ΤΟΥ ΑΥΤΟΥ
Ἰσραὴλ, καὶ εἰς τὴν ἁγίαν αὖθις ἀφίκετο πόλιν, τὸν τῆς δουλείας ζυγὸν ἀποφορτισάμενος· καὶ δὴ καὶ ὁ θεῖος ἐγή- γερτο ναὸς, ἐφεστηκότων τοῖς ἔργοις Ζοροβάβελ τε τοῦ 2 Σαλαθιὴλ, ὃς ἢν ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. προεφήτευον δὲ κατ’ ἐκεῖνο τοῦ
καιροῦ τοῖς ἐκ τῆς αἰχμαλωσίας λελυτρωμένοις Ἀγγαῖός τε καὶ Ζαχαρίας, Ἕσδρα τε καὶ Νεεμίου συνόντων αὐτοῖς τῶν ἱερουργῶν. σύγχρονος δὲ τοῖς μνημονευθεῖσιν ἁγίοις προφήταις, ἢ ὀλίγῳ καὶ βραχὺ μετ’ ἐκείνους καὶ ὁ θεσπέσιος γέγονε 3 Μαλαχίας, ὃς δὴ καλεῖται καὶ Ἄγγελος , διερμηνεύεται γὰρ ὧδε Μαλαχίας.
ἐν προφήτου τάξει γενέσθαι τοῖς ἐξ Ἰσηαήλ. εἴρηται γὰρ ἄγγελος, ὡς ἔφην, μάλιστα μὲν καὶ τοῦ ὀνόματος ταύτην ἔχοντος ἐφ’ ἑαυτῷ τὴν ἑρμηνείαν· εἶτα ὅτι τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ λόγους ἀπαγγέλλων τοῖς ἐξ Ἰσραὴλ καλοῖτ’ ἂν οὐκ ἀπιθάνως καὶ ἄγγελος. καὶ γοῦν αὐτὸς ὁ Προφήτης
5 Μαλαχίας ἐν τοῖς ἐφεξῆς περὶ παντὸς ἱερέως φησίν “Ὅτι “ χείλη ἱερέως φυλάξεται γνῶσιν καὶ νόμον ἐκζητήσουσιν “ ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος κυρίου παντοκράτορός “ ἐστι.” περὶ δέ γε τοῦ Ἐμμανουὴλ ὁ προφήτης Ἡσαΐας 6 “ καὶ θελήσουσι, φησὶν, εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παι-
“ δίον ἐγεννήθη, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα “ αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.” ὁρᾷς ὅτι τὸ ἀπαγγέλλειν ἐτέροις τὴν τῆς ἀνωτάτω φύσεως βούλησιν ὀνομάζεσθαι καὶ ἀγγέλους παρεσκεύασε τινας, καίτοι κατὰ φύσιν οὐκ ὄντας ἀγγέλους ; ἄνθρωποι μὲν γὰρ οἱ τὸν θεῖον ἡμῖν διερ-
7 μηνεύοντες, νόμον, οἱ ἱερεῖς· Θεὸς δὲ καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱός.
καλοῦντος εἰς ἱερουργίαν τοὺς προεστηκότας λαῶν, ἤτοι τοὺς ἐξ αἵματος τοῦ Λευὶ, ἐφιέντος δὲ ὥσπερ καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ πληροῦν, εἰ βούλοιντο, τὰς κατὰ νόμον εὐχὰς, ἐκέχρηντο μὲν ταῖς διὰ Μωυσέως ἐντολαῖς, οὐ μὴν ἀμωδὲ 8 μήτως καὶ ἐπιεικῶς. προσεκόμιζον μὲν γὰρ εἰς θυσίαν οἱ λαοὶ τὰ συνήθη, πλὴν οὐ σφόδρα πεφροντισμένως, ὀκνηρῶς 9 δὲ μᾶλλον καὶ κατημελημένως. τὰ γὰρ αἰσχίονα τῶν ἐν 10 ποιμνίοις, ἄρρωστά τε καὶ ἀδόκιμα προσῆγον τῷ θυσιαστηρίῳ.
στηρίῳ. προσεδέχοντο δὲ οἱ ἱερεῖς, μηκέτι μωμοσκοποῦντες κατὰ τὸν νόμον, μὴ χωλὸν ἢ ὠτότμητον ἢ κολοβόῤῥινον ἢ κολοβόκερκον ἢ ψωραγριῶν ἢ λειχῆνας ἔχον ἢ μονόρχες εἴη 11 τὸ προσαχθέν. ἀπόβλητα γὰρ ὁ νόμος ἐποίει ταυτί· ὕβρις δὲ ἦν τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. κατημέλουν δὲ καὶ ἑτέρως οἱ 12
ἱερεῖς καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς, οὐχὶ τὰ ἐκ νόμων ὀρθῶς εἰσηγούμενοι, καὶ παιδαγωγοῦντες ἀστείως εἰς τὸ τῷ Θεῷ δοκοῦν, ἀλλ’ εἰς ἐκτόπους ἐξτιηλίας ἀπονεύειν ἐῶντες, καὶ τῆς εὐθείας ἔξω φέρεσθαι τρίβου. καὶ εἷς μὲν οὗτος τῆς ἐπιπλήξεως τρόπος· ἕτερος δὲ πρὸς τούτῳ τοῖς ἐξ Ἰσραὴλ, ἐπ’
αἰτίαις τοιαύταις. οἱ μὲν γὰρ ἐῤῥῶσθαι φράσαντες ταῖς εἰς γυναῖκας φιλοστοργίαις, εἶτα βιβλίον ἀποστασίου ῥιπτοῦντες 13 αὐταῖς, καὶ ἐπ’ οὐδενὶ τῶν ἀτόπων ἔσθ’ ὅτε κατεγνωσμέναις, συνεπλέκοντο μὲν ἑτέραις, ᾤοντο δὲ, ὅτι κατ’ οὐδένα τρόπον λυποῦσι Θεὸν, κἂν εἰ ἕλοιντο τοῦτο δρᾶν. ἕτεροι δὲ αὖ ταῖς
τῶν ἀλλοφύλων ἐπεμαίνοντο θυγατράσι, καίτοι διακεκραγότος τοῦ νόμου σαφῶς “ τὴν θυγατέρα σου οὐ δώσεις τῷ 14 “ υἱῷ αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· “ ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ πορευθεὶς λα- “ τρεύσει θεοῖς ἑτέροις.” γέγονε δὲ μακρὸς περὶ τούτου 15
λόγος καὶ ἐν τοῖς τοῦ Ἕσδρα βιβλίοις. ὅθεν τινὲς αὐτὸν 16 ὑπολαμβάνουσιν εἶναι τὸν Μαλαχίαν. ἔχει δὲ οὐχ οὕτως τὸ ἀληθές. καὶ τὰ μὲν τῆς ἐπιπλήξεως ἐν τούτοις· ἐν δέ γε τῷ τέλει τῆς προφητείας τὸν περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναδείξεως ποιεῖται λόγον, ἅτε δὴ μελλούσης τὸ τηνικάδε 17 καθαρᾶς τε καὶ ἀναιμάκτου θυσίας προσκομίζεσθαι τῷ Θεῷ, καταλήγειν δὲ τὰ πάντων ἐγκλήματα, τῆς τε ἁμαρτίας ἀνῃρημένης, καὶ εἰς καινότητα ζωῆς ἀναμορφουμένων τῶν ἐπὶ 18 τῆς γῆς· καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, τῶν ἀρχαίων παρωχηκότων, κατὰ τὸ γεγραμμένον.
19
οὐκ ἐξ ἰδίας αὐτοὶ καρδίας, οὓς ἃν ἕλοιντο τυχὸν ἀνασπῶντες λόγους, ἢ ψευδοεποῦντες κατά τινας, διερμηνεύοντες δὲ τὰ παρὰ Θεοῦ, καὶ τοὺς ἄνωθεν τοῖς ἄλλοις καθαρῶς τε καὶ ἀμωμήτως διαπορθμεύοντες λόγους. οὐκοῦν τῆς προφητείας τὴν λῆψιν γενέσθαι φησὶ παρὰ κυροῦ. ὑπεμφαίνει δὲ διὰ
τούτων, ὡς οὔτε προαγόρευσιν ἔχει τινὰ τῆς προφητείας ὁ 21 λόγος μοχθηροῦ τε καὶ ἀνιαροῦ πράγματος ὡς συμβησομένου τοῖς ἐξ Ἰσραὴλ, οὔτε μὴν ἐπαίνους ὡς βεβιωκότων ὀρθῶς· ἐπίπληξιν δὲ μᾶλλον ἔπι τε ἱερέας καὶ λαούς. τὸ δέ ἐν χειρὶ ἀγγέλου αὐτοῦ τοιώσδε νοήσεις· διαχειρίζοντος γὰρ
ὥσπερ, ἤγουν ἐκπράττοντος, τὴν τῆς προφητείας διακονίαν τοῦ ἐπίκλην ἀγγέλου, τὸ λῆμμα γέγονεν ἐπὶ τὸν Ἰσραήλ. εἴρηται δὲ ἄγγελος ὁ Μαλαχίας δι’ αἰτίας ἃς ἤδη προεῖπον.
23 ἀκοὴν, ἐσπουδασμένως δὲ μᾶλλον καὶ ἐν πλείστῃ προσοχῇ καὶ κατανοήσει. διακεῖσθαι γὰρ ὧδε προσήκει τοὺς θείων μέλλοντας ἀκροᾶσθαι λόγων, ὧν ἔσται πλείστη τε ὅση καὶ μάλα ἀμφιλαφὴς ἡ ὄνησις, ὅταν εἰς αὐτὸν εἰσχέωνται
τὸν νοῦν. ψάλλει γάρ που καὶ ὁ θεσπέσιος Δαυείδ “ Ἐν 24 “τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἃν μὴ ἁμάρτω 25 “σοι.” ἔστι γάρ ἐστιν ἀκούοντά τινα μηδὲ ἀκοῦσαι δοκεῖν, εἰ μὴ ἅπτοιντο μὲν διανοίας οἱ λόγοι, ἀποπτάντες δὲ ὥσπερ τῆς τοῦ λέγοντος γλώττης, εἶτα μόνῃ προσαράξαντες τῇ
τοῦ σώματος ἀκοῇ, εἰκαίοις ἐν ἴσῳ καταλογισθεῖεν κρυπτοῖς. τοιοῦτοί τινες ἦσαν οἱ περὶ ὧν ἐφη τις τῶν ἁγίων προφητῶν “ Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ 26 “ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσι.” παρεγγυᾷ τοιγαροῦν ἀναγκαίως ὁ Προφήτης λέγων Θέσθε δὴ ἐπὶ τὰς 27
καρδίας ὑμῶν, τουτέστιν, εἰς νοῦν ἔσω καὶ καρδίαν τοὺς θείους ἐναποτιθέμενοι λόγους, καὶ τῶν ἄνωθεν χρησμῳδημάτων συνέντες τὴν δύναμιν, συναινέσατε πάντως, ὡς ἠγάπησα μὲν ὑμᾶς λέγει Κύριος, ἠξίωσα δὲ ἁπάσης ἡμερότητος καὶ φειδοῦς καὶ τῆς τοῖς ἀγαπωμένοις πρεπούσης φιλοτιμίας.
τοῦτο δὲ αὖ κατονειδίζοντος μὲν εὖ μάλα, ὡς πονηρὰ ἀντὶ ἀγαθῶν ἀπέδοσαν αὐτῷ, καίτοι δέον, ὡς ἀγάπης ἠξιωμένους, ἀντευφραίνειν ταῖς ἐπιεικείαις καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἁνδανόντων αὐτῷ σπουδαῖς τε καὶ προθυμίαις. εἰ γάρ ἐστι 28 τῶν ἀτόπων, τὸ μὴ βούλεσθαι τοῖς καθ᾿ ἡμᾶς ἀποδιδόναι
τὰς ἀμοιβὰς, τίς ἂν γένοιτο λόγος ἐπὶ Θεοῦ τοῦ πάντα ἡμῖν πλουσίως διανέμοντος τὰ πρὸς εὐθυμίαν, εἰ μὴ βού- 29 λοιτό τις αὐτῷ τῶν δεδωρημένων ἀντεκτίνειν τὰς ἀμοιβάς· εἰ καὶ ὅτι μάλιστα πρέποι ἃν ἐκεῖνο λέγειν τοῖς γε ἀληθῶς 30 ἀρτίφροσι “ Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν “ ἀνταπέδωκεν ἡμῖν ;
τοῦ Ἰακὼβ, λέγει Κύιος, καὶ ἠγάπησα τὸ Ἰακὼβ, τὸν δὲ Ἡσαῦ ἐμίσησα, κὼ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δώματα ἐρήμου ;
γὰρ εἰς αἰχμαλωσίαν, καταδῃωθείσης αὐτοῖς τῆς χώρας, οἴκων τε ἠρημωμένων, καὶ ὁμοῦ τῷ θείῳ ναῷ κατεμπρησθέντων 32 τῶν Ἱεροσολύμων. πρόφασις δὲ τοῦ τὰ τοιάδε παθεῖν αὐτοὺς, τὸ ἀποφοιτᾶν ἑλέσθαι καὶ γνησιότητος τῆς πρὸς Θεὸν, καὶ ὀλίγου παντελῶς ἀξιῶσαι λόγου τὴν εἰς
τὸν νόμον αἰδῶ. ἐπειδὴ τοίνυν ἀγαπῆσαι λέγοντος αὐτοὺς τοῦ Θεοῦ, καὶ σφόδρα γε, ἦν εἰκὸς τῶν ἐκ τῆς αἰχμαλωσίας διαμεμνῆσθαι κακῶν. φάναι τε οὕτω τυχὸν τό Ἐν τινι ἠγάπησας ἡμᾶς; οἰκονομικώτατα λίαν ὁ τῶν ὅλων Θεὸς παριππεύει μὲν τὰ διὰ μέσου συμβεβηκότα, καὶ τὴν ἐπ’ αὐτοῖς
33 παρατρέχει διήγησιν, ἀνακομίζει γεμὴν τὴν τῆς ἀγάπης ἀπόδειξιν ἐπὶ τὴν τοῦ γένους ἀρχὴν, φημὶ δὴ τὸν Ἰακὼβ, ὃν ἀγαπῆσαι μὲν ἰσχυρίζεται, κατεστυγημένον δὲ πεποιῆσθαι τὸν Ἡσαῦ, καίτοι τοῖς τῆς φύσεως νόμοις εἰς ἀδελφότητα 34 τῷ τετιμημένῳ συνδούμενον. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “ Μήπω γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν 35 “ ἣ φαῦλον,” ἀπόλεκτον ἐποιεῖτο τὸν Ἰακὼβ, ἐξ οὗ τὸ τῶν Ἰουδαίων Ἰουδαίων ἀνεφύη γένος, ἐκβέβληκε δὲ τὸν Ἡσαῦ. καὶ οὐ
δήπου φαμὲν κατὰ πρόσκλισιν· οὐ γὰρ ἄδικος ὁ Θεὸς, οὔτε μὴν ἄνισον ἢ ἑτεραχθὲς τὸ ἐφ’ ἑκάστῳ τῶν ἐπὶ τῆς γῆς 36 διεξάγει κρῖμα· προεγνωκὼς δὲ ὡς Θεὸς τὰ παρ’ ἀμφοῖν ἐσόμενα καὶ τὸν ἑκάστου τρόπον, ἀγάπης ἠξίου τὸν ἀμείνω τε καὶ ἱερώτερον. καθάπερ ἀμέλει καὶ τὸν μακάριον Ἱερεμίαν
πρὶν ἐν κοιλίᾳ διαπλάσαι φησὶν ἐγνωκέναι, ἁγιάσαι τε πρὶν 37 ἐξελθεῖν ἐκ μήτρας. ἤδει γὰρ ᾔδει προφήτην ἐσόμενον καὶ ἐπιτηδείως ἔχοντα πρὸς ἀποστολὴν τὴν ἐπιοῦσαν τὸ δεῖν τῶν ἐσομένων ποιεῖσθαι τὴν προαγόρευσιν. οὕτω δὲ καὶ ἡμᾶς αὐτοὺς τοὺς ἐν πίστει δεδικαιωμένους ἡγιάσθαι φησὶν
ὁ θεσπέσιος Παῦλος “ Οὓς γὰρ προέγνω καὶ προώρισεν 38 “ ὁ Θεὸς καὶ Πατὴρ, συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ “ αὐτοῦ ” τούτους καλέσαι τε καὶ ἁγιάσαι λέγεται. οὐκοῦν κατὰ πρόγνωσιν ἠξίωτο μὲν ἀγάπης ὁ Ἰακὼβ, μεμίσηται δὲ δικαίως ὁ Ἡσαῦ.
τοὺς τρόπους, καὶ φιλόθεος Ἰακὼβ, ὁ γεμὴν ἕτερος σκληρὸς 39 καὶ δυσάντητος καὶ ἕτοιμος εἰς βεβήλωσιν. ταύτῃτοι προσνένευκα τῷ Ἰακὼβ, καὶ τὸν μὲν ἐκνεμηθέντα τῷ Ἡσαῦκατηφάνισα κλῆρον, ἔδωκά τε αὐτὸν εἰς ἐρήμωσιν. συγκεκρότηκα δὲ τῇ παρ’ ἐμαυτοῦ φειδοῖ τὸν τοῦ Ἰακὼβ, τουτέστιν 40 ὑμᾶς, ἤτοι τὴν χώραν, ἢν κατῳκήκατε. ἰστέον δὲ ὅτι διερμηνεύεται μὲν ‘Ησαῦ Δρῦς· σκληρὸς δὲ καὶ ἀκαμπὴς, καὶ τοῖς ἐκ δρυὸς ξύλοις ὀλίγα παραχωρῶν ὁ Ἡσαῦ, ἐπεμπολήσας 41 δὲ καὶ τὰ πρωτοτόκια βρώσεως ἕνεκα μιᾶς, ὠνόμασται 42 δὴ καὶ Ἐδὼμ, ὅ ἐστι γήι·νος. ταύτῃτοι καὶ Ἰδουμαίαν
κεκλῆσθαί φησι τὸ γράμμα τὸ ἱερὸν, τῶν ἐξ Ἡσαῦ γεγονότων τὴν χώραν, ἢν ἐχειρώσαντο κατὰ καιροὺς Ἰουδαῖοι, ἄβατόν τε καὶ ἀοίκητον ἀπέφηναν παντελῶς. καὶ τί ἂν βούλοιτο δηλοῦν τοῖς ἐξ Ἰσραὴλ τῆς προφητείας ὁ νοῦς ; ἐκεῖνο οἶμαί που. τὸν μὲν γὰρ Ἰακὼβ ἀγαπῆσαί φησι,
43 καὶ οὐχ ἑτέρου του χάριν, ἢ ὅτι γέγονεν ἀνὴρ “ ἄπλαστος, 44 “οἱκων οἰκίαν μεμισηκέναι ’δε ’τον ‘Ησαῦ, γέγονε 45 γήινός τε καὶ “ βέβηλος” κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. ἦν οὖν ἀναγκαῖον εἰδέναι τοὺς Ἰουδαίους, ὡς οὐκ ἃν συνέβη παθεῖν αὐτοὺς τὴν ἐρήμωσιν καὶ τὴν ἐκ τῆς
ἐνεγκούσης εἰς ἀλλοφύλους ἀποδρομὴν, εἰ μεμίμηντο τὸν Ιακώβ. ἐπειδὴ δὲ ζηλωταὶ καὶ ὁμότροποι γεγόνασι τοῦ Ησαῦ, καὶ τῆς ἐκείνου σκαιότητος ἰόντες κατ’ ἴχνος κατεφωρῶντο, λοιπὸν δέδονται τοῖς ἐχθροῖς.
46 ἐφαρμόσαι τὴν θεωρίαν, διανοείσθω σαφῶς, ὡς ὁ μὲν Ἰακὼβ διερμηνεύεται Πτερνιστής· τύπος δ' ἂν εἴη παντὸς τοῦ πτερνίζοντος ἁμαρτίαν. Ἡσαῦ δὲ, ὡς ἔφην, Δρῦς καὶ μέντοι Γήινος ὁ Ἐδώμ· τύπος δ' ἂν εἴη καὶ οὗτος παντὸς τοῦ μόνα φρονοῦντος τὰ ἐπὶ τῆς γῆς. ἀγαπᾷ τοίνυν ὁ
Θεὸς τὸν πτερνιστὴν Ἰακὼβ, μεμίσηκε δὲ τὸν Ἡσαῦ τὸν ἀκαμπῆ καὶ σκληρὸν, ἤτοι τὸν Ἐδὼμ, τουτέστι τὸν τοῖς γηίνοις προσνενευκότα, καὶ τῶν πνευματικῶν ἀγαθῶν τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα φληνάφως ἀνθῃρημένον. τῶν 47 οὕτω ζῆν εἰωθότων ἀφανιεῖ τὸν κλῆρον ὁ φιλάρετος ἡμῶν
48 Θεός. οὐ γάρ τοι βεβαία τὰ ἐπὶ τῆς γῆς, οὔτε μὴν ἀκλόνητον ἔχει τὴν στάσιν. ὅτι δὲ πεσεῖται πάντως, ὡς ἐν τύπῳ σαφηνιεῖ τῶν Ἰδουμαίων ὁ κλῆρος εἰσάπαν ἠρημωμένος. ἀλλ’ ὅ γε Θεῷ προσκείμενος, ἀσφαλῆ καὶ ἐρηρεισμένην
ἕξει τὴν ἐλπίδα, καὶ τῷ τῶν ἀγαθῶν δοτῆρι Θεῷ προσφωνήσει λέγων “ Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.”
κα ἀνοικοδομήσωμεν τὰς ἠρημωμίωας αὐτὼ τάδε λέγει 50 Κύριος παντοκράτωρ Αὐτοὶ οἰκοδομήσουσι, κὼ ἐγὼ καταστρέψω·
στρέψω· καὶ ἐπικληθήσεται αὐτοῖς δρία ἀνομίας, καὶ λαὸς ἐφ' ὃν παρατέτακται Κύριος ἕως αἰῶνος.
ὑμῶν τῶν ἐξ Ἰακὼβ ἐκπεπορθηκότων. ἐρεῖ δὲ ἴσως 51 ὁ Ἰδουμαῖος Εἰ καὶ κατέστραπται παντελῶς καὶ εἰς λῆξιν ἥκει κακῶν ἢν κατῳκήκαμεν χώραν, ἀλλ’ οὖν ἐπιστρέψαντες ἐγεροῦμεν μὲν τὰς ἠρημωμένας πόλεις τε καὶ κώμας, κατοικήσομεν δὲ αὐτὰς οἱ διασεσωσμένοι. τί οὖν πρὸς ταῦτά
φησι; Τάδε λέγει Κύριος Αὐτοὶ οἰκοδομήσουσι καὶ ἐγὼ καταστρέψω. κεκλήσεται δὲ πάντως ἡ Ἰδουμαία Ὅρια ἀνομίας· ὡς διὰ πλείστην ὅσην ἁμαρτίαν κατεστραμμένη· καὶ λαὸς 52 ἐφ’ ὃν παρατέτακται Κύριος ἕως αἰωνος.
παρὰ τοῦτόν ἐστι. προσθείην δ’ ἂν, ὅτι τῶν τὸ σαρκικὸν καὶ γήινον ἐχόντων φρόνημα· γήινος γὰρ, ὡς ἔφην, ὁ Ἰδουμαῖος διερμηνεύεται· πάντη τε καὶ πάντως ὁ κλῆρος 53 πεσεῖται, Θεοῦ καταστρεξοντος· οὐ γὰρ ἔχει τὸ βέβαιον τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, οὔτε μὴν διηνεκῆ τὴν μέθεξιν. παριππεύει γὰρ τοὺς ἔχοντας πρόσκαιρος ἐπιθυμία, 54 καὶ ἐν ἴσῳ σκιᾷ μετατάττεται, ἢ θανάτῳ σβεσθέντος τινὸς, ἤγουν ἀδοκήτου συμφορᾶς ἐπενηνεγμένης. ἀλλ’ εἰ
καί τις ἕλοιτο τῶν νοητῶν Ἰδουμαίων τὸν ἑαυτοῦ κλῆρον οἰκοδομεῖν, ἢ πλοῦτον συλλέγων τὸν ἐξ ἀδικίας, ἢ τοῖς διακένοις δοξαρίοις ἐντρυφῶν, καὶ δυναστείαις ταῖς κατὰ τὸν βίον ἐναβρύνεσθαι θέλων, αὐτὸν εὑρήσει τὸν τῶν ὅλων Θεὸν μονονουχὶ καὶ ἀνθεστηκότα καὶ μαχόμενον. ὡς γὰρ ὁ
55 θεσπέσιος γέγραφε μαθητής “ Εἴ τις θέλει εἶναι φίλος τοῦ “ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.” οὐ πεπαύσεται 56 γὰρ, ὡς ἔφην, τοῖς τὰ γήινα φρονεῖν ᾑρημένοις ἐναντιοῦ μένος, ἀλλ’ οὐδὲ τῆς πρὸς αὐτοὺς καταλήξει μάχης. μισεῖ γὰρ ἀεὶ τὸν ἀλιτήριον, καὶ ἀπόπεμπτον ποιεῖται τὸν φιλαμαρτημονα.
57 ἀρτίως, τότε δὴ πάντως ἐρεῖτε συγκαταβαίνοντες, ὅτι δεδόξασται καὶ ἐμεγαλύνθη κύριος ἐν τοῖς ὀροῖς τοῦ Ἰσραήλ. οἱ μὲν γὰρ ἐξ Ἰκαὼβ γεγονότες, τουτέστιν Ἰουδαῖοι, προσκεκρουκότες, ὡς ἔφην, διὰ πλείστην ἀσέβειαν, ἔξοικοί τε γεγόνασιν καὶ αἰχμάλωτοι καὶ ἁλώσιμοι τοῖς ἐχθροῖς. ἐπειδὴ
δὲ πεπραχότας ἀθλίως καὶ ἀποχρώντως κεκολασμένους μένους κατηλέησεν ὁ Θεὸς, ἀνεκομίσθησαν εἰς τὸ ἀπ’ ἀρχῆς, ἀνενεγπρακτέα 58 κοντῶν αὐτοῖς ἐπὶ τὸ ἄμεινον τῶν πραγμάτων. καὶ γέγονε μὲν ἐν εὐπαθείᾳ ἡ χώρα, κατῳκήκα.σι δὲ τὰς πόλεις, ἀνδείμαντο 59 τὸν ναὸν, ἀνετείχισαν τὴν Ἱερουσαλὴμ, καὶ γεγόνασι πάλιν ἐν τοῖς παρ’ ἐλπίδα καὶ κατ’ εὐχήν· ἢ δέ γε
τῶν Ἰδουμαίων ἠρήμωται χώρα, καὶ μεμένηκεν ἐν κακοῖς, οὐκ ἀνασφήλασα πρὸς τὸ ἄμεινον. οὐκοῦν δεδόξασται Θεὸς ἐν τοῖς ὁρίοις Ἰσραήλ.
δεύοιντο ἁμαρτίας, ἀλλ’ οὖν οὐκ εἰσάπαν αὐτοὺς ἀπολέσθαι συμβαίνει. κατοικτείρει δὲ Θεὸς παιδεύσας ἀρκούντως, καὶ ἀνακομίζει πάλιν πρὸς εὐθυμίαν. τοῖς ’δε γε τὸ γήινον ἀγαπῶσι φρόνημα, καὶ εἰς μόνα βλέπουσι τὰ σαρκὸς, μάχεται διηνεκῶς καὶ τῆς ἐπ’ αὐτοῖς ὀργῆς παρατενεῖ τοὺς
χρόνους· “ κληθήσεται γὰρ αὐτοῖς, φησὶν, ὅρια ἀνόμων καὶ 61 “ λαὸς ἐφ’ ὃν παρατέτακται κύριος ἕως τοῦ αἰῶνος. ”
καὶ εἰ πατὴρ ἐΓώ εἰμι, ποῦ ἕου ἡ δόξα μου ; καὶ εἰ κύριός 62 εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φοβούμενός με; λέγει Κύριος
Παντοκράτωρ.
πατρὸς ὀνομάζηται τέκνον. εἰ δὲ δή τις εἴη καὶ οἰκέτης γνήσιος, περιφανῆ που πάντως καὶ διαβόητον 63 64 τὸν οἰκεῖον εὔξεται γενέσθαι δεσπότην, οὐκ ἄσημον εἶναι καὶ πεπατημένον. μεθέξει γὰρ οὕτω καὶ αὐτὸς τῆς ἔν γε τούτοις εὐημερίας, καύχημα τε τὸ χρῆμα ποιήσεται, καὶ θυμηδίας τῆς ἀνωτάτω λογιεῖται πρόφασιν. ὑμεῖς δὲ, φησὶν, ὡς πατέρα δοξάζειν ὀφείλοντες, δεδιέναι δὲ καὶ ὡς δεσπότην,
κατ’ ἄμφω τοῦ πρέποντος οὐ μετρίως διημαρτηκότες ἁλώσεσθε, μήτε ὡς πατρὶ τὴν δόξαν, μήτε μὴν ὡς δεσπότῃ 65 τὸν φόβον ἀνάπτοντες. ποῦ γὰρ ἡ δόξα μου 5 ποῦ δὲ ὁ φόβος, εἰ μηδὲν τῶν εἰς δόξαν ὁρώντων τὴν ἐμὴν ἀνέχεσθε δρᾶν, μήτε μὴν τὸ κολάζεσθαι δεδιότες, τοῖς δεσποτικοῖς εἴκετε
66 νόμοις τι ἔφη τι τοιοῦτον καὶ διὰ φωνῆς Ἡσαΐου “ Ἄκουε “ οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν Υἱοὺς “ ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.”
“ ἐγὼ, λέγει κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω, καὶ 68 “ ὁ ἐξουθενῶν με ἐξουδενωθήσεται.” δοξασθήσεται δὲ πρὸς ἡμῶν ὡς πατὴρ ὁ τῶν ὅλων Θεὸς, οὐχὶ τὸ αὐτοῖς ἡμῖν ἡδύ τε καὶ φίλον ἀποπεραίνειν ἐσπουδακότων· ἀνατεθεικότων δὲ μᾶλλον αὐτῷ τὸν νοῦν καὶ τοῖς αὐτοῦ νεύμασιν ἑπομένων
πανταχοῦ. φοβηθησόμεθα δὲ καὶ ὡς Κῦρον, τὴν εἰς φαυλότητα ῥοπὴν ἀνακόπτοντες αἰδοῖ τοῦ προσκρούειν αὐτῷ, καὶ 69 τὸν ἐπὶ τοῦ θείου βήματος εὐνοοῦντες ἔλεγχον. “ τοὺς γὰρ “ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος “ τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος,
70 “ πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.”
ἐφαυλίσαμεν τὸ ὄνομά θοῦ ; προσάγοντες npoc τὸ θυσιασήριόν 71 μου ἄρτους ἠλισγημένους, καὶ εἴπατε ’ν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῶ, λέγει ὑμᾶς Τράπεζα Κυρίου ἐξουδενωμένη ἐστι, καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα.
νόμος ἐπιφωνεῖ τό “ Εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ.” 72 ἕψεται γὰρ ὡς ἐπίπαν ταῖς τῶν ἡγουμένων ἐπιεικείαις ἡ ὑπὸ χεῖρα πληθὺς, ἀδικεῖται δὲ οὐ μετρίως, ὅταν ἴδῃ κατημεληκότας τῆς πρὸς Θεὸν αἰδοῦς. συγκαθίσταται γὰρ εὐθὺς καὶ συναρρωστεῖ τὸ ῥᾴθυμον εἰς εὐλάβειαν καὶ τῇ τῶν
καθηγητῶν ὑπτιώσει συμπλάττεται. ὅτι ’δε ἐστιν ἀληθὴς ὁ λόγος, πιστώσεται λέγων ὁ τῶν ὅλων Θεός “ Ὅτι οἱ 73 “ ποιμένες ἠφρονεύσαντο καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν, 74 “ διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ καὶ διεσκορπίσθησαν ” οὐκοῦν ὡς ἐπίπαν οἱ τῶν θείων μυστηρίων ἱερουργοὶ πρόφασις
εὑρίσκονται τοῖς ἄλλοις εὐδοκίμου μὲν ζωῆς, εἴπερ ἕλοιντο διαβιοῦν ὀρθῶς, καὶ καθ’ ὃν προσήκει τρόπον Θεῷ τὸ σέβας ἀνάπτειν· αἰσχρῶν δὲ καὶ βδελυρῶν ἐπιτηδευμάτων, εἰ πρό γε τῶν ἄλλων οὗτοι τὰ τοιάδε τῶν κακῶν εὑρίσκοιντο κατηρρωστηκότες. ταύτῃτοι καὶ ὁ θεσπέσιος
Παῦλος τοῖς τελοῦσι διδασκαλίας ἐπεφώνει σοφῶς, ὅτι προσῆκεν αὐτοὺς τύπους γενέσθαι τοῖς ποιμνίοις. ὑμεῖς ἐστε 75 τοίνυν, φησὶν, οἱ τοῖς τῆς ἱερωσύνης αὐχήμασι διαπρέποντες, οἱ φαυλιζοντες τὸ ὄνομά μου. κἂν εἰ βούλεσθε μαθεῖν τοῦ φαυλισμοῦ τὸν τρόπον, ἀκούσεσθε διακεκραγότος Ἐν τῷ
προσφέρειν ὑμᾶς εἰς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους. εἰ δὲ δὴ λέγοιτε καὶ πρὸς τοῦτο πάλιν τίνα δὴ τρόπον ἠλισγήσαμεν αὐτούς; ἐρῶ πρὸς ὑμᾶς ὗς οἴεσθε μὲν ἴσως, 76 μᾶλλον δὲ καὶ αὐτοῖς βοᾶτε πράγμασιν, ὅτι Τράπεζα Κυρίου 77 εξουδενωμένη ἐστὶ καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα.
τὸν μεμολυσμένον καὶ ἀκάθαρτον ὀνομάζει. εἰδέναι δὲ ἀναγκαῖον, 78 καῖον, ὅτι κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν ἐπὶ ταῖς τελουμέναις θυσίαις καὶ ἄρτοι προσεκομίζοντο· πλὴν ἄζυμοί τε 79 καὶ καθαροί· μόνην δὲ τὴν τῆς αἰνέσεως θυσίαν ἐπ’ ἄρτοις 80 ζυμίταις τελεῖσθαι προστέταχε. καὶ τίς ὁ περὶ τούτων
81 μυστικὸς ἃν γένοιτο λόγος, ἀποχρώντως ἐν ἑτέροις ειρηκαμεν· ἀφηγήσομαι δὲ καὶ νῦν ἐν ἐπιδρομῇ, ὡς ἃν μὴ δοκοίην ὀκνηρὸς εἶναί τις ἔν γε τοῖς οὕτω λυσιτελεστάτοις. οὐκοῦν ὁ μὲν ἄζυμος ἄρτος σημεῖον ἃν γένοιτο ζωῆς τῆς ἀζύμου καὶ καθαρᾶς. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἐν
82 πίστει δεδικαιωμένοις ἐπιστέλλει λέγων “ Ὥστε ἑορτάζωμεν “ μὴ ἐν ζύμη παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, “ ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.” καὶ πάλιν 83 “ Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, “ καθὼς καί ἐστε ἄζυμοι.” παρεγγυᾷ δὲ Χριστὸς τοῖς ἁγίοις
84 ἀποστόλοις οὕτω λέγων “ Προσέχετε ἀπὸ τῆς ζύμης τῶν “ Φαρισαίων καὶ Σαδδουκαίων. ” οὐκοῦν καθαρᾶς καὶ ἡγιασμένης καὶ ἀζύμου ζωῆς σημεῖον ὁ ἄρτος. προσεκόμιζον τοίνυν ἀνθ’ ἑαυτῶν ὡς ἐν τύποις ἔτι καὶ σκιαῖς οἱ προσάγοντες ἄρτους τε ἀζύμους καὶ λαμβάνοντες καὶ ἄζυμα κατὰ τὸν
νόμον.
86 ταύτῃτοί φησι καὶ ὁ νόμος “ ἐπ’ ἄρτοις ζυμίταις χρῆναι 87 δρᾶν αὐτοὺς, ἄρτον ζυμίτην λέγων αἰνιγματωδῶς τὸν οὕπω κεκαθαρμένον, ὡς ἔφην, διὰ τοῦ ἁγίου βαπτίσματος, ἔχοντα δὲ ὥσπερ τινὰ ζύμην ἐν ἑαυτῷ τὰ τῆς ἀρχαίας φαυλότητος
λείψανα.
ἐκκλησίαις· εἰδέναι τε, ὅτι ἡ μὲν ἀκριβὴς ἐπιτήρησις εὐφρανεῖ Θεὸν, καταλυπήσει δὲ λίαν τὸ ῥᾳθυμεῖν ἑλέσθαι καὶ ἀμελεῖν τῶν οὕτω σεπτῶν· ὅτι γὰρ οὐκ ἀζήμιον τοῖς ὑπτιουμένοις τὸ πρᾶγμα, πῶς οὐκ ἀταλαίπωρον ἰδεῖν, ἀκουόντων ἐκείνων Υμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου ; φαύλισμα γὰρ 89
ὥσπερ εἰς Θεὸν τῶν ἱερέων τὸ ῥᾴθυμον, καὶ εἰς τὴν αὐτῷ πρέπουσάν τε καὶ ὀφειλομένην δόξαν ἀναφέρεται τὸ πλημμέλημα.
προσαγάγητε χωλὸν ἢ ἄῤῥωστον, οὐ κακόν; προσάγαγε δὴ
αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεταί σε, εἰ λήψεται πρόσωπόν σου, λέΓε Κύριος Παντοκράτωρ.
χύδην καὶ ἀδιακρίτως, καὶ τῆς μὲν προσηκούσης τῷ Θεῷ δόξης ὀλίγος ἦν παντελῶς ὁ λόγος· φροντὶς δὲ λίαν ἐσπουκαὶ 91 δασμένη, τὸ πλεῖστά τε ὅσα συναγείρειν θύματα, καὶ κρεῶν ἀφθονίαν οἴκοι τε ἔχειν καὶ ἐν αὐτῇ που τάχα τῇ ἁγίᾳ σκηνῇ. ἆρ’ οὖν, ὦ τοῦ νόμου φύλακες, εἰ προσάγει τις 92 τυφλὸν εἰς θυσίαν, οὐ κακὸν τὸ θῦμα ; εἰ δὲ δὴ καὶ χωλὸν ἢ ἄῤῥωστον, τὸν τῆς ἐμπηρίας διαφεύξεται μῶμον ; οὐ γὰρ δὴ
καὶ τὰ τοιάδε λογιεῖσθε κακὰ καὶ πρὸς θυσίαν οὐκ ἐπιτήδεια ; ἀλλ’ εἴπερ οἴεσθε κατὰ σφᾶς οὐχ ὧδε ἔχειν, ἀποφερέτω τις αὐτὰ ξένιον καὶ ἐν δώρου τάξει τῶν καθηγητῶν ἑνί. ἁλλ’ οὐκ ἃν προσδέξαιτο φησὶν, οὐδ’ ἃν τὸ τοῦ πρόσ’ κομίζοντος πρόσωπον αἰδεσθεὶς, οἰστὸν τὸ χρῆμα ποιήσαιτο, χαλεπανεῖ
δὲ λίαν ὡς ὑβρισμένος.
δεύτερα ζητοῦμεν οἱ τάλανες, οὐκ ἐννοοῦντες, ὅτι τὴν Καΐν 94 θυσίαν οὐκ ἐποιεῖτο δεκτὴν, ὅτι προσεκόμιζε μὲν ὀρθῶς, διεῖλε δὲ οὐκ ὀρθῶς, ἑαυτῷ μὲν τὰ πρῶτα καὶ ἐξαίρετα τετηρηκὼς, τιμᾶν δὲ νομίσας τοῖς δευτέροις Θεόν. ἀλλ’ οὐ προσέσχεν αὐτοῦ ταῖς θυσίαις ὁ τῶν ὅλων Θεός. οὐ γὰρ
λογιεῖται τιμὴν τῶν προσφερόντων τὸ ῥᾴθυμον.
ἐν ἀγαθοεργίαις· τοῦ γεμὴν ἀῤῥώστου τοὺς μὴ λίαν εὐσθενῶς, ἐκλύτως δὲ ὥσπερ καὶ κατημελημένως τὴν ὑπὸ Θεοῦ πληροῦντας δοῦλε ίαν. ἔφη δέ που καὶ διὰ φωνῆς 96 προφήτου ἑ οὐαὶ οἱ ποιοῦντες τὸ ἔργον κυρίου ἀμελῶς. 97 χρὴ τοιγαροῦν ἡμᾶς πεφωτισμένον μὲν ἔχειν τὸν νοῦν,
98 ὀρθοποδοῦντα δὲ καὶ ἰσχύοντα. τότε γὰρ ἐσόμεθα δεκτοὶ τῷ Κυρίῳ καὶ ἱεροὶ παρὰ τῷ φιλανθρώπῳ Θεῷ.
Παντοκράτωρ, καὶ δεήθητε αὐτοῦ· ἐν χερσὶν ὑμῶ γέγονε
ταῦτα· ei λήψομαι ἕε ὑμῶν πρόσωπα ὑμῶ, λέγει Κύριος Παντοκράτωρ.
ἀνορθῶν τοὺς κατεῤῥαγμένους, μένους, καὶ ἰώμενος τὸ συντετριμμένον, καὶ ἐπιστρέφων τὸ πεπλανημένον. λέγων δὲ τό Εξιλασκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ἥμων, ὑπεμφήνειεν ἀν’, καὶ μάλα εἰκότως, ὡς ἀποστρέφεται Θεὸς τοὺς προσκρούειν αὐτῷ μὴ παραιτουμένους, καὶ ὅτι τῶν μὴ ζητούντων τὴν
δόξαν αὐτοῦ τοὺς ἰδίους ὥσπερ ὀφθαλμοὺς ἀποφέρει, μήτε φειδοῦς, ἢ ἀγάπης, μήτε μὴν ἐποπτείας ἀξιῶν. “Ὀφθαλμοὶ 101 “ γὰρ κυρίου ἐπὶ δικαίους,” κατὰ τὸ γεγραμμένον. ἔφη δὲ καὶ πρός τινας τῶν ἀλιτηρίων διὰ φωνῆς Ἠσαίου “ Ὅταν 102 “ τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς
“ μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσα- “ κούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.
ορίζει γὰρ τῶν ἱερουργῶν τὸ πλημμέλημα, καὶ ἀναιρεῖ τὴν 103 ἄρνησιν. οὐ γὰρ ἃν ψευδοεπήσῃ λέγων Ἐν χερσὶν ὑμῶν 104 γέγονε ταῦτα. μονονουχὶ γάρ φησιν οὐχ ἐτέρων ἡμαρτηκότων ὑμεῖς σεσιγήκατε, ἀλλ’ οἷον αὐτόχειρες ὑμεῖς αὐτοὶ καὶ αἴτιοι γεγόνατε τῶν εἰς ἐμὲ δεδυσσεβημένων, καὶ τῆς ὑμῶν ῥᾳθυμίας εἶεν ἂν τὰ ἐγκλήματα μεσολαβοῦντος οὐδενός. πλὴν εἰ καί τινες ἐκδεδίασι τυχὸν τὸ ποιεῖσθαι πρὸς ὑμᾶς τοὺς περὶ
τούτων ἐλέγχους, ἀλλ’ οὖν οὐκ ἔσομαι καὶ αὐτὸς ἐγὼ καθὰ 105 καὶ εἷς ἐξ ὑμῶν, οὐδ’ ἃν λάβοιμι πρόσωπον τῶν ἠσεβηκότων. 106 ὅμοιον τούτῳ καὶ τὸ διὰ φωνῆς τοῦ Δαυείδ “ Ὑπελαβες “ ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος. ἐλέγξω σε, καὶ παραστήσω “ κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.” οὐ γὰρ οἶδε
πρόσωπον ὁ κριτής· ἀλλ’ ἔστιν εὐθὴς καὶ ἀδέκαστος ὡς Θεός.
προαγορεύσει τέως προαναφαίνει τὸ κάλλος· ὡς γὰρ τῆς ἐν νόμῳ σκιᾶς ὅσον οὐδέπω πεπαυσομένης καὶ τῆς ἀρχαίας ἐκείνης ἱερωσύνης, μελλόντων τε ἀναδείκνυσθαι κατὰ καιροὺς τῶν τῆς ἀληθείας ἱερουργῶν, οἳ καὶ τῆς ἐν πνεύματι λατρείας ἔσονται λειτουργοὶ, ζητήσουσί τε καὶ μάλα γοργῶς τὴν τοῦ
Θεοῦ δόξαν, συγκλεισθήσεσθαι τὰς θύρας φησὶν ἐπ’ αὐτοὺς, 108 ἢ εὐωδίας οὐκ ἐσομένης τοῖς κατὰ νόμον ἱερατεύουσιν· “ Ἐὰν 109 “ γὰρ κλείση κατὰ ἀνθρώπου, φησὶν, τίς ἀνοίξει ” ἤγουν, τῆς ἀληθεστέρας ἀναδειχθείσης σκηνῆς, τουτέστι τῆς Ἐκκλησίας, οὐκ εἰσελάσουσιν ἐν αὐτῇ τινες τὴν κατὰ νόμον
ἱερωσύνην τηροῦντες ἔτι, ἐκκλειόμενοι δὲ ὥσπερ διὰ τῆς ἀπιστίας, ἔξω τε μενοῦσι καὶ τῶν ἁγίων οὐχ ἅψονται. ὅτι 110 γὰρ ἐκπεπτώκασι τῆς ἱερουργίας, σαφὲς ἂν γένοιτο τοῦ Θεοῦ λέγοντος διὰ φωνῆς Ὠσηέ “Διότι ἡμέρας πολλὰς καθί- 111 “ σονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ἄρχοντος, “ οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας,
“ οὔτε δήλων.” οὐκοῦν τῆς ἐν νόμῳ λατρείας τὴν οἱονεὶ κατάλειψιν, καὶ τῆς κατ’ αὐτὸν ἱερωσύνης τὸν συγκλεισμὸν, 112 κατασημήνειεν ἂν, ὥς γε μοι δοκεῖ, τὸ δεῖν ἐπ’ αὐτοῖς συγκλεισθήσεσθαι τὰς θύρας εἰπεῖν, οὐ προσιεμένης ὥσπερ αὐτοὺς τῆς Ἐκκλησίας· οὐ γὰρ τοῦ μηλοσφαγεῖν ἔτι
καιρὸς, ἀλλ’ ἤδη ταῖς ἀναιμάκτοις τιμᾶται θυσίαις ὁ τῶν ὅλων Θεός.
καὶ εἰς τὸ πῦρ ἐνιέναι τῷ θυσιαστηρίῳ, οὐχ ἵνα τὴν τοῦ 113 κεκληκότος αὐτοὺς παραλύσωσι δόξαν, ἀλλ’ ἵνα τιμῷεν τοῖς καθήκουσι τρόποις, καὶ τὰ τῆς ἱερωσύνης ἔχοιεν γέρα. οἱ δὲ δὴ τῶν οὕτω σεπτῶν οὐ πεφροντικότες σπουδασμάτων, μήτε μὴν αἰδοῖ τῆς ἱερουργίας προσκρούειν Θεῷ παραιτούμενοι,
δικαίως ἂν ἤδη κολάζοιντο. ἔγκλημα γὰρ οὐ μικρὸν εἴη ἂν, καὶ μάλα εἰκότως, τὸ ποιεῖσθαι παρ’ οὐδὲν τῶν παρὰ Θεοῦ δεδωρημένων τὴν μέθεξιν, ἀποσείεσθαί τε καὶ λίαν ἀβούλως τὰς παρὰ Θεοῦ τιμάς. καὶ γοῦν ὠνόμασται γήινός τε καὶ 114 βέβηλος ὁ Ἡσαῦ, ὅτι “ βρώσεως μιᾶς προὔδωκε τὰ πρωτο- 115
“ τόκια αὐτοῦ.” οὐκοῦν ὅταν λέγη Οὐκ ἀνάψετε τὸ θυσταστήρίον μου δωρεὰν, βούλεται δηλοῦν, ὡς οὐκ ἀγέραστον μὲν ἡ ἱερωσύνη· πλὴν οὐδὲ ἔξω δίκης, εἰ μὴ προσφέροιτό τις αὐτὴ, καθ’ ὃν ἂν προσήκοι τρόπον τε καὶ λόγον.
τὴν δουλείαν, ἤγουν τὴν ἱερωσύνην, προσαγόντων ὑμῖν τῶν λαῶν δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια.
Θυσίαν οὐ προσδέξομαι ἐκ τῶι χειρῶν ὑμῶν. Μου ἀπό ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ἄονμά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, κω ἑ παντί τόπω Θυμίαμα προσάγεται τῷ ἀνόματί μου καὶ Θύμα καΘαρά· διότι μέτα τό ὄνομά μου ἑ τοῖς ἔθνεστ, λέγε Κύριος Παντοκράτωρ.
ἐναργὲς καὶ δι’ ἑτέρων προφητῶν ἐποιεῖτο λέγων διὰ μὲν 120 φωνῆς Ἡσαΐου “Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ “ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, “ οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησε ταῦτα 121 “ ἐκ τῶν χειρῶν ὑμῶν ; πατεῖν τὴν αὐλήν μου οὐ προσθή-
122 “ σεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέ- “ λυγμά μοι ἐστί·” διὰ ’δε γε τῆς Ἱερεμίου φωνῆς “ Συνα- 123 “γάγετε τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν “ καὶ φάγετε τὰ κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας
“ ὑμῶν περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἐν ᾗ ἡμέρᾳ ἀνή- “ γαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.” ὑποτύπωσις γὰρ ὥσπερ καὶ προαναφώνησις τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ λατρείας 124 ὁ νόμος ἦν, καὶ “ δικαιώματα σαρκὸς,” ὡς ὁ θεσπέσιος 125 γράφει Παῦλος, “ μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.” ὁ
δε γε τῆς ἐπανορθώσεως καιρὸς εἴη ἂν οὐχ ἕτερος οἶμαί τις παρὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίαν. ὅτι καὶ ἡ πρώτη μὲν διαθήκη διὰ τὸ τὸ ἄμεμπτον οὐκ ἔχειν, ἀφανισθῆναι 126 λέγεται· ἐπαλαιώθη γὰρ· τῆς γεμὴν νέας καὶ δευτέρας ἐζητήθη τόπος, ἢ καὶ παντὸς ἐπέκεινα μώμου τε καὶ αἰτίας
ἐστί. λελάληται γὰρ δι’ αὐτοῦ τοῦ τίου, ὃς καὶ Μεγάλης 127 βουλης ἄγγελος ὠνόμασται. τοιγάρτοι καὶ ἔφασκεν “ Ἀπ “ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ’ ὁ πέμψας με Πατῆρ, αὐτός μοι “ ἐντολὴν ἔδωκε, τί εἴπω καὶ τί λαλήσω.”
ὡς ἀνεθέλητοί τε εἰσὶν αὐτῷ, μᾶλλον δὲ ὡς ἐν αὐτοῖς οὐκ ἔχει θέλημα ἐν σκιαῖς καὶ τύποις πληροῦσι τὰς θυσίας, καὶ ὡς οὐκ ἂν προσδέξαιτο τὰ παρ’ αὐτῶν ἱερουργοῦ μένα. προαγορεύει δὲ ὅτι καὶ μέγα καὶ ἐπιφανὲς ἔσται τὸ ὄνομα αὐτοῦ παρὰ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν, καὶ ἐν παντὶ
τόπῳ τε καὶ ἔθνει θυσίαι καθαραὶ καὶ ἀναίμακτοι προσκομισθήσονται 128 τῷ ὀνόματι αὐτοῦ, κατασμικρυνόντων αὐτὸν οὐκέτι τῶν ἱερουργῶν, οὔτε μὴν ῥᾳθύμως προσκομιζόντων αὐτῷ τὰς πνευματικὰς λατρείας· ἀλλ’ ἐν σπουδῇ κοὶ ἐπιεικείᾳ καὶ ἁγιασμῷ τὰς τῶν νοητῶν θυμιαμάτων εὐωδίας 129 ἀνακομίζειν ἐσπουδακότων, τουτέστι, πίστιν, ἐλπίδα, ἀγάπην, καὶ τὰ ἐξ ἔν ἀγαθῶν αὐχήματα, προτεταγμένης δηλονότι τῆς Χριστοῦ θυσίας τῆς οὐρανίου καὶ ζωοποιοῦ, δι’ ἧς 130 κατήργηται θάνατος, καὶ ἡ φθαρτὴ δὴ αὕτη καὶ ἀπὸ γῆς σὰρξ ἀμφιέννυται τὴν ἀφθαρσίαν.
καθίστησιν ἐναργές. παρ’ ἐκείνοις μὲν γὰρ αἵ τε θυσίαι 131 καθαραὶ, καὶ εὐῶδες τὸ θυμίαμα, καὶ μέγα τὸ ὄνομα ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· παρ’ ὑμῖν δὲ, φησὶν, οὐκ ἐν δόξη μεγάλη καὶ τῇ πρεπούσῃ Θεῷ τὸ θυσιαστήριον. βεβηλοῦτε γὰρ αὐτὸ, λέγοντες Τράπεαζ Κυρίου ἠλισγημένη
ἔστιν, ἐξουδενωμένα δὲ καὶ τὰ ἐπ’ αὐτῆς. καὶ εἰκὸς μὲν μὴ τοιούτοις ῥήμασι κεχρῆσθαι τοὺς ἱερέας, αὐτοῖς γεμὴν πράγμασι 132 τοῦτο βοᾶν, καθάπερ ἀμέλει καὶ “ Ὁ ἄφρων φησὶν “ ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἐστι Θεός.” δι’ ὧν γὰρ ὁρᾶται 133 καταφρονῶν, κἂν εἰ μὴ λέγοι φωναῖς, ἀλλ’ οὖν ἔργοις αὐτοῖς
καὶ τῇ τοῦ βίου σκαιότητι μονονουχὶ διακέκραγε τό οὐκ ἔστι Θεός. οἱ γὰρ οὕτω ζῆν εἰωθότες ὡς μὴ ἐφορῶντος Θεοῦ, πάντα τε δρᾶν ἀπεριμερίμνως, καὶ ἐκτόπως ἀνοσιουργεῖν, ἔργοις αὐτοῖς καὶ πράγμασιν ἀρνοῦνται Θεόν. κατὰ τοῦτον δὴ οὖν τὸν τρόπον, οἱ μὴ ἀποσώζειν ἐσπουδακότες
τῷ ἁγίῳ θυσιαστηρίῳ τὸ ὅτι μέλιστα πρέπον τε αὐτῷ καὶ 134 ὀφειλόμενον σέβας, δι’ αὐτῶν ὧν πράττουσι λέγουσι Τράπεζα 135 κυρίου ἠλισγημένη ἐστί.
“Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι 136 ἐκ τῶν χείρων ὑμῶν. πάνδεινον ’δε ὅτι τὸ προσκρούειν Θεῷ, πῶς ἂν ἐνδοιάσειε τις, εἴπερ ἐστὶν ἐν καλῷ καὶ νοῦ καὶ φρενός;
λέγει Κὐριος Παντοκράτωρ. καὶ εἰσφέρετε τὰ ἁρπάγματα 137 καὶ τὰ χωλὰ κὼ τὰ ἐνοχλούμενα· καὶ προσεφέρετε αὐτὰ θυσίαν, εἰ προσδέξομαι αὐτὰ ἐκ τῶ χειρῶ ὑμῶ, λέγει Κύριος Παντοκράτωρ.
σκοπεῖν ἑλομένους τὰ προσαγόμενα τῶν θυμάτων, προσδεχομένους δὲ μᾶλλον ῥᾳθύμως τε καὶ ἀβασανίστως χωλὰ καὶ τυφλὰ καὶ ἄρρωστα, καίτοι τοῦ νόμου σαφῶς τὰ ἔμπηρα τῶν θυμάτων ἀπόβλητα δεῖν ποιεῖσθαι προστεταχότος. εἰ 138 δὲ δήπου τις τῶν ἱερέων ἀπεσόβει, τοῦ νόμου ἀντεχόμενος,
τὸν προσάγοντα εἰς θυσίαν τὸ ἀχρεῖον, ἐπέμενον οἱ προσάγοντες, ἄνω τε καὶ κάτω τὴν αἰχμαλωσίαν προτείνοντες, δι·ι·σχυριζόμενοί τε, καὶ μάλα νεανικῶς, φαῦλα μὲν οὐκ εἶναι, κακοπαθῆσαι δὲ μᾶλλον κατὰ τὴν ὁδὸν, ὑπονοστούντων αὐτῶν ἐκ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν. προσεκόμιζον δὲ
τὰ ἀρπάγματα καὶ τὰ χωλεύοντα καὶ ἐνοχλούμενα. θῆρες μὲν γὰρ ἐπιόντες ἔσθ’ ὅτε κατασίνονται ταῖς ἀγέλαις, κἂν 139 140 εἴ τι τυχὸν ἁρπάσειαν, εἶτα δραμὼν ὁ ποιμὴν ἐκσπάσῃ τῶν ὀδόντων τὸ ἡρπασμένον· ἢ καταπτοήσας κυνῶν ὑλακαῖς, ἢ καλαύροπα βαλών· τοῦτο οἶμαι τὸ ἅρπαγμα. ταῦτα προσῆγον ὁμοῦ τοῖς τοὺς πόδας λελωβημένοις, καὶ οὐκ ἔτι συγκατανέμεσθαι τοῖς ἄλλοις δεδυνημένοις· προσῆγον δὲ καὶ
τὰ ἐνοχλούμενα, τουτέστι τὰ θανατῶντα λοιπὸν, ὑβρίζοντες μᾶλλον ἢ τιμῶντες τὸν τῶν ὅλων Θεόν. ἀλλ’ ἐξεφύσησα 141 φησιν αὐτὰ λέγει Κύριος Παντοκράτωρ. καὶ ἐπειδὴ θύειν ἀνοσίως ἐγνώκατε, οὐκ ἂν ὅλως, φησὶ, παραδεξαίμην τὰ ἐξ ὑμῶν, οὐδ’ ἂν λογισαίμην εἰς ὀσμὴν εὐωδίας τὰς οὕτως
ἐκνόμους καὶ ἀκαθάρτους προσαγωγάς.
Θεῷ· μεμνήμεθα γὰρ τοῦ μακαρίου Παύλου γεγραφότος 143 ὡδί “Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν·’ πολυπραγμονείτω τὰ καθ’ ἑαυτὸν, καὶ οἱονεί τις ἀκριβὴς μωμοσκόπος τῆς ἑαυτοῦ γενέσθω ψυχῆς. ὁράτω μὴ ἄρα πὼς
ἐστι τυφλὸς, τουτέστι, τῆς ἀληθείας τὸ φῶς οὐκ ἔχων εἰς νοῦν· μὴ σκάζων τὸν πόδα τῷ μὴ ὀρθοποδεῖν δύνασθαι 144 πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν· μὴ ἔχων ἁρπάγματά τε καὶ 145 ἄρρωστα. χρὴ γὰρ ἡμᾶς μὴ ἀεὶ ὑπνοῦν, “ὅτι ὁ ἀντίδικος ἡμῶν διάβολος ὡς λέων περιέρχεται, ζητῶν τίνα καταπίῃ.”
ὅταν τοίνυν ἄυπνοί τε καὶ ἐγρηγορότες εὑρισκώμεθα, παραθεῖ τὸ θηρίον. εἰ δὲ δὴ νυστάζοντας ἴδοι καὶ κατημέληκοτᾷς, ἁρπαγμα ποιεῖται, καὶ ἀρρώστους ἀποτελεῖ, τουτέστιν τεθνη- 146 κότας, καὶ ἀδρανῶς ἔχοντας κομιδῇ περὶ τὸ δύνασθαι κατορθοῦν ἀρετήν. ἔστω δὲ δὴ καὶ τοῦ διενοχλεῖσθαι μακρὰν, τουτέστι, μικροψυχίας ἀμείνων καὶ διαπρέπων ἐν ὑπομονῇ. ὥσπερ γὰρ ἀποφέρει πρὸς ζωὴν τῆς ὑπομονῆς ὁ τρόπος, 147
οὕτω καὶ εἰς θάνατον μικροψυχία. νοῦ γὰρ ἀσθένειαν καὶ καρδίας πάρεσιν τὸ χρῆμά φαμεν. τοιγάρτοι καὶ ὁ μακάριος προφήτης Ἠσαίας τῶν τοιούτων ἡμᾶς ἀπαλλάττεσθαι παθῶν συμβουλεύει λέγων Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα 148 παραλελυμένα, παρακαλέσατε οἱ ὀλιγόψυχοι τῆ διανοίᾳ,
“ἰσχύσατε, μὴ φοβεῖσθε. ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος 149 “μετὰ ἐσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ Κυρείας.”
ποιμνιῳ αὐτοῦ ἄρσεν, καὶ εὐχὴ αὐτοῦ ἐπ’ αὐτῷ, καὶ θύει διεφθαρμένα τῶ̣ Κυρίῳ· διότι βασιλεὺς μέγας ἐΓώ εἰμι, λέγει
Κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς εθνεσι.
τοῦτο προσκομίζει Θεῷ, συλλέγει δὲ μᾶλλον ἃ μηδενὸς ἄξια γένοιτ’ ἂν ὅλως· ὕβρις γὰρ τὸ χρῆμα καὶ ἕτερον οὐδέν. οὐ γὰρ δὴ κατά τινας τῶν σκότῳ προσκαθημένων καὶ πλάναις καὶ βεβήλοις εἰδωλολατρείας, λίθοις καὶ ξύλοις δεδουλεύκαμεν· τῶ Θεῷ δὲ μᾶλλον τῷ παντοκράτορι, καὶ
τῷ τῶν ὅλων γενεσιουργῷ, ὃν τρέμουσι μὲν οὐρανοὶ, καταπερὶ 152 153 πέφρικε δὲ καὶ ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ. ἐπιμαρτυρεῖ δὲ πάλιν τοῖς ἐξ ἐθνῶν τὸ λίαν ἐπιεικὲς, ἐπιφανὲς εἶναι λέγων τὸ τῆς θεότητος ὄνομα παρ’ αὐτοῖς, σεπτόν τε καὶ ἀξιάγαστον· διακεισόμεθα γὰρ οὐχ ἑτέρως ἡμεῖς, ἢ κατὰ τοῦτον τὸν τρόπον.
καθάπερ ἔφην ἀρτίως, τὸ ἄμωμόν τε καὶ ἄρσεν. σημειωτέον δὲ, ὅτι τὸ ἄρσεν εἰς θυσίαν αἰτεῖ, καίτοι τοῦ νόμου προστεταχότος καταθύειν Θεῷ καὶ θήλεα. φαμὲν οὖν, ὅτι αἱ κατ’ εὐχὴν θυσίαι, τουτέστι τὰ ἑκούσια, τὸ ἄμωμόν τε καὶ ἄρσεν 156 ἐδέχοντο θῦμα, καὶ ἦν ὁ τύπος εἰς τὸν προσάγοντα, μονονουχι &c. παρεγγυῶντος του νόμου, ὅτι χρὴ τοὺς εἰς εὐωδίας ἀναβαίνειν ἐθέλοντας τῷ Θεῷ, ἀνδρείους τε εἶναι καὶ 157 παθῶν ἀμείνους καὶ μώμου παντὸς ἀπωτάτω. αἱ ’δε γε ὑπὲρ 158 ἁμαρτιῶν προσαγόμεναι θυσίαι, τὸ θῆλυ πάντως ἐδέχοντο ἀπὸ τῶν ἀμνῶν, καὶ ἀπὸ τῶν ἐρίφων. αἴνιγμα δὲ καὶ τοῦτο
τῆς τῶν προσαγόντων ἀσθενείας ἦν. ἄναλκι γὰρ τὸ θῆλυ, καὶ τῶν ἀρσένων ὡς ἐν ἰσχύι· δεύτερον. ἁμαρτία δὲ πᾶσα δρῷτο ἂν ἠσθενηκότος τοῦ νοῦ, καὶ οὔτι που μᾶλλον τὴν πνευματικὴν σώζοντος εὐρωστίαν.
καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξα τῷ ὀνόματί μου, λέγει Κύριος Παντοκράτωρ, καὶ ἐξαποστελῶ ἐφ’ ὑμᾶς τὴν κατάραν, καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν, καὶ καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν 161 ὑμῶν, κοὶ οὐκ ἔσται ἐν ὑμῖν, ὁτι ὑμεῖς οὐ τίθεσθε εῖς τάς καρδιας μυων.
τοὺς ἡμαρτηκότας. τουτὶ γὰρ οἶμαι δηλοῦν λέγοντα χρηστῶς τό Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς τοὺς ἱερεῖς. ἀπειλεῖ δὲ λοιπὸν, ὡς εἰ μὴ ἕλοιντο ποιεῖν ἃ χρὴ ποιοῦντας ὁρᾶσθαι, καὶ εἰς νοῦν ἔσω τίθεσθαι καὶ καρδίαν τῶν θείων χρησμῳδημάτων τὴν αἴσθησιν, ἔσοιντό τε ἑαυτῶν ἀμείνους ἢ πάλαι, καὶ 163
τὴν τοῦ Θεοῦ δόξαν ἐπιζητήσειαν, μὴ κατ’ ἃς κατασμικρύνοντες ἔτι τὸ θυσιαστήριον, μήτε μὴν ἁπλῶς ἢ ἀβασανίστως τελοῦντες τὰ νενομισμένα, πάντη τε καὶ πάντως καταράτους ἀποφανεῖ καὶ ὑπὸ θείαν ὄντας ὀργήν. οἶμαι δὲ ἔγωγε δηλοῦν τό Ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ διασκεδέαω αὐτὴν, ἐκεῖνο
τάχα που. Θεοῦ μὲν γὰρ κατανεύοντος τὴν εὐημερίαν τισὶν, εὐφορήσει τὰ ἐν ἀγροῖς, εὔκαρπά τε ἔσονται καὶ ἐν εὐθηνίᾳ, καὶ εἰς πληθὺν ἀμέτρητον ἐπιδώσει τὰ θρέμματα, καὶ φθορᾶς 164 ἔσονται τῆς τῶν σωμάτων ἀμείνους αὐτοί. ἀφιστάντος δὲ τὴν εὐλογίαν αὐτοῦ, πρὸς πᾶν τοὐναντίον μεταχωρήσει τὰ
πράγματα, καὶ ἀπέσται μὲν πάντως τὸ εὐημερεῖν, κατακρατήσει δὲ μᾶλλον τὰ ἐφ’ οἷς εἰκότως ἂν καταλγύνοιτό τις.
αὐτῷ πρὸς τὸ μηδὲν τὰ εἰς νοῦν ἀγαθὰ, ἕξει τε καρπὸν οὐδένα τῆς φιλοθέου ζωῆς· ἁλλ’ ἔσται μὲν εὐλογίας τῆς ἄνωθεν καὶ 165 παρὰ Θεοῦ τητώμενος· παραπεσεῖται δὲ ταῖς ἀραῖς καὶ ταῖς ἐκ τούτου ποιναῖς. ζητητέον δὴ οὖν τὴν τοῦ Θεοῦ δόσιν· καὶ 166 τίνα δὴ τρόπον τοῦτο κατορθώσομεν, αὐτὸς ἡμᾶς ὁ Σωτῆρ’ 167 ἐδίδαξεν εἰπών Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι “τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.’ τότε καὶ τὴν εὐλογίαν ἀποληψόμεθα καὶ ἀκράδαντον τὴν εὐθυμίαν,
168 καὶ ταῖς πνευματικαῖς εὐκαρπίαις ἐντρυφήσομεν, ἔμπλεοι τε παντὸς ἀγαθοῦ γεγονότες, τὸν ἀληθῶς ἀξιοπρεπῆ καὶ ἀξιέπαινον διαζήσομεν βίον.
εἰς τὸ αὐτό· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην, τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας, λέγει Κύριος Παντοκράτωρ.
οὕτω εὖ μάλα τὸ δηλούμενον. ὁ νόμος τοίνυν ὁ διὰ Μωυσέως ταῖς ἀνωτάτω τιμαῖς τὸν τῶν θείων θυσιαστηρίων παραστάτην καὶ ἱερουργὸν στεφανῶν, οἷον ἐν τάξει Θεοῦ 170 τέθεικεν αὐτόν. ἔφη γὰρ ὅτι κάρπωμα κυρίου ὁ κλῆρος αὐτοῦ. ἔφη ’δε που καὶ ὁ θεσπέσιος Παῦλος “βλέπετε τὸν
171 Ἰσραὴλ κατὰ σάρκα. οὐχ οἱ ἐλλίζοντες τῷ θυσιαστηρίῳ, “κοινωνοῖ τοῦ θυσιαστηρίου εἰσίν;” ἔθος γὰρ ἦν ἀπὸ 172 θύματος ἀφιεροῦσθαι τῷ Θεῷ στηθύνιον καὶ βραχίονα, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ μέντοι τὸ ἔνυστρον, τουτέστι τὴν κοιλίαν, ὑπεμφαίνοντος αἰνιγματωδῶς
τοῦ νομικοῦ γράμματος, ὅτι πάντα ἡμῶν τὰ ἐντόσθια τῶν 173 ἀνατιθέντων ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ, ἱερά τε εἶναι προσήκει καὶ ἡγιασμένα. προσκομίζονται γὰρ τὰ ἐντόσθια, τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας ἀπηλλαγμένα. 174 βραχίων γεμὴν ἰσχύος ἂν νοοῖτο σημεῖον. χρῆναι ’δε φημι
πρὸς πᾶν ἔργον ἀγαθὸν ἰσχύοντας ἡμᾶς καὶ ἀνδριζομένους ἀναμελῳδεῖν ἐκεῖνο σοφῶς τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας “Εὐλόγει ἡ ψυχή μου τὸν κύριον καὶ πάντα τὰ ἐντός μου 175 “τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.”
κατὰ τὸν νόμον ἰσχνὸς ἡμῖν ἅγαν ἐκπεποίηται λόγος ἐν ἑτέραις συγγραφαῖς· οὐκοῦν τὸ ταῦτα λέγειν ἀφέντες εἰς τὸ παρὸν, τῶν προκειμένων τὴν διασάφησιν, ὡς ἔνι, ποιεῖσθαι σπουδάσομεν. προστεταχότος τοίνυν τοῦ νόμου μωμοσκοπεῖσθαι 177 δεῖν τὰ ἱερεῖα, καὶ ἀβασάνιστον θῦμα μὴ προσκομίζεσθαι
ζεσθαιτῷ θυσιαστηρίῳ, καὶ τοῖς τεταγμένοις εἰς ἱερουργίαν τὰ ἐκ τῶν θυμάτων ἀφορίζεσθαι μερ́η, κατημέλησαν μὲν τοῦ χρῆναι μωμοσκοπεῖν, τετηρήκασι δὲ τὴν ἐντολὴν τῶν καλουμένων ἀφαιρεμάτων, οὐ τὸ τῷ Θεῷ μᾶλλον ἡδὺ τῶν ἰδίων προτάττοντες θελημάτων, κρατύνοντες τε καὶ ἐμπεδοῦν δπουδάζοντες
ὅπερ αὐτοὺς ὠφελεῖν ἐδόκει τὰ ἐκ τῶν θυσιῶν συναγείροντας κρέα. τοῦτο παράγει πρὸς ἔλεγχον, καί φησιν 178 Ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον· τὸ δὲ ἀφοριζω νῦν τέθεικεν ἀντὶ τοῦ Ἀφώρισά τε ἤδη καὶ εἰς δεῦρο βούλομαι τηρεῖσθαι τὸ ἔθος. προσέρριψα δὲ ὥσπερ, ἤτοι προσρίπτω καὶ τὸ
ἔνυστρον εἰς τὰ πρόσωπα ὑμῶν. ἐπειδὴ γὰρ αὐτοὶ ἀτιμάζουσι τὸ θυσιαστήριον, ταύτητοι Θεὸς τό Σκορπιῶ φησιν, οἷον ἀνθυβρίζων. Ὁ γὰρ ἐξουθενῶν με, φησὶ, ἐξουδενωθήσται·” 179 λήψομαι δὴ οὖν ὑμᾶς εἰς τὸ αὐτὰ, τουτέστιν, ἐν αὐτῷ δὴ 180 181 τούτῳ περιέσομαι καὶ ἀσεβοῦντας ἐλέγξω. ἀνθ’ ὅτου γὰρ δὴ τὸν μὲν ἐπὶ τοῖς ἀφαιρέμασι τοῖς ὑμῶν τετηρήκατε νόμον, καὶ τῆς δοθείσης ὑμῖν μερίδος κατ’ οὐδένα τρόπον ἀνέχεσθε καταρρᾳθυμεῖν, εἰκαῖον δὲ ὑμῖν εἶναι δοκεῖ τὸ χρῆναι μωμο- 182 σκοπεῖν, γνώσεσθε δὴ οὖν κεκλεισμένων ἐφ’ ὑμῖν τῶν θυρῶν,
τουτέστιν, ἐκκλειόμενοί τε καὶ ἐκπεμπόμενοι τῆς ἱερουργίας. ὅτι ἐγὼ δέδωκα τὴν ἐντολὴν ταύτην, ἤτοι τὴν διαθήκην, ἢν διεθέμην πρὸς τοὺς Λευίτας. τί οὖν τὸ ἐντεῦθεν; εἰδέναι προσήκει τοὺς τοῖς θείοις λειτουργοῦντας μυστηρίοις, ὅτι 183 τὸ τῷ Θεῷ δοκοῦν ἐκπράττεσθαι χρὴ, καὶ τῶν δεσποτικῶν
προσταγμάτων ῥιπτεῖσθαι κατόπιν πᾶν ὅπερ αὐτοὺς ὠφελεῖν ἑτέρως δοκεῖ. ἱεροὶ γὰρ οὕτως ἔσονται λειτουργοὶ, καὶ οὐχὶ τῶν προσκαίρων ἐρασταὶ καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι.
“καὶ δικαία καὶ ἀγαθή.” ὅταν τοίνυν δοκεῖ περὶ τοῦ Λευὶ ποιεῖσθαι τὸν λόγον, ἀναθετέον εὖ μάλα τῶν νοημάτων τὴν δύναμιν, οὐχὶ δήπου πάντως ἐκείνῳ, ὃς ἀνέφυ μὲν ἐξ Ἰακὼβ, ἐναρίθμιος δὲ τοῖς δυοκαίδεκα γέγονεν υἱοῖς· οὐ γὰρ ἱεράτευσεν ὅλως· συνήσομεν δὲ τῆς ἱερωσύνης τὸ χρῆμα, καὶ
186 αὐτὸ τοῦθ’ ὅπερ ἐστὶν ἱερουργία μονονουχὶ καὶ διαμορφούμενον ὡς ἐν προσώπῳ Λευί· ἦν τοίνυν, φησὶ, πρὸς αὐτὸν ἡ διαθήκη μου τῆς ζωῆς καὶ τῆς φήνης. λελάλητο μὲν γὰρ ὡς 187 πρὸς Μωνσέα τὸν ἱερώτατον ὁ ἐν γράμμασι νόμος, διακονηθεὶς 188 δἰ ἀγγέλων· τέθειται δὲ διὰ μεσίτου Μωυσέως τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἐπαγγελίαν ἔχων ζωῆς καὶ εἰρήνης τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς, καὶ κανόνα ποιεῖσθαι τῆς ἑαυτῶν
ζωῆς τὸ τῷ νομοθέτῃ δοκοῦν.
τύπωσιν ἐμφανῆ τῶν ἀληθεστέρων· ἡ δὲ ἀλήθεια ὁ Χριστὸς, ὅς ἐστι ζωὴ καὶ εἰρήνη, καὶ αὐτὸν ἡμῖν αἱ διὰ Μωυσέως γράφουσι σκιαί. τοιγάρτοι καὶ ἔφασκεν Ἰουδαίοις προσλαλῶν Εἰ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ· 190 “γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.” αὐτὸν ἐδήλου σφαζόμενος
ἀμνὸς ἐν μηνὶ τῷ πρώτῳ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, καὶ 191 ἀνασώζειν ἐθέλων τῷ αἵματι τοὺς χρίειν ἐθέλοντας τἃς τῶν οἶκων φλιάς· αὐτὸν ἡ δάμαλις ἡ πυρρά τε καὶ ἄμωμος, ἧς ἡ 192 σποδιὰ μεθ’ ὕδατος ἡγίαζε τοὺς κεκοινωμένους πρὸς τὴν 193 “τῆς σαρκὸς καθαρόnιτα,” καθὰ γέγραπται· αὐτὸν ὁ ἄζυμος 194
ἄρτος, αἱ τρυγόνες, οἱ νεοττοὶ τῶν περιστερῶν, καὶ απαξαπλῶς 195 ἔμπλεως ἦν ὁ νόμος τῆς ἐπὶ Χριστῷ θεωρίας. εἰκότως οὖν λέγεται Διόιθήκη ζωῆς καὶ εἰρήνης. ζωοποιηθέντες γὰρ ἐν αὐτῷ, δἰ αὐτοῦ δὴ πάλιν τὴν προσαγωγὴν ἐσχήκαμεν 196 τὴν πρὸς τὸν Θεὸν καὶ Πατερα, εἰρηνεύομέν τε πρὸς αὐτὸν
δἰ ὑπακοῆς καὶ πίστεως.
τὸ Δεσποτικὸν, αἰδῶ τε τὴν εἰς αὐτὸ ποιεῖσθαι δεῖν ἀναπείθων οὐ πάρεργον, ἁλλ’ ἐσπουδασμένην· οὗ τί ἃν γένοιτο 199 τιμαλφέστερον ; γέγραπται γὰρ, ὅτι “Ὁ φοβούμενος τὸν 200 “Κύριον, οὗτος ὑγιαίνει.” καὶ πάλιν “Φόβος κυρίου δόξα “καὶ καύχημα.” μεμαρτύρηκε τοίνυν τοῖς ὁσίως καὶ ἀληθῶς
ἱερατευκόσι τὸ βεβηκὸς εἰς ἀσφάλειαν. οὐ γὰρ ἁπλῶς πεφοβῆσθαί 201 φησιν αὐτοὺς, ἀλλ’ ἐν φόβῳ πεφοβῆσθαι, τουτέστιν ὡς ἐν ὅλῃ ψυχῇ καὶ καρδίᾳ τὸν θεῖον εἰσδέξασθαι φόβον. αἱ γὰρ ἐπιτάσεις ἐν τούτοις, καὶ ὁ τῶν λέξεων ἀναδιπλασιασμὸς τὸ ἐρηρεισμένον εἰς ἀρετὴν τῶν ἐπαινουμένων τοῖς
ἀκροωμένοις κατασημαίνουσιν.
ἀληθῆ τε καὶ ἀδιάστροφον ποιεῖσθαι φιλεῖν. ἔοικε δὲ πάλιν 204 ἀλήθειαν ὀνομάζειν ὀνόμαζε ἱν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, οὗ τὸν νόμον ἐν χείλεαι πεφορεκέναι φησὶ τοὺς βιοτεύοντας ἱεροπρεπῶς. εἰ γὰρ καὶ ἦν, ὡς ἔφην, ἐν σκιαῖς ὁ νόμος, ἁλλ’ ἦν ἐν αὐτῷ τῆς ἁληθείας ἡ μόρφωσις, καὶ τῶν εὐαγγελικῶν
θεσπισμάτων ἡ ὡς ἐν γράμμασιν ὑποτύπωσις. εὑρήσομεν γὰρ ἐν τοῖς τύποις τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν. 205 ὅτι δὲ Χριστοῦ νόμος ἦν καὶ ὁ πάλαι τοῖς ἀρχαίοις διὰ Μωυσέως κεχρησμῳδημένος, ἀναπείσει λέγων αὐτὸς ὁ Σωτῆρ’ 206 “Μη νομίσητε ὅτι ἦλθον καταλύσαι ’τον νόμον ἤ τοὺς 207 “προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. ἀμὴν
“γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα “ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἃν “πάντα γένηται.
ἐννομωτάτην ζωήν; οὕτω καὶ ὁ θεῖος ἡμῖν προσπεφώνηκε Παῦλος “Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς 209 “Θεόν.” οὕτω μὲν γὰρ τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην εἰδότες τιμῶμεν. ἀνάπτοντες δὲ τῆ κτίσει τὸ σέβας, καὶ κατακρατούσης τῶν ἡμετέρων ἐννοιῶν τῆς βεβήλου τε καὶ
ῥυπαρᾶς ἁμαρτίας, ἀνθεστήκαμεν τῷ Δεσπότῃ, καὶ οἷον ἀντανιστάμεθα πρὸς μάχην αὐτῷ, σκληρὸν αἴροντες τὸν 210 αὐχένα, καὶ τὸ ἀπειθὲς καὶ δυσήνιον μελετῶντες ἔτι. καὶ πιστώσεται λέγων τοῦ Σωτῆρος ὁ μαθητής Οὐκ οἴδατε ὅτι 211 “ἡ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστιν ; ὃς ἐὰν βου-
“λήθῃ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθί- “σταται.” ἐπιστρέψαντας δὲ πρὸς τὸν τῶν ὅλων Θεὸν διὰ τῆς πίστεως, καὶ τῆς ἁμαρτίας ἀνῃρημένης, τὸ μεσολαβοῦν οὐδὲν, οὐδ’ ἂν ἀπείρξειέ τις τῆς πρὸς αὐτὸν οἰκειότητος, 212 κολλώμεθα δὲ ὥσπερ αὐτῷ διὰ πάσης ἐπιεικείας, βαδιούμεθά 213 τε δἰ εὐθείας ὁδοῦ, καὶ τὴν καλὴν ἀληθῶς πορευσόμεθα τρίβον, ἀπευθύνοντες εἰς αὐτὴν ἑαυτούς τε καὶ ἑτέρους.
κατευθυνων ἐπορεύθη μετ’ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεφεν ἀπὸ ἀδικίας. ἰχνηλατεῖ γάρ πὼς τὸ ὑπήκοον τὰς τῶν ἡγεμόνων ἐπιεικείας, καὶ οἵπερ ἃν ἔρχοιντο δι’ εὐθείας ὁδοῦ σώζουσι 214 πολλοὺς, ἀναπείθουσί τε ῥᾳδίως τὴν ἀσελγῆ καὶ ἐπάρατον ἀφέντας ζωὴν καὶ τοὺς τῆς ἀδικίας τρόπους, ἀνθελέσθαι τε
καὶ ἀγαπᾶν τὰ ἀμείνω καὶ ἀξιάγαστα, καὶ οἷς ἃν ἕποιτο τὸ ἐπαινεῖσθαι δεῖν παρά τε Θεῷ καὶ ἀνθρώποις.
πεπόρευται δὲ, κατευθύνων ἐν εἰρήνῃ μετὰ Θεοῦ, διατρανοῖ 216 λέγων, ὡς πεφόρεκε μὲν ἐν χείλεσιν, ἤγουν ἐπὶ γλώττης, παντὸς τοῦ πρὸς ζωὴν ἀναγκαίου τὴν γνῶσιν, γέγονε δὲ 217 “παιδευτὴς ἀφρόνων, διδάσκαλός τε νηπίων,” καὶ τοῖς ἐθέλουσιν ἀναμαθεῖν τὸ τῷ νόμω δοκοῦν ἀληθής τε καὶ ἀπλανέστατος
ἐξηγητὴς, οὐχ ἑτέρωσε ποι μετατρέπων τῶν θείων 218 λογίων τὸν νοῦν, οὔτε μὴν διδάσκων διδασκαλίας, ἐντάλ- “μάτα ἀνθρώπων· ἀλλ’ οἷον ἄγγελος Θεοῦ διαλευκαίνων εὖ μάλα τοῖς ὑπὸ χεῖρα λαοῖς τὸ ἀμυδρῶς ἔσθ’ ὅτε χρησμῳ- 219 δούμενον. ἀπαγγέλλει γὰρ οὐ τὸ οἰκεῖον θέλημα, οὔτε μὴν
τοὺς ἀπὸ γνώμης ἰδίας ἐρεύγεται λόγους· ὑπηρετεῖ δὲ μᾶλλον Δεσποτικοῖς θεσπίσμασι. φαίην δ’ ἃν, ὅτι καὶ ἀληθὲς ἐν 220 τούτοις τὸ εἰρημένον ἐν βίβλῳ παροιμιῶν “Θησαυρὸς ἐπι- 221 “ θυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ “ ἄνδρες καταπίονται αὐτόν.’’ πρὸς ἐπαίνου δ’ ἂν γένοιτο τοῖς ἀπαγγέλλουσί τι παρὰ Θεοῦ, τὸ μηδὲν οἷς ἀπαγγέλλουσι
προστιθέναι πλέον, μήτε μὴν ὑφαίρεσίν τινα ποιεῖσθαι τολμᾶν. τοῦτό τοι μικροῦ παντελῶς ἀξιοῦντες λόγου, τὰ 222 τῶν Φαρισαίων ἀνόσια στίφη λήρου εἰς τοῦτο κατώλισθον ἀμαθῶς, ὡς διδάσκειν μὲν “διδασκαλίας, ἐντάλματα ἀν- 223 “θρώπων,” διὰ δέ γε τὴν σφῶν παράδοσιν τὰς θείας
ἀκυροῦν ἐντολάς. τοιαῦτα γὰρ γέγονεν αὐτοῖς παρὰ Χριστοῦ τὰ ἐγκλήματα. ἀσφαλὴς οὖν ὁ νόμος περὶ τῶν θείων λογίων· τὸ γὰρ ἐπ’ αὐτῶν οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ’ αὐτῶν οὐκ 224 ἔστιν ἀφελεῖν. φυλάξεται τοίνυν τῶν ἱερέων τὰ χείλη τὴν τοῦ νόμου γνῶσιν, καὶ αὐτὸν ἀπαγγελεῖ προστιθεὶς οὐδέν. 225
ταύτῃτοι καὶ ἄγγελος ὀνομάζεται Κυρίου πωντοκράτορος, καίτοι τὴν φύσιν ἄνθρωπος ὢν, ὅτι τὸ τῷ Θεῷ δοκοῦν ἀπαγγέλλει σαφῶς, καὶ νόμον ἔχει τῆς γλώττης τὸ κίνημα.
νόμῳ, καὶ διεφθείρατε τὴν διαθήκην τοῦ Λεθὶ, λέΓε Κύριος
Παντοκράτωρ.
οὕτω καὶ τῆς ἀρετῆς τὸ κάλλος ἐμφανεστέραν ἔχει τὴν ἔνδειαν, εἰ δὴ παρακέοιτό τις φαυλότης ἢ ἁμαρτία. οὐκοῦν 228 229 διεβίωσαν τινες μὲν ἱεροπρεπῶς, ἐν εἰρήνῃ κατευθύνοντες ἑαυτούς τε καὶ ἑτέρους, καὶ ἦσαν μετὰ Θεοῦ, καὶ πολλοὺς 230 ἐπέστρεψαν ἀπὸ ἀδικίας. πεφορέκασι γὰρ ἐν χείλεσι γνῶσιν, 231 καὶ ἀκριβεῖς γεγόνασι τῶν θείων λόγων ἑρμηνευταί. οἱ δὲ δὴ μετ’ ἐκείνους, καὶ πρὸς οὓς ὁ λόγος, ἐκκεκλίκασιν ἐκ τῆς
ὁδοῦ· παρώλισθον γὰρ τοῦ εἰκότος, σφᾶς τε αὐτοὺς καὶ ἑτέρους οὐ μετρίως ἠδίκησαν· καὶ πολλοὺς ἠσθένησαν ἐν νόμω, τουτέστιν ἀσθενεῖς καὶ ἀδρανεστάτους ἀποτετελέκασι περί γε τὸ δεῖν ἑλέσθαι βιοῦν ἐννόμως. εἰ γὰρ ἔξω τοῦ πρέποντος οἴχεται τὸ ἡγούμενον, πῶς ἦν μὴ οὐχὶ πάντη τε καὶ πάντως
συναποφοιτῆσαι τὸ ὑπήκοον, καὶ τοῖς προὔχουσι συγκατο- 232 λισθεῖν τὸ ἐν μοίρᾳ τῇ καταδεεστέρᾳ, καὶ ὡς ἐν συνέσει μειονεκτούμενον; ὥσπερ γὰρ ἔννομός τε καὶ ὅσιος ἱερεὺς μιμητὰς ἐργάσεται τῶν ἰδίων κατορθωμάτων τοὺς ὑπὸ χεῖρα λαούς· οὕτως καὶ τὸ ἐναντίον. εἰ γὰρ αὐτοὶ διεφθάρκασι τὴν
διαθήκην τοῦ Λευὶ, πῶς ἦν εἰκὸς τοὺς παρ’ αὐτῶν μεμυσταγωγημένους σεπτὸν ἡγεῖσθαι τὸν νόμον;
γὰρ τῶν ἀνιαρῶν οὐ συνέβη παθεῖν αὐτούς; ἢ ποίαις οἱ τάλανες οὐ κεκοινωνήκασι συμφοραῖς; ἀλλ’ εἰ βούλεσθε, 234 φησὶν, ἀναμαθεῖν τὰς αἰτίας τῆς ἐφ’ ὑμῖν γεγενημένης 235 ὀργῆς, ἀκούσεσθε λέγοντος Ἀνθ’ ὧν ὑμεῖς οὐκ ἐφνλάξασθε τὰς ὁδούς μου όἰλλ’ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ. τοῦτο οἶμαί ἐστι τὸ διαφθεῖραι τὴν διαθήκην τοῦ Λευὶ, τὸ μὴ τηρεῖν 236
ἑλέσθαι τῆς ἐν νόμῳ ζωῆς τὴν ὁδὸν, ἐκτοπωτάτας δὲ λίαν καὶ τὰς ἐφ’ ἑκάστῳ πράγματι ποιεῖσθαι κρίσεις, καίτοι Θεοῦ λέγοντος ἐναργῶς “Ου λήψῃ πρόσωπον ἐν κρίσει, κάτα ’τον 237 “μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς.” δι’ ὧν δέ φησιν, ὡς ταύτης ἕνεκα τῆς αἰτίας δέδονται τοῖς ἐχθροῖς καὶ γεγόνασιν 238
ἀπεῤῥιμμένοι, διὰ τούτων αὐτῶν εὐφυᾶ ποιεῖται τὴν ἀπειλὴν, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, οὐδ’ ἂν αὐτὸς ἀπόσχοιτο τοῦ κολάζειν αὐτοὺς, ἕψεται δὲ τοῖς ὑβρίζουσι τὸν νόμον ἡ τοῖς τοῦτο δρᾶν εἰωθόσι πρέπουσά τε καὶ ἁρμοδιωτάτη δίκη.
ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ του βεβηλῶσαι 239 τὴν διαθήκην τῶι πατέρων ὑμῶν ; ἐγκατελείφθη Ἰούδας, καὶ
βδἐλυγμα ἐγένετο ἐν τῶ̣ Ἰσραἠλ καὶ ἐν Ἰερουσαλήμ.
ὀλίγα τῆς νομικῆς φροντίσαντες ἐντολῆς οἱ ἐξ Ισραὴλ, ταῖς ἀλλογενέσιν συνεπλέκοντο γυναιξί. καὶ δὴ καὶ πρὸς τοῦτο αὐτοῖς ἐξιτηλίας προέβη τὸ δρώμενον, ὡς καὶ αὐτοὺς τοῖς ἄλλοις συναποφέρεσθαι τοὺς ἱερατεύσαντας, καὶ τὰς μὲν ἤδη συνῳκισμένας, αἳ καὶ ἦσαν ἐξ αἵματος Ἰσραὴλ, ἀτιμοτάτας 241
ἡγεῖσθαι, καὶ ἀποπέμπεσθαι τῶν ἑστιῶν, εἰσοικίζεσθαι δὲ 242 μᾶλλον τὰς ἀλλογενεῖς, Ἀμμανίτιδας τε καὶ Μωαβίτιδας καὶ Ἰδουμαίας. καὶ πολλή τις ἐντεῦθεν ἡ τοῦ Ἰσραὴλ βεβήλῶσις ἦν. οὐ γὰρ κατέληγον ἐκεῖναι τῶν. πατρῴων ἐθῶν, ἀλλ’ ἐλάτρευον μὲν εἰδώλοις ἔτι, προσεκύνουν δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἦν πὼς ἀνάγκη τοὺς ταῖς οὕτω
τὴν φρένα κατεφθαρμέναις παρανόμως συνῳκηκότας συγκαταμιαινεσθαι 243 καὶ προσκρούειν Θεῷ. πολὺς δὲ λίαν ἐπί γε 244 τουτοισὶ γέγονε λόγος ἐν τοῖς τοῦ Ἔσδρα βιβλίοις. καταιτιᾶται τοίνυν αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, ὡς γύναια μὲν ἀτιμάζοντας τὰ ἐξ αἵματος Ἰσραὴλ, ἤγουν τοῦ Ἰούδα, προσκειμένους
δὲ ἀνοσίως ταῖς τῶν ἀλλοφύλων θυγατράσι, καίτοι τοῦ νόμου τὴν σύνοδον ἀποφάσκοντος. ἀλλ’ οἱ τῶν οὕτω σεπτῶν οὐκ οἶδ’ ὅπως ὀλιγωρήσαντες, ἢ ταῖς τῶν γυναίων ὥραις πρὸς ἀσελγεῖς ἡδονὰς συνηρπάζοντο, ἢ τάχα που ταῖς ἐκ τῶν ἀλλοφύλων φιλίαις ὑπερέχειν ἤθελον, ἵνα μὴ μάχοιντο
245 πρὸς αὐτοὺς ὡς ἤδη γνωρίμους, καὶ τὴν ἐκ γάμων ἔχοντας ἀγχιστείαν. τοῦτο δὲ ἦν ἕτερον οὐδὲν ἢ ταῖς ὀλιγοπιστίαις καθυβρίσαι Θεὸν, ὡς τῆς ἐκείνων χειρὸς ἐξελέσθαι μὴ δυνάμενον, ἤγουν ἀποφῆναι κρείττονας τῆς ἐξ ἀλλοφύλων πλεονεξίας. ἐλύπει δὴ οὖν κατὰ πάντα τρόπον τὸ χρῆμα Θεόν.
καὶ ὁμοψνχίαν τοῖς τῆς ἀγάπης θεσμοῖς. εἰ μὲν γὰρ ἦσαν δύο θεοὶ καὶ κύριοι, ἢ καὶ πλείους ἔτι, τὸ ἀπεικὸς οὐδὲν ταῖς τῶν ποιησάντων γνώμαις συγκαταβιάζεσθαι τὰ ποιήματα, καὶ τὴν πρὸς ἄλληλα στάσιν εὐαρμόστως εἰσδέχεσθαι, 247 κατά γε τὸ τοῖς κρατοῦσι δοκοῦν. ἐπειδὴ δὲ εῖς ἐστιν ὁ διὰ 248 πάντων, καὶ ἐν πᾶσι, καὶ ἐπὶ πάντων Θεὸς, ποία τίς ἃν γένοιτο τῆς διχονοίας πρόφασις; καὶ ἐπειδὴ πρὸς τούτῳ 249 καὶ εῖς ὁ πάντων τῶν Ἰουδαίων ἐστὶ κατὰ σάρκα πατὴρ,
τουτέστιν ὁ θεσπέσιος Ἀβραὰμ, τί τὸ ἀναπεῖθον τὴν τῆς ἀφιλαλληλίας εἰσδέχεσθαι νόσον; ἢ πῶς οὐκ ἀκόλουθον τοῖς ἐξ αἵματος ἐγγὺς ὡς ἐν ὀφλήματος τάξει κατατίθεσθαι τὴν ἀγάπησιν; πῶς δὲ οὐ μανίας ἐγγὺς, τὸ ταῖς τῶν ἀλλοφύλων ἐπιμαίνεσθαι θυγατράσι, τὰς οἴκοι τε καὶ ἐκ γένους
ἀτιμάζοντας, ἵνα βεβηλώσειαν τὴν διαθήκην τῶν πατέρων ὑμῶν· τετηρήκασι γὰρ ἐκεῖνοι τὰ τοῖς θείοις νόμοις διηγορευμένα 250 περὶ γυναικῶν ὀθνείων. ἤκουον γάρ “Τὴν θυγατέρα σου 251 “οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ “τῷ υἱῷ σου· ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ
“πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις.” οἱ δὲ παρ’ οὐδὲν ποιησάμενοι τὸ χρησμῴδημα, πεπατήκασι τὸν νόμον, καὶ τό γε ἧκον εἰς αὐτοὺς, ἀδρανῆ καὶ βέβηλον ἀποτετελέκασι τὴν διαθήκην, λυποῦντες ταῖς παραβάσεσι τῶν νόμων τὸν ἄριστον. κατατεθηπὼς δὲ ὥσπερ τὸ δρώμενον, καὶ ἀδικωτάτῳ 252
μίσει πλεονεκτούμενον βλέπων τὸ ἐξ αἵματος Ἰούδα τῶν γυναίων ἔθνος, ἐπάγει καί φησιν Ἐγκατελείφθη Ἰούδας, καὶ ἐν τοῖς κατοικοῦσιν Ἰερουσαλήμ· ὦ, φησὶ, παραδόξου πράγματος· οὐκ Ἀσσυρίοις, οὐ Μήδοις, οὐ Πέρσαις, οὐκ Ἐλαμίταις, οὐ τοῖς ἐκ γειτόνων ἐχθροῖς, ἀλλ’ αὐτῷ τῷ Ἰσραὴλ
καὶ τοῖς κατοικοῦσι τὴν ̔Ιερουσαλὴμ βδελυρός τε καὶ ἀπηχθημένος γέγονεν ὁ Ἰούδας, τουτέστι, τὸ ἐξ Ἰούδα γένος καὶ ἡ τῶν ἀγχιστέρων γυναικῶν ἀθλία πληθύς.
αὐτὸν δὲ τὸν θεῖον ναὸν, οὓς καὶ ἀπεκόμισεν εἰς Βαβυλῶνα. αἰτιᾶται τοίνυν, μᾶλλον δὲ οὐ μετρίαν αὐτῶν ποιεῖται τὴν 255 καταβοὴν, ὅτι δὴ μεθέντες τὰς ἐξ Ἰούδα γυναῖκας, εἰσεδέχοντο παρανόμως τὰς ἐκ τῶν ἀλλοφύλων, καίτοι, καθάπερ 256 ἤδη προεῖπον, τῶν πατρῴων ἐθῶν ἀπρὶξ ἐχομένας, καὶ τοῖς
τῆς εἰδωλολατρείας βορβόροις ἐγκαλινδουμένας ἔτι.
257 καὶ τὴν πίστιν ἔχοντες οὐκ ὀρθήν. ἀλλογενεῖς γὰρ οὗτοι 258 καὶ βαρβαρόφωνοι καὶ “λαλοῦντες διεστραμμένα·” οἷς εἰ ἐπιμίσγεται τις, πάντη τε καὶ πάντως καταμιανθήσεται. 259 γέγραπται γὰρ “Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται.” ἐξὸν οὖν ἄρα καρποφορεῖν νοητῶς ἐν Ἐκκλησίᾳ Χριστοῦ,
τίς ἂν γένοιτο λόγος τοῦ θέλειν ἑτέραις οἱονείπως συνάπτεσθαι, καὶ κοινωνεῖν βεβήλοις συναγωγαῖς, καὶ καταθήγειν ἐφ’ ἑαυτοῖς τὸν τῶν ὅλων Θέον;
ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους· ἐξολοθρεύσει Κύριος τὸν
ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἔως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ κω ἐκ προσαγόντων θυσίαν τῶ̣ Κυρίω Παντοκράτορι.
τὴν ἀπὸ Θεοῦ, καὶ ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις. ἀπεκομίζοντο γὰρ, ὡς ἔφην, πρὸς τοῦτό τινες ταῖς παρανομως συνηρμοσμέναις ἑπόμενοι, καὶ τοῖς ἐκείνων θελήμασι πάντα σείοντες κάλων, καθάπερ ἀμέλει καὶ ἐν Σάττειν 263 συνήπτοντο μὲν ταῖς Μαδιανιτῶν, ἤτοι Μωαβιτῶν γυναιξὶν
οἱ ἐξ Αἰγύπτου λελυτρωμένοι. κατώλισθον δὲ κατὰ βραχὺ ληρίας εἰς τοῦτο καὶ ἀνοσίου φρενὸς, ὥστε καὶ ἐτελέσθησαν 264 τῷ Βεελφεγώρ. ταύτης ἕνεκα τῆς αἰτίας οἱ τάλανες διολώ- 265 λασιν. ἐπαρᾶται δὴ οὖν ὁ τῶν ὅλων Θεὸς τὸν ποιοῦντα ταῦτα, καὶ τῶν οὕτως ἐκτόπων ἐπιτηδευμάτων ἀνόσιον
ἐραστήν· καὶ εἶπερ τις εἴη τελῶν ἐν λαοῖς, ἕως ἃν ὀλοθρευθῇ ἐκ σκηνωμάτων Ἰακὼβ, τουτέστιν, ἕως ἃν ὁλοτελῶς ἀπόλοιτο, καὶ τὴν τοῦ γεγενῆσθαι μνήμην ζημιοῦ μένος· εἰ δὲ δή τις εἴη τῶν τεταγμένων εἰς ἱερουργίαν, ἕως ἃν ταπεινωθῇ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτορι, τουτέστιν,
ἄχρις ἃν ἀπόλοιτο καὶ τῶν ἱερατικῶν ἐκπέμποιτο καταλόγων. 266 συγκατώλισθον γὰρ τοῖς ἄλλοις, ὡς ἔφην, καὶ τῶν ἱερέων τινὲς εἰς τὰ τῶν λαῶν ἐγκλήματα, καὶ γυναίων ὀθνείων ἡττῶντο, τῶν θείων χρησμῶν εἰσάπαν ἠφειδηκότες.
αὐτοῦ θεσπίσμασιν ἀντεξάγειν ἐπιχειρῶν τὰς ἐν κόσμῳ τρυφὰς, παραιτώμεθα τὴν ἀρὰν, καὶ λόγος μὲν ἐκείνων 267 268 γινέσθω μηδεὶς, ἐπειγώμεθα δὲ μᾶλλον τοῖς εἰς εὐπείθειαν αὐχήμασι τὰς ἑαυτῶν καταφαιδρύνειν ψυχάς. ἀπρακτήσει γὰρ οὕτω τὰ ἐξ ἀρᾶς, καὶ τοῖς ἐξ ἰδίας ἡμερότητος ἀγαθοῖς ὁ τῶν ὅλων ἡμᾶς καταπιανεῖ Δεσπότης.
Κυρίου κω κλαυΘμῷ κω στεναγῷ ἐκ κόπων, ἔτι ἀξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶι χειρῶν ὑμῶ;
ἀπαρχαὶ, καὶ ὁ τοῦ διδράχμου δασμὸς, ὡς ἐκ νομικῶν ἐνταλμάτων τοῖς τῶν ἱερέων προσεφέροντο λόγοις. προσάγοντες τοίνυν εἰς θυσίαν τῷ Θεῷ τὰ ἑκούσια, παρεκόμιζον, 270 ὡς ἔφην, τὰ χωλὰ καὶ τυφλὰ καὶ ἁρπάγματα τὰ ἐκ τῆς αἰχμαλωσίας, ἀειλογοῦντες κακὰ, ἄνω τε καὶ κάτω τὴν
δήωσιν ὀνομάζοντες, καὶ τὴν ἐντεῦθεν αὐτοῖς ἐπενηνεγμένην 271 πτωχείαν, καίτοι τοῦ πάντα ἰσχύοντος Θεοῦ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ἀσυγκρίτῳ μὲν αὐτοὺς ἡμερότητι κατευφραίνοντος, ἀπονέμοντος δὲ πλουσίως τὰ, οἷς ἦν εἰκὸς οὐ μετρίως ἐντρυφᾶν. προσεκόμιζον τοίνυν κατηφεῖς καὶ
δεδακρυμένοι, μονονουχὶ τοῖς θύμασιν ἐποιμώζοντες λέγοντες τε τοῖς ἱερουργοῖς Ταῦτά ἐστιν ἐκ κόπων, τουτέστιν, οὐκ ἀμογητὶ προσπεπορισμένα, εὑρημένα δὲ μόλις ὡς ἐξ ἱδρῶτος καὶ πόνου. εἶτα, πῶς ἔτι φησὶν ἄξιον ἐπιβλέψαι με εἰς θυσίαν, ἢ πῶς ἂν ἔτι ποιήσαιμι παραδεκτὸν τὸ ἀπὸ γνώμης
272 οὐκ ἀγαθῆς ; θύειν γὰρ ἀκόλουθον ἱλαρῶς, ἑορτάζοντας καὶ εὐφραινομένους. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Παύλου 273 φωνῆς ὀρθῶς εἰρημένον τοῖς συναγείρουσι τὰς διακονίας “ Μῆ ἐκ λύπης, ἣ ἐξ ἀνάγκης, ἱλαρὸν γὰρ δότην ἀγαπᾷ 274 “ ὁ Θεός.”
καὶ ἐπαινέσει Θεὸς, παραδεξάμενος δὲ τιμήσει καὶ εὐλογήσει. εἶναι ’δε φημι τῶν ἀναγκαίων εἰς ὄνησιν τὸ καὶ ἑτέραν τοῖς προκειμένοις ἐφαρμόσαι διάνοιαν. ἐπάρατον μὲν γὰρ ἐποιεῖτο, καὶ μάλα δικαίως, ὁ τῶν ὅλων Θεὸς τὸν βεβηλοῦντα τῶν 275 πατέρων τὴν διαθήκην, διὰ ’δε γε τοῦ ὀθνείαις συνάπτεσθαι
γυναιξὶν, ἐξωσθεισῶν τῶν ἐκ γένους καὶ ἐπ’ οὐδεμιᾷ πολλάκις αἰτίᾳ κατεγνωσμένων. ᾐτιᾶτο δὲ πρὸς τούτοις τῶν ἱερέων τινὰς, ὡς λαμβάνοντας πρόσωπα ἐν νόμῳ, καὶ δὴ 276 καὶ ἔφασκεν “Ἐξολοθρεύσει κύριος τὸν ἄνθρωπον τὸν πόμ’ 277 “ οῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ,
“ καὶ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτουρι.” εἶτα τούτοις προσέθηκεν εὐθύς Ἐκαλύπτετε δάκρυσι τὸ θυσιασιήριον κυριοῦ καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων. τὸ δέ 278 Ἐκαλύπτετε, νοητέον ἀντὶ τοῦ Πληροῦσθαι παρεσκευάζετε θρήνων καὶ οἰμωγῆς τὸ θεῖον θυσιαστήριον. γύναιά τε γὰρ
τὰ παραλόγως ἐξωσμένα, καὶ οἱ κρίσιν ἄδικον τὴν παρ’ ὑμῶν τῶν ἱερέων ἐκτόπως ὑπομεμενηκότες περιίστανται τὸ θυσαστήριον, τοὺς τῆς ἀδικίας ἀνοιμώζοντες τρόπους καὶ ἐκ κόπων τῶν αὐτοῖς ἐπενηνεγμένων δακρυρροοῦντες ἀσχέτως. εἶτα πῶς ἄρον ἐπιβλέψαι φησὶν εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν 279
ἐκ τῶν χειρῶν ὑμῶν ; ὥσπερ γάρ ἐστιν ἀληθὲς τὸ ἐν βίβλῳ τῶν παροιμιῶν γεγραμμένον “ Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώ- 280 “ μάτος ἑταίρας· ” οὕτως οὐκ ἂν λογισθείη καθαρός τε καὶ ἄμωμος ἱερεὺς, εἰ τοῖς θείοις θεσπίσμασιν ἐρρῶσθαι μονονουχὶ φράσας, καὶ τὸν πρέποντα τῆς ἱερουργίας πατήσας 281 θεσμὸν, ὡς κατ’ οὐδένα τρόπον προσκεκρουκὼς προσάγοι τὸ θῦμα. φοβερὸν οὖν ἄρα τὸ ἀνίπτοις ὥσπερ χερσὶν 282 ἱερουργεῖν τῷ Θεῷ. χρῆναι γὰρ ἔγωγε φημι παντὶ σθένει κεκαθαρμένους κατά γε τὸ ἐφικτὸν τῆς οὕτω σεπτῆς ἅπτεσθαι λειτουργίας. ἔξω γὰρ ὁ τοιόσδε καὶ ἁπάσης αἰτίας
καὶ τῶν ἐξ ὀργῆς εὑρίσκεται κινημάτων.
κὼ αὕτη κοινωός θοῦ καὶ γυνὴ διαθήκης σου, κω οὐκ ἄλλως ἐποίησε, κὼ ὑπόλειμμα πνεύματος αὐτοῦ. κὼ εἴπατε Τί ἄλλο
283 ἢ σπέρμα ζητεῖ ὁ Θεός;
284 εἴρηται, φησὶ, διὰ τῆς Μωυσέως ἐντολῆς “ Οὐκ ἔσται “ ἄγονος οὐδὲ στείρα ἐν υἱοῖς Ἰσραήλ.” ἔφη ’δε που καὶ 285 πρὸς Ἁβραὰμ ὁ τῶν ὅλων Θεός “ Πληθύνων πληθυνῶ 286 “ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. ” οὐκοῦν ὁ θεῖος, φησὶ, σκοπὸς εἰς πληθὺν ὁρᾷ καὶ παιδογονίαν,
ἵνα καὶ εἰς πέρας ἄγοιτο τὸ πρέπον αὐτῇ τῆς πρὸς Ἁβραὰμ παιδογονίας ἡ χάρις· ἀλλ’ εἴτ' οὖν ἐξ ἀλλοτρίων, εἴτε ἐξ ὁμογενῶν τοῦτο πράττοιτο πρὸς ἡμῶν, ἀδιαφορεῖ τῷ Θεῷ, διεξάγεται γὰρ εἰς πέρας τὸ ἐπηγγελμένον. εἴπατε τοίνυν φησίν Ἔνεκεν τίνος ὁ Κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ
287 καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου ἢν ἐγκατέλιπες; ἀλλ’ εἴπερ ἕλοισθε τοῦτο λέγειν τό Ἕνεκα τίνος διεμαρτύρατο καὶ 288 προστέταχε μὴ δεῖν ἀποπέμπεσθαι τὴν συνῳκισμένην, ἐρῶ πρὸς τοῦτο κἀγώ Ἐννόησον ὅτι αὕτη κοινωνός σου καὶ γυνὴ
διαθήκης σου, τουτέστιν, ὁμόσαρκός σοι καὶ κατὰ νόμον συνῳκισμένη καὶ οὐκ ἄλλως αὐτὴν δεδημιούργηκε Θεός. ἔστι δὲ οἶμαι καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ μονονουχὶ Συγκέκραταί πὼς ὁ ἀνὴρ σαρκικῶς τε καὶ ψυχικῶς τῇ κατὰ νόμον συνηρμοσμένη· καὶ ὥσπερ ἓν γεγόνασι σῶμα, οὕτω 289
τρόπον τινὰ καὶ μία ψυχὴ, συνδεούσης αὐτοὺς ἀγάπης καὶ νόμου θείου συλλέγοντος εἰς ὁμοψυχίαν. ὑπόλειμμα τοίνυν πνεύματος τοῦ ἀνδρὸς τὴν γυναῖκα καλεῖ, καὶ οἱονεὶ μέρος τῆς αὐτοῦ ψυχῆς, διά τε τὴν ἕνωσιν, τὴν ὡς ἔν γε φημὶ τῇ κατὰ τὴν ἀγάπην ὁμοψυχίᾳ. μὴ τοίνυν πέρα τοῦ
πρέποντος ἰόντες λόγου καταιτιᾶσθε Θεὸν, ὡς τάχα που καὶ ἀδίκως ἐπιπλήττοντα τοῖς ἀποπέμπουσι τῆς ἑστίας γυναῖκα νεότητος καὶ κιδθήκης καὶ πνεύματος κοινωνὸν καὶ 290 ἑνωθεῖσαν σαρκικῶς. οἶμαι δὲ ἔγωγε τὸν σοφώτατον Παῦλον κεκινημένον ἐντεῦθεν ἐπιστεῖλαι τοῖς πεπιστευκόσιν
εἰς Χριστόν “ Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν.” ἔφη 291 δέ που καὶ αὐτὸς ὁ Σωτῆρ’ “Ὃς ἃν ἀπολύσῃ τὴν γυναῖκα “ αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι “ καὶ ὁ ἀπολελυμένην γαμήσας, μοιχᾶται.” ἐρομένοις δὲ τοῖς Σαδδουκαίοις καὶ φιλοζητηταῖς Ἀνθ’ ὅτου “ Μωυσῆς 292
“ ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου” καὶ ἀπαλλάττεσθαι γυναικός; ἔφη πάλιν “Ὅτι Μωυσῆς πρὸς τὴν σκληρο- 293 “ καρδίαν ὑμῶν ἐνετείλατο· ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως· “ ὁ γὰρ πλάσας ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. ὃ οὖν 294 “ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. 295 καὶ φυλάσσεσθε ἐν τῷ πνεύματι ὑμῶν, κοὶ γυναῖκα νεότητὸς
σου μὴ ἐγκαταλίπης· ἀλλ' ἐὰν μισήσας ἐξαποστείλης, λέγει Κύριος Παντοκράτωρ ὁ Θεὸς τοῦ Ἰσραὴλ, καλύψει ἀσέβεια ἐΜ τὰ ἐνθυμήματα ὑμῶ, λέγει Κύριος· καὶ φυλάζεσθε ἑ τῶ πνεύματι ὑμῶν κὼ οὐ μὴ ἐγκαταλίπητε Τὴμ συνθήκην.
καὶ παρανομίας ἔγκλημα καταγράφοντος τοῦ τολμῶντος ἐξάγειν καὶ ἀπονοσφίζεσθαι γυναικός. οἰκονομικώτατα τοίνυν διὰ τῶν προκειμένων οὔτε ἄπρακτον ἀποφαίνει τὴν ἀρχαίαν ἐντολὴν, οὔτε μὴν ἀνοσίων ἐγχειρημάτων αὐτὴν ποιεῖσθαι πρόφασιν ἐπιτρέπει τισίν. οὐ γὰρ ἐπειδήπερ
ἐφῆκεν ὁ νόμος δίδοσθαι τὸ βιβλίον, διὰ τοῦτο καὶ ἀνεύθυνοι διδόντες ὑμεῖς, ἵνα ταῖς ἀλλοφύλοις προσκέοισθε γυναιξίν. 297 ἀλλ’ εἰ καὶ ἔξεστιν ἀποστῆναι γυναίου, καὶ νομικαῖς τοῦτο πράττεσθαι ψήφοις, φυλάξασθε ἐν πνεύματι ὑμῶν τοῦ καταλεῖψαι γυναῖκα τὴν ἐκ νεότητος. τοῦτο γὰρ ἄμεινον, εἰ καὶ
ἐφῆκεν ὁ νόμος τοῖς ἐθέλουσι τὴν ἀπόστασιν. Ἐὰν δὲ μισήσας ἐξαποστείλης, λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· τουτέστιν, εἰ πιθανὴν καὶ εὐάφορμον ποιούμενος τὴν ἀποπομπὴν τῷ βιβλίῳ προσγράψειας Ὅτι μεμίσηκά τε, καὶ ἀποστελῶ· εἶτα, 298 καλύψειέ τις ἀσεβεια τὰ ἐνθυμήματά σου, τουτέστιν, εἰ περικαὶ—ὑμῶν
299 γένοιτο τῶν σῶν ἐνθυμημάτων ἀσεβὴς καὶ βέβηλος ἡδονὴ, καὶ πρόφασις μὲν εἰκαία τὸ μισῆσαί ἐστιν, εὑρίσκῃ δὲ τῆς ἑτέρων ὥρας ἡττώμενος, καὶ γυναίοις ὀθνείοις προσκεῖσθαι θέλων, φύλαξαι, μὴ ἐγκαταλίπῃς, ἢ ἐπάρατος ἔσῃ πάντη 300
τε καὶ πάντως· ἔφην γὰρ ὅτι “ Ἐξολοθρεύσει κύριος τὸν 301 “ ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ “ σκηνωμάτων Ἰακὼβ καὶ ἐκ πρόσ’ ἀγόντων θυσίαν Κυρίῳ “ Παντοκράτορι.” καὶ ταυτὶ μὲν ὅσον εἰς ἐμφανῆ τε καὶ πρόχειρον λόγον·
παραφυλακτέον δὲ καὶ τοῖς διὰ πίστεως κεκλημένοις εἰς ἁγιασμὸν, μὴ ἄρα πὼς ἀπενεχθεῖεν, ὡς πρὸς γυναῖκας ἀπηχθημένας Θεῷ καὶ ἀλλογενεῖς, εἰς τὰς βεβήλους αἱρέσεις. ἀπόχρη γὰρ αὐτοῖς εἰς καρποφορίαν πνευματικὴν τῶν τῆς 302 Ἐκκλησίας διδασκάλων ἡ καθαρά τε καὶ ἄμωμος παιδαγωγία,
μονονουχὶ δὲ καὶ τέκνων αὐτοὺς εὐγενῶν ἀποφαίνει πατέρας τίκτοντας νοητῶς ἐξ ἀγαθῆς καρδίας τὰ τῆς εἰς Θεὸν ἀγάπης αὐχήματα· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.