ΤΟΥ ΑΥΤΟΥ
ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ.
ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
πονηρὸν καλὸν ἐνώπιον Κυρίου, κω ἑ αὐτοῖς αὐτὸς εὐδόκησε, κὼ ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;
2 ἔφασκε “ καὶ εἰσεφέρετε τὰ ἁρπάγματα καὶ τὰ χωλὰ “ καὶ τὰ ἐνοχλούμενα,” προσεπῆγεν δὲ τούτοις “ καὶ ἐλαμ- “ βάνετε πρόσωπα ἐν νόμῳ.” τιμῶντες γὰρ οὐ κατὰ τὸ εἰκὸς, καὶ δι’ αἰδοῦς ἀκαίρου ποιούμενοι τῶν προσιόντων τινὰς, 3 κατεδίκαζον οὐχ ὁσίως τοὺς ἀσθενεστέρους, καὶ πλεονεξίας
ἐπῆγόν τισιν, οὐ τὰ δίκαια κρίνοντες, κατά γε τὸν νόμον, ἀλλ’ ἐτεραχθῆ καὶ ἄνισον τὴν ψῆφον ἐκφέροντες· ἢ τάχα που καὶ διαρπάζοντες τοὺς οὐδαμόθεν αὐτῇ προσήκοντας κλήρους· ἐφηδόμενοι δὲ καὶ δωροδοκίαις, καὶ ταῖς τῆς ἱερω- 4 συνῆς τιμᾶις κατακεχρημένοι, καὶ τῶν ὕπο χεῖρα κατεπαιρομενοι. ταύτην ἔχοντας τοῦ βίου τὴν ἀγωγὴν τὴν οὕτω δυσκλεᾶ καὶ ἐκνομωτάτην, καταθεώμενοί τινες τῶν τὰς ἀδικίας ὑπομεμενηκότων, μονονουχὶ καὶ τεθήπεσαν. οὐ γὰρ 5
ἦν τις ἐπ’ αὐτοῖς ἐπίπληξις παρὰ Θεοῦ, καὶ τὰ ἐξ ὀργῆς ἔσθ’ ὅτε συμβαίνοντα τοῖς εἰωθόσι καταφρονεῖν· ἦσαν δὲ μᾶλλον ἐν εὐπαθείαις καὶ τρυφαῖς. πρὸς δὴ τὰ τοιαῦτα δεδυσφορηκότες, καὶ τὴν ἀσύγκριτον ἡμερότητα τοῦ Θεοῦ τάχα που λοιπὸν εἰς νοῦν ἔχειν οὐκ ἀνεχόμενοι, μονονουχὶ
καὶ κατακεκράγασιν ἐκ μικροψυχίας λέγοντες Πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον αὐτοῦ καὶ ἐν αυτοις αυτος νυδοκησε, τουτέστι, τάχα που καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ 6 ὁ τῶν πονηρῶν ἐργάτης· ἐφήδεται δὲ τοῖς οὕτως αἰσχρῶς διαβιοῦν ᾑρημένοις. εἰ γὰρ μὴ τοῦτο, φασὶν, ἀληθὲς, ποῦ
ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης; ἔδει γὰρ ἔδει τῆς δικαιοσύνης τὸν πρύτανιν μὴ τοσοῦτον ἀνεξικακῆσαι πλεονεκτοῦσιν ἱερουργοῖς, καὶ καταμιαίνουσι τὸ θυσιαστήριον, ἄδικά τε καὶ ἀνόσια καὶ τὰ ἔξω νόμου δρᾶν ὅτι μάλιστα διεσπουδακόσι. καὶ ταυτὶ μὲν εἶεν ἂν τῆς ἐπισυμβάσης αὐτοῖς
μικροψυχίας ἐγκλήματα. ἰστέον δὲ ὅτι, κατά γε τὴν τῶν προκειμένων δύναμιν, παροτρύνουσι τὸν Θεὸν οἱ ταῖς οὕτως 7 ἀπαιδεύτοις κεχρημένοι φωναῖς. μονονουχὶ γὰρ καὶ ἐπιτιμᾶν ἐγνώκασιν ἀνεξικακοῦντι Θεῷ, περιμένοντί τε, καὶ μάλα χρηστῶς, τῶν πεπλανημένων τὴν ἐπιστροφὴν καὶ τῶν εἰς
ἁμαρτίαν ὠλισθηκότων τὴν εἰς τὰ ἀμείνω μεταστροφήν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς ὀκνοῦσί τε καὶ ἀναδυομένοις ἔτι τὴν μετάγνωσιν ἐπετίμα λέγων “Ἢ τοῦ 8 “πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς “μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ
“Θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά d 9 “ σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν “ ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ “ Θεοῦ.” οὐκοῦν προσκρούουσι μὲν πάντη τε καὶ πάντως οἱ ταῖς οὕτω ψυχραῖς ὀλιγοψυχίαις ἡττώμενοι καὶ ἀχάλινον ἐπὶ Θεῷ τὴν γλῶτταν ἀνέντες, ἔνοχοι δὲ πλημμελείας εἶεν
ἂν οἱ τῆς ἀρρωστίας αὐτοῖς διδόντες τὰς ἀφορμάς.
καταγεραίρουσι Θεὸν, τῆς τῶν ἱερέων πολιτείας τὸ λαμπρὸν καὶ ἐξαίρετον καταθεώμενοι κάλλος. καὶ τοῦτο οἶμαί ἐστι 11 τὸ διὰ τῆς τοῦ Σωτῆρος φωνῆς ὀρθῶς εἰρημένον “ Λαμψάτω “ τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ “ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν
12 “ ἐν τοῖς οὐρανοῖς.’’ ὥσπερ γὰρ σκανδαλίζονται λαοὶ, ζῆν ἑλομένων ἐκτόπως τῶν ἱερουργῶν· οὕτω πλείστην τε ὅσην καὶ λίαν ἀμφιλαφῆ κερδανοῦσι τὴν ὄνησιν, εἰ δήπου θεάσαιντο πληροῦντας τὸ ἀγαθὸν, καὶ διαζῆν ᾑρημένους ὡς ἀρέσκει Θεῷ.
13
εὐαφόρμως λίαν ἐπὶ τὸ Χριστοῦ μυστήριον ὁ τῆς προκειπροσκρούσουσι 15 μένῃς ἡμῖν προφητείας μεταπεφοίτηκε λόγος. γέγονε γὰρ ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμμανουήλ “δικαιοσύνη 16 “ τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,’’ καὶ ῥύπου παντὸς ἀποκάθαρσις, καὶ ἁμαρτιῶν ἀπόθεσις, καὶ τῶν αἰσχιόνων
ἀποβολὴ, καὶ ὁδὸς εἰς τὰ ἀμείνω καὶ πρεπωδέστερα, καὶ 17 θύρα τις ὥσπερ καὶ ἀπαγωγὴ πρὸς ζωὴν αἰώνιον, πᾶσά τε δι’ αὐτοῦ γέγονεν ἐπανόρθωσις, καὶ πλεονεξίας ἀνατροπὴ καὶ δικαιοσύνης εὕρεσις· καὶ τί γὰρ οὐχὶ τῶν τεθαυμασμένων δι’ αὐτοῦ πεπλουτήκαμεν; ἰδοὺ τοίνυν φησὶν ἀποστελω τὸν ἄγγελόν
μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου. ἔοικε δὲ διὰ τούτων τῆς τοῦ ἁγίου βαπτιστοῦ λειτουργίας ποιεῖσθαι προαναφώνησιν. ἔφη γάρ που καὶ αὐτὸς ὁ Χριστός “ Οὗτός 18 “ ἐστι περὶ οὗ γέγραπται Ἴδου ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν 19 “ μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου
“ ἔμπροσθεν σου.’’ οὕτως ἡμῖν αὐτὸν καὶ ὁ θεσπέσιος ῾Ησαΐας ἐσήμηνε λέγων “ Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ 20 “ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους “ τοῦ Θεοῦ ἡμῶν.’’ οὗ δὴ γεγονότος, φησὶ, καὶ προδεδραμηκότος βραχὺ τοῦ ἀγγέλλειν τὰ τοιάδε προστεταγμένου,
Ἐξαίφνης ἥξει φησὶν εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς καὶ ὁ ἄγγελος τῆς διαθήκης ὂν ὑμεῖς θέλετε· διισχυρίζεται δὲ 21 καὶ ὁ μακάριος Ἰωάννης, λέγων τοῖς ἐρχομένοις ἐπὶ τὸ τῆς μετανοίας βάπτισμα “ Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται 22 “ δὲ ὀπίσω μου ἀνὴρ οὗ οὐκ εἰμὶ ἱκανὸς ἵνα κύψας λύσω
“ τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. ἐκεῖνος ὑμᾶς βαπτίσει “ ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί.’’ συνίης οὖν, ὅπως κατόπιν εὐθὺς καὶ μονονουχὶ κατὰ πόδας τοῦ προαγγέλλοντος ἐβάδιζεν ὁ Χριστὸς, ἑαυτὸν ἐμφανῆ καθιστὰς τοῖς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ οἷον ἐξαίφνης καὶ ἀδοκήτως ἐπιφαινόμενος. 23 24 ἄγγελον γεμὴν ὠνομᾶσθαί φαμεν τὸν θεσπέσιον Βαπτιστὴν, οὐ διά γε τὴν φύσιν· γεγέννητο γὰρ ἐκ γυναικὸς, καὶ ἦν ἄνθρωπος καθ’ ἡμᾶς· ἁλλ’ ὅτι τὴν τοῦ τὰ τοιάδε διακηρύττειν καὶ ἀπαγγέλλειν ἡμῖν ἐγκεχείρισται λειτουργίαν. οὐκοῦν ἀπὸ τοῦ πράγματος ἡ κλῆσις, καὶ οὐκ οὐσίας ἀγγέλου ἔσται
σημαντικὴ.
ἡνῶσθαι πεπιστευμένῳ. ἣ ναὸν ἁπλῶς ὀνομάζει τὴν οἷον ἱερὰν καὶ ἀνακειμένην αὐτῶ πόλιν, δῆλον δὲ ὅτι τὴν ’Ιερουσαλήμ· ἤγουν ὡς ἐν τύπῳ τῷ πρὸς ἐκείνην τὴν Ἐκκλησίαν. ἐποιεῖτο δὲ τῆς ἑαυτοῦ παρουσίας τὴν ἀνάρρησιν πολυτρόπως 26 τερατουργῶν, “ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ
“ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ, 27 καθὰ γέγραπται. ἥξει τοίνυν φησὶν ὁ Κύριος ὃν ὑμεῖς ζητεῖτε, 28 λέγοντες ἐκ μικροψυχίας “ Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιο- “ συνῆς;” ἥξει δὲ διδάσκων τὰ ὑπὲρ νόμον καὶ τὰ ἐπέκεινα σκιᾶς καὶ τύπων. ἔσται γὰρ διαθήκης ἄγγελος τῆς πάλαι
προηγγελμένης διὰ φωνῆς τοῦ Θεοῦ καὶ Πατρός. ἔφη γάρ 29 που πρὸς τὸν ἱεροφάντην Μωυσέα “ Προφήτην αὐτοῖς ἀνα- “ στήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς “ λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ “ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ.’’ ὅτι δὲ καινῆς διαθήκης ἄγγελος
30 ἦν ὁ Χριστὸς, σαφηνιεῖ λέγων καὶ ὁ μακάριος ῾Ησαΐας 31 περὶ αὐτοῦ “ Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ “ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν εἰ “ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς “ καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται
32 “τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος,’’ δῆλον δὲ ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρός. τοιγάρτοι καὶ ἔφασκεν Ἀπ’ 33 “ ἐμαυτοῦ οὐ λαλῶ, ἁλλ’ ὁ πέμψας με Πατὴρ, αὐτός μοι “ ἐντολὴν ἔδωκε τί εἴπω, καὶ τί λαλήσω.’’ οὐ γὰρ ἦν 34
ἀνθρώπινος τοῦ Σωτῆρος ὁ λόγος, ἀλλ’ ὡς ἐκ Θεοῦ καὶ Πατρὸς δι’ Υἱοῦ τοῦ κατὰ φύσιν γέγονε πρὸς ἡμᾶς· Λόγος γάρ ἐστι τοῦ γεγεννηκότος αὐτὸν· καὶ πιστώσεται λέγων διὰ φωνῆς τοῦ Δαυείδ “ ’Εξηρεύξατο ἡ καρδία μου λόγον 35 “ ἀγαθόν.
ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ;
“ παρακαλέσατε οἱ ὀλιγόψυχοι τῆ διανοίᾳ, ἰσχύσατε, μὴ “ φοβεῖσθε· ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βρα- 38 “ χίων μετὰ κυρείας.’’ ὡς γὰρ αὐτὸν δὴ μάλα παρεσόμενον, μᾶλλον δὲ καὶ ἤδη παρόντα καταδεικνὺς, ἀποφαίνεται σαφῶς, ὅτι καὶ ὁ τῆς ἐπιδημίας αὐτοῦ τῆς ἐν τῷδε τῷ κόσμῳ καιρὸς,
οὐκ εἰς ἀνάβλησιν ἔσται μακράν. ὅτι δὲ τῆς οἰκονομίας ἡ δύναμις οὐκ εὐκαταφρόνητος ἔσται τισὶν, οὐδ’ ἃν γένοιτο τοῖς 39 ἀπειθοῦσιν οἰστὴ, διδάσκει λέγων Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; καὶ εἴσοδον μὲν ὀνομάζει τὴν ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς
εἰσβολὴν τοῦ Μονογενοῦς· ὀπτασίαν δὲ τὴν οἷον ἐμφάνειαν. ἄορατος γὰρ κατὰ φύσιν ὑπάρχων ὡς Θεὸς, γέγονεν ἐμφανὴς, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀναλαβών. προανακεκράγει δὲ τοῦτο σαφῶς καὶ ὁ μελῳδὸς ἐν πνεύματι λέγων “ ῾Ο Θεὸς 40 41 42 “ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.” 43 “ Γέγονε γὰρ σὰρξ ὁ Λόγος,” καθά φησιν ὁ θεσπέσιος Ἴωάννης, “ καὶ ἐσκήνωσεν ἐν ἡμῖν,” καὶ ἐν δούλου γέγονέ μορφῇ. καὶ “ τοῖς μὲν ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ” φορτικὸς μὲν οὐδαμῶς· γέγονε δὲ μᾶλλον ἤπιός τε καὶ
πρᾶος, καὶ ζωῆς τῆς εἰς αἰῶνα δοτήρ. ἔφη δέ που περὶ 44 αὐτοῦ καὶ ὁ Θεὸς καὶ Ηατήρ “ Ἴδοὺ συνήσει ὁ παῖς μου ὁ “ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, “ οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντεθλασμένον “ οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει·
45 “ ἀλλ᾿ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν.” πλὴν τοῖς ἀτιμάζουσι τὴν δι᾿ αὐτοῦ σωτηρίαν, καὶ τὴν διὰ πίστεως κάθαρσιν οὐ προσιεμένοις, συνέβη παθεῖν τὰ πάντων αἴσχιστα τῶν κακῶν· διολώλασι γὰρ οἱ τάλανες. τοιγάρτοι καὶ ἔφασκε 46 ταῖς Ἰουδαίων ἀγέλαις “ Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ
“ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε,” 47 “ ἔφη δέ που καὶ ὁ Ἰωάννης “Ὁ πιστεύων εἰς “ αὐτὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι 48 “ μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ.” προσἐφώνει 49 δὲ καὶ ὁ βαπτιστὴς τοῖς ἐξ Ἰσραήλ “ Ἤδη δὲ καὶ ἡ
“ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον “ μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.” “ οὐκοῦν τοῖς μὲν ἀπειθοῦσιν ἀφόρητος καὶ οὐ λίαν οἰστὸς, τῆς τε εἰτυ καὶ τῆς ὀπτόισiας αὐτοῦ γέγονεν ὁ καιρός. ἠλέγχοντο γὰρ, ὡς αὐτοὶ τὰς σφῶν διολλύντες
ψυχὰς, καὶ ταῖς ἑαυτῶν ἁμαρτίαις ἐντεθνηξόμενοι, διά τοι τὸ μὴ ἑλέσθαι φρονεῖν ὀρθῶς, προσήκασθαί τε εἰς νοῦν καὶ 50 καρδίαν τὴν διὰ πίστεως κάθαρσιν. τίς τοίνυν φησὶν ὑπομενῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποττήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; τουτέστι, τίς δὴ ἄρα τοσοῦτον ἔσται δεινός τε καὶ
51 ἀπηνὴς, ὡς ἐν καιρῷ καὶ ἡμέρᾳ τῆς εἰς τὸν κόσμον εἰσβολῆς αὐτοῦ· δῆλον δὲ ὅτι τῆς μετὰ σαρκὸς, δι’ ἧς ἃν γένοιτο καὶ ἁπτὸς, ἤγουν ὁρατὸς· ὑποστῆναί τε καὶ ἀθραύστως ἔχειν; κολασθήσεται γὰρ πάντη τε καὶ πάντως, καὶ πικρὰς τῆς
ἀπονοίας ἀποτιεῖ δίκας.
ἀργύριον καὶ ὡς τὸ χρυσίον, κω καθαριεῖ τοὺς υἱοὺς Λευὶ 52 καὶ χεεῖ αὐτοὺς ὥσπερ τὸ χρυσίον καὶ τὸ ἀργύριον.
τὸ θεῖον καὶ οὐρανόθεν, τουτέστιν ἡ διὰ τοῦ Ἁγίου Πνεύματος 53 χάρις, καθ’ ἢν ἂν γένοιτο καὶ ζῶντας ἡμᾶς ἀποτελεῖσθαι τῶ πνεύματι, ὅταν εἰς νοῦν καθίκοιτο καὶ καρδίαν, ἐνιέντος Χριστοῦ, τότε δὴ τότε πάντα μὲν τὸν ἐξ ἁμαρτίας διασμήχει ῥύπον, καὶ τὸν ἐκ τῶν ἤδη προεπταισμένων
δαπανᾶ μολυσμόν· κεκαθαρμένους τε οὕτω καὶ δοκιμωτάτους τοὺς ἔχοντας ἀποτελεῖ, καὶ μονονουχὶ μεταχαλκεύει νοητῶς πρὸς καινότητα ζωῆς, καὶ σκεύη λοιπὸν ἀποφαίνει λαμπρὰ καὶ ἡγιασμένα, καὶ εἰς τίμην κατεσκευασμένα, οἰκίᾳ τε τῇ 54 μεγάλη χρήσιμα, τουτέστι τῇ Ἐκκλησίᾳ. τοῦτο δὴ τὸ
θεῖόν τε καὶ νοητὸν κατεσήμανε πῦρ ὁ θεσπέσιος Ἰωάννης, λέγων “ Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται δὲ ὀπίσω μου 55 56 “ἀνὴρ οὐ οὐκ εἰμι ἱκανὸς ἴνα κύψας λύσω ’τον ἱμάντα τῶν 57 “ ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι “Ἁγίῳ καὶ πυρί. μεμνήμεθα δὲ καὶ αὐτοῦ λέγοντος χριστοῦ “ Πύρ’ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη 58 “ ἀνήφθη;” οὐκοῦν, ἐπείπερ οἱ ἐξ αἵματος ’Ισραὴλ τῆς τῶν
Λευιτῶν ἀκαθαρσίας, εἴτουν ἀδικίας, οὐ μετρίαν ἐποιοῦντο τὴν καταβοὴν, μᾶλλον δὲ δι’ ἐκείνους παροτρύνοντες διετέλουν τὸν τῶν ὅλων Θεὸν, παλίμφημά τε λαλοῦντές τινα 59 καὶ ἀποτολμῶντες λέγειν “ Πᾶς ποιῶν πονηρὸν, καλὸν “ ἐνώπιον αὐτοῦ, καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, καὶ ποῦ
“ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;” προαγορεύει χρησίμως, ὅτι κατὰ καιροὺς ἐπιλάμψει Χριστὸς, ὁ πᾶσαν ἡμῶν 60 τὴν ἁμαρτίαν ἐκ μέσου τιθεὶς, καὶ πανάγνους ἀποτελῶν τοὺς ἰδίους ἱερουργοὺς, καὶ οἷον χρυσὸν ἢ ἄργυρον ἐν πυρὶ δοκιμάζων αὐτοὺς, ἤτοι δοκίμους ἀποτελῶν καὶ
λελαμπρυσμενους.
62 Ἀαρὼν ἡ κατὰ νόμον στολή· τοῖς γεμὴν ἀπολέκτοις ἐν 63 Χριστῷ καὶ τεταγμένοις εἰς ἱερουργίαν ἄμφιον ἔσται λαμπρὸν, ἱεροπρεπές τε καὶ ἅγιον αὐτὸς ὁ Κριστός. τοιγάρτοι καὶ ἔφασκε διὰ τῆς τοῦ ψάλλοντος λύρας ὁ Θεὸς καὶ 64 Πατὴρ περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας “ τοὺς ἱερεῖς αὐτῆς
“ ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλ- “ λιάσονται.’’ σωτηρία γὰρ αὐτὸς ὁ Χριστὸς τῶν ἰδίων ἱερουργῶν ἄμφιον τὸ ἀξιάγαστον, μᾶλλον δὲ καὶ πάντων 65 τῶν πεπιστευκότων “ Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτί- “ σθητε, Χριστὸν ἐνεδύσασθε.”
66
ἀρέσει τῷ Κυρίῳ θυσία ’Ιούδα καὶ ’Ιερουσαλὴμ, καθὼς αἱ c ἡμέραι τοῦ αἰῶνος καὶ καθῶς τὰ ἔτη τὰ ἔμπροσθεν.
Ἔσονται τῷ Κυρίῳ προσάγοντες. ἀνακεισόμεθα δὲ τῷ Θεῷ, ζῶντες μὲν ἑαυτοῖς οὐκέτι, προσκείμενοι δὲ ὁλοτρόπως τῆ εἰς αὐτὸν ἀγάπῃ, καὶ παντὶ δὴ σθένει κατορθοῦν ᾑρημένοι τὰ τοῖς θείοις αὐτοῦ δοκοῦντα νεύμασιν. ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος
Χριστοῦ “ Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες 67 “ μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι 68 “ καὶ ἐγερθέντι.’’ καταγράφων δὲ ἡμῖν ὥσπερ τῆς ἑαυτοῦ πολιτείας τὸ κάλλος, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ἐμφανῆ καθιστὰς, ἔφη πάλιν “ Χριστῷ συνεσταύ- 69
“ ῥῶμαι· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ “ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ “ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. ἔσονται δὴ οὖν, φησὶ, προσάγοντες τῷ Κυρίῳ, τουτέστι, τοῖς 70 αὐτοῦ θελήμασιν ἀνακείσονται μόνοις, οὐ “ τὰ ἐπίγεια φρο- 71
“ νοῦντες,’’ οὐ τοὺς ἐκ τῆς ἀδικίας ἀγαπῶντες μολυσμοὺς, οὐ πλεονεξίαν τὴν κατά τινων τιμᾶν ᾑρημένοι, προσάγοντες δὲ μᾶλλον θυσίας δικαιοσύνης. καί μοι δοκεῖ σοφῶς δὴ λίαν ὁ Παῦλος εἰπεῖν “ Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, 72 “ ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. πρόσιμεν γὰρ
οἱ ἐν Χριστῷ κεκλημένοι πρὸς ἱερουργίαν δι’ αἱμάτων μὲν οὐκέτι καὶ καπνῶν, οὔτε μὴν ἀμνοὺς ἢ ἐρίφους προσκομίζομεν 73 τῷ Θεῷ, πληροῦμεν δὲ μᾶλλον ἐν ἐκκλησίαις τὴν ἐν Χριστῷ νοουμένην θυσίαν τὴν ἁγίαν καὶ πνευματικὴν, 74 καὶ αὐτὸν προθέντες εἰς ἁγιασμὸν, καὶ μέντοι καὶ εἰς μετάληψιν τῆς εἰς αἰῶνα ζωῆς, καθάπερ ἐξαίρετόν τι θυμίαμα, τὰς ἐξ ἔργων ἀγαθῶν προσκομίζομεν εὐωδίας, καὶ θύοντες αὐτῷ τὴν δικαιοσύνην, ὅτι καὶ ἐσόμεθα δεκτοὶ τεθαρσήκαμεν. 75 γέγραπται γὰρ ὅτι “ τίμα τὸν κύριον ἀπὸ σῶν δικαίων
76 “ πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.” 77 εὐαρεστεῖται γὰρ οὐχ ἑτέραις οἶμαι θυσίαις, πλὴν ὅτι τοιαύταις ο τῶν ὀλῶν Θεός.
κατ’ ἐκείνους, οὔτε μὴν βεβηλοῦντες τὸ θυσιαστήριον διὰ 78 τοῦ προσάγειν ἄρτους ἠλισγημένους· ἀλλ’ ὡς ἐν τάξει θυμιαμάτων προσκομίζοντες τῷ Θεῷ τὴν δικαιοσύνην, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν νοητὴν εὐοσμίαν. εὐπαράδεκτον δὲ οὕτως ἐπιτελέσουσι τὴν λατρείαν, ὡς κατὰ μηδένα
79 τρόπον ἀποδεῖν αὐτὴν τῶν πρεπουσῶν θυσιῶν ταῖς ἡμέραις τοῦ αἰῶνος, τουτέστι, τῇ ζωῇ τῶν ἐν οὐρανοῖς ἁγίων πνευμάτων, οἳ διηνεκεῖς καὶ μακρὰς τρίβουσι ἡμέρας, ἤτοι χρόνους· ἰσοῦσθαι δὲ καὶ τοῖς χρόνοις τοῖς ἔμπροσθεν, τουτέστι τῇ τῶν ἁγίων λατρείᾳ, οἳ κατὰ τοὺς χρόνους
γεγόνασι τοὺς ἔμπροσθεν. γέγονε γὰρ ἐν ὑπακοῇ τοῖς ἀρχαι- 80 οτέροις ἡ εὐδοκίμησις· οὕτως Ἀβραὰμ προσεκόμισε τὸν υἱὸν τῷ Θεῷ, “ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος 81 “ ἐκλήθη Θεοῦ.’’ οὕτω καὶ Νῶε “ κατεσκεύασε τὴν κιβωτὸν “ εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ,’’ καθὰ γέγραπται. οὐκοῦν
ἀρέσει φησὶν ἡ Θυσία τοῦ ’Ιούδα, τουτέστι, τοῦ λαοῦ τοῦ 82 τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν περιφέροντος, καὶ μέντοι τῆς ῾Ιερουσαλὴμ, τῆς νοητῆς δηλονότι, τουτέστι τῆς 83 Εκκλησίας· καθὰ καὶ ἡ τῶν ἐχόντων τὰς ἡμέρη τοῦ αἰῶνος καὶ ἡ τῶν κατὰ τοὺς ἔμπροσθεν χρόνους γεγονότων ἁγίων, οἳ γεγόνασιν εὐάρεστοι δι’ ὑπακοῆς καὶ πίστεως. ἀπαριθμεῖται δὲ καὶ τούτους ὁ θεσπέσιος Παῦλος ἐν τῆ πρὸς Ἑβραίους 84
ἐπιστολῇ, πίστει λέγων δικαιοῦσθαι πολλούς.
ταχὺς ἐπὶ τὰς φαρυακοὺς καἰ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῶ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ ἐπὶ τούς ἀποστεροῦντας μισθὸν μισθωτοῦ καὶ τοὺς καταδυναστεύοντας
χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος 86 Παντοκράτωρ.
ἐξ Ἰσραήλ “Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον αὐτοῦ, “ καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, καὶ ποῦ ἐστιν ὁ Θεὸς τῆς “ δικαιοσύνης;” καὶ τίς ἡ πρόφασις τῆς οὕτω δεινῆς ἀθυροστομίας, εἴρηται μὲν ἤδη· πλὴν εἰρήσεται πάλιν. ἐπειδὴ γὰρ ἀφυλάκτως τινὲς τῶν ἱερουργῶν καὶ μέντοι 87
τῶν ἄλλων οἳ διαφανέστεροί τε ἦσαν καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐμπρέποντες, ἐπὶ πάντα τρόπον σκαιότητος καὶ ἐγχειρημάτων ἤεσαν, ἐφαίνετο δὲ καὶ πέρα μετροῦ ἀνεξικακήσας Θεὸς αὐτοῖς· ἔστι γὰρ ἀγαθὸς, χρηστὸς, ἐπιεικὴς, καὶ φιλάνθρωπος· ταύτῃτοί τινες τοὺς ἐξ ἀκράτου μικροψυχίας
ἠρεύγοντο λόγους. ἀλλ’ ὅτι μὲν ἔσται κατὰ καιροὺς μεταφοίτησις εἰς τὸ ἄμεινον τῶν τεταγμένων εἰς ἱερουργίαν, 88 μεταπλάττοντος αὐτοὺς εἰς καινότητα ζωῆς τοῦ Χριστοῦ, καὶ μετατιθέντος εἰς εὐκοσμίαν καὶ εἰς εὐκλεᾶ πολιτείαν 89 καὶ ζωὴν, διαμεμήνυκεν ἐναργῶς. ὅτι δὲ τοὺς τῆς φαυλότητος ἐπιτηδευτὰς οὐκ ἂν ἀποδέξοιτο τότε, οὐδ’ ἃν ἀξιώσειεν ἐπαίνων τε καὶ λόγου· κρινεῖ δὲ μᾶλλον αὐτοὺς, καὶ τῶν
ἐκτόπως βεβιωμένων ἐξαιτήσει δίκας, διατρανοῖ λέγων Καὶ προσαξω πρὸς υμας ἐν κρισει, τουτεστιν ὡς κριτὴς προσενεχθήσομαι, καὶ ἐσομαι μάρτυς ταχὺς, αὐτόμολος δηλονότι καὶ ὑπ’ οὐδενὸς κεκλημένος. καταψηφιοῦμαι γὰρ τῶν πονηρῶν τὴν δίκην. καὶ τὸ μὲν ἐπ’ αὐτοὺς ἐξοίσω τὸ κρῖμα·
90 οὐχ ἑτέρου τινὸς τὰ ἐν αὐτοῖς ἐκκαλύπτοντος, ἀλλ’ εἰδὼς ὡς Θεὸς τὰ ἀφανῆ τε καὶ κεκρυμμένα, καὶ διὰ τοῦ συνειδότος καταμαρτυρῶν ἑκάστου τῶν ἡμαρτηκότων. ἔφη ’δε που καὶ 91 ὁ θεσπέσιος Παῦλος, παραστήσεσθαι κατὰ καιροὺς τῷ Rom. ii. κριτῇ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, “ μεταξὺ ἀλλήλων τῶν
λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ “ ἧ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ “ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χροστοῦ.”
γὰρ ὀνομάζει φαρμακοὺς καὶ μοιχαλίδας, εἶτα τοὺς ὀμνύοντας ἐπὶ ψεύδει· κεκρυμμένα δὲ ταῦτα καὶ λεληθότως δρώμενα· τίς γὰρ ἂν ὅλως γοητεύσειεν ἐμφανῶς ; ἢ πῶς ἂν ἕλοιτο μοιχαλὶς ὁρᾶσθαι πρός τινος ; ἐν σπουδῇ δὲ οἶμαι τὸ λαθεῖν καὶ τοῖς ψευδορκεῖν ᾑρημένοις. ἀσυνετοῦντας δὲ τοὺς τοιούτους
93 ἀπελέγξει λέγων ὁ μακάριος Δαυείδ “ Συνετὲ δὴ ἄφρονες 94 “ ἐν τῷ λαῷ, καὶ μωροὶ πότε φρονήσατε ; ὁ φυτεύσας τὸ “ οὖς οὐχὶ ἀκούει ; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ “ κατανοεῖ ; ” ἄποπτον γὰρ τῷ Θεῷ παντελῶς οὐδέν· οἶδε δὲ μόνος τὰ κεκρυμμένα καὶ τὰ ἐμφανῆ τῶν κακῶν. ἀλλ’
95 ἐκεῖνα μὲν τὰ λεληθότως καὶ ὡς ἐν σκότει δρώμενα· προσεπάγει γεμὴν αὐτοῖς καὶ τὰ ἐμφανῆ, τὸ ἀποστερῆσαι μισθόν φημι μισθωτοῦ, πλεονεξίαν τε καὶ καταδυναστείαν, ἣν ἃν ποιοῖντό τινες κατὰ τῶν ἀσθενεστέρων, χηρῶν δὴ
λέγω καὶ ὀρφανῶν. προστίθησι δὲ τούτοις καὶ τοὺς διαστρέφοντας τὰ ὀρθὰ τῶν κριμάτων καὶ τοὺς μὴ φόβου μέν οὑς 96 αὐτόν. οὗτοι δ’ ἃν εἶεν καὶ οἱ καθ’ ἕτερόν τινα τρόπον παρά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους λυποῦντες τὸν Θεόν. ἔσομαι τοίνυν φησὶ κριτὴς καὶ μάρτυς ταχὺς καὶ αὐτόμολος
ἐπὶ φαρμακοὺς καὶ μοιχαλίδας, καὶ τοὺς τῶν ἑτέρων κακῶν ἐπιτηδευτάς. εἰκὸς δὲ δὴ τὰ τοιάδε κατ’ ἐκεῖνο καιροῦ τολμᾶσθαι παρά τισι, καὶ ἐπ’ αὐτοῖς γίνεσθαι κατὰ Θεοῦ τὴν τῶν πολλῶν γλωσσαλγίαν.
καὶ τοῖς ἀμείνοσιν ἐπιτρέχειν, καὶ ἀποπεραίνειν ἐπείγεσθαι 97 τὰ δι’ ὧν ἂν γένοιτό τις ἐπαίνου παντὸς καὶ ἐπιεικείας ἔμπλεως. ἀμοιρήσει γὰρ οὕτω καὶ τῶν ἐκ θείας ὀργῆς ἐποισθησομένων τοῖς εἰωθόσι πλημμελεῖν, ἔσται δὲ εἴσω καὶ γερῶν καὶ δόξης, ὧν ἂν ἐπιδοίη Θεὸς τοῖς ἀγαπῶσιν
αὐτόν.
ῥημάτων. τὸ γὰρ οἴεσθαί ’ς, ἢ μετατετράφθαι τὸν τῶν ὅλων Θεὸν ἀπό γε τοῦ θέλειν τὰ ἀγαθὰ πρὸς τὸ ἐναντίον, ἢ ἀγαπᾶν μὲν οὐκέτι τὴν δικαιοσύνην, ἀποδέχεσθαι δὲ τοὺς 100 τῆς φαυλότητος ἐραστὰς, πῶς οὐκ ἀμαθὲς, μᾶλλον δὲ ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, καὶ τῆς ἀνωτάτω δυσσεβείας μεμεστωμένον; ὅταν τοίνυν ὑπὸ κρίσιν ἴδητε καλουμένους, 101 φησὶ, τάς τε παρ’ ὑμῖν φαρμακοὺς, ἤγουν ἐπῳδούς· γύναια δὲ πάντως ψίθυρά τε καὶ βωμολόχα ταυτί· καὶ τοὺς τῶν
ἑτέρων κακῶν ἐπιτηδευτὰς, τότε, φησὶν, ἐπιγνώσεσθε διὰ πραγμάτων αὐτῶν, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ πάλαι τε καὶ νῦν ἀγαθός τε ὁμοῦ καὶ φιλάρετος. οὐ γὰρ οἶδα τροπὴν ἢ ἀλλοίωσιν. ἀλλ’ ἐγὼ μέν εἰμι διαπαντὸς καὶ ἀμεταστάτως τοῦθ’ ὅπερ εἰμί· ὑμεῖς δὲ, φησὶ, καίτοι γεγονότες ἐξ
’Ιακὼβ, ἀνδρὸς φιλοθέου καὶ ἀγαθοῦ καὶ μεμισηκότος ἀεὶ 102 τὸ ἐξήνιον, καὶ Θεῷ δουλεύοντος, οὐ τῶν ἐκείνου τρόπων γεγόνατε ζηλωταί· μεμίμησθε δὲ μᾶλλον τῶν καθ’ ὑμᾶς πατέρων τὸ ἀπειθὲς καὶ δυσάγωγον, οἳ καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀπῴχοντο μὲν αἰχμάλωτοι, τὴν ἐνεγκοῦσαν ἀφέντες,
δεδουλεύκασι δὲ τοῖς ᾑρηκόσιν ἐχθροῖς. ἐξεκλίνατε δὲ καὶ ὑμεῖς ἐκ τῶν ἐμῶν νομίμων καὶ οὐκ ἐφυλάξασθε. οὐκοῦν ὁ μὲν Θεὸς ἄτρεπτος ἀεὶ, καὶ οἱονεὶ πεπηγὼς εἰς τὸ ἀγαθὸν, καὶ ἀκράδαντος εἰς δικαιοσύνην· οἱ δὲ γεγόνασι μονονουχὶ 103 τὸ ἄτρεπτον ἐν κακίᾳ τετηρηκότες, καὶ τῆς τῶν πατέρων
ἀνοσιότητος ἄριστοι μιμηταί.
τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαιῶν, καὶ λέγετε Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας· καὶ ὑμεῖς πληρώσατε τὸ
105 μέτρον τῶν πατέρων ὑμῶν. οὔκουν ἀναγκαῖον ἧμας, εἴπερ ἐσμὲν ἀληθῶς ἀρτίφρονες, καὶ ἐν νῷ τῷ καθεστηκότι, ζηλοῦν ὅτι μάλιστα τοὺς τῶν πατέρων δοκιμωτάτους, ἀποσείεσθαι δὲ τῶν μὴ ἀγαθῶν τὴν μίμησιν. ἢ εἰ μὴ τοῦτο
δρᾶν ἕλοιτό τις, ἕποιτο γεμὴν ἁπλῶς καὶ ἀβασανίστως τοῖς ἐν χρόνῳ προειληφόσιν, ἔσται δὴ πάντως προσεοικὼς τοῖς Ἑλλήνων παισὶν, οὓς εἴπερ τις καταμωμήσαιτο ὅτι, μεθέντες τῆς ἀληθείας τὴν γνῶσιν καὶ τὸν φύσει Θεὸν 106 καταλελοιπότες, προσκυνοῦσι λίθοις, τὴν τῶν ἰδίων πατέρων
ἀειλογοῦσι συνήθειαν.
μεΘ’ ὑμῶν εἰσιν. καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε
e εἰς ἀυτὰ, κω ἐμὲ ὑμεῖς πτερωίζετε. τὸ ἔτος συνετελέσθη, καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυροὺς, καὶ
ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται ἡ διαρπαγὴ αὐτοῦ.
ταῖς καθηκούσαις ἀπολογίαις ἐκδυσωπήσας ὡς ἔνι, καλεῖ πρὸς μετάγνωσιν τοὺς ἡμαρτηκότας, τὴν συνήθη πάλιν αὐτοῖς ἡμερότητα χαριεῖσθαι λέγων, καὶ μάλα προθύμως. ὥσπερ γὰρ τοῖς ἐκτόπως ἐθέλουσι βιοῦν τὰς αὐτοῖς πρεπούσας ἐπιφέρει ποινάς· οὕτως ἀνόπιν ὥσπερ ἰοῦσι, καὶ 107
μὴν καὶ παραιτουμένοις τὸ ἔτι πλημμελεῖν, ὡς ἀληθῶς 108 ἐπιγάνυται, πανταχοῦ τὴν ἀπόγνωσιν ὡς ὀλέθρου πρόξενον ἀποκείρων. ὅθεν ἐστιν ἰδεῖν, ὡς δεινήν τινα τῷ βίῳ νόσον εἰσφέρουσι, οἱ τὴν τῆς μετανοίας κιβδηλεύοντες χάριν, καί σφισιν αὐτοῖς ἐπιφημίζοντες ἀμαθῶς τὸ τῆς καθαρότητος ὄνομα. καίτοι πῶς οὐκ ἄμεινον ἐννοεῖν, ὅτι τὸ οἴεσθαί τε
καὶ χρῆναι λέγειν εἶναι καθαροὺς ἀκαθαρσίας αὐτοῖς τῆς 109 ἐσχάτης ἐπίκλημα φέρει; γέγραπται γὰρ ὅτι “ Λέγε σὺ 110 “ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς·’’ ψάλλει δέ που 111 καὶ ὁ θεῖος ἡμῖν Δαυείδ “Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, 112 “ καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.” “Καθα-
“ ρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου,’ κατὰ τὸ γεγραμμένον. δεῖ δὴ οὖν ἄρα τοῖς οὕτως ἠῤῥωστηκόσι τὸ ἄναλκι, τῶν ἐκ μετανοίας ἀγαθῶν καὶ τῆς ἄνωθεν ἡμερότητος διανιζούσης εὖ μάλα τὸν μεμολυσμένον, καὶ δικαιούσης τὸν ἀσεβῆ. καλεῖ τοιγαροῦν εἰς μετάγνωσιν ἐξ ἡμερότητος τοὺς ἡμαρτηκότας.
Ερομένοις δὲ αὖ, καὶ ἀναμαθεῖν ἐθέλουσι τῆς πλημμελείας 113 τὸν τρόπον, Εἰ πτερωιεῖ φησιν ἄνθρωπος Θεὸν, διότι ὑμεῖς πτερνίζετέ με; τὸ δὲ πτερνίζειν ἐστὶ τὸ συναρπάζειν, ἣ φενακίζειν, οἴεσθαί τε λαθεῖν ψευδομένους τυχὸν, ἢ καὶ δρῶντάς τινα τῶν ἐκτοπωτάτων. καὶ γοῦν ἐνεκότει μὲν ὁ Ἡσαῦ
τῷ ’Ιακὼβ, τοῦ δὲ φονᾶν τὴν πρόφασιν ἐξηγούμενος ἔφασκεν Gen. “ Ἐπτέρνισε γάρ με τοῦτο ἤδη δεύτερον, τά τε πρωτοτόκιά 114 “ μου εἴληφε, καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου.’’ ἆρ’ οὖν περιέσται, φησὶν, ἄνθρωπος Θεοῦ, ἤγουν συναρπάσει τὸν πάντα εἰδότα; τί τοίνυν ὑμεῖς ἐμὲ πτερνίζετε;
115
τί τὸ μετὰ τοῦτο; ῥᾴθυμοι γεγόνασιν οἱ λελυτρωμένοι περί γε τὸ δεῖν τῶν θείων ἀντέχεσθαι θεσπισμάτων. οὐ γὰρ τετηρήκασι τὸν νόμον, λελόγιστο δὲ παρ’ οὐδὲν αὐτοῖς τῆς 118 θείας ἐντολῆς ἡ παράβασις. καὶ παρεκόμιζον μὲν εἰς θυσίαν μόλις καὶ ὀκνηρῶς τὰ τυφλὰ καὶ ἁρπάγματα καὶ χωλὰ καὶ 119
τὰ ἐνοχλούμενα. εἶτα κείραντες ἐν ἀγροῖς ἐν ῳρᾳ ’τον ἄσταχυν καὶ μὴν καὶ τὰ ἕτερα τῶν σπερμάτων, ἀποτρυγῶντες δὲ καὶ ἀμπέλους, καὶ τοὺς τῆς ἐλαίας καρποὺς ἐκθλίβοντες, οὐ δεκάτας προσῆγον, καὶ τὰς κατὰ νόμον ἀπαρχὰς, ἵν ἔχοντα τὴν αὐτάρκειαν τὰ τῶν ἱερέων τάγματα, 120
προσιζήσειαν μὲν ἀπερισπάστως ταῖς εἰς Θεὸν λατρείαις, προσμείνωσι δὲ ταῖς ἐκ νόμου τεταγμέναις αὐτοῖς λειτουργιαις. οὐδενὸς τοιγαροῦν προσκεκομισ μένου, διεσκεδάσθησαν μὲν οἱ τῶν θείων θυσιαστηρίων ἱερουργοὶ, ἔρημός τε οὕτως
ἀπομεμένηκεν ὁ ναὸς, οὐ θυσίας τελουμένης, οὐχ ἑτέρου τινὸς δρωμένου τῶν εἰς δόξαν τελούντων Θεοῦ. διεφθείρετο δὴ οὖν ἅπαντα λοιπὸν τὰ ἐν ἀγροῖς, λιμῷ τε κατεπιέζοντο, 121 καὶ δὴ καὶ εἰς τοῦτο κατώλισθον ἀνάγκης τε καὶ ἀπορίας, ὡς καὶ αὐτὰ βούλεσθαι τοῖς ἔχουσι τροφὰς ἀπεμπολῆσαι
τὰ τέκνα, μέχρις ἂν Ἔσδρας εἰς αἴσθησιν κεκλημένος τῆς 122 θείας ὀργῆς, ἐπέσκηψε περὶ τούτων τοῖς ἡγουμένοις τοῦ Ἰσραήλ· προσεκόμισάν τε οὕτω μόλις δεκάτας καὶ ἀπαρχὰς, 123 καὶ λοιπὸν εἰσέδραμον οἱ ἱερουργοὶ, ἔστησαν τε τὰ συνήθη δρῶντες ἐν τῷ ναῷ. διὰ τί τοίνυν, φησὶν, ὑμεῖς 124 ἐμὲ πτερνίζετε; τὸ ἔτος συνετελέσθη, συνήχθησαν οἱ καρποὶ, καὶ παρ’ ὑμῖν ἔτι τὰ ἐπιδέκατα καὶ αἱ κατὰ νόμους ἀπαρχαί.
οἴκοις τοὺς καρποὺς, τάχα δέ που καὶ οἴεσθε σώζεσθαί τε ὑμῖν αὐτοὺς καὶ εὖ κεῖσθαι λίαν, ἀλλ’ ἐν αὐταῖς ταῖς οἰκίαις ἀφανισθήσονται, καὶ οὐδὲν διαρπαγῆς διοίσει τὸ χρῆμα. καταπιεσθήσεσθε γὰρ λιμῷ, καίτοι συνενεγκόντες, φησὶν, ἐν ἱδρῶτι μόλις τὰ εὑρημένα.
Εἰσόμεθα δὴ οὖν κἀντεῦθεν ἡμεῖς, ὡς ἐν μεγάλαις αἰτίαις 126 κείσεται, τὸ μὴ προσάγειν Θεῷ τὰ εὐχαριστήρια καὶ ὧν ἃν χαρίσαιτο τὴν ἀρκοῦσαν ἀπονέμειν χάριν εἰς δόξαν αὐτοῦ. ἀλλ’ εἰ μὲν τοῦτο δρῴημεν, πάντη τε καὶ πάντως εὐλογήσει, καὶ ἀμφιλαφῶς χαριεῖται τὰ ἀγαθά· εἰ δὲ δὴ τὴν χεῖρα
συστείλαντες, μόναις ταῖς ἑαυτῶν τρυφαῖς τὸ δοθὲν τηρήσομεν, οὔτ’ ἂν ἐπιδοίη προθύμως· σκορπιεῖ δὲ ὥσπερ καὶ 127 αὐτὸ τὸ μόλις συνενεχθέν. εὐμεταδότους γὰρ εἶναι χρὴ καὶ κοινωνικοὺς καὶ προτιθέντας τοῖς ἄλλοις εἰς μέθεξιν τὰ παρὰ Θεοῦ δωρήματα.
τὴν εὐλογίαν νοῦ, ἕως του ἱκανωθῆναι· καὶ διατελῶ ὑμῖν εἰς βρῶσιν, καὶ οὐ μὴ διαφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς, κὼ ὁδ’ μὴ ἀσθενήσῃ ὑμῶ ἡ ἄμπελος ἡ ἐν ἀΓρῷ, λέγει
Κύριος Παντοκράτωρ. καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος Παντοκράτωρ.
πραγμάτων ἀναμαθεῖν, ὡς ἔσται πάντως αὐτοῖς τὸ καρποφορεῖν ὀνησιφόρον. καὶ εἰ τοῦτο δρᾶν ἕλοιντο, καταδώσειν ἐπαγγέλλεται καὶ τὴν τῶν ὑετῶν ἄφθονον χορηγίαν, ἀμφιλαφῆ δὲ νεῖμαι τὴν εὐλογtaaόι, ὡς ἔχειν αὐτοὺς τῶν ἐδωδίμων ἄφθονον τὴν αὐτάρκειαν, καὶ ἁπαξαπλῶς τῶν ἐκ γῆς ἀγαθῶν b
τὴν ἀποχρῶσαν μέθεξιν. διαστελῶ γάρ φησιν ὑμῖν εἰς βρῶσιν. τὸ δὲ διαστελῶ νοήσεις ἢ ἀφοριῶ, ἤγουν ὅτι τῶν ἐκ γῆς φυομένων ἕκαστον ἴδιον ἔχειν καιρὸν, καθ᾿ ὃν ἢ γίνεται τυχὸν ἢ πεπαίνεται. ὅτι δὲ βλάβης ἁπάσης ἀμείνων ἔσται τῆς γῆς ὁ καρπὸς, πολύβοτρυς δὲ καὶ εὐοινοτάτη λίαν ἡ ἐν
ἀγροῖς ἄμπελος, ὑπισχνεῖται σαφῶς, ὧν εἰς πέρας ἐνηνεγμένων, μακαρίους τέ φησιν ἔσεσθαι λοιπὸν, καὶ οἷά τινα γῆν θελητὴν ὀνομάζεσθαι, τουτέστι, τὴν ἀξιέραστον διά τοι τὴν 131 εὐκαρπίαν καὶ γονιμότητα.
περιτεύξεται τῷ Θεῷ, καὶ ἀποσωρεύσει μὲν ἐν οὐρανοῖς, φάγεται δὲ τοὺς καρποὺς τῶν ἰδίων πόνων, κατὰ τὸ γεγραμμένον, 133 καὶ οὐκ ἔσται κατ᾿ ἐκεῖνον τὸν ἀπηνῆ τε καὶ ανουστατὸν πλούσιον, οὗ τὴν χώραν εὐφορηκέναι φησὶν ὁ Σωτῆρ ἐν παραβολαῖς εὐαγγελικαῖς. ὁ μὲν γὰρ ἔφασκε “Τί 134 135 “ποιήσω; καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, “ καὶ ἐρῶ τῇ ψυχῇ μου ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ 136 “ κείμενα εἰς ἔτη πολλὰ, φάγε, πίε, εὐφραίνου.” σκεπτομένῳ δὲ τὰ τοιάδε καὶ ἀμαθαίνοντι ὁ Θεός “ Ἄφρον, φησὶ, 137 “ ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ 138 “ ἡτοίμασας, τίνι ἔσται;” οὐκοῦν, ὡς ἔφην, εὐλογίας ἔμπλεως ὁ κοίνων ἰκός· ὁ τοιοῦτος ἕξει καὶ νοητοὺς ὑετοὺς κατάρδοντας τὴν καρδίαν, καὶ ἱκανῶς κατευφραίνοντας, ῥαίνοντας, καὶ τοὺς τῆς εὐσεβείας ἐκδώσει καρποὺς, ἄλλοτε ἄλλως, καὶ 139 οἱονεί πὼς διεσταλμένους, τοῦτο μὲν ἀγάπη, τοῦτο δὲ χρηστότητι
καὶ φιλαλληλίᾳ, ἀνδρείᾳ τε καὶ ὑπομονῇ διαπρέπων· ἔσται δὲ οἷά τις εὖ καρπὸς καὶ γονιμωτάτη γῆ, λαμπρός τε 140 καὶ διαβόητος καὶ τρισμακάριος ἀληθῶς. “ Αἱρετὸν “ ὄνομα καλὸν ἢ πλοῦτος πολὺς,’’ καθὰ γέγραπται.
’Εν τίνι κατελαλήσαμεν κατὰ σου; κὼ εἴπατε Μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί πλέοι ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα 141 αὐτοῦ, καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κύριου
Παντοκράτορος; καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα, ἀντέστησαν Θεώ καὶ
ἐσώθησαν. ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν κύρω, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχε Κύριος καὶ εἰσήκουσεν.
διεπταισμένα, διελέγχει δὲ σαφῶς, καὶ οἷον πλήττει μομφαῖς, ἵνα τοῖς ἰδίοις ἐπερυθριῶντες πλημμελήμασιν ἕλοιντό γε μεταφοιτᾶν ἐπὶ τὰ ἀμείνω καὶ χρησιμώτερα, σωθεῖέν τε οὕτω, τὸν παρ’ αὐτοῦ ζητήσαντες ἔλεον. αἰτιᾶται τοίνυν καὶ ἐφ’ ἑτέρῳ τινὶ τοὺς ἐξ ’Ισραὴλ, καὶ κοινὴν ὥσπερ τινὰ
καὶ τοῖς μετ’ αὐτοὺς ἐξυφαίνει τὴν ἐπίπληξιν, τὸ χρῆμα εἰδὼς ἐπωφελὲς ἅπασι καὶ σωτήριον. ὅσα γὰρ τοῖς πρὸ 143 ἡμῶν συμβέβηκε τυπικῶς “ ταῦτα γέγραπται πρὸς νουθεἀνδρίᾳ 144 “ σίαν ἡμῶν,” καθά φησιν ὁ σοφώτατος Παῦλος. αἰτιᾶται τοίνυν ἀθυροστομοῦντας αὐτοὺς, καὶ παλιμφήμοις ῥήμασι καταλυπεῖν ᾑρημένους. ἐβαρύνατε γάρ φησιν ἐπ’ ἐμὲ τοὺς λόγους ὑμῶν. καὶ ποῖος ἦν ἄρα τῆς καταλαλιᾶς ὁ τρόπος;
εἴπατέ φησι Μάταιος ὁ δουλεύων Θεῷ, καὶ ὅτι τὸ περιττὸν οὐδὲν ἐν τῷ βούλεσθαι τηρεῖν τοι φυλάγματα αὐτοῦ, τουτέστι τὰ διὰ νόμου θεσπίσματα. εἰκαῖόν ἐστι πρὸς τούτῳ, φατὲ, καὶ τὸ ἱκετεύειν αὐτὸν, τουτέστι τὰς ὑπὲρ ὧν ἃν ἕλοισθε προσάγειν λιτάς.
μερὶς καὶ σχοίνισμα καὶ κλῆρος αὐτοῦ. οἰκειωσάμενος δὲ 146 πεπαιδαγώγηκε νόμῳ, ὠφέλησε διὰ προφητῶν. καὶ τί πρὸς ταῦτα πέπραχεν ὁ ἀπόπληκτος Ἰσραήλ; προσκεκύνηκε τῇ στρατιᾷ τοῦ οὐρανοῦ, λελάτρευκεν εἰδώλοις, ἔφη τοῖς γλυπτοις 147 Ὕμεῖς ἐστε θεοὶ ἡμῶν. ἀγανακτήσας εἰκότως ἐπὶ τοῖς
οὕτω δεινοῖς ἀνοσιουργήμασιν ὁ τῶν ὅλων Θεὸς, ἐπαίδευε πολυτρόπως, καλῶν εἰς μετάγνωσιν λιμοῖς, ἀνεμοφθορίαις, καρπῶν ἐνδείαις, ἀκρίδι καὶ βρούχῳ, ἰκτέρῳ καὶ κάμπαις. οὔπω γὰρ πλήττειν ἤθελε χειρὶ στερεᾷ, μονονουχὶ δὲ καὶ μετασοβεῖν τοῖς δείμασι καὶ συμμέτροις ἔτι κινήμασιν ἐπὶ
τὸ δρᾶν ἑλέσθαι τὸ ὠφελοῦν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἀγαπῆσαι Θεόν. ἐπειδὴ δὲ οὐδεὶς ἦν αὐτοῖς οὐδὲ τοῦ συμμέτρου 148 πλήττεσθαι λόγος, ἀπῴχοντο δὲ ἀχαλίνως εἰς πᾶν εἶδος ἀκαθαρσίας, ἔπεμψεν εἰς αἰχμαλωσίαν, καὶ ὑπὸ χεῖρα πεσεῖν παρεσκεύασε τὴν Βαβυλωνίων. ἐπειδὴ δὲ κέκληνται 149 πάλιν εἰς τὴν Ἰουδαίαν, Θεοῦ κατοικτείροντος, ἀνετείχισάν τε τὴν πόλιν, καὶ ἀνεδείμαντο τὸν νεὼν, πάλιν ἐτράποντο πρὸς τὸ ῥᾴθυμον, οὐ πληροῦντες τὰς εὐχὰς, οὐχ ἑπόμενοι τοῖς διὰ νόμου θεσπίσμασι, οὐ προσάγοντες δεκάτας ἢ ἀπαρχάς· ἀλλ’ ὀκνηροὶ καὶ μόλις ἐπὶ τὸ θύειν ἐρχόμενοι, καὶ κατασφάζοντες 150 τὰ χωλὰ, τὰ τυφλὰ, καὶ τὰ ἐνοχλούμενα, καὶ ταῦτα δρῶντας ἐκτόπως, οὐδὲν ἧττον ἐπαίδευε Θεὸς λιμῷ τε καὶ ἀκαρπίᾳ. οἱ δὲ, καίτοι δέον, εἴπερ ἦσαν ἀγαθοὶ καὶ τῶν συμφερόντων ἐπιστήμονες, ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς θεραπεύειν λελυπημένον τὸν τῶν ὅλων Θεὸν, ἀσύνετον
ἐποιοῦντο τὴν καταβοήν. ἐπειδὴ γὰρ ἑώρων τὰ περίοικα τῶν ἐθνῶν, καίτοι Θεὸν οὐκ εἰδότα, προσκυνοῦντα δὲ μᾶλλον τοῖς γλυπτοῖς, καὶ τὴν ἐσχάτην νοσοῦντα πλάνησιν, ἐν 151 εὐπαθείᾳ ὄντα καὶ τρυφαῖς, ἔφασκον ἀσυνέτως Mάταιος δουλεύων Θεῷ καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ προστάγματα
αὐτοῦ; ἡμεῖς μὲν γὰρ, φησὶν, οἱ νομοφύλακες ἐν ἀφορίαις ἐσμὲν καὶ πληγαῖς, ᾠχόμεθα δὲ καὶ αἰχμάλωτοι, καίτοι προσπίπτοντες ἀεὶ καὶ ἱκέται γινόμενοι τῷ Κυρίῳ παντοκράτορι· οἱ δὲ τῶν τοιούτων δρῶντες οὐδὲν, οὐ πληγὴν ἔχουσιν, οὐ πόνον. οὐκοῦν μακαρίζομεν ἀλλοτρίους, καὶ
ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα, ἀντέστησαν Θεῷ καὶ ἐσώθησαν. 152 ἀντιπράττουσι γὰρ κατὰ ἀλήθειαν τῆ τοῦ Θεοῦ δόξῃ κατὰ πολλοὺς τρόπους οἱ πλανώμενοι, καὶ τοῖς χωνευταῖς 153 προσάγοντες τὰς θυσίας καὶ “ τῷ ξύλῳ λέγοντες Θεός μου “ εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με.” ταῦτά φησι κατελάλησαν
οἱ φοβούμενοι τὸν Κῦρον. δυσφημία δὲ πάλιν τὸ ἔγκλημα, καὶ τῶν ἐσχάτων ἀρρωστημάτων ἀπόδειξις ἐναργής. νοσούσης γὰρ διανοίας οἱ λόγοι, καὶ μεθύοντος νοῦ θεοστυγὲς ἀπόβρασμα τὸ φάναι τι κατὰ Θεοῦ. ὅτι δὲ τῶν 154 τοιούτων ἐπακροᾶται λόγων οἷον οὐ παρέργως, ἁλλ’ ἐν σπουδῇ, πεπληροφόρηκεν εἰπών Καὶ προσέσχε Κύριος καὶ 155 εἰσήκουσεν· “Ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, 156 “ καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς.’’ εἰ δὲ δή
που τις γένοιτο κατὰ τῆς θείας αὐτοῦ δόξης λόγος, οὗτος ἔσται βαρὺς καὶ οἷον ἀφόρητος, καίτοι λίαν ἀνεξικακεῖν εἰωθότι· ταύτῃτοι καὶ ἔφασκεν ’Εβαρύνατε ἐπ’ ἐμὲ τοὺς λόγους ὑμῶν.
τοῦ Θεοῦ, μὴ λίαν ἀκηδιᾶν, μήτε μὴν οἴεσθαι τὸν 157 οὕτω φιλάρετον ἀφειδῆσαι τῶν ἀγαθῶν· περιεργάζεσθαι δὲ μᾶλλον τὰ ἐφ’ οἷς προσκεκρούκαμεν, ἐκμειλίσσεσθαί τε οὕτω, καὶ τὸν ἔλεον αἰτεῖν. εἰ δὲ δὴ καί τινες τῶν φιλαμαρτημόνων ἐν εὐπαθείαις εἶεν κοσμικαῖς, τὴν τῶν προσκαίρων
ἀπόλαυσιν ἔχοντες, ἀπονέμειν ἀκόλουθον ταῖς ἀπορρήτοις οἰκονομίαις τῆς ἐπ’ αὐτοῖς ἀνεξικακίας τοὺς λόγους.
μοι, λέγει Κύριος Παντοκράτωρ, εἰς ἡμέραν ἥν ἐγὼ ποιῶ εἰς
περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπo αἱρετιεῖ ἄνθρωπος τὸν υἱὸν αὐτοῦ τοι ἔδ’ δουλεύοντα αὐτῷ.
καὶ τοὺς τῆς ἀθυροστομίας εἰσπράττεσθαι λόγους, παρίησι 159 μὲν ὡς Θεὸς ἀμνησικάκως καὶ τοῦτο· ἐγγραφει δὲ βιβλίον μνημοσύνου τοῖς φοβουμένοις αὐτὸν, περὶ ὧν οἶμαί που καὶ 160 αὐτὸς ἔφασκεν ὁ Δαυεὶδ πρὸς τὸν γράφοντα τὸ βιβλίον 161 “ Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται.”
“ ὀνόματα ὑμῶν ἐγράφη ἐν τῷ οὐρανῷ.’ ἐπαρᾶται δὲ καὶ 163 σφόδρα εἰκότως ὁ θεσπέσιος Δαυεὶδ τοῖς Ἰουδαίων δήμοις 164 ἀπεκτονόσι Χριστὸν οὕτω λέγων “Ἐξαλειφθήτωσαν ἐκ “βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.” γράφεται τοίνυν τὸ τοῦ μνημοσύνου βιβλίον τοῖς φοβουμένοις
Θεὸν, οὓς καὶ οἰκείους ἔσεσθαι φησιν ἑαυτῷ καὶ γνωριμωτάτους κατά γε τὸν τῆς περιποιήσεως καιρὸν, ὅτε καθιεῖται μὲν ὁ Χριστὸς ἐπὶ θρόνου δόξης αὐτοῦ, δορυφορούντων s.Matth. ἀγγέλων, “ καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ 165 “ ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν Δεῦτε οἱ
“ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι- “ μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. τότε γὰρ αὐτοὺς αἱρετιεῖ, τουτέστιν αἱρετοὺς ποιήσεται, παραχωρῶν οὐδὲν εἰς φιλοστοργίαν τοῖς καθ’ ἡμᾶς πατράσιν, οἳ τοῖς ἰδίοις ἐπιγάνυται τέκνοις, ὅταν εἶεν μάλιστα σοφὰ καὶ εὐήνια,
καὶ διὰ πλείστης ὅσης αἰδοῦς ποιοῦνται τοὺς φύσαντας.
καὶ τὴν ἀκρατῆ καὶ ἀπαίδευτον ἀνακόπτοντες γλῶσσαν, διαλοιδορήσεσθε μὲν οὐκ ἔτι τῷ φιλαρέτῳ Θεῷ, μονονουχὶ δὲ τὴν μέθην ἀποπεμψάμενοι, καὶ οἷον ἐπιστρέτὸ 167 φοντες ἐκ πλάνης, εὖ μάλα καταθρήσετε τί τε καὶ ὅσον ἐστὶ τὸ μεταξὺ δικαίου τε καὶ ἀνόμου, τοῦ δουλεύοντος Θεῷ καὶ τοῦ μὴ δουλεύοντος. οἱ μὲν γὰρ ἄνομοί τε καὶ ἐξήνιοι, καὶ τὸν 168 τῆς ὑπ’ αὐτῷ δουλείας ἀποσειόμενοι ζυγὸν, οἰχήσονται πρὸς
ἀπώλειαν καὶ εἰς ἀτελεύτητον κόλασιν· “Ἔκει ἔσται ὁ 169 “ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων,’’ καθ’ ἁ γέγραπται· οἱ δὲ ἀγαθοὶ καὶ φιλόθεοι, καὶ τῶν θείων νόμων ἐπιστήμονες, καὶ ἁπάσης ἀρετῆς ἐπιμεληταὶ, λαμπροὶ καὶ ἡγιασμένοι, τὸν τῆς ἀφθαρσίας ἀναδήσονται στέφανον, καὶ ἐν ταῖς ἄνω
γεγονότες μοναῖς, συνδιαιτήσονται μὲν ἁγίοις ἀγγέλοις, κοινωνοὶ δὲ τῆς δόξης ἀποφανέντες χριστοῦ, τοῖς εἰς μακραίωνα βίον ἐντρυφήσουσιν ἀγαθοῖς “Ἂ ὀφθαλμὸς οὐκ 170 “ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ “ ἀνέβη,’’ κατὰ τὸ γεγραμμένον. πλὴν εὐημεροῦντας βλέποντες
ἐν τῷδε τῷ βίῳ τοὺς τῆς φαυλότητος ἐραστὰς, γεγόνασι μὲν ἐν λογισμοῖς τῶν ἁγίων τινὲς, οὐκ ἠγνόησαν δὲ ὅτι τοῦ βίου τὸ πέρας ἕξουσιν εἰς ἀπώλειαν. καὶ γοῦν ὁ μακάριος Ἱερεμίας οὕτω πὼς φησί “ Δίκαιος εἶ κύριε, ὅτι “ ἀπολογήσομαι πρὸς σὲ, πλὴν κρίματα λαλήσω πρὸς σέ.
“ τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ “ ἀθετοῦντες ἀθετήματα; ἐφύτευσας αὐτοὺς καὶ ἐῤῥιζώ- 171 “ θῆσαν· ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ “ τοῦ στόματος αὐτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν. “ καὶ σὺ, κύριε, γινώσκεις με, ἐδοκίμασας τὴν καρδίαν μου
ἐναντίον σου.’’ εἶτα πάλιν φησίν “ Ἅγνισον αὐτοὺς ἐν 172
“ ἡμέρᾳ σφαγῆς αὐτῶν. ἕως πότε πενθήσει ἡ γῆ;” ὁρᾷς ὅπως ἐμπέπτωκεν εἰς λογισμῶν δυσχέρειαν, οὐκ ἦγ’ νόησε δὲ τῶν δυσσεβούντων τὸ πέρας. ” Διότι πᾶσα σὰρξ χόρτος, καὶ 173 “ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου,’’ κατὰ τὸ
γεγραμμενον.
177
ἔφη γὰρ ὧδέ τις τῶν ἁγίων μαθητῶν. ἥξει τοίνυν φησὶν ὡς κλίβανος ἡ ἡμέρα Κυρίου, καὶ καταφλέξει μὲν ἅπαντας τοὺς ἀλλογενεῖς, προσθήσει δὲ τούτοις καὶ τοὺς ποιοῦντας 179 τὰ ἄνομα· μία γὰρ ἔσται τις κατ’ ἀμφοῖν ἡ δίκη. ἄθρει δὲ ὅπως ἀστειότατα νυνὶ διαμέμνηται τῶν ἀλλογενῶν.
180 ἐπειδὴ γὰρ αὐτοὺς ἐμακάριζον λέγοντες “ καὶ νῦν ἡμεῖς “ μακαρίζομεν ἀλλοτρίους, καὶ οἰκοδομοῦνται ποιοῦντες “ ἄνομα, ἀντέστησαν Θεῷ καὶ ἐσώθησαν,’’ ταύτῃτοι καταφλεχθήσεσθαί φησιν αὐτοὺς, ὡς τῇ τοῦ Θεοῦ δόξη πεπολεμηκότας, 181 καὶ προσκυνεῖν ἑλομένους τῇ κτίσει παρὰ τὸν
κτίσαντα.
183 “ Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν “ ἐξ ἡμῶν, μεμενήκεσαν ἃν μεθ’ ἡμῶν.’’ οὗτοι τὴν θείαν 184 εὐγένειαν ἀποβεβληκότες, ἀπονοσφιζόμενοί τε τοῦ ἱεροῦ καὶ ἀπολέκτου γένους τοῦ γεγονότος εἰς περιποίησιν· διὰ πίστεως 185 δὲ δηλονότι τῆς ἐν Χριστῷ· οἱ τοιοῦτοι γοῦν πυρὸς ἔσονται τοῦ παμφάγου τροφή. ἐν ἴσῃ δὲ μοίρᾳ κείσονται παρὰ Θεῷ
καὶ οἱ ποιοῦντες ἄνομα, κἂν εἰ ἐγκρίνοιντο τυχὸν τοῖς πεπιστευκόσι 186 καὶ ἐξειλεγμένοις, καὶ τὸν φύσει τε καὶ ἀληθῶς εἰδόσι Θεόν. οὐ γὰρ ἀπόχρη τοῦτο αὐτοῖς εἰς ἀπόνιψιν ἁμαρτίας, εἴπερ ἐστὶν ἀληθὲς, ὡς “ πίστις χωρὶς ἔργων νεκρά 187 “ ἐστι.’’ δικαιοῖ μὲν γὰρ ἡ πίστις ἡ εἰς Χριστὸν, καὶ τῆς τῶν
προεπταισμένων ἀπαλλάττει κηλῖδος. εἰ δὲ δή τις μετὰ τοῦτο ῥᾴθυμός τε καὶ ἀναπεπτωκὼς εὑρίσκοιτο, πρός τε τὰ σαρκὸς καὶ τὰ τοῦ κόσμου πάθη ἐπιρρεπὴς, νενέκρωκεν οἱονείπως ἐν ἑαυτῶ τὴν πίστιν, προστιθεὶς μὲν οὐδὲν τῶν 188 ἐπαίνου μένων, παλινδρομήσας δὲ μᾶλλον ἐπὶ τὴν ἀρχαίαν
τοῦ βίου σκαιότητα. περὶ τῶν τοιούτων φησὶ καὶ ὁ θεσπέσιος μαθητής “ κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι 189 τὴν ὀδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω “ ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· “ συμβέβηκε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας Κύων
“ ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον, καὶ ὗς λουσαμένη εἰς “ κύλισμα βορβόρου.’’ οὐκοῦν ἐν ἴσῳ τοῖς ἀλλογενέσι καὶ 190 οἱ ποιοῦντες ἄνομα, οἳ καὶ ἔσονται καλάμη, καταφλεχθήσονται δὲ οὕτως ὡσανεὶ κἀκείνη πυρὸς ἐπενηνεγμένου. μένου. συνάγεται γὰρ ὁ σῖτος εἰς ἀποθήκην, καθὰ καὶ ὁ Σωτῆρ’ φησι περὶ 191
τῶν ἁγίων θεριστῶν· τὸ δὲ ἄχυρον κατακαίεται πυρὶ ἀσβέστῳ. Ib.xiii. καὶ οὐ μὴ ὑπολειφθῇ αὐτοῖς ῥίζα οὐδὲ κλῆμα, τουτέστιν, οὐδεμίαν ἕξουσιν ἐλπίδα τοῦ καὶ αὖθις ἀναφυῆναι πρὸς ζωὴν, ζωὴν δέ φημι τὴν ἀξιέραστόν τε καὶ ὡς ἐν δόξῃ τῇ παρὰ Θεῷ, τὴν ὡς ἐν ἁγιασμῷ καὶ μακαριότητι νοουμένην. ῥίζης b
μὲν γὰρ οὐκ εἰσάπαν ἐκκεκομμένης, οὔτε μὴν κλήματος οἷον ἐκ βάθους ἐξῃρημένου, σώζεταί τις ἐλπὶς τοῦ καὶ 192 193 ἀναφῦναι πάλιν· “ Ἔστι γὰρ δένδρῳ ἐλπὶς,” κατὰ τὸ γεγραμμένον· “ ἐὰν γὰρ ἐκκοπῇ, πάλιν ἐπανθήσει, καὶ ὁ ῥάδαμνος “ δὲ αὐτῆς οὐ μὴ ἐκλίπῃ.’’ εἰ δὲ δὴ κάτωθεν καὶ ἐξ αὐτῆς, ὡς ἔφην, ἀναβοθρεύοιτο ῥίζης, καὶ ἀγρίαν τῶν φυμάτων ὑπομένοι τομὴν, συνδιολεῖται πάντως αὐτῶ ἐλπὶς ἅπασα
τοῦ καὶ εἰσαῦθις ἀναφυῆναι δύνασθαι πρὸς ζωήν. οὐκοῦν 194 ὡς ἐξ ὁμοιότητος τῆς τῶν φυτῶν ἐξῃρῆσθαί φησιν ἅπασαν τῶν φιλαμαρτημόνων μόνων ἐλπίδα. καὶ τοῦτο σαφῶς ὁ 195 ῾Ησαΐας ἐπαγγέλλεται λέγων “῾Ο σκώληξ αὐτῶν οὐ τελευ- “ τήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται
“ εἰς ὅρασιν πάσῃ σαρκί.”
καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. καὶ καταπατήσετε 196 ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶι ποδῶν
ὑμῶ ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποῶ, λέγει Κύριος παντοκράτωρ.
περιαστράπτει μαρμαρυγαῖς, καὶ τὴν τῆς ἀληθοῦς θεογνωσίας ἀκτῖνα λαμπρὰν ταῖς τῶν πιστευόντων καρδίαις ἐνιεὶς, καθαροὺς ἀπέφηνε καὶ σοφοὺς καὶ ἁπάσης ἀγαθουγίας ἐπιστήμονας. 198 ἔδειξε δὲ ἡμῖν ἐν ἑαυτῷ τὸν Πατέρα, διὰ τῆς 199 ἀπορρήτου μυσταγωγίας εὐτεχνεστάτους ἀποφήνας καὶ σεσοφισμένους, ἔμπλεων τε τὸν νοῦν τῆς περὶ αὐτοῦ γνώσεως ἔχοντας. πλὴν καὶ εἰς τοῦτο φαιδρότητος παρενηνεγμένοι πεπλουτισμένοι τε, καθά φησιν ὁ μακάριος Παῦλος, “ ἐν 200
“ παντὶ λόγῳ καὶ ἐν πάσῃ γνώσει καὶ ἐν πάσῃ σοφίᾳ, “ βλέπομεν ἄρτι ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι, καὶ γινώ- 201 “ σκομεν ἐκ μέρους.’’ ἥξει δὲ κατὰ καιροὺς τὸ τέλειον, 202 καὶ ἐν πληρεστάτῃ λοιπὸν ἐσόμεθα γνώσει, Χριστοῦ πάλιν ἡμῖν ἐξ οὐρανοῦ ἐπιλάμψαντος, καὶ καταργοῦντος μὲν τὴν
ἐκ μέρους καὶ ἐν αἰνίγματι γνῶσιν, καταλάμποντος δὲ ὥσπερ 203 τοῖς τελεωτάτοις, καὶ θείου τινὸς καὶ ἀποῤῥήτου φωτὸς ἀναπιμπλάντος τὸν νοῦν, καὶ τῇ τοῦ Ἁγίου Πνεύματος χύσει καταφαιδρύνοντος. ἔφη μὲν γὰρ ὁ θεσπέσιος Παῦλος “Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γνώσεις παυ- 204
“ θήσονται.’’ φαμὲν δὲ ὅτι οὐκ ἀπό γε τοῦ γινώσκειν ἐν μέρει ἐπὶ τὸ μηδόλως εἰδέναι τι βαδιούμεθα, πολλοῦ γε καὶ δεῖ. ἐπεὶ τίνα τρόπον ὁ τῆς μελλούσης ἐλπίδος καιρὸς οὐ πρὸς ζημίαν ἔσται ταῖς τῶν ἁγίων ψυχαῖς, εἰ χρὴ πάντως καὶ ὧν ἃν ἔχοιεν ἀπολισθεῖν, οὐ τὰ ἀμείνω κερδαίνοντας,
οὐκ ἐπί τινα τῶν ὑπερκειμένων ἱέντας τὸν νοῦν· ἀπεμπολοῦντας δὲ μᾶλλον καὶ τὸ ἤδη πεπορισμένον οὐκ ἀταλαιπώρως ἔσθ’ ὅτε; καταργοῦνται δὲ προφητεῖαι, πεπαύσεται δὲ καὶ γνῶσις, ἐπεισκρινομένης δηλονότι ταῖς ἡμετέραις ψυχαῖς τῆς ἄγαν ὑπερκειμένης. ὥσπερ γὰρ εἴ τις, ἑνὸς ἐν 205
οἴκῳ φαίνοντος λύχνου καὶ μετρίαν ἐν τοῖς ὁρῶσιν αὐτὸν ἱέντος αὐγὴν, εἰσκομίσειε λαμπάδα, πᾶσά πὼς ἀνάγκη μονονουχὶ καὶ ἀπρακτεῖν τὸ ἐκείνου φῶς τῇ τοῦ μείζονος 206 ἀμετρίᾳ παραχωροῦν· καὶ ὥσπερ ἡλίου τὴν ὑπ’ οὐρανὸν καταυγάζοντος, ἀδρανὴς ἤδη πὼς ἡ τῶν ἀστέρων ἀπολέλειπται λαμπρότης· οὕτω φαιδροτέρας ἐν ἡμῖν εἰσκεκομισμένης γνώσεως καταργηθήσεταί πὼς ἡ μείων. ἔφη δέ 207 που καὶ ὁ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις “ ταῦτα ἐν
xvi,
“ παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν “ παροιμίαις λαλήσω ὑμῖν· ἀλλ’ ἐν παρρησίᾳ περὶ τοῦ “ Πατὸς ἀπαγγελῶ ὑμῖν.’’
τῷ κόσμῳ, Χριστὸς ἀναλάμψει, καθάπερ τις τῆς δικαιοσύνης ἥλιος τῆς τελειοτάτης γνώσεως τὰς αὐγὰς ἐνιεὶς, καὶ ἁπάσης 208 αὐτοὺς ἀπαλλάττων ψυχικῆς ἀρρωστίας, καὶ θλίψεως τῆς ἀρχαίας ὡς ἀπωτάτω τιθείς. τοῦτο γάρ ἐστι τό Ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· οἷον ὡς ἐπ’ ἀετοῦ καὶ νεοττῶν εἰρημένον,
κατ’ ἐκεῖνό που πάντως τὸ διὰ τοῦ πανσόφου Μωυσέως λελεγμένον περὶ Θεοῦ καὶ τῶν ἐξ Αἰγύπτου λελυτρωμένων 209 “῾Ως ἀετὸς σκεπάσει νοσσιὰν αὐτοῦ, διεὶς τὰς πτέρυγας “ αὐτοῦ, ἐδέξατο αὐτούς. ἔσται τοίνυν φησὶ καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. ἐν μὲν γὰρ τῷ αἰῶνι τούτῳ δεινά πὼς
ἐστὶν ἐν ἡμῖν τῆς σαρκὸς τὰ σκιρτήματα· καταθήγει γὰρ 210 τὸν νοῦν εἰς ἐκτόπους ἡδονὰς, ἀγριαίνει δὲ ἐν τοῖς μέλεσιν 211 ἡμων τῆς ἁμαρτίας ό νόμος, εἰ καὶ νικᾶται τύχον δία τῆς τῶν ἁγίων ἐπιεικείας, ἐπαμύνοντος τοῦ Χριστοῦ. καταμεθύει δέ πὼς ὁ νοῦς, καὶ καθ’ ἕτερον τρόπον πειραζόμενος ὑπὸ
παθῶν· ἀλαζονεῖαί τε γὰρ ἐπισκήπτουσι, καὶ φιλοδοξίαι κοσμικαὶ καὶ ὀργαὶ καὶ φιλοκέρδειαι καὶ τὰ ἕτερα τῶν κακῶν. 212 ἐπειδὴ δὲ τὸν ἀρραβῶνα τοῦ Πνεύματος διὰ Χριστοῦ πεπλουτήκαμεν, εἰθίσμεθα καὶ κατευμεγεθεῖν τῶν παθῶν, πλὴν 213 ἱδρῶτος οὐ δίχα, κατὰ δέ γε τὸν αἰῶνα τὸν μέλλοντα πλήρη
214 τῆς θεογνωσίας ἔχοντες τὴν αὐγὴν, καὶ τὴν τελειότητα τῆς δωρεᾶς τοῦ Ἁγίου Πνεύματος πλουτοῦντες, ἀποδυσάμενοί τε τὴν φθορὰν καὶ τὰ τῆς σαρκὸς πάθη, Θεῷ δουλεύσομεν ὁλοτρόπως, οὐ μεριζόμενοι πρὸς ἁμαρτίαν, οὔτε μὴν ὑπό
του τῶν πάλαι παθῶν ἐνοχλούμενοι, ἀλλ’ ἐν ἴσῃ τάξει τοῖς ἁγίοις ἀγγέλοις τὸν καθαρὸν καὶ ἀπήμονα διαζῶντες βίον. γέγραπται γὰρ περὶ τῶν ἁγίων ὅτι ἐπιλήσονται τὴν θλῖψιν 215 αὐτῶν, καὶ οὐκ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν· ἔσται δὲ, φησὶ, “ καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν,
“ ὑπὲρ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ εὐφροσύνη καὶ 216 “ ἀγαλλίαμα καταλήψεται αὐτοὺς, ἀπέδρα ὀδύνη καὶ λύπη “ καὶ στεναγμός.’’ ταύτῃτοί φησιν ὁ Προφήτης, ἤτοι Θεὸς ὁ τούτων ἐργάτης καὶ δοτὴρ, ὅτι καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμων ανειμενα. ὥσπερ γὰρ
μοσχάρια τὰ ὑπότιτθα δεσμῶν ἀνιέμενα κατασκαίρουσι τῶν ἀγρῶν, ἐν εὐανθεῖ τῇ πόᾳ ἀποπηδῶντά τε καὶ διαμυκώμενα· οὕτω κατὰ καιροὺς οἱ ἅγιοι μονονουχὶ δεσμῶν ἀνιέμενοι τῆς ἐν τῷδε τῷ βίῳ θλίψεως καὶ φροντίδος, ἱδρῶτός τε καὶ πόνων, εἰς τὴν τοῖς ὁσίοις πρέπουσαν εὐθυμίαν ἐκβήσονται, 217
πατοῦντες ἀνόμους, οὐ μαχομένους ἔτι καὶ ἀνθεστηκότας, πεσόντας δὲ ἤδη καὶ νενικημένους, καὶ οἷον ὑπὸ πόδας κειμένους, τῷ καὶ ἀνῃρῆσθαι παντελῶς τὸν παρ’ αὐτῶν πόλεμον. “ Οὐ γὰρ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν 218 “ πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ,” κατὰ τὸ γεγραμμένον·
“ ἔσται δὲ μᾶλλον ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται. 219 ἀπόλεμος γὰρ καὶ ἀπάσης κηλῖδος ἀπηλλαγμένη κατ’ ἐκεῖνο μάλιστα τοῦ καιροῦ τῶν ἁγίων ἔσται ζωή. 220 κω ἰδού ἐγὼ ἀποστέλλω ὑμῖν ῾Ηλίαν τοι Θεσβίτην πρὶν ἐλθεῖν
221
τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὅς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καἰ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, ἵνα μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην.
222 παρέσται λοιπὸν ὁ κριτὴς τοῖς ἀνὰ πᾶσαν τὴν οἴκου μένην προαγγέλλοντα. καταβήσεται γὰρ κριτὴς ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, δορυφορούντων ἀγγέλων, καὶ κα- 223 θιεῖται μὲν “ ἐπὶ θρόνου δόξης αὐτοῦ,’’ κρίνων τὴν οἰκουμένην Ps. XCV. ἐν δικαιοσύνῃ, ἀποδώσει δὲ πάντως ἑκάστω κατὰ τὸ ἔργον
αὐτοῦ. ἐπειδὴ δὲ ἐν πλείσταις ἐσμὲν ἁμαρτίαις, προβαδίζει χρησίμως ὁ θεσπέσιος προφήτης, εἰς ὁμοψυχίαν ἄγων τοὺς ἐπὶ τῆς γῆς, ἵνα δὴ σύμπαντες εἰς ἑνότητα τὴν διὰ πίστεως ἐνηνεγμένοι, καὶ τῶν εἰς φαυλότητα σπουδασμάτων ἀποπαυσάμενοι, 224 πληροῦν ἕλοιντο τὸ ἀγαθὸν, οὕτω τε σωθεῖεν
καταφοιτήσαντος τοῦ κριτοῦ. φθάσας μὲν οὖν ὁ μακάριος S. Luc. βαπτιστὴς ’Ιωάννης προῆλθεν “ἐν πνεύματί τε καὶ δυνάμει S.Matth. “ Ἠλίου. ἀλλ’ ὥσπερ αὐτὸς διεκήρυττε λέγων “ ῾Ετοι- “ μάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους “ αὐτοῦ, οὕτω καὶ ὁ θεσπέσιος Ἠλίας ἐγγὺς ὄντα δια-
225 κηρύττει τότε, καὶ ὅσον οὐδέπω παρεσόμενον, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. καὶ νῦν μὲν ἴσως διχονοοῦσί S. Luc. τινες, καὶ μεμέρισται πατὴρ μὲν πρὸς υἱὸν, υἱὸς δὲ πρὸς 226 πατέρα. ὁ μὲν γὰρ πεπίστευκεν εἰς Χριστὸν, ὁ δὲ τοῖς ἀπίστοις ἐστὶν ἐναρίθμιος, ἕτεροι δὲ διεστήκασι τῆς ἀλλήλων
ἀγάπης, διεσχοινισμένοι πρὸς ἔχθραν καὶ ἀκαταλήκτους ὀργὰς, καὶ τὰς ἐφ’ ὁτῳοῦν τῶν ἐν κόσμῳ πραγμάτων φιλονεικίας. ἀποκαταστήσει γεμὴν ὁ προφήτης, εἰς μίαν 227 συνάγων πίστιν πάλαι διῃρημένους, καὶ ἀποκαθιστὰς ἄνθρωπον πρὸς τὸν πλησίον αὐτοῦ, ἵνα μὴ ἔλθω φησὶ καὶ πατάξω τὴν γῆν ἄρδην, τουτέστιν ὁλοτρόπως καὶ παντελῶς. ὁρᾷς οὖν ἄρα τὴν ἡμερότητα τοῦ πάντων Δεσπότου. προαναπείθει 228
τοὺς ἐπὶ τῆς γῆς, καὶ μονονουχὶ διαμαρτύρεται διὰ τῆς τοῦ Ἡλίου φωνῆς, ὅτι παρέσται κριτὴς, ἵνα ταῖς εἰς τὸ ἄμεινον μεταδρομαῖς τὸν οἰκεῖον ἐπανορθοῦντες βίον οἱ τὸ τηνικάδε ζῶντες ἐπὶ τῆς γῆς, μὴ πικρῷ περιτύχοιεν τῷ δικαστῇ, πέμποντι πρὸς φλόγα καὶ εἰς τὸ σκότος τὸ ἐξώτερον· 229
ἀκούσειαν δὲ μᾶλλον “ Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός “ μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν “ ἀπὸ καταβολῆς κόσμου.”
αὐτῷ ἐν Χωρὴβ πρὸς πάντα τὸv ’Ισραὴλ προστάγματα καὶ
δικαιώματα.
ἐκ πρώτων, ἵν οὕτως εἴπωμεν, χρόνων, καθ’ οὓς κέκληται πρὸς θεογνωσίαν ὁ Ἰσραὴλ, ὅτε τοὺς ἐν Χωρὴβ κεχρησμῴδηκε νόμους διὰ Μωυσέως Θεός. καταβέβηκε μὲν γὰρ ὁ 231 τῶν ὅλων Θεὸς ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐφαίνοντο δὲ καπνοὶ μὲν καὶ φλόγες ὑψοῦ τε διάττουσαι, καὶ πολὺ
τοῖς θεωμένοις ἐμποιοῦσαι τὸ δεῖμα· σκότος δὲ ἦν, καὶ γνόφος, καὶ θύελλα, καὶ “ φωνὴ τῆς σάλπιγγος ἤχει Exod 232 “ μέγα.’’ τότε δὴ τότε περίφοβοι γεγονότες οἱ υἱοὶ Ἰσραὴλ προσήεσαν λέγοντες τῷ μεσίτῃ καὶ παιδαγωγῷ· Μωυσῆς 233 οὗτος ἦν· “ Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω ἡμῖν ὁ “ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.” καὶ δὴ πρὸς ταῦτα Θεός 234 “ Ὀρθῶς, φησὶ, πάντα ὅσα ἐλάλησαν· Προφήτην αὐτοῖς
“ ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω “ τοὺς λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς “ κατὰ πάντα ὅσα ἐντείλωμαι αὐτῷ.’ ὁρᾷς ὅπως ἐκ μακρῶν τῶν ἄνωθεν χρόνων προανεφώνει Χριστὸν τὸ γράμμα τὸ ἱερόν; ἀλλὰ καὶ αὐτὰς εἰ δὴ βούλοιτό τις βασανίζειν τὰς
τοῦ νόμου σκιὰς, Χριστὸν εὑρήσει γραφόμενον, καὶ τὸ 235 ἐπ’ αὐτῷ μυστήριον. καὶ γοῦν ἔφασκεν Ἰουδαίοις “ Εἰ “ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ 236 “ ἐκεῖνος ἔγραψε.” πλήρωμα γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ
δόξα σὺν τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.