ΤΟΜΟΣ ΕΚΤΟΣ.
“Κύριος παντοκράτωρ, πάταξον τὸν ποιμένα καὶ δια- “ σκορπισθήτωσαν τὰ πρόβατα.’’ ὅτι δὲ ποιναῖς ταῖς ἐσχάταις ἡ τῶν Ἰουδαίων πληθὺς ὑπενεχθήσεται, καὶ μάλα εἰκότως· κεκυριοκτόνηκε γὰρ ἡ πάντολμος· ἐδίδασκε προστιθείς “Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας, καὶ 5
“ἔσται ἐν τῆ ἡμέρᾳ ἐκείνη, λέγει Κύριος, τὰ δύο μέρη “ ἐξολοθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον διάξω διὰ 6 7 “ πυρὸς, καὶ πυρώσω αὐτοὺς ὡς πυροῦται τὸ ἀργύριον, “ καὶ δοκιμῶ αὐτοὺς ὡς δοκιμάζεται τὸ χρυσίον.’’ τίνα δ’ ἂν τρόπον τὰ τοιάδε νοοῖντο, καὶ οὐκ ἔξω τοῦ εἰκότος κατά γε τὸ ἐφικτὸν εἰρήκαμεν. τέτραπται δὲ καὶ νῦν ὁ τῶν προκειμένων σκοπὸς ὡς πρός γε τὴν Ἰερουσαλὴμ ἀνοσιουργήσασαν
ἀχαλίνως, καὶ τὸν τῆς ἁλώσεως ἡμῖν κατασημαίνει τρόπον. ἰδοὺ γὰρ φησιν ἥξουσιν ἡμέραι τοῦ κυρίου, τουτέστιν, ἃς αὐτὸς ἐπάγει ψήφῳ δικαίᾳ καὶ ὁσίῳ κρίματι. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ δι’ ἑτέρου προφήτου φησίν 8 “Mὴ ἔσται κακία ἐν πόλει ἢν κύριος οὐκ ἐποίησεν.” οὐ γὰρ
ἂν γένοιτό τι τῶν ὅλην κακοῦν ἰσχυόντων πόλιν, ὃ μὴ πράττεσθαί φαμεν ἐφιέντος αὐτοῦ, καὶ πλημμελημάτων δίκας ἐξαιτεῖν ἐθέλοντος τοὺς ἀσχέτοις ὁρμαῖς ἐπὶ τὰ φαῦλα διάττοντας. οὐκοῦν αὐτοῦ φησιν εἶναι τὰς ἡμέρας, διὰ τὸ ἐπάγεσθαι κατ’ ὀργὴν αὐτοῦ. πεπαρῳνήκασι γὰρ φορητῶς οὐκέτι,
ἀπεκτονότες μὲν τοὺς προφήτας, προσθέντες δὲ τούτοις καὶ τὸν Υἱόν.
γύναια δὲ περιέλκοντα νηπίοις ὁμοῦ. τότε γὰρ δὴ φησὶ καὶ τὸ ἥμισυ τῆς πόλεως ἐξελεύσεται ἐν αἰχμαλωσίᾳ. φασὶ γὰρ, ὅτι Ῥωμαῖοι τὴν πόλιν ἑλόντες, καὶ πρὸς τὰς τῶν μαχο- μένων αὐτοῖς ἀναισχυντίας ὀλιγωρήσαντες, αὐτόν τε κατέπρησαν τὸν νεὼν καὶ τὰς τοῦ ἄστεος οἰκίας. ἐφείσαντο
δὲ προσπιπτόντων αὐτοῖς τῶν κατῳκηκότων τὴν ἄνω πόλιν καὶ τὸ ἱερόν. θεά δὲ, ὅπως εἰς τοῦτο θράσους ἀφίξεσθαί 10 φησι τοὺς νενικηκότας, ὡς διαρπάσαντας τὰς οἰκίας, μὴ 11 εὐθὺς ἀποφοιτῆσαι ταῖς λείαις ὁμοῦ, καὶ σχολαῖον ποιήσα- σθαι τὸν διαμερισμὸν εἰς τὰς ἑαυτῶν σκηνὰς ἀφιγμένους· ἀλλ’ ἐν αὐτῇ τοῦτο δράσαι τῇ ἁλούσῃ πόλει, ὅπερ οὐκ ἃν γέγονεν, εἴπερ τις ἢν ὅλως ὁ τοῖς ἀθλίως πεπραχόσιν ἔπι.
κουρῶν καὶ τοῖς καταδῃοῦσι μαχόμενος. μολυνθήσεσθαι δὲ τὰς γυναῖκάς φησιν, ἀβουλήτως ἑτέροις ἐφελκομένας καὶ τῶν τῆς σεμνότητος ἐκπιπτούσας ἐθῶν, καὶ ἐν ὄψει πολλάκις τῶν κατὰ νόμους συνῳκηκότων. πολέμου δὲ τὰ τοιαῦτα 12 πάθη, καὶ τοῖς ἅπαξ ἑαλωκόσι καὶ ἀνεπικουρήτοις παντελῶς
πρέπουσαι συμφοραί.
καὶ σέσωσται μέρος τῶν Ἱεροσολύμων. ἀνέκοπτον γὰρ οἱ Ῥωμαίων στρατηγοὶ τοὺς τῶν μαχομένων θυμοὺς, εἰ δήπου τινὰς τεθέαντο κλαίοντάς τε καὶ ὑποπίπτοντας καὶ ἀμαχεὶ b προσθέοντας. ἢ τοίνυν καταλοίπους τοῦ λαοῦ αὐτοῦ τοὺς ἐν τῷ σεσωσμένῳ τῆς πόλεως μέρει φησίν· ἢ τάχα που
τοὺς πεπιστευκότας εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, περὶ ὧν καί φησιν, ὡς οὐκ ἃν ἐξολοθρευθεῖεν ἐκ τῆς πόλεως. ἔσονται γὰρ ἀεὶ τῆς Ἐκκλησίας πολῖται, κἂν εἰ τῆς ἐπιγείου καὶ ὠλοθρευμένης Ἱερουσαλὴμ ἐκπίπτοιεν, ἀλλ’ οὖν ἔχουσι τὴν ἄνω πόλιν, περὶ ἧς καὶ ὁ θεσπέσιος γράφει Παῦλος
“Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ Gal. iv 13 14 “ἡμῶν.’’ ἔοικε δέ τι καὶ ὁ μακάριος Δαυλὶς ὑπαινίττεσθαι 15 τοιοῦτον, ὧδέ πη λέγων “ Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα “ ὁ κατοικῶν Ἱερουσαλήμ.” εἰ γάρ ἐστιν ἀκράδαντος ἡ 16 Ἐκκλησία, ” καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς,’’ κατὰ τὴν του Σωτῆρος φωνὴν αὐτὸν γὰρ ἔχει θεμέλιον πάσα
πὼς ἀνάγκη καὶ ὀλέθρου κρείττονας ὁρᾶσθαι λοιπὸν τοὺς κατοικοῦντας αὐτὴν, καὶ λελογισμένους εἰς λαὸν Θεοῦ, τοῖς γνησίοις συντεταγμένους.
στήσονται οἱ πόδες οὐτοῦ ἐν τῇ ἡμέρᾶ ἐκείνῃ ἐμ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολάς, κὼ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα· καὶ κλίνει τὸ ἥμισυ τοῦ ὄρους πρὸς βοῤῥᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ
πρὸς νότον· καὶ ἐμφραχθήσεται φάραγξ ὀρέω μου, καὶ ἐγ- 18 κολληθήσεται φάραγξ ὀρέω ἕως Ἀσαὴλ, καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ, ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα.
στρατηγῶν, παραθήγοντος εἰς μάχην τοὺς συνασπίζοντας, καὶ ταῖς τῶν πολεμίων φάλαγξι κατεξανιστάντος τὸ μάχιμον· νοεῖται γεμὴν ὡς ἐπὶ Θεοῦ, μονονουχὶ συμπαρόντος τε καὶ συμπαραταττομένου τοῖς ἔθνεσι τοῖς καταδῃοῦσι τὴν 19 Ἱουδαίαν, πεπορθηκόσι δὲ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα.
20
περιυβρίσαντες καὶ ἀπεκτονότες, τελευταῖον ἐπ’ αὐτοῖς διε- χειρίσαντο τὸν υἱόν. εἶτα τί φησι τῆς παραβολῆς ὁ λόγος; “Ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα 21 “ αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν 22 “ ἐνέπρησεν.” ἔσται δὴ οὖν ἐν ἴσῳ φησὶ τοῖς ἐν ήμέρᾳ παρατάξεως
ἀντανισταμένοις γεννικῶς, καὶ δαπανῶσιν ἐχθρούς. ἀπόδειξις δὲ τοῦτο τῆς εἰς λῆξιν ὀργῆς καὶ κινημάτων τῶν ἀνωτάτω, καὶ ἰσοπαλῆ τὴν δίκην ἐπάγοντος τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσιν. ἀπεκτόνασι γὰρ, ὡς ἔην, τὸν ἀρχηγὸν 23 τῆς ζωῆς. ἐπειδὴ δὲ τὰ πέρα λόγου καὶ θαύματος πρέποι ἂν
αὐτῇ καὶ μόνῃ δύνασθαι κατορθοῦν τῇ τῶν ὅλων βασιλίδι φύσει, ταύτῃτοί φησιν ὡς στήσονται μὲν οἱ πόδες αὐτοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν· τὸ 24 δὲ ῥήξεις ὑπομενεῖ τέσσαρας, δύο μὲν, εἰς ἕω τε καὶ εἰς ἑσπέραν, ἤγουν εἰς θάλασσαν· οὕτω γὰρ τὸν τῆς ἐσπέρας
τόπον ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ γραφῆ· τὰ γεμὴν ἕτερα δύο κατανεύοντά πὼς, τὸ μὲν εἰς ἄρκτον καὶ βοῤῥᾶν, τὸ δὲ εἰς κλίμα τὸ νότιον. καταρραγήσεσθαι δὲ καὶ αὐτὰς ἔφη τὰς κορυφὰς, ὡς τὰς μεταξὺ πληρῶσαι φάραγγας, ἀδοκήτως κατασεσεισμένας ἕως Ἀσαήλ· κώμη δὲ αὕτη πρὸς
ἐσχατιαῖς, ὡς λόγος, τοῦ ὄρους κειμένη.
γε σοφώτατος ἡμῖν Ματθαῖος ἐπιτεμνόμενος τὴν ἀφήγησιν 29 οὕτω φησίν “Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ “ἀφῆκε τὸ πνεῦμα. καὶ ἴδου τὸ καταπέτασμα του 30 “ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, “ καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἠνεῴχθησαν,
“ καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν.” ἐπειδὴ δὲ χρὴ τοῖς γεγονόσι πιθανὸν ἐφαρμόσαι λόγον, ἔοικεν ὑποδηλοῦν τὸ καταρρήγνυσθαι μὲν τὰς πέτρας, ἐμφράττεσθαι δὲ τὰς φάραγγας τήν τε τῶν Ἰουδαίων πώρωσιν, καὶ τὴν τῶν τοῖς εἰδώλοις λελατρευκότων εἰς τὸ ἄμεινον μεταδρομήν.
οἱ μὲν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνήσαντες, λιθίνην ὥσπερ ἐσχήκασι τὴν καρδίαν, σκληράν 31 τε καὶ ἄτεγκτον, καὶ πέτραις ἐν ἴσῳ ταῖς καρπὸν ἐχούσαις οὐδένα. ἀλλὰ τί περὶ αὐτῶν ἔφη Θεὸς διὰ φωνῆς Ἰεζεκιήλ; 32 “Καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς
“ σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ “ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι Κύριος.” οὐκοῦν ἐσχίσθησαν αἱ τῶν πλανωμένων καρδίαι, Θεοῦ διαπτύσσοντος, ἵνα τὸν τοῦ σωτηρίου κηρύγματος παραδέξοιντο λόγον. καί 33 τι τοιοῦτον ὑποδηλοῖ διὰ φωνῆς θερμίου λέγων “Οὐχ οἱ 34 “ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει κύριος καὶ ὡς πέλυξ “ κόπτων πέτραν ” Σῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ 35 “ ἐνεργὴς καὶ τομώτατος καὶ διικνούμενος μέχρι μερισμοῦ 36
“ ψυχῆς καὶ πνεύματος.’’ οὐκοῦν, ὡς ἔφην, τῆς εἰς τὸ ἄμεινον μεταδρομῆς τῶν πεπλανημένων σημεῖον ἂν γένοιτο, καὶ μάλα σαφὲς, τὸ διερρῆχθαι τὰς πέτρας. τὸ γεμὴν έμπεφράχθαι τὰς φάραγγας, τὴν τῶν Ἰουδαίων πώρωσιν, ὡς ἔφην, ὑποδηλοῖ. ἔφη γάρ τι τοιοῦτον καὶ ὁ θεσπέσιος
Ἠσαίας “ Καὶ ἔσται ἐν τῆ ἡμέρᾳ ἐκείνη συμφράξει κύριος 37 “ ἀπὸ τῆς διώρυχος τοῦ ποταμοῦ ἕως ῥινοκουρούρων,” τουτέστιν, ἐμφραχθήσεται τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν ὁ νοῦς, “ ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ ἀκούσωσι, 38 “ μηδὲ συνιῶσι.’’ “κάλυμμα γὰρ ἐπὶ τὴν καρδίαν αὐτῶν
“ κεῖται, καθὰ γέγραπται, ἐπὶ τῆ ἀναγνώσει τῆς παλαιᾶς “ διαθήκης.’’ τὸ δέ γε σεισθῆναι τὴν γῆν, ὑπεμφήνειεν ἂν, οἶμαί που, τὴν ἐξ ἑτέρου τινὸς πράγματος εἰς ἕτερόν τι μετάστασιν. καὶ γοῦν ὁ θεσπέσιος Δαυεὶδ ἀνακεκράγει λέγων “Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ.” 39
καὶ οὔτι που φαμὲν ὡς καταδονεῖσθαι σωματικῶς τε καὶ αἰσθητῶς παρακαλεῖ τὴν ὑπ’ οὐρανόν· εὔηθές γὰρ τὸ χρῆμα, καὶ οὐδεμίαν ἡμῖν ἐμποιοῦν τὴν ὄνησιν· ἐκεῖνο δὲ μᾶλλον 40 ἠξίου ὁ πνευματοφόρος, οἷον μεθίστασθαι τὴν γῆν ἐκ τοῦ λατρεύειν εἰδώλοις ἐπὶ τὸ εἰδέναι λοιπὸν τὸν φύσει τε καὶ
ἀληθῶς ὄντα Θεὸν, ἐκ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ζῆν ἐθέλειν πνευματικῶς, καὶ ἁπαξαπλῶς ἐκ τῶν ἐπιγείων εἰς τὰ ἐπουράνια. εἰ δὲ δὴ καὶ αὐτὰ τὰ τῶν κεκοιμημένων ἀνεῷχθαι 41 μνήματα λέγοι, φαμὲν ὅτι καὶ τὸν θάνατον αὐτὸν ἔδει ὁρᾶσθαι 42 νενικημένον, ἀποθανόντος Χριστοῦ σαρκὶ δι’ ἡμᾶς οἰκο- 43 νομικῶς, “ ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.”
μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῶ Κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.
λοιπὸν ἔρχεται τοῦ παρόντος αἰῶνος τὸ τέλος, καὶ ἀφηγεῖται χρησίμως τὴν ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ Ἐμμανουήλ. καταβήσεται γὰρ μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ 46 Θεοῦ καὶ Πατρὸς, ἵνα “ κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνη.” ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “Τοὺς πάντας ἡμᾶς δεῖ
φανερωθῆναι ἔμπροσθεν του βήματος του βήματος τοῦ Χριστοῦ, ἵνα “ κομίσηται ἕκαστος τὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε 47 “ἀγαθὸν εἴτε φαῦλον.’’ ἥξει δὴ οὖν ἥξει, φησὶ, καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ, τουτέστιν ἡ τῶν ἰδίων ἀγγέλων καθαρω- τάτη πληθὺς, δορυφοροῦσά που πάντως καὶ ὑπουργικὴν εἰσι
φέρουσα τὴν παράστασιν. Κύριος γάρ ἐστι τῶν ὅλων ὁ Εμμανουὺλ, καὶ δοξολογεῖται παρὰ πάντων ὡς Θεὸς καὶ συγκατάρχων τῷ γεγεννηκότι. εἰ δὲ δή τις λέγοι καὶ αὐτοὺς 48 αὐτῷ συμπαραστήσεσθαι τοὺς ἁγίους ἁρπαγέντας “ ἐν νεφέ- “ λαὶς εἰς ἀπάντησιν αὐτοῦ εἰς ἀέρα,’’ μετά γε τὴν ἐκ νεκρῶν
ἀναβίωσιν, καθὰ καὶ τῷ σοφωτάτῳ Παύλῳ δοκεῖ, τῆς τοῦ 49 πρέποντος θήρας ἀμοιρήσειεν ἂν οὐδαμῶς. ἔφη γάρ τι τοῖον 50 ’τον καὶ ὁ θεσπέσιος Ἡσαΐας περὶ αὐτῶν “Ἐκεῖ ἔλαφοι 51 “ συνήντησαν καὶ ἴδον τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρ- “ ἦλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ
“ ἐζήτησαν, ὅτι κύριος ἐνετείλατο αὐταῖς καὶ τὸ Πνεῦμα “ αὐτοῦ συνήγαγεν αὐτάς.’’ ψάλλει ’δε που καὶ ὁ θεσπέσιος ἡμῖν Δαυεὶδ, τὴν ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ προαναφωνῶν “Ὅτι οὐκ ἀπώσεται Κύριος 52 “ τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκατα- 53
“ λείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχό- “ μένοι αὐτῆς πάντες οἱ εὐθεῖς τῆ καρδίᾳ.’’ δικαιοσύνην μὲν γὰρ ὀνομάζει Χριστὸν, ἐπιστρέψειν δέ φησιν εἰς κρίσιν αὐτόν. ἀνελήφθη μὲν γὰρ πατήσας τὸν θάνατον, καὶ ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· ἀλλ’ ἐπιστρέψει
κατὰ καιροὺς εἰς κρίσιν, καὶ σὺν αὐτῷ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ ἅγιοι, καθάπερ ἔφην ἀρτίως.
ὁ Προφήτης Ἐν ἐκείνῃ τῆ̣ ἡμέρᾳ οὐκ ἔσται φῶς καὶ ψύχος καὶ παγος ἔσται μιαν ημεραν, καὶ η ημερα ἐκείνη γνωστη τῳ Κύριῳ. νυνὶ μὲν γὰρ ἡμέρα τε καὶ νὺξ διακέκριται, καὶ διέλαχον τοὺς καιροὺς τοῖς τοῦ πεποιηκότος νεύμασι, καὶ ἀνίσχει μὲν τῆς ἡμέρας τὸ φῶς, εἶτα διαδέχεται νύξ. ἐπειδὰν δὲ παραγένηται
ὁ κριτὴς, ὁ πάντα μετασκευάζων κατὰ τὸ αὐτῷ δοκοῦν, 55 ἑτέραν, ὡς ἔφην, ἡ κτίσις τὴν διακόσμησιν δέξεται· οὐ γὰρ ἔτι φῶς ἔσται καὶ ψύχος καὶ τέναγος εἰς μίαν ἡμέραν. καὶ διὰ μὲν τοῦ φωτὸς τὴν ἡμέραν σημαίνει, διὰ δέ γε τοῦ πάγους τε 56 καὶ ψύχους τὴν νύκτα, λελόγισται γὰρ εἰς μίαν ἡμέραν τὸ νυχθήμερον.
οὐδὲ νὺξ, εἰς μίαν ἡμέραν. τοιοῦτόν τι φησὶ καὶ ὁ μακάριος 57 προφήτης Ἡσαΐας “ Καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς “ τῆς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα· “ ἀλλ’ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου.’’ ὅτι δὲ ἀπρακτήσει κατὰ καιροὺς καὶ αὐτὴ τῶν στοιχείων ἡ
58 χρεία, πιστώσεται λέγων αὐτὸς ὁ Χριστός “ Εὐθέως δὲ μετὰ “ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ “ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.’’ ἀρκέσει γὰρ ὁ Χριστὸς εἰς φῶς ἡμῖν αἰώνιον, καὶ αὐτὸς ἔσται μακρὰ καὶ διηνεκὴς ἥμερα. τὴν δέ γε ἡμέραν ἐκείνην γνωστὴν εἶναί φησι
59 τῷ Κυρίῳ. μόνος γὰρ οἶδεν ὁ Θεὸς καὶ Πατὴρ τὴν τῆς συντελείας ἡμέραν. ἐμπεδοῖ δὲ πρὸς τοῦτο ἡμᾶς καὶ αὐτὸς 60 ὁ Υἱὸς οὕτω λέγων “ Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας “ οὐδεὶς οἶδεν, οὔτε ἄγγελοι ἐν οὐρανῷ, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ “ Πατὴρ μόνος.” ἧ μὲν γὰρ νοεῖται καθ’ ἡμᾶς ἄνθρωπος,
οὐκ ἂν εἰδείη τὰ ἐν τῷ Πατρί· ᾗ ’δε ἐστι φύσει Θεὸς, καὶ ἐξ αὐτοῦ πεφηνὼς, οἶδε που πάντως καὶ τὴν ἐσχάτην ἡμέραν, κἂν εἰ λέγοι μὴ εἰδέναι διὰ τὸ ἀνθρώπινον. διερμηνεύων δὲ ἡμῖν ὁ Προφήτης καὶ σαφέστερον καθιστὰς ὅπερ ἔφη, προσ- 61 ἐπάγει τούτοις Καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ ἔσται, ἀλλὰ πρὸς
ἑσπέραν ἔσται φῶς, τουτέστιν, ἐν καιρῷ νυκτὸς φῶς ἔσται 62 πάλιν τὸ διὰ Χριστοῦ καὶ καταστράψει τὴν ὑπ’ οὐρανὸν, ἀνῃρημένου παντελῶς τοῦ σκότους, καὶ τοῖς τῶν ἁγίων ὀφθαλμοῖς οὐκ ἐπιπολάζοντος ἔτι. ἔχει δὲ δὴ τὸν εἰκότα λόγον τὸ καὶ αὐτὴν οἴεσθαι τὴν κτίσιν ἐπὶ τὰ ἀμείνω μεταῤῥυθμίζεσθαι
καὶ ἀξιόχρεως μὲν τοῦ Σωτῆρος ὁ μαθητὴς, ἥξειν τὴν 63 ἡμέραν Κυρίου ὡς κλέπτην λέγων, ἐν ᾗ οὐρανοὺς μὲν ῥοιζηφὸν 64 παρελεύσεσθαι, στοιχεῖα δὲ καυσούμενα λυθήσεσθαι, γῆν δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεσθαι πάντα, καινοὺς δὲ ἡμᾶς 65 οὐρανοὺς καὶ καινὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκᾶν.
πλὴν καὶ ἐξ ἀναγκαίων εἰς τοῦτο βαδιούμεθα λογισμῶν. εἰ γὰρ ἕσται πάντως ἐν καινότητι ζωῆς τὰ καθ’ ἡμᾶς, καινῆς ἡμῖν ἔδει καὶ κτίσεως. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, " ἐλευθερωθήσεται καὶ αὐτὴ κατὰ καιροὺς ἡ 66 “ κτίσις ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς 67
“δόξης τῶν τέκνων τοῦ Θεοῦ.’’ Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζών ἕε Ἱερουσαλὴμ, τό
ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν ὦι ἐσχάτην, κω ἐν θέρει κα ἑ ἔαρι έσται οὕτως. καὶ ἕσται Κὐριος εἰς βασιλέα ἐπὶ πᾶσαν
τ' ν γῆν.
πλουσίως δὲ καὶ ἀμφιλαφῶς, ὡς ἔφην, καὶ ἤδη τελείως 70 τοῖς διὰ Χριστοῦ χαρίσμασιν ἐντρυφήσομεν. ὕδωρ δὴ οὖν ζῶν ὀνομάζει τὸ Πνεῦμα, ὃ καὶ ἐκ τῆς ἄνωθεν Ἱερουσαλὴμ ἐξελεύσεσθαί φησιν. ἐπειδὴ γὰρ κατοικεῖν ἐν οὐρανοῖς τὸν τῶν ὅλων Θεὸν ἡ θεόπνευστος ἔφη γραφὴ, εἰ καί ἐστι
πανταχοῦ καὶ πεπλήρωκε τὰ πάντα, ταύτῃτοί φησι καὶ ἐξ οὐρανοῦ τὸ ζωοποιὸν ἐξελεύσεσθαι Πνεῦμα.
“ γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος “ ζ́ωντος.’’ καὶ τοῦτο διερμηνεύων ὁ θεσπέσιος εὐαγγελιστὴς 72 καὶ καθιστὰς ἐναργές “ τοῦτο δὲ εἶπε, φησὶ, περὶ τοῦ “ Πνεύματος, οὗ ἕμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς “ αὐτόν.” ἐπειδὴ γὰρ τὸ Πνεῦμά ἐστι ζωοποιὸν, ὕδατι
ταύτῃτοι τῶν σωμάτων ζωοποιῷ παρεικάζεται, καὶ μάλα ὀρθῶς.
φαίνει λέγων, ὅτι τοῦ ὕδατος τοῦ προσδοκωμένου κατὰ καιποὺς ἐξ Ἱερουσαλὴμ ἐξελεύσεσθαι, τὸ μὲν ἥμισυ βαδιεῖται πρὸς τὴν θάλασσαν τὴν πρώτην, τὸ δὲ ἥμισυ πρὸς τὴν θάλασσαν τὴν 74 ἐσχάτην. καὶ τί δὴ τοῦτό ἐστι ; θαλάσσαις τε καὶ ὕδασιν ἐξομοιοῖ πολλάκις ἡ θεία γραφὴ τὰ πολλὰ τῶν ἀνθρώπων ἕθνη καὶ τὴν ἀριθμοῦ κρείττονα πληθύν. οὕτω πού φησι δι’ ἑνὸς τῶν ἁγίων προφητῶν “ Ὅτι ἐνεπλήσθη ἡ σύμπασα 75
“ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι 76 “ θαλάσσας " ἔφη ’δε που καὶ ὁ θεσπέσιος Δανιὴλ, τὰ ἐν ἐσχάτοις καιροῖς συμβησόμενα τοῖς ἀνὰ πᾶσαν τὴν οἰκου- μένην προαναθρῶν “ Ἐγὼ Δανιὴλ ἐθεώρουν, καὶ ἰδοὺ οἱ 77 “ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν
“ τὴν μεγάλην, καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον “ ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων.’ σαφέστερον τοῦτο αὐτὸ καθιστὰς ὁ μακάριος Δαυεὶδ ἀναμέλπει λέγων “ Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ, 78 “ ὧν οὐκ ἐστιν ἀριθμὸς, ζῷα μικρὰ μετὰ μεγάλων· ἐκεῖ
“ πλοῖα διαπορεύονται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν 79 “ αὐτῷ.’’ ποῖον γὰρ εἶναί φαμεν ἐν τῆ αἰσθητῇ τὸν δράκοντα τὸν πεπλασμένον εἰς τὸ ἐμπαίζεσθαι παρὰ τοῦ πάντων κρατοῦντος Θεοῦ ; ἔθος δὴ οὖν τοῖς ἱεροῖς γράμμασι, καὶ πάντα τὸν κόσμον θαλάσσαις ἐξομοιοῦν καὶ πολλὴν
ἀνθρώπων ἔσθ’ ὅτε πληθύν.
πρώτην, τὸ δὲ ἕτερον ἥμισυ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. θάλασσαν δὲ τὴν πρώτην ὀνομάζει τὸν Ἰσραήλ· ἐσχάτην δὲ τὴν τῶν μετ’ ἐκείνους πεπιστευκότων πληθὺν, τουτέστι τὰ ἔθνη. καὶ οὔτι που φαμὲν, ὡς μεμέρισται τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ ἀτελὲς ἐν ἑκατέροις ἔσται διάτοι τὸ ἥμισυ νοεῖσθαι· 81 πολλοῦ γε καὶ δεῖ· οἰησόμεθα δὲ μᾶλλον, ἐκεῖνο βούλεσθαι 82 τὸν Προφήτην ὑποδηλοῦν, ὡς ἐν ἰσότητι τῆς χάριτος ἡ διανομὴ τούτοις τε κἀκείνοις ἐκνεμηθήσεται. τὸ γὰρ ἥμισυ καὶ ἥμισυ, τῆς ἰσοστάθμου φιλοτιμίας καὶ τῆς ἰσότητος ἔσται σημαντικόν. ὅτι δὲ διηνεκὴς ἡ χάρις, καὶ
κατὰ πάντα καιρὸν ἡ μέθεξις, ἀταλαίπωρον ἰδεῖν, ἀπό γε τοῦ φάναι πάλιν, ὅτι καὶ ἐν θέρει καὶ ἐν ἕαρι ἕσται οὕτως.
ἐν θέρει, τουτέστι κατὰ πάντα καιρόν. λυπεῖ δὲ οὐδὲν καὶ 83 ἀντὶ τοῦ Χειμῶνος τὸ ἕαρ εἰπεῖν, κατὰ τὴν τῶν ἑβδομήκοντα γραφήν· κεῖται γὰρ ὡς ἐν μετοχῇ χειμῶνός τε καὶ θέρους, ὥστε κἂν εἰ τις αὐτὸ τοῖς τοῦ χειμῶνος ἀπονέμοι καιροῖς, τὸν τοῦ εἰκότος, ἢ καὶ ὀρθῶς ἔχοντος, οὐκ ἀδικήσει λόγον.
θάλασσαν μὲν γὰρ ὀνομάζει πρώτην, τὴν πρὸς ἠῶ τάχα που κειμένην, τὴν ἐπέκεινά φημι τερμάτων τῆς ὅλης γῆς· ἐσχάτην γεμὴν, τὴν πρὸς αὐταῖς ταῖς τῆς ἑσπέρας ἐσχατιαῖς πρόσωπον γὰρ οἱονεί πὼς καὶ ἀρχὴν ὁρίζεται τῆς οἰκουμένης τὴν ἀνατολήν. θέρος δὲ οἶμαί που τὰ θερμὰ
καὶ νότια τῆς οἰκουμένης ἀποκαλεῖ μέρη, ἕαρ δὲ αὖ πάλιν τὰ βόρειά τε καὶ ψυχρά. οὕτω γὰρ καὶ ὁ θεσπέσιος Δαυεὶδ τὰ 84 τέσσαρα τῆς ὑπ᾿ οὐρανὸν κλίματα σημάναι θέλων, ἀνεφώνει πρὸς Θεόν “ Θέρος καὶ ἔαρ σὺ ἐποίησας αὐτά” καὶ πάλιν 85 “ Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἕκτισας.” ἐξελεύσεται δὴ οὖν, φησὶ, τὸ ὕδωρ τὸ ζῶν ἐν ἰσότητι καὶ ἰσομοιρούσῃ
χάριτι εἵς τε τὴν θάλασσαν τὴν πρώτην, καὶ μέντοι καὶ εἰς τὴν ἐσχάτην, τουτέστιν εἰς ἕω τε καὶ δύσιν, καὶ ἐν θέρει καὶ ἐν ἔαρι, τουτέστι πάλιν, εἰς τὸν νότον τε καὶ εἰς βορρᾶν. ἐμπλησθήσεται γὰρ ἡ ὑπ᾿ οὐρανὸν τῶν διὰ Χριστοῦ χαρισμάτων, ἐναπομενεῖ δὲ πάντως τοῖς λαβοῦσιν ἡ δωρεά. τότε δὴ τότε
Καὶ ἔσται Κύριος εἰς βασιλεα ἐπὶ πασαν τὴν γῆν. ὐπ᾿ αὐτῷ γὰρ ἐσόμεθα μόνῳ, καὶ αὐτὸς κατάρξει τῶν ὅλων κατηργημένων 86 εἰς ἅπαν τῶν κοσμοκρατόρων τοῦ αἰῶνος τούτου, καὶ 87 ἁπάσης ἀρχῆς πονηρᾶς τεθριαμβευμένης, καὶ τῆς καθ᾿ ἡμῶν πλεονεξίας ἐκβεβλημένων αὐτοῦ τε τοῦ σαταυᾶ καὶ τῶν σὺν
αὐτῷ δυνάμεων πονηρῶν.
῾Ρεμμὼν κατὰ νότον Ἱερουσαλήμ. ῾Ραμὰ δὲ ἐμ τόπου μενεῖ, ἀπὸ τῆς πύλης Βενιαμὶν ἕως τῆς πύλης τῆς πρώτης, καὶ 88
ἕως τῆς πύλης τῶν γωνιῶν καὶ ἕως του πύργου Ἀναμεὴλ, ἕως τῶι ὑποληνίων του βασιλέως· κατοικύσουσιν ἐν αὐτῇ,
καὶ οὐκ ἕσται ἀνάθεμα ἔτι, καὶ κατοικήσει Ἱερουσαλήμ πεποιθότως.
ἐναργεῖς. ἀνατυποῦται δὲ ὡς ἐπίπαν ὡς ἔν γε τοῖς αἰσθητοῖς τὰ κεκρυμμένα καὶ νοητὰ, καὶ οἱονεὶ σῶμα τῶν ἀφανεστέρων τὰ ἐμφανῆ γίνεται. ἔφη τοίνυν, ὅτι κατ’ ἐκείνην τὴν ἡμέραν, ἤγουν τὸν καιρὸν, μετατεθειμένων τῶν καθ’ ἡμᾶς εἰς καινότητα ζωῆς, ἀνεστοιχειωμένης δὲ καὶ αὐτῆς τῆς κτίσεως εἰς
92 τὸ ἄμεινον ἢ πρὶν, ἕσται κύριος εῖς καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν. ἦν μὲν γὰρ ἀεὶ καὶ ἔστι καὶ ἕσται Κύριος εῖς, ὁ φύσει τε καὶ ἀληθῶς τῶν ὅλων Θεὸς, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα ποτέ. ἐπειδὴ δὲ πεπλά- νηκε τὴν ὐπ’ οὐρανὸν ὁ τῆς ἁμαρτίας εὑρετὴς, τουτεστιν
σαταμὰς, εἰς ψευδῆ καὶ βέβηλον λατρείαν οἱ δείλαιοι παρακεκομίσμεθα, 93 καὶ διετελοῦμεν ἐν κόσμῳ τυφλοὶ καὶ μωροὶ, κυρίους ὀνομάζοντες τοὺς πεπλανηκότας, καὶ τὸ τῆς θεότητος ὄνομα τοῖς ἀκαθάρτοις δαίμοσιν ἐπιφημίζοντες ἀμαθῶς. καὶ κεκλήμεθα μὲν εἰς ἐπίγνωσιν ἀληθείας καὶ ἐν τῷδε τῷ κόσμῳ
94 διὰ Χριστοῦ, πλὴν παρωχηκότος καὶ εἰς πέρας ἤδη κατάραντος τοῦ παρόντος αἰῶνος, τότε δὴ τότε καὶ φρενοβλαβείας ἁπάσης ἐξ ἡμῶν ἀνῃρημένης, τεθειμένων τε ἤδη τῶν ἐχθρῶν ὑπὸ πόδας Χριστοῦ, Κύριος εἶς ἕσται λοιπὸν ἐπὶ πᾶσαν τὴν γῆν, οὐδενὸς ἐπ’ αὐτῷ τὴν τῆς κυριότητος ἁρπάζοντος δόξαν.
Κύριος δὲ καὶ ἑτέρως εῖς ἔσται Χριστὸς, ἀπρακτούσης ἁπάσης 95 ἐπιγείου βασιλείας, καὶ αὐτῷ δὴ καὶ μόνῳ τὸ κατὰ πάντων κράτος ἀνατιθείσης τῆς ὑπ’ οὐρανόν. ἔφη ’δε τι τοιοῦτον καὶ ὁ σοφώτατος Δανιήλ. ἀφηγούμενος γὰρ τοὺς τῶν ὁράσεων τρόπους, φησίν “Ὅν τρόπον ἴδες ὅτι ἀπὸ ὄρους ἐτμήθη 96
“ λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸν ὄστρακον, τὸν σίδηρον, “ τὸν χαλκὸν, τὸν ἄργυρον, τὸν χρυσόν· ὁ Θεὸς ὁ μέγας “ ἐγνώρισε τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα, καὶ άληθινὸν “ τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ.”
δόξης τὴν ἁγίαν πόλιν, τουτέστι τὴν νοητὴν Ἱερουσαλὴμ, ἧς τὸ εὖρός τε καὶ μῆκος ὡς ἐν τύπῳ πάλιν τῇ ἐπιγείῳ δείκνυσιν Ιερουσαλὴμ, φάσκων ὅτι κατευρυνθήσεται μὲν ἀπὸ γαβὲλ ἕως Ῥεμμών. καὶ ἔστι μὲν ἡ γαβελ ἤτοι γαβὲ κώμη καὶ κλῆρος τῆς φυλῆς Βενιαμίν· κεῖσθαι δέ φασιν
αὐτὴν ἐν μέρεσιν τοῖς βορειοτέροις τῆς Ἱερουσαλἠμ. Ῥεμμὼν δὲ δὴ αὖ πέτρα τίς ἐστι, κατὰ τὴν νοτίαν ἔρημον. οὐκοῦν τὸ μὲν εὖρος τῆς Ἱερουσαλὴμ, ἀπὸ γαβὲλ ἕως Ῥεμμών. 97 ὁρίζεται δὲ καὶ τὸ μῆκος οὕτω λέγων Ἀπὸ τῆς πύλης Βενιαμὲν ἕως τῆς πύλης τῆς πρώτης ἕως τῶν πύλων τῶν
γωνιῶν καὶ ἕως τοῦ πύργου Ἀναμεὴλ ἕως τῶν ὑποληνίων τοῦ βασιλέως. πύλη δὲ ἢ πρώτη καὶ μὴν καὶ πύλη γωνιῶν· οὕτω τινὲς ἦσαν κατὰ Ἱερουσαλὴμ ὠνομασμέναι· καὶ πύργος δὲ ἦν ἀνάμεσον Ἀναμεὴλ καλούμενος, μεθ’ ὃν εὐθὺς καὶ τὰ ὑπολήνια τοῦ βόιτιλiως· τόποι δὲ οὗτοι τῆς Ἱερουσαλὴμ 98
τὸ μῆκος ὡς ἐν τύπῳ κατασημαίνοντες. ὥσπερ γὰρ ἐκέλευε τῷ μακαρίῳ προφήτη Ἰεζεκιὴλ ὁ τῶν ὅλων Θεὸς ἀναμετρεῖν 99 καλάμῳ τὸν οἶκον, τῇδε τε κἀκεῖσε διάττοντα, ὑπεμφαίνων, 100 101 ὅτι πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, μυρία τε ὅσα τὰ τῶν ἁγίων ἐνδιαιτήματα· οὕτω μοι κἀνθάδε δοκεῖ διὰ τόπων ἐμφανῶν εὖρός τε καὶ μῆκος καταγράφειν ἡμῖν τῆς νοητῆς Ἱερουσαλὴμ, τουτέστι τῆς Ἐκκλησίας Χριστοῦ, 102 πρὸς ἢν καὶ ὁ θεσπέσιος Ἡσαΐας ἀνεφώνει λέγων " Πλά-
“τυνον τον τόπον τῆς σκήνης σου καὶ τῶν αὐλαιῶν σου, “ πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου, καὶ τοὺς “ πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ “ ἀριστερὰ ἐκπέτασον ” κατευρυνθεῖσαν δὴ οὖν τὴν ἁγίαν πόλιν, καὶ εἰς μῆκος τὸ αὐτῇ πρέπον ἐκτεινομένην, κατοικήσουσιν
οἱ ἅγιοι, καὶ οὐκ ἕσται φησὶν ἀνάθεμα ἔτι, τουτέστι, κατ’ οὐδένα τρόπον ἀλλοτριωθήσεται Θεοῦ· βεβαίαν γὰρ αὐτῇ χαριεῖται τὴν ἀγάπησιν· καὶ οὐκ ἂν ἐμπέσοιεν ἔτι πρὸς 103 τὸ προσκρούειν Θεῷ, ἀνῃρημένης, ὡς ἔφην, τῆς ἁμαρτίας 104 εἰς τὸ παντελὲς, καὶ τοῦ πειράζοντος σατανᾶ. “ Οὐ γὰρ
" ἔσται ἐκεῖ λέων, ἀλλ’ οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν “ οὐ μὴ ἀναβῇ ἐπ’ αὐτὴν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ.” κατοικήσουσι τοιγαροῦν πεποιθότως. Ἐπειδὴ δὲ τέθειται μεταξύ Ῥαμὰ γε ἐπὶ τόπου μενεῖ, πάλιν ἐκεῖνό φαμεν, τὰς τῶν προκειμένων ἐννοίας, ὡς ἕνι,
διερμηνεύοντες. Ῥαμὰ πολίχνη τίς ἐστιν, ἤτοι κώμη, κλῆρος δὲ τοῖς ἐκ φυλῆς Ἀσήρ· καὶ ἑτέρα δὲ πρὸς ταύτῃ Ῥαμὰ τῶν ἐκ φυλῆς Νεφθαλείμ. διαμέμνηται δὲ καὶ Προφήτης 105 ἅγιος ἢ τούτων μιᾶς, ἤγουν ἑτέρας Ῥαμᾶς. ἔφη γὰρ ὅτι 106 “ Φωνὴ ἐν Ραμὰ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρ-
“μός· Ῥαχηλ ἀποκλαιομένης ἔπι τοῖς υἱοῖς αυτης, καὶ οὐκ “ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.” τοιοῦτον πεπράχθαι 107 φαμὲν κατὰ τὴν Βηθλεὲμ, Ἡρώδου προστεταχότος τὰ ἐν 108 αὐτῇ φονεύεσθαι βρέφη. Ῥαμα τοίνυν ὀνομάζει τὴν Ἱερουσαλὴμ, διά τοι τὸ ἐν αὐτῇ πολὺν γενέσθαι τὸν ἐπὶ τῇ ἁλώσει θρῆνον. εἰσκεκόμικε γοῦν αὐτὴν ὁ προφήτης Ἱερεμάς μονονουχὶ
δακρυρροοῦσάν τε καὶ τοῖς ἰδίοις ἀπολωλόσιν ἐπ[οιμώζουσαν 109 τέκνοις. ἔφη γάρ ὅτι “ κλαίουσα ἔκλαυσε νυκτὶ, 110 “ καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς. καὶ τίς ὁ θρῆνος; “ Παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν 111 “ ἐν αἰχμαλωσίᾳ· ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν
“ ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, οὐκ ἐφείσω.”
ἔχοντες λύπην, ἥτις μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον “ κατεργάζεται.” ἀποδέχεται δὲ τοὺς τοιούτους καὶ αὐτὸς ὁ Χριστὸς οὕτω λέγων “ Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι 113 " αὐτοὶ παρακληθήσονται.” καὶ πάλιν “Μακάριοι οἱ κλαίοντες “ νῦν, ὅτι γελάσετε.” οὐκοῦν κἂν εἰ λέγοιτο ‘Ραμὰ
διὰ τῆς τοῦ Προφάτου φωνῆς ἡ Ἐκκλησία, φορέσει καὶ οὕτω τὸ πιθανὸν ὁ λόγος. πλὴν ἐπὶ τόπου φησὶ μενεῖ, τουτέστιν οὐ σαλευθήσεται. ἐρήρεισται γὰρ, ὡς ἔφην, καὶ ἔστιν ἀκλόνητος ἡ Ἐκκλησία Κριστοῦ.
ὅσοι ἐπεστράτευσαν ἐΜ Ἱερουσαλήμ· τακήσονται ἁ σάρκες αὐτῶι ἐστηκότων αὐτῶι ἐμ τοὺς πόδας αὐτῶ, καὶ οἱ ὁρτὸν 115 θαλμοὶ αὐτῶ ἐκρθήσονται ἐκ τῶι ὀπῶν αὐτῶι, κω ἡ Γλώσσα αὐτῶι τακήσεται ἐν τῶ στόματι αὐτῶν.
μανίας τῶν ἐν κόσμῳ πνευμάτων, ἃ καὶ τόδε τὸ σύμπαν περινοστεῖ, πολυτρόπως τοῖς ἁγίοις ἐπιβουλεύοντα, καίτοι 119 τεθριαμβευμένα διὰ ριστοῦ προσηλώσαντος τῷ ἰδίῳ σταυρῷ τὸ καθ’ ἡμῶν χειρόγραφον, ἵνα τῆς ἐκείνων ἡμᾶς ἀπαλλάξῃ πλεονεξίας;
120
ἀφήγησιν. αὕτη γὰρ ἕσται φησὶν ἡ πτῶσις ἣν κόψει Κύριος 121 παντας τοὺς λαους οσοι επεστρατευσαν ἐπὶ Ιερουσαλημ· αἱ σάρκες αὐτῶν κατατακήσονται, έκρυήσονται δὲ καὶ οἱ ὀφθαλμοὶ, συντηκομένης καὶ γλώττης. ὁ μὲν γὰρ κοινὸς οὗτος καὶ κατὰ τῆς φύσεως θάνατος τήκει μὲν τὰς ἁπάντων σάρκασς,
καὶ ἀποκενοῖ μὲν ὀφθαλμοὺς, σήπει δὲ καὶ γλώσσας· πάνἐκρυήσονται 122 δεῖνον δὲ καὶ τῆς εἰς λῆξιν ἡκούσης συμφορᾶς εἴη ἃν εἰκότως τὸ ζώντων τε καὶ ἑστηκότων ἔτι τακῆναι μὲν τὰς σάρκας, καὶ ἀπορρεῖν ὀφθαλμοὺς, κολάζεσθαι δὲ καὶ γλώττας. εὖ δὲ δὴ σφόδρα τὰ τοιάδε συμβήσεσθαί φησι τοῖς θεομισῆ καὶ
ἐπάρατον ἐπιτηδεύσασι ζωήν. πραχθήσονται γὰρ δίκας, 123 οὐχ ὑπέρ γε μόνον τῶν εἰς ἁγίους αὐτοῖς πεπλημμελημένων, ἀλλὰ γὰρ καὶ ὑπὲρ ἧς ἐσχήκασιν ἐν τῷδε τῷ κόσμῳ φιλοσαρκίας· ἢ καὶ γέγονεν αὐτοῖς αἰτία τοῦ μήτε προσήκασθαι τὴν πίστιν, μήτε μὴν ἑλέσθαι ζῆν εὐσεβῶς, καὶ τῆς ἐν
Χριστῷ πολιτείας ἀγαπῆσαι τὴν δόξαν. γεγόνασι μὲν γὰρ, ὡς ἔφην, ἀπονενευκότες ἀσχέτως εἰς ἐκτόπους ἡδονάς· ἐσχήκασι δὲ καὶ ἀκρατεῖς ὀφθαλμοὺς τὰς ἐφ’ ἑκάστῳ τῶν ὁρωμένων ἐπιθυμίας μονονουχὶ χανδὸν ἐκπίνοντας. ἠκόνησαν γὰρ καὶ γλῶτταν κατὰ Χριστοῦ, καὶ τῶν ἱερῶν τῆς Ἐκκλησίας 124
δογμάτων ἀνοσίαν πεποίηνται τὴν κατάρρησιν. εἰκότως δὴ οὖν εἰς σάρκας τε καὶ ὀφθαλμοὺς καὶ γλώττας τὴν δίκην ἐσχήκασιν. ὥσπερ γὰρ ἡ τὸ ὕδωρ τοῦ ἐλεγμοῦ πίνουσα γυνὴ καὶ ψευσαμένη τὸν ὅρκον εἰς μηρὸν ἐκολάζετο, περὶ ὃν ἂν γένοιτο καὶ τὰ ἐκ τῆς πορνείας ἐγκλήματα· “ Πρισθή- 125
“σεται γὰρ φησὶ καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς·” κατὰ τὸν ἴσον οἶμαι τρόπον καὶ τοῖς τὴν ἁγίαν διώκουσι πόλιν, εἰς σάρκας τε καὶ ὀφθαλμοὺς καὶ γλώττας ἡ κόλασις· φιλοσαρκίαι γὰρ αὐτοῖς ἡδυπάθειαί τε καὶ πρὸς τούτοις αἱ δι’ ὀμμάτων τὰ ἐγκλήματα, καὶ ἀπαιδεύτου γλώττης 126
φωναί.
καὶ ὁ Ἰούδας παρατάξεται ἐν Ἱερουσαλὴμ, καἰ συνάξει τὴν ἰσχύν πάντων τῶ λαῶι κυκλόθεν, χρυσἰον κοὶ ἀργύρωι καὶ
ἰματισμὸν εἰς πλῆθος σφόδρα. 128 Ἕκστασιν ἐν τούτοις τὸν φόβον, ἤγουν τὴν κατάπληξιν, ὀνομάζει πάλιν. κατ’ ἐκεῖνο δὴ οὖν φησι τοῦ καιροῦ, καθ’ ὃν ἃν ἀλλήλους ἀθρήσειαν οἱ τῆς Ἐκκλησίας ἐχθροὶ, ταῖς οὕτω δειναῖς ὑποπίπτοντας δίκαις, καταπλαγήσονται μὲν
τοῖς δείμασιν, ἀφέντες δὲ οὕτω λοιπὸν τὸ διώκειν ἔτι τολμᾶν τὴν ἁγίαν πόλιν, οἰχήσονται μὲν φυγάδες, μόνον δὲ οὐχὶ καὶ χείρας ἁψάμενοι, καὶ τὰς παρ’ ἀλλήλων ἀνονήτως ζητοῦντες ἐπικουρίας, οἰκτροί τε ἔσονται καὶ κατερριμμένοι 129 καὶ ὑπὸ πόδας ἁγίων. ὁ ’δε γε Ἰούδας, φησὶ, τουτέστιν οἱ
διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοι καὶ τὸν νοητὸν 130 περιφέροντες Ἰουδαῖον, καὶ τὴν ἐν Πνεύματι τῶ Ἁγίῳ περιτομην πλουτήσαντες, παραταξονται ἐν Ιερουσαλημ, τουτέστι καταστρατεύσονται τῶν ἐχθρῶν, κατανεανιεύσονται τῶν ἀνθεστηκότων, 131 θεστηκότων, συμπατοῦντες ὡς σκορπίους, ἐπ’ ἀσπίδα δὲ καὶ
βασιλίσκον ἐπιβαίνοντες, λέοντός τε καὶ δράκοντος εἰς ἅπαν ἠφειδηκότες ἔσονται· λαμπροὶ δὲ καὶ ἀξιοθαύμαστοι, τὸν 132 ἐκ τῶν τοιούτων κατορθωμάτων συλλέγοντες πλοῦτον ὡς χρυσίον καὶ ἀργύριον καὶ ἱματισμόν. ὅτι γὰρ οὐκ ἔν γε τοῖς αἰσθητοῖς τῆς προφητείας ὁ νοῦς, πῶς ἃν ἐνδοιάσειέ τις ;
πλοῦτος γὰρ ἁγίων, οὐχ ὁ φθαρτὸς καὶ ἐπίγειος, ἀλλ’ ὁ νοητὸς καὶ ἐπουράνιος καὶ διηνεκὴς, ὃν συναγείρουσι ταῖς 133 ἑαυτῶν ψυχαῖς οἱ διδάσκοντες τε καὶ καθ’ ἑτέρους τρόπους εὐδοκιμοῦντες ἐν ἐκκλησίαις. διαρπάζουσι γὰρ ὥσπερ τὴν ἰσχὺν πάντων τῶν λαῶν, προσάγοντες διὰ πίστεως τῷ Χριστῷ τὰ ἐξαίρετα τῶν ἐθνῶν. οὕτω γὰρ ἔφη καὶ αὐτὸς
διηρπακέναι τὰ σκεύη τοῦ ἰσχυροῦ.
δόγμασιν, ἕχοι ἂν ὁ νοῦς τὸν εἰκότα λόγον. ἐσκύλευσαν γάρ ποτε τοὺς Αἰγυπτίους αἱ σοφαὶ γυναῖκες τῶν ἐξ Ἰσραὴλ, χρησάμεναι “ παρὰ γείτονος καὶ συσκήνου αὐτῶν 135 σκεύη χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ ἱματισμὸν. οὔκουν ὡς ἐν γε τοῖς αἰσθητοῖς καὶ ὡς ἐν ὕλαις ταῖς ὁρωμέναις, ἡ τῶν εἰς 136
νοῦν ἀγαθῶν λαμπρότης σημαίνεται. διδασκάλων δὲ μά· λιστα πλοῦτος οἱ μαθηταί. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ σεσωσμένοις καὶ πεπιστευκόσι προσεφώνει λέγων “ Νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοὶ, ἣν ἔχω ἐν 137 “ Χριστῷ Ἰησοῦ·” “ στέφανον δὲ καὶ χαρὰν” αὐτοῦ ἰδίαν
ὠνόμαζε πάλιν.
καμήλων κω τῶι ὅνων καὶ πάντων τῶι κτηνῶν τῶι ὅντων ἑ ταῖς παρεμβολαῖς ἐκείναις κατὰ τὴν πτῶσιν ταύτην.
τε καὶ πάντως ὑπομενοῦσι κατὰ καιροὺς οἱ τῆς ἁγίας πόλεως κατεστρατευκότες γεγονότες τε διωκταὶ καὶ ὑβρισταὶ, βδεκαὶ 138 139 λυροὶ καὶ φιλεγκλήμονες, καὶ λαλοῦντες ἀδικίαν κατὰ Θεοῦ, ἐπαίροντές τε καὶ εἰς ὕψος τὸ κέρας, κατὰ τὴν τοῦ ψάλλοντος 140 φωνὴν, ἐπάγει χρησίμως ὅτι Αὕτη ἕσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμόνων καὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν. ἀπὸ δέ γε τῶν ὑποζυγίων τοὺς αὐτοῖς ἐποχουμένους
ὑποδηλοῖ. ἐπεφύοντο γὰρ τοῖς Ἰουδαίοις καὶ αὐτοῖς δὲ τοῖς Ιεροσολύμοις οἱ ἀπωτάτω τε καὶ τὰ περίοικα τῶν ἐθνῶν· οἱ μὲν ἵπποις ἔποχοι, Βαβυλώνιοί τε καὶ Σύροι καὶ μὴν καὶ τὰ Αἰγυπτίων ἕθνη· οἱ δὲ καμήλους τε καὶ ὄνους καὶ ὀρεῖς ὑπο- ζεύξαντες, οἷον Μωαβῖται, καὶ οἱ τῆς ἐρήμου νομάδες, ὧν καὶ
141 ὁ προφήτης Ἡσαΐας διαμέμνηται λέγων “Ἐν θλίψει καὶ 142 “τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ “ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ’ ὄνων “ καὶ καμήλων τὸν πλοῦτον αὐτῶν. τεθεᾶσθαι δὲ καὶ ἑτέρωθί φησιν “ ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου.” γράφει
δὴ οὖν τοὺς τῆς ἀληθείας ἐχθροὺς ὡς ἐν τύπῳ τοῖς ἔθνεσι, τοῖς ἀεὶ πεπολεμηκόσι τὴν ἐπίγειον Ἱερουσαλὴμ, ἵν’ ἐξ αὐτῶν νοῶμεν τοὺς καθ’ ἡμῶν ὁρατούς τε καὶ ἀοράτους 143 ἐχθροὺς, πρὸς οὓς ἡμῖν ἡ μάχη. εἰ δὲ δὴ βούλοιτό τις καὶ εἰς τρόπους ἀναφέρειν τῶν τῆς Ἐκκλησίας ἐχθρῶν τὰ τῶν
κτηνῶν ἰδιώματα, τὸ ἀδικοῦν οὐδὲν ἐκεῖνο φάναι τε καὶ νοεῖν· ὡς οἱ μὲν γεγόνασιν ὁρμητίαι καὶ θρασεῖς, ὡς ἵπποι τυχόν· περιθείη δ’ ἄν τις αὐτοῖς καὶ μάλα εἰκότως τὸ φιλήδονόν τε καὶ θῆλυ θηλυμανές· οἱ δὲ ἡμιόνων δίκην ἄγριοί τε καὶ ἀπηνεῖς, ἀγριωτέρας δὲ αὐτὰς καὶ τοῖς Ἑλλήνων ποιηταῖς ὀνομάζειν
ἔθος· οἱ δὲ καμὴλοις κατά γε τὴν ἕξιν προσεοικότες, τουτέστιν ἄνισοί τε καὶ ἀλαζόνες, ὑψοῦ τε ἠρμένην ἐξ ἀποπληξίας 144 τὴν διάνοιαν ἔχοντες· οἱ δὲ καὶ ὄνων διενεγκόντες 145 οὐδὲν, τὴν ἁπασῶν ἐσχάτην νενοσήκασιν ἀλογίαν· νωθὴς γὰρ ἡ ὄνος καὶ βραδεῖα πρὸς αἴσθησιν, καὶ τῆς ἐσχάτης ἀλογίας εἰκών. σημειωτέον δὲ, ὅτι τοὺς τῇ Ἐκκλησίᾳ πεπολεμηκότας οὐδενὶ μὲν ἐξομοιοῖ τῶν ἡμέρων τε καὶ καθαρῶν
ζῴων, οἷον προβάτῳ φημὶ καὶ βοὶ, παρεικάζει δὲ μᾶλλον τοῖς βδελυροῖς τε καὶ ἀνημέροις, ἃ καὶ ταῖς τοῦ νόμου φωναῖς, ὡς βέβηλά τε καὶ ἀκάθαρτα κατεδικάζοντο.
ἐλθόντων πρὸς Ἱερουσαλὴμ, κω άναβήσονται κατ’ ἐναυτὸν 146
τοῦ προσκυνἦσαι τῶ̣ βασιλεῖ κυρίῳ παντοκράτορι Θεώ κὼ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆν σκηνοπηφίας. καὶ ἕσται ὅσοι
ἅν μἠ ἀναβῶσιν ἐκ πασῶν τῶι φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ τοῦ προσκυνῆσαι τῶ̣ βασιλεῖ κυρίῳ παντοκράτορι Θεῷ, κω οἶτοι ἐκείνοις προστεθήσονται.
γάρ ἐστιν ἡ τῶν ἐθνῶν προσδοκία κατὰ τὴν τοῦ πατριάρχου Gen. φωνήν. τέθειται δὲ καὶ “ εἰς φῶς ἐθνῶν, καὶ εἰς διαθήκην Es. ‘‘ γένους, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ “ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν 148 “ σκότει.” ὅτι τοίνυν τὴν τῆς εἰδωλολατρείας ἀφέντες ἀχλὺν,
καὶ τῆς τοῦ διαβόλου σκαιότητος τὰ δεσμὰ διαρρήξαντες οἱ 149 ἐξ ἐθνῶν, πρὸς τὸ τῆς ἀληθείας ἥξουσι φῶς, καὶ τὸν τοῦ Σωτῆρος ὑποδραμοῦνται ζυγὸν, σαφηνιεῖ, λέγων ὡς οἱ κατάλοιποι τῶν κεκολασμένων, ἤτοι τῶν ταῖς ἐκκλησίαις μεμα- χημένων· ἀριθμοῦ δὲ οὗτοι κρείττονες· ἀναβήσονται κατ’ ενιαυτὸν τοῦ προσκυνησαι τῷ κυρίῳ παντοκράτορι Θεῷ κα) τοῦ
150 ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. ὁ μὲν γὰρ διὰ Μωυσέως 151 προσέταττε νόμος ἐπιτελεῖσθαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας τῇ πεντεκαιδεκάτῃ του ἑβδόμου μηνὸς, συναγηγερμένης εἰς 152 ἀποθήκας τῆς ἐξ ἀγρῶν εὐκαρπίας. ἐξόδιον ταύτῃτοι τὴν ἑορτὴν ὀνομάζει, ὡς ἤδη τῶν ἔργων τῶν ἐν ἀγροῖς ἐκκεχωρηκότων
153 ἐς πέρας. ἐκέλευε δὲ λαμβάνειν “ κάλλυντρα φοινίκων “ καὶ καρπὸν ὡραίου ξύλου, καὶ κλάδους ξύλου δασεῖς “ καὶ ἰτέας καὶ ἄγνου κλάδους,” πίνειν τε ὕδωρ ἐκ χειμάρρου, 154 καὶ ἐπ’ αὐτῷ κατευφραίνεσθαι. καὶ πρόφασιν μὲν ὁ νόμος ἐποιεῖτο τῆς ἑορτῆς, τὸ ἐν σκηναῖς κατοικῆσαι τὸν Ἰσρὴλ,
155 τῆς Αἰγυπτίων πλεονεξίας ἐξηρημένον.
τῶν πάλαι κρατούντων σκαιότητος ἀλογήσαντες. ἑορτάζομεν δὲ τὴν ἀληθῆ τῆς σκηνοπηγίας ἑορτὴν, τουτέστι τὴν 156 ἡμέραν τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτε τὰ πάντων ἐν αὐτῷ μονονουχὶ πέπηκται σώματα, καίτοι λελυμένα τῇ 157 φθορᾷ καὶ θανάτῳ κεκρατημένα. αὐτὸς γάρ ἐστιν ἢ ἀνάστασις,
αὐτὸς ἡ ζωὴ, πρωτόλειον ὥσπερ ἐκ νεκρῶν καὶ 158 “ἀπαρχὴ τῶν κεκοιμημένων·” ὁ νοηταῖς ἡμᾶς εὐκαρπίαις καταπιμπλὰς, καὶ οἷον τοὺς ἐξ ἀγρῶν συλλεγέντας πόνους 159 ἐνσωρεύειν ἀποθήκαις ταῖς ἄνω παρασκευάζων. αὐτὸς ἡμῖν ἀποδώσει τὴν ἐν παραδείσῳ δίαιταν καὶ τρυφὴν, δῆλον δὲ ὅτι πνευματικὴν, νενικηκόσι τὴν ἁμαρτίαν, εὐωδιάζουσι νοητῶς, 160 ὡραῖον καὶ ἀξιέραστον τὸν τῆς εὐαγγελικῆς πολιτείας
ἔχουσι καρπὸν, ἁγνῶς καὶ ὁσίως πεπολιτευμένοις. σημεῖον δ' ἂν γένοιτο καὶ τοῦδε πάλιν, τὸ κάλλυντρά τε φοινίκων καὶ ὡραίου ξύλου καρπὸν ὁμοῦ τοῖς ἄλλοις κλάδοις συνδήσαντας ἔχειν. αὐτός ἐστιν ὁ χειμάρρους τῆς τρυφῆς ὃν πεπότικεν 161 ἡμᾶς ὁ Θεὸς καὶ Πατήρ· αὐτὸς ἡ πηγὴ τῆς ζωῆς, καὶ ὁ τῆς
εἰρήνης ποταμὸς, ὁ ἐκκεκλικὼς εἰς ἡμᾶς τοὺς ἐξ ἐθνῶν κεκλημένους. 162 εἴρηται δὲ περὶ τούτων ἡμῖν ἰσχνῶς ἐν ἑτέροις. cf.de οὐκοῦν οἱ ἀναβαίνοντες προσκυνησαι τῷ Κυρίῳ παντοκρατορι, καὶ τελέσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας, οἱ διὰ πίστεως εἰσιν 163 ἐν Χριστῷ δεδικαιωμένοι. ἀπειλεῖ δὲ τοῖς μὴ ἀναβαίνουσιν
ὄλεθρον, ποινάς τε τὰς ἴσας, ἃς ἂν ὑποσταῖεν οἱ διῶκταί τε καὶ ὑβρισταί. ἐν ἴση γὰρ μοίρᾳ κείσονται τοῖς ἐχθροῖς, οἱ μὴ ἀγαπᾶν ᾑρημένοι. καὶ τοῦτο οἶμαί ἐστιν, ὃ καὶ αὐτὸς ἔφη Χριστός “ Ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστι, καὶ ὁ μὴ 164 “ συνάγων μετ’ ἐμοῦ σκορπίζει.”
ἕσται ἡ πτῶσις ἥν πατάξει Κύριος πάντα τὰ ἕθνη ὅσα ἅν 165 μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. αὕτη
ἕσται ἡ ἁμαρτία Αἰγύπτου κω ἡ ἁμάρτια πάντων τῶ ἐθνῶν, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοττηγἰας.
εἰς μέθεξιν τοῖς ἑλεῖν ἐθέλουσι τῆς ἄνωθεν ἡμερό- τητος, καὶ μὴν καὶ ἀποφορτίσασθαι τὴν ἁμαρτίαν, ταῖς ἑαυτῶν ἐντεθνήκασι πλάναις, καὶ ἀναπόνιπτον ἐσχήκασι τήν τε ἐκ τοῦ πλανᾶσθαι κηλῖδα καὶ τῆς πλημμελείας τὸν μολυσμὸν, διατετελέκασι δὲ καὶ ἐν πλάνῃ· καίτοι τοῦ θείου
φωτὸς τὰ πάντα περιαστράπτοντος , καὶ καλοῦντος εἰς ἀνά- βλεψιν τοὺς ἐν ἀχλύι· καὶ σκότῳ. φαίην δ’ ἃν καὶ περὶ 168 ἑκάστου τῶν τοιούτων “ Ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ “ ὅτι ἐν ματαιότητι ἦλθε, καὶ ἐν σκότει πορεύεται, καὶ 169 “ σκότει ὄνομα αὐτοῦ κατακαλυφθήσεται.” καλὸν γὰρ
“ αὐτοῖς εἰ μὴ ἐγεννήθησαν,” κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ὅτι δὲ οὐ κατὰ μόνον τῶν Αἰγυπτίων ὁ λόγος, ἥξει δὲ καὶ κατὰ πάντων τῶν ἐθνῶν, ἃ πάντη τε καὶ πάντως κολασθή- σονται, τῆς διὰ Χριστοῦ σωτηρίας ἠφειδηκότα, καὶ τὴν ἐπ’ αὐτῷ πανήγυριν οὐ τετιμηκότα, πιστώσεται λέγων Αὕτη
170 εσται η αματια Αἰγύπτου καὶ η αμαρτια πάντων τῶν ἐθνῶν ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας τάχα πὼς ἦν ἔτι καὶ ἀπὸ μέρους εὐάφορμος τῶν ἐθνῶν ἡ παραίτησις, παρ’ οὐδενὸς κεκλῆσθαι λεγόντων· διεκήρυξε γὰρ αὐτοῖς οὐδείς.
τοιγάρτοι καὶ ὁ Σωτῆρ’ ἐν εὐαγγελικαῖς ἡμῖν παραβολαῖς αὐτὸ τοῦτο καταδεικνύων, τοὺς ἐργάτας ἔφη τοὺς περὶ τὴν 171 ἑνδεκάτην κεκλημένους εἰπεῖν τό “ O ὐδεὶς ἡμᾶς ἐμισθώσατο.” 172 ἐπειδὴ δὲ λοιπὸν ἐπέλαμψεν ὁ Κριστὸς, ἕδησε τὸν ἰσχυρὸν, ἐξείλετο τῆς ἐκείνου δυστροπίας τοὺς ὑπ’ αὐτῷ κειμένους, δεδικαίωκε τῆ πίστει τοὺς προσιόντας αὐτῷ, τέθεικε τὴν
ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς ἁπάντων ζωῆς, οὐδένα λοιπὸν ἀποχρώντως πρὸς παραίτησιν εὑρήσουσι λόγον, οἱ τὴν οὕτω σεπτὴν οὐ προσηκάμενοι χάριν. ἀληθεύσει δὴ οὖν καὶ περὶ αὐτῶν εἰ λέγοι τῶν ἐθνῶν ὁ Χριστός “ Εἰ μὴ ἦλθον καὶ 173 “ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νυνὶ δὲ πρόφασιν οὐκ 174
“ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ”
τῷ κυρίῳ παντοκράτορι.
εἰρήνης τὴν ἁγίαν στεφανούσης πόλιν, τουτέστι τὴν Εκκλησίαν, ἀπρακτήσειν ἤδη φησὶ τοῦ πολέμου τὰ σκεύη, φάλαρά τε καὶ ἐπιχάλινα. τίνος γὰρ ὅλως ὁ ἱπποκράτης τοιούτου ἕξει χρείαν, ἀριστεύειν εἰδὼς ἐν μάχαις, εἰ μηδεὶς ὅλως ὁ ἀντεξάγων ἐστίν ; οὐκοῦν ἱερὰ, φησὶν, ἔσται σκεύη καὶ ἀναθήματα 175
θήματα τῷ Θεῷ, τὰ τοῖς πολεμοῦσι χρήσιμα. ἐπειδὴ γὰρ αὐτός ἐστι τῆς εἰρήνης ὁ βραβευτὴς, αὐτῷ δὴ δικαίως καὶ ἀνακείσεται περιττά τε ἤδη καὶ ἀπρακτοῦντα λοιπὸν τοῦ πολέμου τὰ σκεύη. ὥσπερ γὰρ ὁ μακάριος προφήτης Ἡσαΐας ἔφη περί τινων, ὅτι “ συγκόψουσι τὰς μαχαίρας 176
“ αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ “ οὐ μὴ ἄρη ἔθνος ἐπ’ ἕθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι 177 178 " πολεμεῖν,” τῶν τῆς εἰρήνης καιρῶν μονονουχὶ καὶ ἀναπει- θόντων αὐτοὺς τῇ τῆς γεωπονίας χρείᾳ χαρίζεσθαι τὰ πολε- μικὰ, καὶ εἰς ἑτέρας δὲ ὥσπερ μετατρέχειν σπουδὰς, τῆς τῶν τακτικῶν μελέτης ἠφειδηκότας· οὕτω καὶ ὁ θεσπέσιος Ζαχαρίας, ὡς ἀρρήκτου λοιπὸν τῆς εἰρήνης δοθείσης παρὰ Θεοῦ,
τὰ τοῖς μαχομένοις χρήσιμα σκεύη μεταπλασθήσεσθαί φησιν εἰς ἀνάθημα τῷ Θεῷ. ἀργήσει γὰρ πάντως τὸ μάχιμον, οὐχ ἵππου πεφροντικὸς, οὐ χαλινῶν, οὐ φαλάρων, μετανεῦον δὲ 179 μᾶλλον εἴς γε τὸ ἑλέσθαι δεῖν τοῖς εἰς ἀρετὴν καὶ θεοσέβειαν διαπρέπειν σπουδάσμασι.
παρὰ Θεοῦ καὶ διὰ τούτου πεπιστευκώς. οὐκ ἀπίθανον δὲ τὸ χρῆμα φαίη τις ἂν, εἴπερ ὧδε ἔχει, καὶ οὐκ ἔξω 180 τοῦ λόγου τοῦ πρέποντος νοοῖτ’ ἂν εἰκότως, τὸ καὶ ἐν μνήμῃ γενέσθαι τῆ παρὰ Θεῷ, καὶ ἐν προρρήσει τετιμῆσθαι προφητικῇ βασιλέα τὸν εὐσεβέστατον. πλείστων γὰρ ὅσων ἐποιήσατο
μνήμην καὶ προαναφώνησιν κατὰ καιροὺς τῶν ἁγίων 181 προφητῶν ὁ λόγος, καθάπερ ἀμέλει καὶ Ἰωσίου καὶ ἑτέρων τινῶν. ἔσθ’ ὅτε δὲ καὶ ἡ τῶν καιρῶν ἡμερότης καὶ εὐσέβεια διὰ τῶν ἐν αὐτοῖς κρατούντων σημαίνεται. οὐδὲν οὖν ἄρα τὸ ἀπεικὸς, εἰ διαμέμνηται καὶ νῦν ὁ Προφήτης Ζαχαρίας
182 ἀξιολογωτάτου πράγματος, καὶ θεοφιλοῦς ἀληθῶς καὶ βάσι· λείας εὐσεβοῦς, καὶ καιρῶν ἀνακειμένων τῆ εἰς Χριστὸν ἀγάπῃ. τὸ γὰρ δὴ καὶ βασιλέων ἵπποις ἐμπρέπειν τὸν ἧλον 183 ἀπὸ τοῦ τιμίου ληφθέντα σταυροῦ, τί ἃν ἕτερον ἡμῖν ὑπεμφήνειεν ἂν, ἢ πλείστην ὅσην καὶ ἀξιάγαστον ἀληθῶς τῶν κρατούντων εὐσέβειαν;
προσώπου τοῦ θυσιαστηρίου.
ἱέρων ἐκκομίζοιντο χώρων τὰ ἡγιασμένα. ἐπειδὴ ’δε τῶν Num. ἀρχαίων ἐκείνων ἐθῶν ἀποπεπαυμένων, εἰς ἕτερον ἥμιν λατρείας
τρόπον μετακεχώρηκε τὰ μυστήρια, καὶ μηλοσφαγίαις μὲν οὐκέτι καὶ λιβανωτοῖς, θυσίαις δὲ μᾶλλον ταῖς ἀναι- μάκτοις τὸν τῶν ὅλων καταγεραίρειν Θεὸν οἱ διὰ πίστεως
δεδιδάγμεθα, καὶ αὐτὸν νοητῶς ἱερουργοῦμεν ἐν ἐκκλησίαις τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ἀντὶ τῶν λεβήτων ἑτέροις 186 κεχρήμεθα σκεύεσιν ἱεροῖς, ἃς δὴ καὶ φιάλας ἐνθάδε φησὶν ὁ Προφήτης. σκεύη δὲ ταυτὶ τοῖς πίνουσι χρειωδέστατα. καὶ συνήσει πάντως ὁ σοφὸς ἀκροατὴς τοῦ σημαινομένου τὴν
δύναμιν, κἂν εἰ ἀμυδρότερόν πὼς ἢ χρῆν ὁ παρ’ ἡμῶν πε- ποίηται λόγος, διά τοι τὸ δεῖν περιεσταλμένως ποιεῖσθαι τὴν τῶν κεκρυμμένων ἀφήγησιν. οὐκοῦν τότε μὲν ἦσαν οἱ λέβητες, νυνὶ δὲ φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου.
188 τῷ Κυρίῳ παντοκράτορι· καὶ ἥξουσι πάντες οἱ θυσιάζοντες καὶ λήψονται ἕε αὐτῶι καὶ ἑψήσουσιν ἑαυτοῖς.
δὲ ὅτι τοῖς θείοις ἱερουργοῖς, καὶ παρ’ αὐτῷ δὲ τῷ Ιούδᾳ, τουτέστι πάλιν τοῖς τὴν ἐν πνεύματι λαχοῦσι περιτομήν. 189 εἶεν δ’ ἃν οὗτοι πάλιν οἱ πεπιστευκότες. παρ’ οὐδενὸς γὰρ ὅλως εἰς κοινὴν λαμβάνεται χρείαν τοῦ ἁγίου θυσιαστηρίου τὰ σκεύη, ἁλλ’ ἔστιν, ὡς ἔφην, ἅγια καὶ εἰς δόξαν Θεοῦ
τετηρημένα, καὶ μόναις ταῖς χρείαις ὑπηρετεῖν εἰωθότα τῆς ἁγίας τραπέζης, δι’ αὐτῶν τε καὶ ἐν αὐτοῖς αἱ τῶν πρόσ’. ἀγόντων τελοῦνται θυσίαι, οὐχ ἑκάστου φέροντος ἴδιον σκεῦος· ἁπάντων δὲ μόνοις τοῖς ἱεροῖς κεχρημένων. πᾶς γὰρ λέβης ἅγιος ἔσται φησὶ τῷ Κυρ́ῳ. οὐκοῦν διαλέγεται μὲν ὁ
Προφήτης ὡς ἐπὶ θυσιῶν ἔτι τῶν κατὰ τὸν νόμον, λέβητάς 190 τε καὶ ἕψησιν καὶ τοὺς θυσιάζοντας ὀνομάζει, νοήσομεν δὲ πρεπόντως ἡμεῖς τοῖς διὰ Χριστοῦ καιροῖς καὶ τῇ παρ’ ἡμῶν ἐν Πνεύματι τελουμένῃ λατρείᾳ. οἰκονομικῶς δέ φαμεν ἀσυμφανῆ γενέσθαι, καὶ οὐ πᾶσιν ἁπλῶς ἐκκείμενον τῶν
191 ἁγίων προφητῶν τὸν λόγον, ἵνα μὴ βάλληται πρὸς αὐτῶν τὰ ἅγια τοῖς κυσὶ, μήτε μὴν τοῖς βεβήλοις καὶ βδελυρωτάτοις ὁ μόνοις πρέπων ἁγίοις ἐκκαλύπτοιτο λόγος.
βιβάσθησαν δὲ καὶ διὰ θαλάσσης αὐτῆς, κατεδηδόκασί τε τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, καὶ ὕδωρ ἐκ πέτρας ἀδοκήτως ἐκκομισθὲν ἐν τῇ ἐρήμῳ πεπόκασι. τί οὖν οἱ τάλανες ; μεμοσχοποιήκασιν ἀπόντος Μωυσέως, καὶ ὡς ὁ προφήτης φησὶν, ἀνέλαβον “ τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον 194
“ του θεου αυτων Ρεφαν, τοὺς τύπους οὑς πεποιήκασι 195 προσκυνεῖν αὐτοῖς. ἀλλ’ ἐκεῖνοι μὲν διολώλασι πέπτωκε ν. γὰρ τὰ κῶλα αὐτῶν ἐν τῆ ἐρήμῳ, καθὰ γέγραπται. ἐπειδὴ δὲ διεβιβάσθησαν τὸν Ἰορδάνην οἱ μετ’ αὐτοὺς, στρατηγοῦντος Ἰησοῦ, πάλιν τοῦ χρόνου προβαίνοντος, γεγονότες
ὑπὸ κριτὰς, λελατρεύκασι τοῖς εἰδώλοις· ἀλλὰ καὶ ἐν καιροῖς τῶν ἁγίων προφητῶν τεθύκασι ταῖς δαμάλεσι ταῖς χρυσαῖς, ἃς πεποίηκεν αὐτοῖς ὁ ἐπάρατος Ἱεροβοὰμ, καὶ πρὸς ταύταις ἔτι τεμένη τε καὶ βωμοὺς ἀνιστάντες, οὐδὲν ἧττον προσκεκυνήκασι τῆ Βάαλ, τῷ Χαμὼς, τῆ Ἀστάρτῃ, τῷ Βεελφεγώρ. 196
καὶ τὸ ἔτι τούτων ἐπέκεινα τῶν κακῶν· οὐ γὰρ δὴ τὴν ἀγελαίαν καὶ συρφετώδη πληθὺν μόνην ἐν τούτοις γεγενῆσθαί φαμεν· ἀλλὰ γὰρ καὶ ἐξ αὐτῶν τῶν ἱερέων ἐκκεκλικότας πολλοὺς εὑρήσομεν. τοιγάρτοι καὶ ἔφασκε διὰ τοῦ προφήτου Θεός “ Οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστι κύριος ; καὶ 197
οἱ ἀντεχόμενοι τοῦ νόμου μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποι- “ μένες ἠσέβουν εἰς ἐμὲ, καὶ οἱ προφῆται προεφήτευον τῇ 198 “ Βάαλ, καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν.” τεθέαται δὲ καὶ ὁ προφήτης Ἱεζεκιὴλ “ ὡς εἴκοσι καὶ πέντε ἄνδρας ἐκ τῶν 199 viii.
200 “ πρεσβυτέρων Ἰσραὴλ, τὰ ὀπίσθια μόνα ἔχοντας πρὸς τὸν “ ναὸν κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, προσ- “ κυνοῦντάς τε καὶ κατὰ ἀνατολὰς τῷ ἡλίῳ. καὶ πλεῖστα μὲν ἐν τούτοις ἐπισωρεύειν ἕτερα χαλεπὸν οὐδέν· ἀρκέσειν δὲ οἶμαι καὶ ταῦτα πρὸς ἔλεγχον τῆς ἐνούσης αὐτοῖς ἀφιλομαθίας.
οὐκοῦν σεσάλευτο μὲν τῶν ἀρχαιοτέρων ὁ νοῦς, καὶ 201 ἦν εὐπαράφορος κομιδῇ. τοιγάρτοι καὶ περὶ αὐτῶν ἔφη Θεός 202 “ Ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ “ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς. παρεκομίζοντο γὰρ εὐκόλως εἰς ἐκτόπους εἰδωλολατρείας καὶ, γεγονότες ἐξ αἵματος
Ἰσραὴλ, τοὺς ἀλλογενεῖς Χαναναίους ζηλοῦν ἐσπούδαζον.
203 εἰς εὐσέβειαν. ἀναπείσει γὰρ οὐδεὶς τοὺς ἡγιασμένους, ἕτερον εἰδέναι θεὸν παρὰ τὸν φύσει τε καὶ ἀληθῶς, ὃν ἐγνώκαμεν Θεὸν ἐν Χριστῷ. παρέδειξε γὰρ ἡμῖν ἐν ἑαυτῷ 204 τὸν Πατέρα λέγων “ Ὁ ἑορακὼς ἐμὲ, ἑόρακε τὸν Πατέρα.’ οὔκουν ἐν τη ημερα εκεινη φησὶ, τουτέστι κατ’ ἐκεῖνο τοῦ
καιροῦ, οὐκ ἔσται Xctvcivcuof, τουτέστιν ἀλλογενὴς καὶ εἰδωλολάτρης ἐν τῷ οἴκῳ Κύρου παντοκράτορος. ἐρηρείσμεθα γὰρ, ὡς ἔφην, ἐν πίστει, καὶ τοῖς εἰς ἀσφάλειαν αὐχήμασι κατεστέμμεθα διὰ Χροστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν τῷ ’ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας.
Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.