τὸ ἄκαρπον ὑποδηλοῖ. τὸ γὰρ ἐπ’ αὐτοῖς πονεῖν ἑλέσθαι τινὰς, καὶ ἐπιμελῶς ἔσθ’ ὅτε θρησκεύειν, ἀναθήμασί τε καὶ θυσίαις τιμᾶν, εἴη ἂν ἕτερον οὐδὲν, ἢ τὸν ἀνέμῳ κατεφθαρμένον συναγείρειν σπόρον, οὐδὲν ὀνῆσαι παντελῶς τὸν πονοῦντα δυνάμενον. ποία γὰρ ἀντίδοσις τῆς εἰς ειδωλολατρείαν
σπουδῆς ; ἢ ποία παρὰ γλυπτῶν ὄνησις ; ἢ κατὰ τίνα τρόπον εὐφρανοῦσί τινας ἃ δεῖ πάντως ἐλθεῖν εἰς καταστροφήν 2 ; ἐοίκασι τοίνυν οἱ τὰ τοιάδε ποιεῖν εἰωθότες καὶ ταῖς εἰδώλων τιμαῖς ἀνατιθέντες τὸ σπούδασμα, τοῖς σπείρουσιν ἀνεμόφθορα, καὶ ἀσταχύων σράγματι σῖτον οὐκ ἔχοντι,
καὶ εἰς ἀλεύρου χρείαν οὐ πεποιημένῳ. εἰ δὲ δή τι καὶ γένοιτο παρ’ αὐτῶν, τουτέστι, κἂν εἰ δόξειάν πὼς εἶναι σπουδαῖοι καὶ γνήσιοι περὶ τὰ τῆς πλάνης ἔργα, καὶ τοῦτο εἰς ἀλλοτρίους γενήσεται παρ’ αὐτῶν, κατευφρανεῖ δὲ Θεὸν κατ’ οὐδένα τρόπον. αλλοτρίους δέ φησι τοὺς ψευδωνύμους θεούς.
3 Ἄμισθον οὖν ἄρα παντελῶς καὶ τὸ σπουδαῖον ἡμῶν ἐν τοῖς λυποῦσι Θεὸν, καὶ τῆς ἐπιεικείας οἱ τρόποι πάντῃ τε καὶ πάντως διαβεβλήσονται παρ’ αὐτῷ, τῆς τοῦ ἀγαθοῦ διεκπίπτοντες θήρας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.