ΕΙΣ ΤΟΝ ΗΡΟΦΗTΗΝ ΣΑXΑΓΙΑΝ.
ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
γῆν, τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται, κα τὸ διεσκορπισμένον οὐ μἠ ζητήσῃ, καὶ τὸ συντετριμμένον οὐ μἠ ίάσκται, καὶ τὸ 1 ὁλόκληρον οὐ μὴ κατευθύνει, καὶ τὰ κρέα τῶ ἐκλεκτῶν καταφάγεται, καὶ τούς ἀστραγάλους αὐτῶν ἐκστρέψει.
Χριστοῦ, τὰς δύο ῥάβδους ἀπορρίψαντός τε καὶ διασκεδάσαντος ταῖς τῶν Χαναναίων χώραις, κατὰ τοὺς ἤδη προαποδεδομένους τρόπους· τρόπους· οἱ μὲν ἐγνώκασιν ὅτι Λόγος Κυρίου 2 ἐστί. πεπιστεύκασι γὰρ, ὡς ἔφην, ὅτι καίτοι παρὰ Θεοῦ 3 καὶ Πατρὸς ἀπορρήτως γεγεννημένος ὁ ἐξ αὐτοῦ τε καὶ ἐν
αὐτῷ Λόγος, ἐπειδὴ γέγονε καθ’ ἡμᾶς, κεχρημάτικε τε τῶν ὅλων ἀρχιποίμην, προὔθηκεν αὐτοῖς εἰς μυσταγωγίαν καὶ 4 εἰς εἴδησιν ἀκριβῆ τοῦ καθ’ ἑαυτὸν μυστηρίου τήν τε εὐαγγελικὴν παίδευσιν καὶ φωταγωγίαν, καὶ μέντοι καὶ τὴν νομικήν. 5 6 ταύτας γὰρ εἶναι τὰς δύο ῥάβδους ἐλέγομεν, δι’ ὧν ἡμᾶς καταποιμαίνει χριστὸς “ ἐν νομῇ ἀγαθῇ καὶ ἐν τόπῳ πίονι” καθὰ γέγραπται. ἀλλ’ οὐ συνέντες Ἰουδαῖοι τὸ μυστήριον, ἠγνοηκότες δὲ καὶ τὴν ῥάβδον τὴν καλὴν, τουτέστι τὸ κήρυγμα τὸ εὐαγγελικὸν, καὶ προσέτι τούτοις τὴν ἑτέραν
ἀτιμάσαντες ῥάβδον, ᾗ ὄνομα Σχοίνισμα, τουτέστι τὸν διὰ Μωυσέως νόμον, οὐ προσήκαντο μὲν τὴν πίστιν, ἠγνοήκασι δὲ τὸν διὰ νόμου καὶ προφητῶν προηγορευμένον· καὶ τοῦτο 7 αὐτοῖς ἐναργῶς αὐτὸς ἔφασκεν ὁ Σωτῆρ’ “ Μῆ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατη- 8 “ γορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. εἰ γὰρ “ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἃν ἐμοί· περὶ γὰρ ἐμοῦ “ ἐκεῖνος ἔγραψέν. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύ- “ ἕτε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε ” ἔστι τοίνυν οὐδαμόθεν ἀμφίλογον, ὡς οὔτε τοῖς Μωυσέως πεπιστεύκασι
γράμμασιν, οὔτε μὴν τοῖς τοῦ Σωτῆρος ῥήμασιν.
ᾧ προστεθέντες Ἰουδαῖοι κατακριθήσονται. καὶ πιστώσεται 11 λέγων αὐτοῖς ὁ Σωτῆρ’ ἀπειθεῖν ᾑρημένοις “ Ἐγὼ ἐλήλυθα “ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· “ ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.’’ ὅτι τοίνυν Ἰουδαῖοι ἔμελλον κατὰ καιροὺς πεφηνότα τὸν τῆς
12 ἀνομίας υἱὸν ἀμελλητὶ παραδέχεσθαι, “ τὸν ἀντικείμενον καὶ “ ὑπεραιρόμενον ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε “ αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν 13 “ ὅτι ἔστι Θεὸς,’’ τὸν οὐκ εἰδότα ποιμαίνειν ὀρθῶς καὶ ἐπιστημόνως προανατυποῦσθαι κελεύει τῷ Προφήτῃ Θεὸς
14 οὕτω λέγων Ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου. οἱ μὲν γὰρ τῶν ποιμένων ἐπιεικέστατοι, καὶ τῶν ἐν χερσὶ σπουδασμάτων ἐπιστήμονες, ἰσχνὰς ἔχουσι τὰς ῥάβδους, ἳν’ εἰ γένοιτο τοῦ καταπαίειν καιρὸς, μὴ συνθραύηται
τὸ τυπτόμενον. εἰ δὲ δή τις εἴη τῶν οὐκ εἰδότων τὸ χρῆμα, καὶ ποιμενικῆς ἐπιστήμης ὡς ἀπωτάτω κείμενος, ἁδροτάτοις αὐτὰ συντρίβει ῥοπάλοις. καὶ ταῦτα οἶμαί ἐστι τὰ σκεύη τὰ ποιμενικὰ τοῦ απείρού ποιμένος. ἐπειδὴ δὲ κατὰ 15 καιροὺς ἔμελλεν ὁ τῆς ἀνομίας υἱὸς τὴν βασιλίδα τιμὴν
περικείμενος, δοκεῖν ἐν τάξει ποιμένος ἀναδειχθήσεσθαι τοῖς ἐπὶ γῆς· φειδοῦς γεμὴν οὐδεμιᾶς ἀξιοῦν τοὺς ὑπὸ χεῖρα λαοὺς, ἢ καὶ τοὺς ἔξω χειρὸς, ταύτητοί φησιν Ἰδοὺ ἐγὼ εζεγειρω ποιμενα ἐπὶ τὴν γῆν, τὸ εκλιμπανον οὐ μὴ επισκέψηται. ὅμοιον ὡς εἰ λέγοι Τὸ ὀλισθῆσαν εἰς ὀλιγοπιστίαν,
οὐκ ἂν ἐπιρρώσειε ταῖς μυσταγωγίαις· τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ, τὸ ἐκπεφοιτηκός φησι τῆς εὐθείας 16 ὁδοῦ, καὶ τῆς ἀγέλης ἀποσκιρτᾶν εἰωθὸς, οὐ μὴ ζητήσῃ, τουτέστιν οὐκ ἂν μεταθείη πρὸς τὸ ἄμεινόν τε καὶ ἔχον ὀρθῶς. τὸ συντετριμμένον οὐ μὴ Ἰάσηται. συντρίβεται δέ
τις, ἢ πονηρᾶς ἡδονῆς ἡττώμενος, καὶ οἷον οὐ φέρων τῆς φιλοσαρκίας τὸ βάρος· ἤγουν ταῖς τῶν ἀνοσίων αἱρετικῶν ἀπάταις συνηρπασμένος, καὶ ὑγιᾶ τὸν νοῦν οὐκ ἔχων εἴς γε τὸ χρῆναι πιστεύειν ὀρθῶς. τοῦτο πάλιν ὁ ἀγαθὸς ἰᾶται ποιμὴν, ὁ γεμὴν ἄπειρος οὐκέτι. τὸ ὁλόκληρον οὐ μὴ
κατευθυνῇ, ἁλλὰ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τοὺς αστραγάλους αὐτων ἐκστρέφει. πολεμήσει γὰρ τοῖς 17 ἁγίοις ὁ τῆς ἀνομίας ὑιὸς, καὶ ἀχάλινον αὐτοῖς ἐπαφεὶς τὴν 18 ὀργὴν, μονονουχὶ καὶ κρεανομήσει καὶ καταφάγεται θηρὸς ἀγρίου δίκην. ἐκστρέψει δὲ καὶ τοὺς ἀστραγάλους, ἵνα μή τις ἔχη τὸ ὀρθοποδεῖν δύνασθαι· καταβιάσεται γὰρ προσκυνεῖν 19 αὐτῷ, καταπλήττων τοῖς θαύμασιν. ἔχει γὰρ “ τὴν “ παρουσίαν κατ’ ἐνέργειαν τοῦ σατανᾶ,” καὶ ἐν Βεελζεβοὺλ
20 ποιήσει “ τέρατα, ὥστε πλανᾶσθαι εἰ δυνατὸν καὶ τοὺς “ ἐκλεκτοὺς,’’ καὶ ἧ φησὶν ὁ Σωτῆρ’ “ οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ,” μαινομένης κατὰ πάντων τῆς ἐκείνου πλεονεξίας· “ διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.’’ 21 “ ἀνελεῖ γὰρ αὐτὸν ὁ κύριος τῷ πνεύματι, καὶ καταργήσει
τῇ ἐπιφάνειᾳ τῆς παρουσίας αὐτοῦ.”
ἤδη τὰς τῆς ῥᾳθυμίας ἀποτιννύουσι δίκας τάχα που καὶ συναλγεῖ δι’ ἔμφυτον ἡμερότητα, καὶ καταιτιᾶται μὲν, ὅτι 23 ποιμένες γεγόνασι τῶν ματαίων, τουτέστι τῶν προσκαίρων ἐπιμεληταὶ, ῥᾴθυμοι δὲ οὕτως, ὡς ἐπιγάνυσθαι τοῖς προβάτοις ἀθλίως διολωλόσιν. οἱ μὲν γὰρ πωλοῦντες ἔλεγον
24 Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν·’’ οἱ δὲ κατέσφαζόν 25 τε καὶ οὐκ ἔπασχον οὐδὲν ἐπ’ αὐτοῖς· τοῦ γὰρ χρῆναι ποιμαίνειν ὀρθῶς οὐδεὶς ἦν ὅλως παρ’ αὐτοῖς ὁ λόγος. τοι. οὗτοι δὲ ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, κλείοντες τὴν 26
βασιλείαν τῶν οὐρανῶν, καθά φησιν ὁ χριστὸς, καὶ μήτε αὐτοὶ εἰσερχόμενοι, μήτε μὴν ἑτέρους ἀφιέντες εἰσελθεῖν· 27 ἀλλὰ περιάγοντες μὲν “ τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ἵνα 28 ποιήσωσιν ἕνα προσήλυτον, εἰ δὲ δὴ γένοιτο, ποιοῦντες “ αὐτὸν υἱὸν γεέννης διπλότερον ἑαυτῶν.’’
μέρος ὁ βραχίων ἦν καὶ ἱερὸν ἀνάθημα τῶ Θεῶ. 29 ὑποφαίνοντος οἴμαι του νόμου δι’ αἰνίγματος, ὅτι Θέῳ τὴν 30 ἰδίαν ἀναθετέον ἰσχὺν τὴν σωματικήν τε καὶ πνευματικήν. ὅτι δὲ ὁ βραχίων κατασημαίνει τὴν δύναμιν, πιστώσεταί τις τῶν ἁγίων, τῷ τῶν ὅλων Θεῷ προσπεφωνηκώς “ Μεγέθει 31
“ βραχίονός σου ἀπολιθωθήτωσαν ” ὁ ’δε γε ὀφθαλμὸς εἰς νοῦ τύπον λαμβάνεται. πείσεται δὴ οὖν ὁ μὴ ποιμαίνων ὀρθῶς βραχίονός τε καὶ ὀφθαλμοῦ τὴν πήρωσιν, τουτέστιν, ἔρημος ἔσται καὶ πνευματικῆς ἰσχύος. οὐ γὰρ δυνήσεταί τι κατορ- θῶσαι τῶν ἀγαθῶν μὴ ἐν ἰσχύοντος Θεοῦ· κατασκοτισθήσεται 32
δὲ καὶ τὸν νοῦν, ἀμέτοχος τοῦ θείου φωτὸς ὑπάρχων τε καὶ νοούμενος. οὐ γὰρ δυνήσεται λέγειν ἐκ παρρησίας Οτι σὺ φωτιεῖς λύχνον μου κύριε, ὁ Θεός μου φωτιεῖς 33 “ τὸ σκότος μου.’’ δεξιός τε βραχίων ὁ τῆ μαχαίρᾳ τεμνόκατεσφάζοντο 34 μένος, καὶ μὴν καὶ ὀφθαλμὸς ὁ τυφλούμενος. δεξιὸν γὰρ οὐδὲν παρὰ τοῖς Ἰουδαίων δήμοις, οὐ πρᾶξις ἀγαθὴ, οὐκ ἰσχὺς ἡ ἐν τούτοις, οὐ τὰ ἐκ θείου φωτὸς εἰς νοῦν καὶ 35 καρδίαν. ὡς γὰρ ὁ Παῦλός φησιν “Ἂχρι σήμερον ἡνίκα 36 “ ἃν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν
αὐτῶν κεῖται.’’ ψάλλει δέ που καὶ ὁ Δαυεὶδ περὶ αὐτῶν 37 “ Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν· σκαιὰ δὴ οὖν ἅπαντα τὰ παρ’ αὐτοῖς, κἂν τρόπον εἴπῃς, κἂν νόημα, κἂν ἕτερόν τι τῶν προσεῖναι πεπιστευμένων. τῶν μὲν γὰρ ἀριστερῶν ἢ ἀφαίρεσις ὀνήσῃ ἂν οἶδ’ ὅτι τοὺς
ὑπομένοντας· ἀποβολὴ γὰρ σκαιότητος, αἰτίας τε καὶ μώμου 38 παντὸς ἀπαλλάξειεν ἂν αὐτούς. ἀδικήσειε δ’ ἂν οὐ μετρίως ἡ τῶν Θῶν ἀπόθεσις· ἀποφέρει γὰρ πάντως εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα. ἀλλ’ Ἰουδαίοις μὲν πρέποι ἂν, καὶ μάλα εἰκότως, τὸ ἐν στερήσει γενέσθαι τῶν δεξιῶν·
ἡμῖν δὲ τοῖς ἐν Χριστῷ τὸ ἐν ἀποβολῇ γενέσθαι σκαιότητος, καὶ τοῖς δεξιοῖς ἐναβρύνεσθαι.
ὡσπερ γὰρ εἶναί φαμεν νοητὸν Ἰουδαῖον, τὸν ἔχοντα περι- τομὴν ἐν καρδίᾳ, τὴν διὰ τοῦ πνεύματος, καὶ οὐχὶ δὴ πάντως 44 τὴν ἐν σαρκὶ διὰ γράμματος· οὕτω καὶ Ἰσραὴλ νοεῖσθαι φαίη τις ἂν, οὐχὶ πάντως τὸν ἐξ αἵματος Ἰσραὴλ, ἐκεῖνον δὲ μᾶλλον, ὃς ἔχει τὸν νοῦν ὁρῶντα Θεόν. τοιοῦτοι δὲ
μᾶλλον πάντες οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν κεκλημένοι πρὸς ἁγιασμὸν, ἐπεγνωκότες τε δι’ αὐτοῦ καὶ ἐν αὐτῶ τὸν 45 Θεὸν καὶ Πατέρα. θεοπτίας γὰρ οὗτος εἷς τρόπος ὁ ἀτρεκὴς καὶ ἐξαίρετος.
Ἰσραήλ. ὅτι δέ ἐστι παναλκὴς ὁ τῶν ὅλων Δημιουργὸς, ὁ τὴν ἐπὶ τούτοις ἡμῖν ποιούμενος προανάῤῥησιν, ἀποφαίνει λέγων Ἐκτείνων οὐρανὸν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. δέχεται γὰρ, φησὶν, ἐπὶ τὸν Ισραηλ τὸ λημμα τοῦ λόγου Θεὸς ὁ πάντα ἰσχύων, καὶ
“ ἐκτείνων μὲν ὡσεὶ δέῤῥιν τὸν οὐρανὸν,” κατὰ τὴν τοῦ 46 ψάλλοντος φωνὴν, ἑδραιοτάτην τε οὕτως ἀποφήνας τὴν γῆν, ὡς ἀεί τε καὶ διὰ παντὸς ἀκλονήτως ἔχειν, καίτοι τεθεμελιωμένην ἐπὶ θαλασσῶν· ἔφη γὰρ οὕτως ἡ θεόπνευστος 47 γραφή. αὐτὸς ὁ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ.
ὁ δὲ δὴ τῶν οὕτω μεγάλων δημιουργὸς καὶ τεχνίτης, πῶς οὐκ ἃν ἀνιδρωτὶ καὶ μάλα εὐκόλως τὸ αὐτῶ δοκοῦν ἀποπεραίνῃ; πλάσσεται δὲ παρὰ Θεοῦ πνεῦμα ἀνθρώπου ἐν αὐτῷ, οὐκ εἰς ἀρχὰς τοῦ εἶναι καλούμενον, εἰ καὶ γεγ́ονε δι’ αὐτοῦ, 48 49 ἀλλ’ οἷον μεταμορφούμενον, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐξ ἀνανδρίας εἰς ὑπομονὴν, καὶ ἁπαξαπλῶς ἐκ τῶν αἰσχιόνων εἰς τὰ ἀμείνω μεταστοιχειούμενον νοητῶς. ψάλλει δέ που 50 καὶ ὁ θεσπέσιος Δαυείδ “ Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ “ ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.’
καὶ οὐ δήπου φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, καρδίαν ἢ πνεῦμα βούλεσθαι λαβεῖν , ὡς οὐκ ἔχοντα τὴν ἀρχήν· οἰηθείη δ' ἂν μᾶλλον ἐν αὐτῷ κτίζεσθαι παρακαλεῖν καρδίαν καθαρὰν 51 καὶ πνεῦμα εὐθές. καὶ τοῦτό ἐστιν ὁ μεταπλασμός. ἔθος δὲ τοῖς ἁγίοις προφήταις, εἰ δὴ μέλλοιεν οὐκ εὐκαταφρονήτων
πραγμάτων ποιεῖσθαι προαφήγησιν, πανσθενῆ τε καὶ ἀλκιμώτατον προαναφαίνειν πειρᾶσθαι τὸν τῶν ὅλων Θεὸν, ἵνα πανταχόθεν ὁ λόγος αὐτοῖς ἔχοι τὸ βέβαιον εἰς πίστιν, κἂν εἴ τι λέγοιεν τῶν ἐλπίδος ἐπέκεινα, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἐννοίας τὰς ἐν ἡμῖν ἔξω τε τοῦ λόγου καὶ ἀπιστούμενον.
Ἴδου ἐΓὼ Τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι 52 τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ ἐσται περιοχή ἐμ
Ἱερουσαλήμ. κὼ ἐσται ἐν τῇ Ἡμέρᾳ ε'κείνῌ θήσομαι τὴν Ἱερουσαλὴμ λόθον καταπατούμενον πᾶσι τοῖς ἒθνεσι· πᾶς ὁ καταπατῶ αὐτὴν ἐμπαίζων ἐμπαίξεται, κὼ ἐπισυναχθήσονται
ἐπ’ αὐτὴν πάντα τὰ ἒθνη τῆς γῆς.
“ εἰς χεῖρας βασιλέως αὐτοῦ. καὶ κατακόψουσι τὴν γῆν, “ καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν.’’ ἐν δέ γε τοῖς προκειμένοις, τοὺς κατὰ τῆς Ἐκκλησίας γεγονότας διωγμοὺς προαφηγεῖται σαφῶς. πεπολεμήκασι γὰρ τοῖς πιστεύσασιν εἰς Χριστόν· πρὸ μὲν γὰρ τῶν ἄλλων ἁπάντων οἱ τῆς 56
Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, παραγγέλλοντες μὲν τοῖς ἁγίοις ἀποστόλοις μὴ λαλεῖν ἐπὶ τῶ ὀνόματι τοῦ Χριστοῦ, 57 μαστίζοντες δὲ καὶ ἐν συνεδρίοις αὐτοὺς, λιθοβολεῖσθαι δέ αὐτοὺς παρασκευάζοντες, καὶ τί γὰρ οὐχὶ τῶν ἀνοσιωτάτων δρῶντες καὶ λέγοντες ; ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῶν ἐθνῶν
χώραις ἐκπεφοίτηκεν ὁ λόγος ὁ περὶ Χριστοῦ, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων κατήκοοι γεγόνασιν οἱ ἐν αὐταῖς, ἕτεροι πάλιν γεγόνασι διωγμοὶ διὰ τῶν κατὰ καιροὺς καὶ 58 κατὰ χώρας κεκρατηκότων οἳ, τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλολατρείας μεταποιεῖσθαι σπουδάζοντες καὶ διαβολικῆς
ἀνοσιότητος ὑπουργοὶ γεγονότες, ἀπεκτόνασι τοὺς ἁγίους εἰς τοὺς ἐπὶ τοῖς μαρτυρίοις καλοῦντες ἀγῶνας. ἔδοξε δέ πὼς ἡ Ἐκκλησία καὶ πάσχειν εὐκόλως, ἐπαμύνοντος οὐδενὸς, ἐοικέναι τε προθύροις σεσαλευμένοις καὶ πίπτουσιν, ἢ καὶ λιθῷ καταπατουμένῳ. καίτοι γὰρ ἰσχύων ὁ τῶν ὅλων Σωτῆρ’
καὶ πάντα πόλεμον κατευνάσαι ῥᾳδίως, μᾶλλον δὲ καὶ ἀποστῆσαι παντελῶς τῶν σεβομένων αὐτὸν, καὶ ἀμείνους 59 ἀποφῆναι παντὸς πειρασμοῦ καὶ τῆς τῶν ἐχθρῶν κατευμεγεθοῦντας χειρὸς, ἐφῆκεν οἰκονομικῶς καταλαμπρύνεσθαι 60 διὰ παθημάτων, ἵνα σύμμορφοι γεγονότες αὐτῷ, συνδοξασθεῖέν 61 τε καὶ συμβασιλεύσειαν. εἰ γὰρ συμπάσχομεν, “ καὶ “ συμβασιλεύσομεν’’ αὐτῷ, κατὰ τὸ γεγραμμένον, καὶ εἰ 62 “ κοινωνοὶ τῶν παθημάτων’’ ἐσμὲν, ἀλλὰ καὶ τῆς δόξης ἕλ’ μέθᾳ. ἱροῦ τοίνυν φησὶ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα
σαλευόμενα. εἰ δὲ δήπου τοῦτο γένοιτο, καὶ ταχθείη περὶ 63 αὐτὴν ἡ περιοχὴ, τουτέστιν ἡ παρὰ πάντων πολιορκία, καὶ ὅταν εἶναι δόξειεν ὡς λίθος καταπατούμενος, τότε πᾶς ὁ ἐμπαίζων ἐμπαίξεται. πέπρακται δὲ τοῦτο, καθάπερ ἔφην ἀρτίως, ἐν τοῖς κατὰ καιροὺς διωγμοῖς. ἐπεφύοντο γὰρ τοῖς
ἁγίοις, κατὰ πολλοὺς αἰκίζοντες τρόπους, καὶ τάχα που καὶ ἀποθνήσκουσιν ἐπιμειδιῶντες οἱ τάλανες. οὐ γὰρ ᾔδεσαν, κατὰ τὸ εἰκὸς, τὸ ἐκ τοῦ παθεῖν εὐκλεὲς, καὶ ὅτι πρὸς εὐθυμίας αὐτοῖς τῆς διηνεκοῦς ἔσται δὴ πάντως ὁ πόνος. 64 ἄθρει δὴ ὅπως οὐ τῆς τῶν ἐθνῶν ἰσχύος ἔργον εἶναί φησι,
τὸ καταπατηθήσεσθαι τὴν Ἐκκλησίαν· ἀλλὰ τῆς αὐτοῦ 65 βουλῆς ἐφιέντος, ὡς ἔφην, διὰ παθημάτων τελειοῦσθαι τοὺς ἰδίους προσκυνητάς. ιδου γάρ φησιν ἐγὼ τιθημί τὴν Ιερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ. τούτῳ παραπλήσιον ἐκεῖνο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Σωτῆρος
66 φωνῆς εὖ μάλα σαφῶς ἐφήμενον πρὸς Πιλάτον “ Οὐκ εἶχες “ οὐδεμίαν ἐξουσίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν δεδομένον σοι “ ἂνωθεν·” φαίη δ’ ἃν εἰκότως ἡ νοητὴ πάλιν Ἱερουσαλὴμ, 67 τουτέστιν ἡ Ἐκκλησία, τῷ διώκοντι κόσμῳ Οὐκ εἶχες κατ’ ἐμοῦ ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν.
ἀναβάτην πατάξειν εἰπὼν ἐν ἐκστάσει τε καὶ παραφρονησει καὶ μὴν καὶ ἀποτυφλώσει. ἔστι δὲ οἶμαι ταὐτὸν τὸ παθεῖν τὴν ἔκστόισιν τῷ ὑπομεῖναι τὴν παραφρόνησιν. τὸ γὰρ ἔξω γενέσθαι φρενὸς, ἒκστασις ἃν νοοῖτο, καὶ μάλα εἰκότως. οὗ δὴ γεγονότος καὶ τοῖς φονῶσι συμβεβηκότος, περιέσται που
πάντως τοῖς ἁγίοις εἰπεῖν περὶ τῶν σφισι μεμαχημένων “ Οί 70 “ ἐχθροὶ ἡμῶν ἀνόητοι,” καὶ μὴν καί “ οὗτοι ἐν ἅρμασι καὶ Ps. xix. “ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν “ μεγαλυνθησόμεθα. αὐτοὶ συνεποδίσθησαν καὶ ἒπεσον, “ ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνορθώθημεν.” παραφρονήσειε δ'
ἃν καὶ ἑτέρως ὁ ταῖς τῶν ἁγίων ἀνεξικακίαις ἀνοσίως ἐπιπηδῶν, καὶ ἀδόκητον ὑπομενεῖ τὴν ἔκστασιν, ἤτοι τὸ θαῦμα, τεθεαμένος ὅτι νικῶσιν ἐν συμφοραῖς, καὶ στεφα- νοῦνται πεσόντες, κἂν ἡττῆσθαι δοκοῖεν, τότε δὴ μάλιστα κρατοῦσι μειζόνως· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἔν γε δὴ μάλιστα 71
τῷ παθεῖν αὐτοὺς ὁρῶνται εὐκλεεῖς, καὶ τῷ μεγέθει τῶν πόνων συμπαρομαρτοῦσαν ἔχουσι τὴν ἄνωθεν χάριν. εἶτα πῶς οὐκ ἃν καταπλήξειαν τοὺς μεμαχημένους οἱ μακάριοι μάρτυρες, καὶ αὐτὸν νικῶντες ’τον σαταναν, καὶ πονήροις μὲν καὶ ἀκαθάρτοις ἐπιτιμῶντες πνεύμασι· πολὺ δὲ τὸ θαῦμα
τῆς ἐνούσης εὐκλείας αὐτοῖς ἐνιέντες ἔσθ’ ὅτε καὶ αὐτοῖς τοῖς ἀνῃρηκόσιν ; οὐκοῦν ἱππότην τε ἅμα καὶ ἵππον πατάξειην ἐπαγγέλλεται· ἵνα νοῶ μὲν τὰς τῶν πολεμίων φάλαγγας, τὰς 72 ταῖς τῶν ἁγίων ἐπιεικείαις ἀντιτεταγμένας.
δηλοῦν, ὅτι πολὺ λίαν ἀμφιλαφεῖ καὶ οἷον ὅλῳ βλέμματι κατασκέψεται· σημεῖον δ’ ἂν γένοιτο τοῦτο σαφὲς τῆς ἐπ’ 74 αὐτοῖς εὐμενείας καὶ μέντοι φειδοῦς καὶ ἀγάπης. γέγραπται 75 γὰρ ὅτι “ Ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους.’’ καὶ οὓς ἂν τούτους δὴ πάντως τρισμακαρίους ἀποφαίνει, εἴπερ
ἐστὶν εἰπεῖν οὐ διεψευσμένως, ὡς κολάζει μὲν ταῖς ἀποστρο- φαῖς τὸν ὑβριστήν τε καὶ ἁλιτήριον, κατευφραίνει γεμὴν ταῖς ἐπισκέψεσι τὸν εὐσεβῆ καὶ φιλάρετον . καὶ γοῦν ὁ θεσπέσιος Δαυεὶδ, καὶ τὴν ἐκ τῆς ἀποστροφῆς ζημίαν καὶ τὸ ἐκ 76 τῆς ἐπισκέψεως κέρδος ἐμφανὲς καθιστὰς, ποτὲ μὲν ἔφασκε
77 “ Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ μὴ “ ἐκκλίνης ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου·’’ ποτὲ δὲ δὴ αὖ 78 “ πίλεον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με." ἕψεται γὰρ πάντως ταῖς ἀποστροφαῖς ὁ θυμὸς καὶ τὰ ἐξ αὐτοῦ συμβαίνοντα· τῷ γεμὴν ἐπιβλέψαι τὸ χρῆναι λαβεῖν τὸν ἔλεον.
80 μένους παρὰ χριστοῦ, καὶ καθηγεῖσθαι λαχόντας τοῦ Ἰούδα, τουτέστι τῶν κεκλημένων εἰς ἐξομολόγησίν τε καὶ αἶνον. αἶνος γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. εἶεν δ’ ἃν οὗτοι πάντες οἱ ἐξ ἐθνῶν, οἷς καὶ τὸ χρῆναι δοξολογεῖν τὸν Ἐμμανουήλ
ὁ θεσπέσιος μελῳδὸς ἐπιτάττει λέγων ἐν πνεύματι “ Εὐλο 81 “ γεῖτε ἔθνη τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσασθε τὴν φωνὴν “ τῆς αἰνέσεως αὐτοῦ.’’ Ἰούδας τοίνυν ἐν τούτοις οἱ διὰ 82 πίστεως κεκλημένοι πρὸς αἶνόν τε καὶ ἐξομολόγησιν· κιλίαρχοι γεμὴν οἱ ἐπ’ αὐτοῖς τεταγμένοι, ταξίαρχοί τε καὶ
ἡγεμόνες, οἱ θεσπέσιοι μαθηταί. ἔστι γοῦν ἰδεῖν, οἷά τισι στρατιώταις, τοῖς τοῦ Σωτῆρος προσκυνηταῖς διακεκραγότας τε καὶ λέγοντας “ Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν 83 “ ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, “ καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου
“ τῆς εἰρήνης, ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, “ ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρω- 84 “ μένα σβέσαι. καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, “ καὶ τὴν μάχαιραν τοῦ Πνεύματος ὅ ἐστι ῥῆμα Θεοῦ. χρῆναι δὲ ἡμᾶς ὁρᾶσθαι λαμπροὺς καὶ τὴν εὐδόκιμον κατορθοῦντας
ζωὴν καὶ ὁ θεσπέσιος ἔφη Παῦλος “ Διὰ τῶν 85 “ ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, καὶ πρός γε δὴ τούτοις, τὰς τῶν ἐναντίων φάλαγγας μονονουχὶ κατεδείκνυ λέγων “ τοῦ λοιποῦ, ἐνδυναμοῦσθε ἐν 86 “ Χριστῷ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. οὐ γάρ
“ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἁλλὰ πρὸς τὰς “ ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ “ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς “ ἐπουρανίοις.’ Χιλίαρχοι δὴ οὖν, καὶ μάλα εἰκότως, οἱ θεσπέσιοι μαθηταὶ, 87 οἳ καὶ ἐροῦσί φησιν ἐν ταῖς καρδίαις αὐτῶν Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐταῖν. ἐπεθύμουν μὲν γὰρ οἱ θεσπέσιοι μαθηταὶ τὴν ἁγίαν ὄντως Ἱερουσαλὴ, τουτέστι τὴν Ἐκκλησίαν, μεμεστωμένην ὁρᾶσθαι προσκυνητῶν, καὶ οἷά τινα πόλιν περιφανῆ καὶ
ἀοίδιμον πολυάνδρῳ πληθύι· τῶν ἐνοικούντων εὖ μάλα κατασεμνύνεσθαι. καὶ γοῦν διεκήρυττον τὴν πίστιν, εὐηγγελίζοντο 88 τὸν Ἰησοῦν, σημείοις τε καὶ τέρασιν ἐπισφραγιζόμενοι τοὺς παρ’ ἑαυτῶν λόγους. πλὴν οὐκ ἔπιθον τὸν Ἰσραήλ· ἀπομεμένηκε δὴ σκληρός τε καὶ ἀκαμπὴς καὶ οἷον ἵππος
ἐξήνιος. ταύτῃτοι λοιπὸν ἐζήτουν ἑαυτοῖς τοὺς κατοικοῦντας τὴν ἁγίαν πόλιν ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτων, τουτέστιν ἐν Κριστῷ, καὶ δὴ καὶ ἐτράποντο πρὸς τὰ ἔθνη, τοῖς 89 Ἰουδαίων δήμοις ἐπιφωνήσαντες “ Ὑμῖν ἦν ἀναγκαῖον “πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπω- “ θεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου “ ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη, οὕτω γὰρ ἡμῖν “ ἐντέταλται ὁ Θεός.” ἐκεῖθεν ἐζήτησαν τοὺς τῆς Ἐκκλησίας πολίτας, ἧς καὶ ὁ θεσπέσιος Δαυεὶδ διαμέμνηται λέγων 90 “Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.”
ζητήσαντες δὲ πεπλουτήκασι, συνεκόμισάν τε πληθὺν τὴν 91 ἀριθμοῦ κρείττονα, καὶ δὴ καί φασι τῆ ἁγίᾳ πόλει “ Πλά- “ τυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, “ πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου, καὶ “ τοὺς πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ
“ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.” ἡ δὲ τῷ πλήθει τῶν κατοι- κούντων αὐτὴν ἐπιγάνυται, μόνον δὲ οὐχὶ καταθαυμάζουσα 92 τῶν ἰδίων τέκνων τὴν ὁμήγυριν, φησίν “ Ἐγὼ δὲ ἄτεκνος Κη. xlix. “ καὶ χήρα, τούτους δὲ τίς ἐγέννησε μοι, οὗτοι δέ μοι ποῦ “ἤσαν;”
πυρός ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἑ καλάμῃ, καὶ 93 καταφάγονται ἐκ δεξιῶν κω ἐξ εὐωνύμων πάντας τούς λαοὺς κυκλόθεν.
ἐκκλησιῶν ἡγουμένους ἀποκαλεῖ· κατευμεγεθήσειν τε οὕτω τῆς τῶν ἐθνῶν καρδίας τὸν παρ’ αὐτῶν ἔφη λόγον, ἤγουν τὴν μυσταγωγίαν, ὡς δοκεῖν δαλὸν μὲν ξύλοις ἐμπεπτωκέναι, λαμπάδα γεμὴν εἰς καλάμην τὴν εὐκατάπρηστον. καταφάγονται 94 γάρ φησι πάντας τοὺς λαοὺς ἐκ δεξιῶν καὶ ἐξ
εὐωνύμων κυκλόθεν, τουτέστιν, οὗπερ ἂν ἰέναι βούλοιντο, πάντη τε καὶ πάντως ἐκεῖ δυνήσονται, καλοῦντες εἰς αἴσθη- σιν καὶ, οἷον πυρὶ τῷ θείῳ καὶ νοητῷ, καταθάλποντες τοὺς ἀπεψυγμένους. ἔφη τι τοιοῦτον ὁ τῶν ὅλων Θεὸς καὶ πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν “ Ἴδου δέδωκα τοὺς λόγους 95
“ μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ 96 “ καταφάγεται αὐτοὺς,” ἀντὶ τοῦ καλέσει πρὸς καὶ ἀπεψυγμένους εἰς ἁμαρτίαν, θερμοὺς δὴ πάλιν άποτελέσει τῷ πνεύματι. ἀπέψυκται μὲν γὰρ ἡ τῶν πλανωμένων καρδία, καὶ νεκρὸν ἔχουσι τὸν νοῦν, προσκυνοῦντες “ τῇ 97
“κτίσει παρὰ τὸν κτίσαντα” Θεὸν, ξύλοις τε καὶ λίθοις ἀνατιθέντες τὸ σέβας.
ῥύπους. εἴρηται γοῦν πρός τινα καὶ διὰ φωνῆς Ἡσαΐου 101 “Ὅτι ἔχεις ἄνθρακας πυρὸς, κάθησαι ἐπ’ αὐτοὺς, “ ἔσονται σοι βοήθεια·’’ καὶ μὴν καὶ αὐτὸς περὶ ἑαυτοῦ 102 φησι “ καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν Σεραφὶμ, καὶ “ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα πυρὸς, ὃν τῇ λαβίδι ἔλαβεν
“ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου καὶ 103 “εἶπεν Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ “ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.’ ἄνθρακά που, κατά γε τὸ εἰκὸς, τὸν θεῖόν τε καὶ ἱερώτατον καὶ ἁμαρτίας ἐκτήκοντα Χριστὸν εἶναι λέγων. οὐκοῦν γεγόνασι
μὲν ὡς δαλὸς πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδες πυρὸς εἰς καλάμην οἱ θεσπέσιοι μαθηταὶ κα) κατέφαγον μὲν τὰ ἔθνη κυκλόθεν· πλὴν οὐ δαπανῶντες εἰς ὄλεθρον, καταφλέγοντες δὲ μᾶλλον τῆς ἐν αὐτοῖς ψευδωνύμου γνώσεως τὰ μιαρά τε καὶ βέβηλα δόγματα, καὶ τῆς ἀρχαίας ἀπάτης
τὸν ῥύπον ἐκτήκοντες, ἀποψύγεσθαι δὲ οὐκ ἐῶντες ἔτι τῶν 104 ἅπαξ πεπιστευκότων τὸν νοῦν πρὸς ἀνονήτους εἰκαιοβουλίας , ὡς ἐπί γε σφίσιν αὐτοῖς ἀνασκιρτῶντας λέγειν πρὸς τὸν 105 τῶν ὅλων Σωτῆρα Χριστόν “ Πεπυρωμένον τὸ λόγιόν σου “ σφόδρα καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.” ὅτι γάρ ἐστι
θερμὸς καὶ τομώτατος ὁ τοῦ Θεοῦ λόγος, σαφὲς ἃν γένοιτο, 106 πρὸς Ἱερεμίαν λέγοντος αὐτοῦ “ Οὐχ οἱ λόγοι μου ὥσπερ “ πῦρ φλέγον λέγει κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν.” 107 ἔχει γὰρ, καὶ μάλα ἐπιτηδείως, ὁ παναλκὴς τοῦ Θεοῦ Λόγος εἴς γε τὸ δύνασθαι καὶ ἀπεψυγμένον εἰς ἁμαρτίαν ἀναζωπυρῆσαι 108 τὸν νοῦν, καὶ οἱονεί πὼς ἀπεσκληκότα καὶ πεπιλημένον διαπτύξαι ῥᾳδίως· καὶ γάρ ἐστι “ Σῶν τε καὶ ἐνεργὴς, 109
“ καὶ τομώτατος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διϊκνόυ- “ μένος τε μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν “ τε καὶ μυελῶν, καὶ κριτικός ἐνθυμήσεων καὶ ἐννοιῶν “ καρδίας· εἴρηται ’δε που καὶ διὰ φωνῆς προφητῶν πρὸς τὸν ἀπηνῆ καὶ ἄτεγκτον Ἰουδαῖον “ Περιτμήθητε τῶ Θεῶ 110
“ ἡμῶν, καὶ περιέλεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες “ Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ.” “ Διαρρήξατε 111 “ τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν.”
τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ’ ἀρχῆς, ὅπως μὴ μεγαλύνηται
καύχημα οἴκου Δαυεὶδ καὶ ἔπαρσις τῶν κατοικούντων Ἱερουσαλὴμ ἐπὶ τὸν Ἰούδαν.
κατὰ μόνας, οὐκ παρενοχλοῦντός τινος, οὐ θλίψιν ἐπάγοντος, 113 οὐκ ἐνιέντος δεῖμα, οὐ τὰς ἐκ τῶν πειρασμῶν δυσθυμίας ἐπισωρεύοντος· σώτει γὰρ Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ’ ἀρχῆς. ὑπερασπιεῖ γὰρ οὕτω τῶν ἰδίων ἐκκλησιῶν, ἤτοι 114 τῶν ἑαυτοῦ σκηνωμάτων ὁ τῶν ὅλων κύριος, δῆλον δὲ ὅτι Χριστὸς, ὡς ἴσην αὐτοῖς ἀπονεῖμαι φροντίδα τῆ πάλαι δεδωρημένῃ λελυτρωμένων ἐξ Αἰγύπτου τῶν ἐξ Ἰσραήλ. 115 ἐξήγαγε γὰρ τὸν Ἰσραὴλ ἐξ οἴκου δουλείας, καὶ “ ἐκ καμίνου “ σιδηρᾶς,” καθὰ γέγραπται, καὶ ἐξ ἀφορήτου πλεονεξίας
116 ὁ τῶν ὅλων Θεὸς, “ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι 117 “ὑψηλῷ,” ὅτε καὶ τοὺς διώκοντας “ κατεπόντισεν ἐν ἐρυθρᾷ “ θαλάσσῃ· πόντος ἐκάλυψεν αὐτοὺς, καὶ ἔδυσαν ὡσεὶ μόλι- “ βος ἐν ὕδατι σφοδρῷ’’ καὶ διεβιβάσθησαν μὲν οἱ λελυ- 118 τρωμένοι. στῦλος δὲ αὐτῶν ἡγεῖτο πυρὸς τὴν νύκτα, καταδεικνύων
δεικνύων τὴν ὁδὸν, ἐπεκρέματο δὲ καὶ ἐν ἡμέρᾳ νεφέλη. εἶτα ἐξ οὐρανοῦ κατεδηδόκασιν ἄρτον, διέφυγον ἐν τῇ ἐρήμῳ τὰ τῶν ὄφεων δήγματα, κρείττους ἦσαν ἐχθρῶν, διεβιβάσθησαν 119 τὸν Ἰορδάνην, περιετμήθησαν μαχαίραις πετρίναις, εἰσῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας.
εἰκαίας, στῦλον δὲ καὶ ἑδραίωμα λαμπρὸν ἑαυτὸν αὐτοῖς ἀναθεὶς, φωτίζοντα τοὺς ἐν σκότῳ, καὶ οἷα νεφέλην ταῖς 120 νοηταῖς κατάρδοντα δρόσοις· γεγονὼς δὲ αὐτοῖς καὶ ἄρτος ζωῆς, ἄπρακτά τε καὶ ἀδρανῆ τὰ τῶν νοητῶν ὄφεων άποφήνας δήγματα, καὶ διαβιβάσας τὸν Ἰορδάνην, καὶ τῇ διὰ
Πνεύματος περιτομῇ καθαροὺς ἀποφαίνων, εἰσ’ κομίζων δὲ καὶ εἰς βασιλείαν οὐρανῶν. ταῦτα χαριεῖται τοῖς ἰδίοις 121 προσκυνηταῖς, διατώσει τε αὐτοὺς κατὰ τοιούσδε τινὰς τρόπους, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυεὶδ, τουτέστιν οἱ τῶν Ἰουδαίων ἡγούμενοι· μήτε μὴν ἔπαρσις εἴη, ἤγουν ἐπάρσεως ἀφορμαὶ, τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ
τὴν αἰσθητὴν καὶ ἐπίγειον κατὰ τοῦ Ἰούδα. ἐφρόνουν μὲν 122 γὰρ μεγάλα καὶ κατωφρυῶντο λίαν τῶν πεπιστευκότων εἰς ριστὸν, καὶ κατ’ αὐτοῦ δὲ τοῦ Ἐμμανουὴλ, ἄνω τε καὶ κάτω τὰ διὰ Μωυσέως τοῖς ἀρχαιοτέροις δεδωρημένα προτείνοντες, καὶ τὴν τοῖς πατράσιν αὐτῶν ἐκνεμηθεῖσαν φειδὼ
προϊσχόμενοι. καὶ γοῦν ἔφασκον ποτὲ μέν “ Τί οὖν ποιεῖς 123 σὺ σημεῖον, ἴνα ἴδωμεν καὶ πιστεύσωμεν σοι; τι εργάζῃ:; οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῆ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν·” ποτὲ δὲ δὴ αὖ “ Ἡμεῖς οἴδαμεν ὅτι 124
“ Μωυσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί. ” τερατουργήσει δὴ οὖν καὶ ἐφ’ ἡμῖν ὁ τῶν ὅλων Θεὸς, εἰ καὶ μὴ ἐμφανῶς, καθάπερ ἀμέλει καὶ τότε, ἀλλ’ οὖν νοητῶς, οὕτω τε ἡμᾶς ἀνασώσει τοὺς ἐν τοῖς ἰδίοις σκηνώμασιν, ἵνα μὴ μεγαλοφρονῶσι καθ’ ἡμῶν οἱ Ἰουδαῖοι,
ἤγουν· οἱ παρ’ αὐτοῖς ἡγούμενοι. τουτὶ γὰρ οἶμαι δηλοῦν τὸ καύχημα τοῦ οἰκοῦ Δαυείδ.
κατοικούντων ‘ Ιερουσαλήμ· καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς b ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυεὶδ, ὁ δὲ δὲ Δαυεὶδ
ὡς οἶκος Θεοῦ, ως ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν.
ἀσαφείᾳ πολλῇ κατεσκιασμένον τὸν λόγον κατίδοι τις ἄν. ἔφη μὲν γὰρ ὑπερασπιεῖν ὁ τῶν ὅλων Θεὸς τῶν κατοικούντων Ιερουσαλὴμ, καὶ οὐχὶ δὴ μᾶλλον τῶν παροικούντων αὐτήν. καὶ νοεῖται μὲν ὁμολογουμένως Ἱερουσαλὴμ ἐν τούτοις ἡ Εκκλησία Χριστοῦ. παροικεῖ δὲ αὐτὴν ὁ μὴ λίαν ἀσφαλὴς,
σεσαλευμένος δὲ ὥσπερ καὶ εὐπάροιστος κομιδῇ πρὸς τὸ μὴ ἔχον ὀρθῶς, ἢ καὶ ἄλλως ῥᾴθυμος εἰς φιλομάθειαν· 128 κατοικεῖ δὲ δὴ αὖ ὁ βεβηκὼς καὶ ἐρηρεισμένος εἰς ἀγάπην τὴν ἐπὶ Χριστῷ, καὶ ταῖς ἐκ τῶν θείων μαθημάτων ὠφελείαις ἀεὶ προσκείμενος, ὥστε δύνασθαι λέγειν τὸ διὰ φωνῆς τοῦ
129 Δαυείδ “ Ὡς γλυκεία τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ “ μέλι καὶ κηρίον τῷ στόματί μου.’’ ὑπερασπιεῖ τοίνυν φησὶ τῶν κατοικούντων καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν τῆ ἡμεραἐκείνη ὡς ὁ οἶκος Δαυείδ. καὶ οἶκον μὲν τοῦ Δαυεὶδ ἐν τούτοις, τοὺς παρὰ τοῖς Ἰουδαίοις ἐντιμοτάτους ὠνομάσθαι φαμέν.
130 ἀπὸ γὰρ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς Ἰεσσαὶ καὶ Δαυεὶδ, ἐβασίλευον κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις. ἀσθενοῦντα δέ φησιν ἐκ τῶν κατοικούντων τὴν ἁγίαν πόλιν, τὴν νοητὴν Ιερουσαλὴμ, ἥτις ἐστὶν ἡ Ἐκκλησία, τάχα που τὸν ἔτι κατηχούμενον, ὃς οὔπω βεβάπτισται, νοσεῖ δὲ ὥσπερ ἔτι
τῷ τῆς ἁμαρτίας φορτίῳ κατηχθισμένος, μένος, καὶ τῶν ἀρχαίων ἀρρωστημάτων, ἤγουν παθῶν, οὐκ ἀπήλλακται. ἀλλὰ καὶ 131 οὕτως ἔχων, ὅτι δὴ μόνον πεπίστευκε, καὶ τῆς νομικῆς ἀπέστη σκιᾶς, καὶ διανένευκεν ὅλως ἐπὶ τὸ ἑλέσθαι πληροῦν 132 τὴν ἐν πνεύματι πολιτείαν καὶ τῆς ἐν Χριστῷ ζωῆς τὰ αὐχήματα, ἔσται φησὶν ὡς ὁ οἶκος Δαυεὶδ, τουτέστι, κατ’ οὐδὲν ἐλάττων εἰς σύνεσιν τοῦ σοφοῦ τε καὶ ἐντιμοτάτου παρά γε τοῖς Ἰουδαίοις. ὑπαινίττεταί τι τοιοῦτον καὶ ὁ
σοφώτατος Παῦλος, τοῖς Ἰουδαίων δήμοις προσλαλῶν. ἔφη γὰρ οὕτως “Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ 133 νόμου ποιοῦσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 134 “ οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς “ καρδίαις αὐτῶν.’’ καὶ πάλιν “ Περιτομὴ μὲν γὰρ ὠφελεῖ, 135 “ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περι- “ τομή σου ἀκροβυστία γέγονεν. ἐὰν οὖν ἡ ἀκροβυστία τὰ “ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκρο- “ βυστία τὴν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ
“ περιτομῆς παραβάτην νόμου; οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ιουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἁλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν 136 “ πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ Θεοῦ.’’ ὁ τοίνυν παραιτησάμενος ὡς ἕωλον τὴν
εν σαρκὶ περιτομὴν, ἀγαπήσας δὲ μᾶλλον τὴν ἐν πνεύματι, καὶ τὸν ἐν τῷ κρυπτῷ περιφέρων Ἰουδαῖον, “ οὗ ὁ ἔπαινος οὐκ “ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ,” πῶς οὐκ ἀμείνων ᾖ καὶ κατ’ οὐδὲν ἡττώμενος τῶν νομομαθῶν καὶ ἐντιμοτάτων παρὰ τῶν Ἰουδαίων, κἂν εἰ ἔχοι τυχὸν ἀσθενείας λείψανον, ὡς οὔπω
βεβαπτισμένος; τῷ γὰρ ὑγιαίνοντι μέρει τῆς ἑαυτοῦ καρδίας, τουτέστι τῆ πίστει, διοίσει πάντως τοῦ τὴν πίστιν οὐ προσιεμένου. εἰ δὲ δὴ τῶν ἐκ τοῦ οἴκου Δαυεὶδ, τουτέστι τῶν παρ’ αὐτοῖς λαμπρῶν καὶ ἐντιμοτάτων, παραδέξαιτό τις τὴν 137 138 πίστιν καὶ, συνεὶς εὖ μάλα τὸ Χριστοῦ μυστήριον, αὐτοῦ γένοιτο προσκυνητὴς, οὗτος ἔσται καὶ ὡς οἶκος Θεοῦ καὶ ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν. τοιοῦτόν τι καὶ αὐτὸς ὁ Σωτῆρ’ 139 εὑρίσκεται λέγων· ἔφη γὰρ ὅτι “ Διὰ τοῦτο πᾶς γραμματεὺς “ μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀν-
“ θρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ “ αὐτοῦ καινὰ καὶ παλαιά.” ὁ γὰρ ἔχων ἤδη τεθησαυρισμένην ἐν ἑαυτῷ τὴν τοῦ νόμου γνῶσιν, εἰ προσλάβοι τὴν εὐαγγελικὴν, πλούσιος ἔσται εἰς σύνεσιν, καινά τε καὶ 140 παλαιὰ θεωρήματα, καθάπερ ἐξ ἀποθηκῶν, τοῖς φιλομαθέσι
παρατιθείς· ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, ποτὲ μὲν νομικαῖς ἀποδείξεσι τὸν ἐπὶ Χριστῷ λόγον ἐμπεδοῦν ἐπιχειρῶν· ποτὲ δὲ καὶ ταῖς ὑπὲρ νόμον μυσταγωγίαις συνελαύνων τρόπον τινὰ τοὺς ἀκροωμένους εἴς γε τὸ ἑλέσθαι δεῖν τῇ εἰς αὐτὸν πίστει κατασεμνύνεσθαι. ποτὲ μὲν γὰρ
141 ἔφασκε λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον 142 “ οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἁβραὰμ δύο υἱοὺς ἔσχεν, “ ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. ἀλλ’ ὁ μὲν “ ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς “ ἐλευθέρας δι’ ἐπαγγελίας· ἅτινά ἐστιν ἐστιν ῥοῦ μένα·
“ αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς “ δοῦλε ίαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· τὸ γὰρ Σινᾶ, ὄρος “ ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλὴμ, “ δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς. ἡ δὲ ἄνω Ἱερου- “ σαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·” ποτὲ δὲ
143 περὶ τοῦ Υἱοῦ “ Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ “ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς 144 “ δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, “ ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς “ ὑψηλοῖς. συνίης οὖν ὅπως παλαιοῖς τε ἅμα καὶ νέοις παιδεύμασι τὰς τῶν μυσταγωγουμένων ὀνίνησι ψυχάς; ἔσται
τοίνυν φησὶν ὁ οἶκος Δαυεὶδ ὡς οἶκος Θεοῦ ὡς ἄγγελος κυροῦ ἐνώπιον αυτων.
ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ἱερουσαλὴμ, κὼ ἐκχεῶ ἐΜ τὸ
οἶκον Δαυεὶδ κὼ ἐΜ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ πνεῦμα
χάριτος κω οἰκτιρμοῦ, καὶ ἐπιβλέψονται πρὸς μέ.
ἐχθροὶ σαφηνιεῖ λέγων καὶ αὐτὸς ὁ Σωτῆρ’ “ Σὺ εἶ Πέτρος, 145 “ καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ “ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.’’ ᾅδου δὲ πύλας τοὺς διώκειν αὐτὴν ἐθέλοντας, φησὶν, οἷον ὀλέθρους ὄντας καὶ φθόρους, καὶ ἐπὶ πέταυρον ᾅδου κατακομίζειν εἰωθότας τοὺς 146 147 προσκειμένους αὐτοῖς. ἀτονήσουσι δὴ οὖν, μᾶλλον δὲ καὶ ἐξαρθήσονται, οἱ πεπολεμηκότες αὐτῇ, καὶ οἰχήσονται πρὸς 148 ἀπώλειαν. “ Πόλλαι μὲν γὰρ ὁμολογουμένως τῶν δικαίων αἱ “ θλίψεις· ἀλλ’ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος. 149 καὶ ἔστιν ἀληθὲς ὅτι “ Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν
“ Χριστῷ διωχθήσονται. πλὴν ἀνόνητα καὶ ἀδρανῆ τῶν ἐπιβουλευόντων τὰ σκέμματα καὶ αὐτὰ δὲ τὰ ἐγχειρήματα 150 τίθησιν ὁ Χριστὸς, ὃς δέδωκεν “ ἡμῖν πατεῖν ἐπάνω ὄφεων 151 “ καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, 152 παραθαρρύνει τε λέγων “ Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ, ἀλλὰ
“ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.’’ οὐκοῦν ἐξαίρονται μὲν οἱ τῆς Ἐκκλησίας κατεξανιστάμενοι κατὰ καιροὺς, ἐπὶ ’δε γε τοὺς ἐν αὐτῇ, τουτέστι τοὺς πιστεύσαντας, ἐκχεῖται πλουσίως πνῦμα χάριτος καὶ οἰκτιρμοῦ. στεφανοῖ γὰρ ἡμᾶς τοῖς ἄνωθεν ἀγαθοῖς ὁ Θεὸς καὶ Πατὴρ, καὶ πνευματικῶν
153 ἐμπίπλησι χαρισμάτων, ἵνα τὸν τῆς διανοίας ὀφθαλμὸν πρὸς αὐτὸν ἀνατείναντες, ἐπ’ αὐτῷ πᾶσαν ἔχοιμεν ἐλπίδα. τοῦτο γὰρ οἶμαί ἐστι τό ἐπιβλεψονται πρὸς με. διακείμενοι δὲ οὕτω, γανύμεθα μὲν ἐφ’ ἑαυτοῖς, φαμὲν δὲ δὴ τότε δοξο- 154 λογοῦντες Θεόν “ Εὐλόγει ἡ ψυχή μου τὸν κύριον, τὸν
“ εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας “ τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, “ τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τὸν ἐμπι- “ πλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου.
156 ὡσεὶ ἐπ’ ἀγαπητὸν, κω ὁδυνηοήσονται ὀδύνην ὡς πρωτοτοκῳ.
τῶν ἑβδομήκοντα παραδόσει τε καὶ ἑρμηνείᾳ. Ἑβραῖοι μὲν γάρ Ὅψονταί φασι, ἀντὶ τοῦ Ἐπιβλέψονται, ἀντὶ δὲ τοῦ Κατωρχήσαντο, Εἰς ὃν ἐξεκέντησαν. πλὴν οὔτι που φαμὲν ἀφαμαρτεῖν τοῦ πρέποντος, οὔτε τὴν Ἑβραίων οὔτε τῶν ἑβδομήκοντα· κατορχησαντο γὰρ οἱ Ἰουδαῖοι Χριοτοῦ, καὶ
πρός γε τούτῳ καὶ Ἐξεκέντησαν. διένυξαν γὰρ οἱ Πιλάτου 157 στρατιῶται τὴν πλευρὰν αὐτοῦ, καθὰ γέγραπται. οὐκοῦν περιθήσωμεν εἰκότως τῷ προσώπῳ Χριστοῦ τὸν ἐπὶ τῷδε 158 λόγον. πλὴν ἐκεῖνό φαμεν βούλεσθαι δηλοῦν Ὅψονται εἰς ὃν ἐξεκέντησαν, ἤγουν κατορχήσαντο, καὶ κόψονται ἐπ’ αὐτοὺς
κοπετὸν ωσει ἐπ’ σγαπητον και οδυνηθησονται οδυνην ὡς ἔπι πρωτοτόκῳ. προσηλώσαντες μὲν γὰρ τῷ ξύλῳ τὸν θεῖον ναὸν, περιεστήκασιν οἱ σταυρώσαντες, ἀνοσίως ἐπιτωθάζοντες. οἱ μὲν γὰρ ἔφασκον “ Ό καταλύων τὴν ναὸν καὶ ἐν 159 τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν ἕτεροι δὲ αὖ
“ Ἅλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.” ἐπειδὴ δὲ ὑπὲρ 160 ἡμῶν τὴν ἰδίαν ψυχὴν τέθεικεν, ἐκήρυξέν τε καὶ τοῖς ἐν ᾅδου 161 πνεύμασιν, ἀνεβίω τε αὖ, σεισμοῦ γενομένου, περὶ τὸ μνη- μεῖον οἱ προσεδρεύοντες ἐθαύμαζον λέγοντες “ λήθῶς Θεοῦ 162 163 “Υἱὸς ἦν οὖτος·” πολλὴ δὲ παρὰ πολλοῖς ἡ μετάγνωσις ἦν. ἐπειδὴ δὲ καὶ ὁ Ῥωμαίων αὐτοῖς ἐπέσκηψε πόλεμος, καταδῃωμένης αὐτοῖς τῆς χώρας, καὶ πόλεων ἐμπιπραμένων, καὶ οἴκων ἐρημουμένων, πολιορκουμένης τε ἤδη καὶ αὐτῆς τῆς Ιερουσαλὴμ, καὶ λιμοῦ κατατήκοντος ἔνδοθεν, ἐκαλοῦντό τινες
164 εἰς συναίσθησιν μόλις τῶν ἐπὶ Χριστῷ τολμημάτων, ᾔδεσάν τε λοιπὸν τοῦ κακοῦσθαι τὰς αἰτίας, καὶ ὅτι πρόφασις αὐτοῖς τοῦ παθεῖν τὰ ἐπ’ αὐτῷ γέγονε δυσσεβήματα. οὐκοῦν ἐπειδὴ κατωρχησαντο, κοψονται ἐπ’ αυτους κοπετὸν ὡσεὶ ἐπ’ ἀγαπητὸν καὶ οδυνηθησονται οδύνην ὡς ἐπὶ πρωτοτόκῳ. καὶ γὰρ
ἀεί πὼς ἄσχετον μὲν καταχεῖται δάκρυον τοῖς γεγεννηκόσιν, ἐφ’ υἱῷ πρωτοτόκῳ κειμένῳ καὶ ἀγαπητῷ, κομμοὶ δὲ καὶ θρῆνοι καταίρειν εἰς τέλος οὐκ ἀνεχόμενοι, μακρὰ δὲ δὴ πάντως καὶ οἷον διηνεκὴς ὀδύνη, δριμείαις τισὶ καὶ ἀφορήτοις 165 προσβολαῖς ψυχὴν κατατήκουσα. ὅτι δὲ ἔμελλον εἰς πείραν
ἐλθεῖν Ἰουδαῖοι τῶν τοιῶνδε κακῶν, προκαταμεμήνυκεν ὁ Χριστὸς ταῖς κλαιούσαις ἐπ’ αὐτῷ γυναιξὶν ἐπιτιμῶν τε καὶ 166 λέγων “ Θυγατέρες Ἱερουσαλὴμ μὴ κλαίετε ἐπ’ ἐμὲ, “ δὲ ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.”
ὡς κοπετὸς ῥοῶνος ἑ πεδίῳ ἐκκοπτομένου, κὼ καὶ ἡ γῆ κατὰ φυλὰς φυλάς· φυλὴ καΘ’ ἑαυτὴν, καὶ οἱ γυναῖκες C αὐτῶι καΘ’ ἑαυτὰς, φυλὴ οἵκου Δαυεἰδ καΘ’ ἑαυτὴν, κα αἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς· φυλὴ Οἵκου Νάθαν καΘ’ ἑαυτὴν,
καὶ αἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς· φυλὴ οἵκου Λευὶ καΘ’
167 ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καΘ’ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καΘ’ ἑαυτάς. πᾶσαι αἱ
ὗλαι αἱ ὑπολελειμμέναι, φυλὴ καΘ’ ἑαυτὴν, καὶ οἱ γυναῖκες αὐτῶι καΘ’ ἑαυτάς.
ἀνίησι κλῶνάς ὀρθοὺς καὶ εὐμηκεστάτους. εἰ δὲ δὴ καὶ αὐτοῖς ἐξωραίζοιτο τοῖς καρποῖς, τότε δὴ μάλιστα καὶ ἐν πολλῷ κεῖται θαύματι. χρῆμα γὰρ ἀξιέραστον ἡ ῥοιὰ, φυσικῷ διαπρέπουσα κάλλει καὶ τῶν ὀρπήκων ἀπηρτημένη, καὶ τοῖς ἔσω κόκκοις συμπεφοινιγμένον ἔχουσα τῶν ἐλύτρων τὸ εἶδος. 169
πάνδεινον δὲ, ὡς ἔφην, καὶ ἀνιαρὸν, ὁμοῦ τοῖς καρποῖς ἀποκείρεσθαι τὸ φυτόν. ἀλλ’ ἢν τι τοιοῦτον ἰδεῖν τοῖς Ἰουδαίοις συμβαῖνον. ὅσον μὲν γὰρ ἧκεν εἰς τὰς ἐκ νόμου τιμὰς, ῥοιαῖς εὐκάρποις παρεικάζοιντο ἂν εἰκότως οἱ προὔχοντες ἐν αὐτοῖς· οἱ μὲν γὰρ ἐκ τῆς Ἰούδα φυλῆς, τοὺς τῆς βασιλείας
διέποντες θρόνους εἰς λῆξιν εὐκλείας τέθειντο παρ’ αὐτοῖς, οἱ δὲ ἐκ τῆς φυλῆς Λευὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν εὖ μάλα 170 κατεστεμμένοι, λαμπροί τε ἦσαν καὶ διαβόητοι· τί δ᾿ ἂν λέγοιμι κριτάς τε καὶ νομικοὺς καὶ τοὺς ταῖς ἑτέραις τιμαῖς κατηγλαϊσμένους; ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς Χριστὸν,
δέδονται τοῖς ἐχθροῖς, καταδῃούντων αὐτοῖς τὴν χώραν Οὐεσπασιανοῦ τε καὶ Τίτου, πολιορκουμένης τε τῆς Ἱερουσαλὴμ, 171 καὶ παντὸς τοῦ ἐν αὐτῇ λιμῷ καταφθίνοντος, θρήνου τε καὶ κοπετοῦ τὰ πάντα πεπλήρωτο. μαρτυρήσει δὲ καὶ Ἰώσηπος, 172 τὰ γὰρ τῆς Ἁλώσεως βιβλία συντιθεὶς, ἔφη που περὶ τῶν Ἱεροσολύμων αὐταῖς λέξεσιν ὧδε „Kομμοὶ δὲ ἦσαν ἀνὰ τὴν 173 „πόλιν πανταχῆ, οἰμωγαὶ δὲ διαπρύσιοι, καὶ θρῆνος ἐγκέλευστος.”
„ ὥσπερ δὲ Λίβανον καὶ δρυμὸν αὐτὴν ὠνόμαζε, λέγων “Διάνοιξον ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω “ πῦρ τὰς κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε “ κέδρος, ὅτι μεγάλως μεγυττάνες ἐταλαιπώρησαν· ὀλολύξατε “ δρύες τῆς Bασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς 10 “ ὁ σύμφυτος·” οὕτω καὶ ῥοῶνα κοπτόμενον ὀνομάζει. 174 πιστώσεται δὲ τὸν λόγον καὶ ὁ θεσπέσιος Ἰωάννης, τοῖς 175 Ἰουδαίων δήμοις προσπεφωνηκώς “ Ἤδὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ “ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται,”
176 “καὶ καίεται.” ἔσται τοίνυν φησὶν οὕτω μέγας ὁ ἐν αὐτῇ κοπετὸς, οἷος ἃν γένοιτο κοπετὸς ῥοῶνος, ἐκτεθηλότος αὐτῷ δηλονότι τοῦ καρποῦ καὶ ἀδοκήτως ἐκκοπτομένου. κόχεται δὲ ἡ γῆ κατὰ φυλὰς φυλὰς, καὶ αἱ γυναῖκες αὐτῶν κ᾿ ἑόιυτιίς. καὶ οὔτι που φαμὲν ἐκεῖνο βούλεσθαι δηλοῦν τὸν
177 μακάριον Προφήτην, ὡς ἑστήκοι μὲν ἀνὰ μέρος τὸ ἄρσεν ἐν ἑκάστη φυλῇ, ἀνὰ μέρος δὲ αὖ τὸ θῆλυ, καὶ ποιήσονται τὸν κοπετόν· περιττὸν γὰρ, ὡς ἔοικε, τὸ χρῆμα καὶ εἰκαιόβουλον· διδάσκει δὲ μᾶλλον ὡς ἑκάστη φυλὴ μετὰ τῶν ἐν αὐτῇ γυναικῶν ἰδίαν ἕξει τινὰ τοῦ θρήνου τὴν ἀφορμήν.
ταύτητοί φησιν ὅτι φυλὴ οἴκου Δαυεὶδ καθ᾿ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ᾿ ἑαυτάς. καὶ δὴ φέρε λέγωμεν ὡς ἔνι, 178 τὸν ἑκάστης πόνον. οἱ μὲν γὰρ ἐκ φυλῆς Δαυεὶδ, ἤτοι τοῦ Ιούδα, τῆς βασιλείας ἐκπίπτοντες, κατοιμώξουσιν ἀσχέτως, ὡς τῆς οὕτω περιφανοῦς εὐκλείας ἀποστερούμενοι· οἱ γεμὴν ἐκ τῆς τοῦ Λευὶ, τῶν ἐκ τῆς ἱερωσύνης ἐξωθούμενοι γερῶν, 179
ὁμοῦ γυναιξὶ ποιήσονται τὸν κομμόν. οἱ δὲ ἐκ φυλῆς τοῦ Νάθαν· προφήτης δὲ οὗτος ἦν, καὶ οὐχὶ πάντως ἀληθής· κόψονται πάλιν. οὐ γὰρ ἦν αὐτοῖς ἔτι προφητεύειν ἄδικα καὶ λαλεῖν τὰ ἀπὸ καρδίας, καὶ τοῖς ἀσυνέτοις καταπωλεῖν ὡς παρὰ Θεοῦ τοὺς ἰδίους λόγους, καὶ τὰς ἐντεῦθεν συλλέγειν
αἰσχροκερδείας. ἔχει δὲ ἡ παράδοσις, ὅτι τοὺς κριτὰς Ἰουδαῖοι τοὺς καθισταμένους κατὰ καιροὺς ἐκ τῆς Συμεὼν ἐδέχοντο φυλῆς, ἅτε δὴ συνετωτάτους καὶ νομομαθεῖς ἄνδρας 180 ἐχούσης, καὶ πολὺ τῶν ἄλλων προφερεστέρους εἴς γε τὸ ζῆν ἑλέσθαι ἐννόμως. διὰ τοῦτό φησιν ὅτι φυλὴ Συμεὼν κόψεται
καθ᾿ ἑαυτήν. ἴδιος δέ τις καὶ τούτοις ὁ θρῆνος. οὐ γὰρ ἔκρινον ὀρθῶς, οὔτε μὴν τοῖς θείοις εἴκοντες νόμοις, τὸ τῷ Θεῷ δοκοῦν ἀποπεραίνειν ἐσπούδαζον, ἦσαν δὲ μᾶλλον φιλοκερδεῖς τε καὶ εὐωνότατοι, καὶ ἧ φησιν ὁ προφήτης “Οἱ 181 “κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας.’’ συνοδύρεσθαι δὲ
ταύταις ἀναγκαῖόν πὼς ἦν καὶ τὰς ἑτέρας φυλὰς, ἅτε δὴ τῶν 182 ἡδίστων αὐταῖς ἐθῶν τε καὶ τόπων ἐκπεμπομένας, μᾶλλον δὲ καὶ αὐτοῦ θανάτου κατηρτημένου ταῖς σφῶν κεφαλαῖς, φθάνοντος δὲ ὥσπερ τῶν πολεμίων τὸ ξίφος καὶ αὐτοῦ τοῦ λιμοῦ.
Δαυεὶδ κατὰ σάρκα Χριστοῦ, πᾶς τόπος ἔσται διανοιγόμενος, 186 τουτέστι, πολλή τις εὐρυχωρία καὶ οἷον ἀνειμένη δίαιτα τριπόθητος καὶ ἀπονωτάτη.
ἔσεσθαι πηγὴν ἀναβρύουσαν ἔφησαν αὐτοί. καὶ εἰκός γε σφόδρα, καὶ τῆς ἑρμηνείας τῶν ἑβδομήκοντα τὸν σκοπὸν εἰς τοῦτο αὐτὸ συντείνεσθαι, κἂν εἰ ἑτέρως ἔχοι τῆς τῶν ῥημάτων προφορᾶς ὁ τρόπος, ἵνα τι τοιοῦτον ᾖ τὸ δηλούμενον. ἡ μὲν 187 γὰρ ἀπειθὴς καὶ ἐξήνιος Ἱερουσαλὴμ, ἡ πονηρά τε καὶ ἀποστάτις, 188 “ἡ ἀποκτενοῦσα τοὺς προφήτας καὶ λιθοβολοῦσα “τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν,” τὰς τοῖς ἰδίοις τολμήμασιν ἀναλόγως ἐχούσας ἀποτιεῖ δίκας· ἐκκοπήσεται γὰρ ῥοῶνος δίκην. τοῖς γεμὴν οἰκοῦσι τὴν νοητὴν Ἱερουσαλὴμ, ἤτοι τὸν οἶκον Ἰούδα, τουτέστι Χριστοῦ, ἔσται πᾶς τόπος
διανοιγόμενος, ἤγουν ἐν παντὶ τόπῳ πηγὴ, τὸ τῆς καθάρσεως ὕδωρ ἀναβρύουσα, δῆλον δὲ ὅτι τοῦ ἁγίου βαπτίσματος, ὡς εἶναι χρήσιμον τοῖς πεπιστευκόσι καὶ εἰς τὴν μετακίνησιν καὶ 189 εἰς τὸν ῥαντισμόν. καὶ τίς ἡ μετακίνησις; Ἰουδαίων μὲν, ἐκ νομικῆς ἀγωγῆς εἰς πολιτείαν τὴν ἐπὶ Χριστῷ, ἀπὸ σκιᾶς
εἰς ἀλήθειαν, ἐκ τύπου καὶ γράμματος εἰς λατρείαν πνευματικήν· Ἕλλησι δὲ μετακίνησις ἐστί τις ἐξ ἀπιστίας ἥκουσιν ἐπὶ τὸ πιστεῦσαι Χριστῷ, ἐξ ἀμαθίας τῆς πρώτης εἰς ἐπίγνωσιν ἀκραιφνῆ τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, ἀπὸ 190 σκότους εἰς φωτισμόν· μετακίνησις δὲ κοινὴ, παντὶ πρέπουσα λοιπὸν τῷ κεκλημένῳ διὰ τῆς πίστεως, Ἰουδαίῳ τε καὶ Ἕλληνι· ἀπὸ τοῦ φρονεῖν τὰ σαρκὸς ἐπὶ τὸ ἑλέσθαι ζῆν 191 ὁσίως καὶ καθαρῶς, καὶ περιπατεῖν ἐν Πνεύματι, κατὰ τὴν 192
τοῦ μακαρίου Παύλου φωνήν· ἐκ τοῦ τιμᾶν τὰ ἐν κόσμῳ εἰς τὸ ἀγαπῆσαι τὰ ὑπερκόσμια. ὅτι δὲ τὸ θεῖον καὶ ἱερὸν δεχόμενοι βάπτισμα ῥαντιζόμεθα τῷ αἵματι Χριστοῦ πρὸς ἀποκάθαρσιν ἁμαρτίας, πῶς ἃν ἐνδοιάσειέ τις; οὐκοῦν ἡ ὁδὸς ἡ εἰς μετακίνησιν καὶ εἰς τὸν ῥαντισμὸν τοῖς ἐν τῷ οἴκῳ
Ἰούδα, τὸ σωτήριον βάπτισμα, ἤτοι ἤτοι τόπος διανοιγόμενος, ἤγουν πᾶσα πηγὴ κατευρυνομένη τε καὶ ἀναβρύουσα 193 τὸ τῆς καθάρσεως ὕδωρ.
ὀνόματα τῶv εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκ ἔτι ἔσται αὐτῶν
μνεἰα· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς.
κατίδοι τις ἃν καὶ ἐξ αὐτῶν εἰ βούλοιτο τῶν πραγμάτων. πρὸ μὲν γὰρ τῶν τῆς ἐπιδημίας καιρῶν, οὔπω καθ’ ἡμᾶς γεγονότος τοῦ Μονογενοῦς, οὔτε μὴν τῷ θείῳ φωτὶ τὰ πάντα περιαστράπτοντος, ἀχλὺς ἦν ἔτι καὶ σκότος ἐν ταῖς τῶν ἐθνῶν καρδίαις. ἐλάτρευον γὰρ εἰδώλοις, καὶ δυσβουλίας εἰς
τοῦτο κατώλισθον, ὡς ξύλοις καὶ λίθοις ἀναθεῖναι τὸ σέβας, καὶ τοῖς ἀκαθάρτοις δαίμοσι τὰς τῷ Θεῷ πρεπούσας ἀνά 196 197 πτειν τιμάς. καὶ ταυτὶ μὲν τῆς τῶν πλανωμένων ἀβελτερίας τὰ ἐγκλήματα, παρὰ ’δε γε τῷ Ἰσραὴλ, ὃς ἦν καὶ ἀπόλεκτος 198 καὶ “μερὶς Τυρίου, κατὰ τὸ γεγραμμένον, σχοίνισμά τε κλη- “ρονομίας αὐτοῦ,’’ τοσαύτη τις ἦν ἠθῶν τε καὶ τρόπων ἐξιτηλία, ὡς ὀλίγου μὲν ἀξιοῦσθαι λόγου, καίτοι πρὸς ἐπικουρίαν
αὐτοῖς δοθέντα, τὸν νόμον, καὶ οὐκ ἀνικάνως ἔχοντα πρὸς παιδαγωγίαν τὴν ἐπί γε τῷ χρῆναι βιοῦν ὀρθῶς, ἀπονεῦσαι δὲ μᾶλλον πρὸς τὸ δεῖν ἀβούλως ταῖς τῶν ἐθνῶν συναποκομίζεσθαι πλάναις, καὶ ταῖς τῶν ὁμόρων δεισιδαι- 199 μονίαις ἐνολισθεῖν. προσέκειντο μὲν γὰρ, καὶ λίαν ἐκτόπως,
τοῖς τῶν ψευδοπροφητῶν μαντεύμασιν. οἱ μὲν γὰρ τῶν εἰδώλων θεραπευταὶ, βεβήλοις τεμένεσι προσιζήσαντες, χρησμολόγοι τε ἦσαν καὶ ψευδοεπεῖς· οἱ δὲ καὶ τό Σῇ Κύριος, ἐπὶ γλώττης ἔχοντες, καὶ εὐσεβεῖν ὑποπλαττόμενοι, καὶ οἷον προβάτου δορᾷ τὸν λύκον ἐπισκιάζοντες, τὸ τῆς προφητείας
ὄνομά σφισιν αὐτοῖς περιτιθέντες οἱ τάλανες, καὶ τὴν ἐπὶ 200 τούτῳ δόξαν ἀνοσίως ἁρπάζοντες, ἀπηρεύγοντο τὸ δοκοῦν, καὶ τοὺς τῆς ἑαυτῶν καρδίας λογισμοὺς θείαν ἔφασκον εἶναι βουλήν. περὶ τῶν τὰ τοιάδε τολμᾶν εἰωθότων καὶ ὁ προφήτης ἔφασκεν Ἱερεμίας πρὸς τὸν τῶν ὅλων κατεξουσιά-
201 ζοντα Θεόν “Ὁ ὣν κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προ- “φητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε μάχαιραν, καὶ λιμὸς οὐκ ἕαται ἐν ἡμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπερ τούτῳ.’’ καὶ πρός γε ταῦτα Θεός 202 “ψευδῆ, φησὶν, οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί
μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ 203 “οὐκ ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν, αὐτοὶ 204 “προφητεύουσιν ὑμῖν’’ καὶ πάλιν “Οὐκ ἀπέστελλον τοὺς 205 “προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, “καὶ αὐτοὶ προεφήτευον.’’ ψευδοεπεῖς γὰρ ἦσαν, ὡς ἔφην, καὶ, λημματίων αἰσχρῶν ἡττώμενοι, προσελάλουν τοῖς ἀκροωμένοις
τὰ “ἀπὸ καρδίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ 206 “ἀπὸ στόματος Κυρίου.” εἶτα δέον ἐπὶ τούτοις ἀγανακτεῖν Ιουδαίους, ἐκ τῶν ἐναντίων ἐποιοῦντο σεπτοὺς, καὶ τιμαῖς ταῖς ἀνωτάτω στεφανοῦν ἐσπούδαζον. ἐπειδὴ δὲ λοιπὸν ἐπέφανεν ἡμῖν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ᾤχετο μὲν εἰς ἅπαν καὶ 207
ὀλοθρεύεται παντελῶς τὰ ψυχρὰ καὶ μειρακιώδη τῆς εἰδωλολατρείας ἀθύρματα, συνεξῄρηται δὲ αὐτῇ καὶ τὸ ἔκτοπον τε καὶ δυσσεβὲς ἐπιτήδευμα τῶν ψευδοπροφητῶν, οἳ πονηροῦ τε καὶ ἀκαθάρτου πνεύματος ἔμπλεοι τε ἦσαν, καὶ τοῖς τῶν εἰδώλων θεραπευταῖς ἀδελφὴν καὶ γείτονα νοσοῦντες τὴν πλάνησιν
καταφωραθεῖεν ἂν, καὶ μάλα ὀρθῶς. εἷς γὰρ ἀμφοῖν τῆς δυσσεβείας ὁ ἐπιστάτης, τουτέστιν ὁ σατανᾶς. ἐξαρῶ τοίνυν 208 φησὶν απο τῆς γῆς τὼ ἐνόματα τῶν εἰδωλων καὶ οὐκ ἔσται αὐτῶν μνεία ἐν τῇ ἡμέρᾳ ἐκείνη, τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν τὸ θεῖον καὶ ἐπουράνιον λάμψῃ φῶς, καὶ
ἐν ταῖς τῶν πλανωμένων καρδίαις ὁ νοητὸς ἑωσφόρος ἀνατείηῃ, 209 κατὰ τὸ γεγραμμένον, διαυγάσῃ δὲ καὶ ἡμέρα, τῆς πάλαι νυκτὸς ἀπεληλαμένης καὶ τῶν ἐν αὐτῇ δρωμένων· ἵνα τῆς ἀρχαίας ἀκαθαρσίας ἐξηρημένης, οἱ ἀληθινοί τε καὶ ἅγιοι προσκυνηταὶ φαίνοιντο λοιπὸν τῆς εὐαγοῦς πολιτείας
5 ἀνημμένοι τὰ αὐχήματα, καὶ τὴν ἐν Χριστῷ τιμῶντες ζωήν.
πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αυτόν Οὐ ζήσῃ, 211 ὅτι ψευδῆ ἐλάλησας ἐν ὀνόματι Κυρίου· κώ συμποδιοῦσιν αυτόν ὁ πατὴρ αὐτοῦ κω ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτὸν, ἐν τῷ προφητεύειν αὐτόν.
212 ἀξιαγάστου ζωῆς, ὥστε καὶ γονέας αὐτοὺς ἰδίοις ἐπιθήγεσθαι τέκνοις, εἰ ζηλοῦν ἕλοιντο τοὺς ψευδοεπεῖς προφητεύειν ὑποπλαττόμενοι, καὶ ἀποφθέγξοιντό τι τῶν ἀπὸ καρδίας, ὡς Θεοῦ λελαληκότος. συμποδιοῦσι γὰρ αὐτὸν, φησὶ, τουτέστι καταδεσμεύσουσιν ὡς ἔκφρονα τε καὶ μεμηνότα, μελλήσαντες
δὲ οὐδὲν, καθοριοῦσιν αὐτοῦ καὶ θάνατον, εἰ ἔμμονόν τε καὶ ἀναιδῆ τὴν ἐπὶ τῷδε ποιοῖτο νόσον. ἀπόχρη γὰρ αὐτοῖς εἰς τὸ δεῖν ἅπασαν τοῦ παιδὸς καθορίσαι δίκην τὸ ὅτι ψευδῆ λελάληκεν ἐν ὀνόματι Κυρίου.
εἰς πίστιν ἡ προαναφώνησις ἔχει. τίς γὰρ τῶν καθ’ ἡμᾶς διακαρτερήσειεν ἂν ἐν τῷ νῦν καιρῷ προφητεύοντός τινος; ἢ πῶς οὐκ ἐξεστηκότα λογιεῖται μὲν τὸν τοιοῦτον εὐθὺς, ὧδέ τε ἔχοντα γνώμης πῶς οὐκ ἂν ποιήσαιτο στυγητόν; ποῖος δὲ πατὴρ ἀνεπίπληκτον ἐάσει τέκνον, εἰ τοῖς οὕτω
δεινοῖς ἐναλοίη πλημμελήμασιν; ἀπόδειξις οὖν ἄρα, καὶ μάλα σαφὴς, γένοιτο ἂν οἶμαι τουτὶ, τοῦ χρῆναι φρονεῖν ἀραρότως ὅτι πολὺ πρὸς τὸ ἄμεινον ἡ τῶν καθ’ ἡμᾶς 214 πραγμάτων μετακεχώρηκε φύσις, Θεοῦ μεταπλάττοντος εἰς τὸ αὐτῷ δοκοῦν καὶ εἰς τὸ εὖ ἔχον, ἢ πρίν. καὶ γοῦν τὰ
πάλαι τιμώμενα καὶ παρὰ πολλοῖς ἀξιάγαστα, νῦν ἐστι 215 στυγητὰ καὶ ἐπάρατα καὶ τοῖς ἐπιεικέσιν οὐκ ἀνεκτὰ καὶ τοῦ κολάζεσθαι δεῖν οὐκ ἠμοιρηκότα.
ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτὸν,
καὶ ἐνδύσονται δέῤῥιν τριχίνην ἀνθ᾿ ὦν ἐψεύσαντο. καὶ ἐρεῖ
Οὐκ εἰμὶ προφήτης ἐγὼ, διότι ανθρωπος ἐγέννησέ με ἐκ νεότητός μου. κω ἐρῶ πρὸς αὐόν Τί αἱ πληγαὶ αὗται ἀᾶ
μέσον τῶι χειρῶv σου; καὶ ἐρεῖ Ἅς ἐπλήγην ἐν τῷ οἴκῳ τῶ ἀγαπητῷ μου.
γεγραμμένον. εἶτα τοιαῦτα τολμῶσιν ἐκείνοις, επέπληττε μὲν οὐδεὶς, οὐδ’ ἀπείργειν ἤθελεν ὡς δυσσεβεῖν ᾑρημένους, ἐπαίνοις δὲ μᾶλλον αὐτοὺς καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῦν ἠξίουν οἱ τάλανες. ταύτῃτοι κἀκεῖνοι πρὸς τὸ χεῖρον 218 ᾔεσαν, τρεφομένης ὥσπερ ἐν αὐτοῖς τῆς νόσου διὰ τῆς τῶν
τεθαυμακότων αὐτοὺς ἐλαφρίας. ἐν ’δε γε τῷ νῦν καιρῷ καταισχυνθήσεσθαί φησιν αὐτοὺς, οὐ παραδεχθείσης δηλονότι τῆς ψευδοπροφητείας, ἐπιτιμωμένης δὲ μᾶλλον, καὶ ἐξ αὐτῶν τῶν τὰ τοιάδε τολμᾶν εἰωθότων τὰς τῆς ἀπονοίας ἐξαιτουμένων δίκας, ὡς ἐλεγχθέντας εὐθὺς καὶ ἀποσχέσθαι τοῦ
κακοῦ, καὶ δεῤῥιν ἐνδύσασθαι τριχίνην ἀνθ’ ὧν ἐψεύσαντο, του- 219 220 τέστι, πενθεῖν ἐπὶ τῷ κακῷ καὶ ἐπὶ τῆ πλημμελείᾳ κατολοφύρεσθαι, μεταγινώσκοντας, ὅτι λογισμῶν εἰς τοῦτο κατώλισθον ἀμαθίας, ὡς ψευδοεπῆσαι κατὰ Θεοῦ, ἐρυθριῶντας δὲ ὅλως οὐδὲν ὁμολογῆσαί τε τὴν ἁμαρτίαν καὶ συγγνώμην ἐξαιτῆσαι, λέγοντας σαφῶς οὐκ εἰμὶ προφήτης ἐγὼ ὅτι
ἄνθρωπος ἐγέννησέ με ἐκ νεότητός μου, τουτέστιν, ἀνθρώπου γέγονα τέκνον. ἀσθενὴς δὲ λίαν ἡ φύσις καὶ εὐπάροιστος κομιδῇ πρὸς τὸ μὴ ἔχον ὀρθῶς, καὶ ἑτοιμοτέρα πὼς εἰς 221 ἁμαρτίας. εἶεν δ’ ἂν αἱ τοιαίδε μετανοούντων φωναί. εἰ δὲ δὴ βουλοίμην αὐτὸν ἔρεσθαι, φησὶ, Τί τὸ χρῆμα τῶν ἐν
χερσὶν ὁρωμένων τραυμάτων ἤτοι πληγῶν; ἀποκρινεῖται πάλιν ὅτι Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου, συμποδισάντων 222 αὐτὸν δηλονότι πατρὸς καὶ μητρὸς, καὶ τὰς τῆς προπετείας ἐξῃτηκότων δίκας. οἶκος γὰρ αγαπητος ἑκάστῳ τῶν καθ’ ἡμᾶς, ὁ τῶν γεγεννηκότων.
μανίαις κατακολουθεῖν, ἐπιτιμῶνται, καταισχύνονται, ταῖς τῶν γεγεννηκότων κολάζονται ψήφοις, μεταγινώσκουσιν ὡς ἡμαρτηκότες καὶ πενθοῦσι καὶ κλαίουσιν, αἰτοῦσι συγγνώμην τὴν τῆς ἀνθρωπείας φύσεως ὁμολογοῦντες ἀσθένειαν καὶ 224 τὸ εὐόλισθον εἰς ἁμαρτίαν. ἀνῄρηται γὰρ “τὸ πνεῦμα τὸ
225 “ἀκάθαρτον ἀπὸ τῆς γῆς,’’ τῆ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δυνάμει τε καὶ ἐξουσίᾳ.
αὐτοῦ, λέγει Κύριος παντοκράτωρ, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα, καὶ ἐπάξωὦι τὴν χεῖρά μου ἐμ τοὺς ποιμένας.
πάντων πλεονεξίας τὸν σατανᾶν, καθελῇ δὲ καὶ τὴν βέβηλον εἰδωλολατρείαν, καὶ καταργήσῃ μαντείας, ψευδοπροφητίας τε καὶ τοὺς ἐκ καρδίας φενακισμοὺς, ἐξάρῃ δὲ καὶ “τὸ πνεῦμα 228 “τὸ ἀκάθαρτον ἄπο τῆς γῆς, καὶ πρὸς γε δὴ τούτοις, ἵνα κατακτήσηται τὴν ὑπ’ οὐρανὸν, μετατιθεὶς εἰς θεογνωσίαν 229
τοὺς πεπλανημένους, ἀναπείθων ἑλέσθαι τὴν εὐσεβῆ καὶ εὐσχήμονα πολιτείαν, καὶ πᾶν εἶδος ἀρετῆς ὁρᾶσθαι τετιμηκότας. ταύτης οὖν ἕνεκα τῆς αἰτίας τὸν ἐπὶ ξύλου θάνατον, καίτοι πολὺ λίαν ἔχοντα τὸ δυσκλεὲς, ὑπέμεινεν ἑκὼν, “αἰσχύνης καταφρονήσας, οὕτω καὶ αὐτῷ δοκοῦν τῷ Θεῷ 230
καὶ Πατρί. καί τι τοιοῦτον ἡμῖν ὑποφαίνει λέγων αὐτὸς ὁ Υἱός “Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ 231 “θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. “τοῦτο ’δε ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν 232 “ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω
“αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.’’ ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “Διὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ 233 νεκρῶν καὶ ζώντων κυριεύσῃ. τέθεικε τοίνυν ἑκὼν ὑπὲρ 234 ἡμῶν τὴν ψυχὴν, μόνον δὲ οὐχὶ καὶ παραδόντος αὐτὸν ὡς ἄνθρωπον ἰδίῳ νεύματι τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οἷον ἐφιέντος, ὡς ἔφην, αἵματι τιμίῳ τὴν ἁπάντων πρίασθαι ζωήν. καὶ γοῦν ὁ Σωτῆρ’ οἰηθέντι Πιλάτῳ κατεξουσιάζειν αὐτοῦ 235 προσυπήντα λέγων “Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ,
“εἰ μὴ ἢν δεδομένον σοι ἄνωθεν.
ταῦτα, καὶ ἐνεργεῖσθαι προστέταχε τὸ ἐπὶ τῷ πάθει μυστήριον, αὐτῇ τῇ ῥομφαίᾳ παρεγγυῶν τε καὶ λέγων Ἐξεγέρθητι 236 ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ’ ἄνδρα πολίτην αὐτοῦ λέγει Κύριος παντοκράτωρ. καὶ ῥομφαίαν μὲν ἐν τούτοις καταδηλοῦσθαί φαμεν ὡς ἐν εἴδει μαχαίρας τὸν πειρασμὸν, ἢ καὶ αὐτὸ τὸ
πάθος τὸ ἐκ τῆς Ἰουδαίων ἀπονοίας ἐπενηνεγμένον τῷ Εμμανουήλ. ἔοικε γὰρ συνιέναι τε οὕτω καὶ μὴν καὶ εἰπεῖν ὁ δίκαιος Συμεὼν, ὅτε προσεκόμιζεν ὀκταήμερον τὸν 237 Ἰησοῦν ἡ ἁγία παρθένος “Καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διε- “λεύσεται ῥομφαία.’’ μόνον γὰρ οὐχὶ ῥομφαίᾳ κατεσφάζετο,
σταυρούμενον ὁρῶσα τὸν ἐξ αὐτῆς γεννηθέντα κατά γε τὴν 238 σάρκα φημί. ὦ τοίνυν ῥομφαία, ἐξεγέρθητι φησὶν ἐπὶ τὸν ποιμένα μου, τουτέστιν, ἐνεργείσθω λοιπὸν τὸ σωτήριον πάθος καὶ ὁ τῆς τῶν ἀγαθῶν ἀναδείξεως ἡκέτω καιρός. τέθειται μὲν γὰρ ἐφ’ ἡμᾶς ἀρχιποίμην ὁ Χριστὸς, καὶ ὑπ’ αὐτῷ
πάντες ἐσμὲν οἱ πεπιστευκότες, πλὴν οὐκ ἔξω χειρὸς τῆς τοῦ Θεοῦ καὶ Πατρός. κατάρχει γὰρ ἡμῶν ἐν Υἱῷ, δι’ αὐτοῦ 239 τε καὶ ἐν αὐτῷ σεσώσμεθα καὶ αὐτὴν ἐσχήκαμεν τὴν προσ- 240 ἀγωγήν. καὶ γοῦν ἔφασκεν ὁ Σωτῆρ’ “Τὰ πρόβατα τὰ ἐμὰ 241 “τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ άκο- “λουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ 242 “μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσῃ τις αὐτὰ ἐκ
“ τῆς χειρός μου. ὁ Πατήρ μου ὃς δέδωκε μοι πάντων “ μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς “ τοῦ Πατρός· ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.” ἴδιος οὖν ἄρα τοῦ Θεοῦ καὶ Πατρὸς ποιμὴν ὁ Υἱὸς, οὐκ ἀλλότρια κατα- νέμων θρέμματα, τὰ ἑαυτοῦ δὲ μᾶλλον καὶ τὰ τοῦ Πατρὸς,
οὐκ ἰδίων αὐτοῦ νοουμένων τῶν μισθωτῶν ποιμένων, οἳ κατέσφαζον μὲν τὰ πρόβατα, φειδοῦς ἁπάσης ἐξῃρημένης, 243 “ἔλεγον δὲ καὶ πωλοῦντες αὐτά Εὐλογητὸς Κύριος καὶ 244 “πεπλουτήκαμεν.’’ πολῖται γεμὴν, ἤγουν οἰκεῖοί τε καὶ γνώριμοι, τοῦ ἀγαθοῦ ποιμένος, οἱ ὑπ’ αὐτῷ τεταγμένοι, καὶ πρό
γε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταὶ, οἳ καὶ παταχθέντος τοῦ ποιμένος κατεσκίδναντο καὶ πεφεύγασιν. ἐπειδὴ γὰρ ἧκον τῶν Ἰουδαίων οἱ ὑπηρέται, καὶ σὺν αὐτοῖς ὁ προδότης ὁμοῦ τῇ σπείρᾳ συλληψόμενοι τὸν Ἰησοῦν, “ πάντες ἀφέντες αὐτὸν 245 “ἔφυγον.’’ ἔφη γὰρ οὕτω τὸ γράμμα τὸ εὐαγγελικόν.
Ὅτι δὲ δοὺς ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱὸν εἰς θάνατον 246 ὁ Θεὸς καὶ Πατὴρ πατάξαι πως αὐτὸν λέγεται, τῷ γε ὅλως ἐφεῖναι παθεῖν, πιστώσεται λέγων αὐτὸς ὁ Υἱὸς, διὰ τῆς τοῦ ψάλλοντος φωνῆς περὶ τῶν εἰς αὐτὸν ἀνόσια πεπραχότων, δῆλον δὲ ὅτι τῶν Ἰουδαίων “Ὅτι ὃν σὺ 247
“ἐπάταξας αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυ- “ μάτων μου προσέθηκαν· πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν “αὐτῶν.’’ ἑκούσιον μὲν οὖν, ὡς ἔφην, ἐποιεῖτο τὸ πάθος, 248 ἵνα τὰ ἐκ τοῦ παθεῖν αὐτὸν διαφαίνηται κατορθώματα. ὅτι δὲ τοῖς ἐσταυρωκόσιν ὀλέθρου πρόξενον ἔσται τὸ χρῆμα, καὶ 249 τοῖς ἐκ θείας ὀργῆς ὑποπεσοῦνται κακοῖς οἱ τῆς τοιᾶσδε βουλῆς καὶ τῶν ἐγχειρημάτων ἐξάρχοντες· οὗτοι δὲ ἦσαν οἱ λαῶν ἡγούμενοι· διατρανοῖ λέγων Καὶ ἐπάξω τὴν χεῖρά
250 μου ἐπὶ τοὺς ποιμένας. διεφθάρκασι γὰρ “τὸν ἀμπελῶνα “αὐτοῦ, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἔδωκαν μερίδα “αὐτοῦ ἐπιθυμητὴν εἰς ἔρημον ἄβατον, ἐγενήθη εἰς ἀφα- “νισμὸν ἀπωλείας.’’ ἐπάγει γεμὴν τὴν χεῖρα αὐτοῦ τοῖς ποιμέσι Θεὸς οἱονεὶ καταπαίουσαν τὴν ῥομφαίαν, καὶ τὰς
251 τῆς ἀνοσιότητος ἐξαιτοῦσαν δίκας, οὐχ ὅτι μόνον αὐτοὶ πεπαρῳνήκασιν εἰς Χριστὸν, ἁλλ’ ὅτι πρὸς τούτῳ καὶ τοῖς ἄλλοις γεγόνασιν ἀρχὴ καὶ ὁδὸς τῆς ἀσχέτου μανίας. ὡς γάρ φησιν ὁ μακάριος εὐαγγελιστὴς Ματθαῖος, Πιλάτου τοῖς Ἰουδαίοις προτεθεικότος Χριστόν τε καὶ Βαραββᾶν,
252 καὶ τό “τίνα θέλετε ἐκ τῶν δύο ἀπολύσω ὑμῖν” προσπε- xxvii.
φωνηκότος, “οἱ ἀρχιερεῖς καὶ οἱ προσβύτεροι ἔπεισαν τοὺς “ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἵνα 253 “ἀπολέσωσιν·’’ ἀνέπειθον δὲ πρὸς τούτῳ βοᾶν “ Σταύρωσον, 254 “σταύρωσον.” οὐκοῦν ἀληθὲς τὸ διὰ τῆς τοῦ προφήτου
255 φωνῆς εἰρημένον “Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν “Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ “νομὴ, καὶ διεσκορπίσθησαν.” ὥσπερ γὰρ ἡ νῆψις τῶν ἀγαθῶν ποιμένων ὀνίνησι τὴν ἀγέλην· οὕτω καταφθείρει τὸ ῥᾴθυμον, καὶ τοῖς τῶν ποιμένων ἴχνεσι τὸ ὑπὸ χεῖρα
πάντως ἀκολουθεῖ.
ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμιῶ αὐτοὺς ὡς δοκιμάζεται τὸ χρυοίον· αὐτὸς ἐπικαλέσεται τὸ ὀνομά μου, κὼ ἐγὼ ἐπακούσομαι
αὐτοῦ, καὶ ἐρῶ Λαός μου οὐτός ἐστιν, κω αὐτὸς ἐρεῖ Κύριος ὁ Θεός μου.
ἀνοσίοις αὐτῶν σκέμμασιν ἀβουλότατα συνδεδραμηκότας, δῆλον δὲ ὅτι τοὺς τῶν Ἰουδαίων δήμους καὶ τῶν ἀγελαίων τὴν ὑπὸ χεῖρα πληθύν. δεδαπάνηνται γὰρ τῷ πολέμῳ, καὶ διολώλασιν ὁμοῦ τοῖς κατοίκοις αἱ πόλεις καὶ αὐτοῖς ἀνδράσιν αἱ κώμαι, πανωλεθρίᾳ καταπιμπράμεναι, μόλις δὲ
σέσωσται τὸ κατάλειμμα, καὶ ὡς ἐν τρίτῃ μοίρᾳ τοῦ παντὸς νοούμενον πλήθους, ὠλόθρευται γὰρ οὐκ εἰς ἅπαν ὁ Ἰσραὴλ, 259 Θεοῦ κατοικτείροντος διὰ τοὺς πατέρας. τοῦτο καὶ αὐτὸς ὁ μακάριος Ἡσαΐας φησί “Καὶ εἰ μὴ κύριος Σαβαὼθ ἐγκατ- 260 “έλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς
“Γόμοῤῥα ἂν ὡμοιώθημεν. πλὴν τὸ τρ́τον, ἤγουν τὸ κατάλειμμα, τουτέστι, τοὺς ἐξ αἵματος Ἰσραὴλ πιστεύσαντας, διάξειν φησὶ διὰ πυρὸς, καὶ πυροῦν αὐτοὺς ὡς ἀργύριον καὶ χρυσίον. οὐ γὰρ ἔξω πόνου τῶν ἁγίων ἡ ζωή· ἀληθὲς δὲ ὅτι “Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ 261
“διωχθήσονται.’’ δοκιμώτατοι δὲ πεφήνασιν οἱ θεσπέσιοι 262 μαθηταὶ, καὶ ὅσοι γεγόνασιν αὐτοῖς συνεργάται κατ’ ἐκεῖνο 263 264 καιροῦ, καὶ συμπεπονήκασιν ἱερουργοῦσιν εἰς τὰ ἔθνη τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. κέκληνται γὰρ εἰς πεῖραν πολλῶν θλίψεων τε καὶ διωγμῶν, καὶ μονονουχὶ πεπύρωνται, δοκιμαζόμενοι διὰ πειρασμῶν, ὡς δύνασθαι λέγειν ἐκ παρρησίας 265 “Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται
“ τὸ ἀργύριον.” τίς οὖν ἡ ἐντεῦθεν ὄνησις; ἢ ποῖος ἔσται μισθὸς τοῖς ὧδε πεπονηκόσι καὶ δεδοκιμασμένοις; οἰκεῖοι 266 γεγόνασι τοῦ Θεοῦ, γνώριμοί τε καὶ ἠγαπημένοι. κατελο- 267 γίσθησαν γὰρ εἰς “ἔθνος ἅγιον, εἰς βασίλειον ἱεράτευμα, “ καὶ εἰς λαὸν τὸν εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγεί-
“λωσι τοῦ ἐκ σκότους αὐτοὺς καλέσαντος ἐπὶ τὸ θαυμαστὸν 268 “αὐτοῦ φῶς,” ποτὲ δὲ ὄντες οὐ λαὸς, γεγόνασι λαός. καὶ 269 . ποτὲ μὲν ἤκουον “Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, “ ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πλη- “ θύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν·” νυνὶ ’δε
270 φησιν, ὅτι αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου καὶ ἐγὼ έπακούσομαι αὐτοῦ καὶ ἐρῶ Λαός μου οὗτός ἐστιν. οὐκοῦν γεγόνασι κλῆρος τοῦ Θεοῦ καὶ Πατρὸς, δέδονται δὲ τῷ Υἱῷ· συγκατάρχει γὰρ τῶν ὅλων ὁμοῦ τῷ γεγεννηκότι· εὐμενῆ τε καὶ ἵλεω τὸν τῶν ὅλων ἔχουσι Δημιουργὸν καὶ
Δεσπότην.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.