πλάνης ἀπήλλαττε καὶ μετετίθει πρὸς ἀλήθειαν· τότε καὶ τῶν τοῦ θανάτου δεσμῶν ἐξείλετο, δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, καὶ τῷ Θεῷ καὶ Πατρὶ κατακτώμενος τὴν ὑπ’ οὐρανόν. κεκλήμεθα
γὰρ δι’ αὐτοῦ, καὶ τὴν ἐν Πνεύματι προσαγωγὴν καὶ οἰκειότητα πεπλουτήκαμεν δι’ αὐτοῦ, φημὶ δὴ Χριστοῦ, δι’ οὗ καὶ 236 μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.