ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ.
ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς
καὶ ἐπιβεβηκώς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.
κατηφὲς, καὶ ἐπὶ τίσιν ἃν γένοιτο πρὸς ἡμῶν τὸ κατοιμώζειν ὅλως, ἀπεληλαμένης τῆς ἁμαρτίας, καὶ τοῦ θανάτου πεπατημένου, κεκλημένης τε τῆς ἀνθρώπου φύσεως εἰς ἐλεύθερον ἀξίωμα, καὶ τῇ τῆς υἱοθεσίας κατεστεμμένης χάριτι, καὶ τοῖς 2 ἄνωθεν καὶ ἐξ οὐρανοῦ χαρίσμασι κατηγλαΐσμένης;
5 κἂν εἴτις ἁμάρτοι, παράκλητος αὐτὸς γινόμενος πρὸς τὸν Θεὸν καὶ Πατέρα.
πνεύματι γὰρ καὶ ἀληθείᾳ δεδιδάγμεθα προσκυνεῖν διὰ τῆς 7 εὐαγγελικῆς παιδεύσεως. ὅτι δὲ καὶ ἐπιβέβηκεν ἐπὶ πῶλον νέον, οὕτω τε εἰσέφρησεν ἐν τοῖς ̔Ιεροσολύμοις, οὐ μακροῦ πρὸς πληροφορίαν δεήσει λόγου· ἀπόχρη γὰρ εἰς πίστιν 8 ἡμῖν ὁ θεσπέσιος εὐαγγελιστὴς γεγραφὼς τὰ τοιάδε. ἐπεκάθητο
μὲν γὰρ τῷ πώλῳ Χριστὸς, εἵπετο γεμὴν ἡ τεκοῦσα· καὶ σημεῖον ἡμῖν ἀναγκαιοτάτου πράγματος τὸ δρώμενον ἦν. ἐπανεπαύσατο γὰρ ὁ Χριστὸς τῷ νέῳ λαῷ, τουτέστι τῷ κεκλημένῳ πρὸς ἐπίγνωσιν ἀληθείας καὶ εἰδωλολατροῦντί ποτε. ἦν γὰρ οἷά τις πῶλος, οὔπω δεδαμασμένος, οὔτε
9 μὴν εἰδὼς βαδίζειν ὀρθῶς· οὐ γάρ που τῷ θείῳ πεπαιδαγώγητο νόμῳ. ἀλλ’ ὁ πάντας ἄγων εἰς εὐτεχνίαν πνευματικὴν, προὐπέθηκε μὲν ἑαυτῷ τὸν πῶλον. ἕψεται δὲ ὅτι κατὰ καιροὺς καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, διὰ τῆς ἑπομένης ὄνου δέδωκε νοεῖν, καίτοιγε ἐν χρόνῳ τῷ κατὰ τὴν
κλῆσιν τὸ πρεσβύτερον ἔχουσα· προεισκέκλητο γὰρ διὰ Μωυσέως καὶ προφητῶν. ἐπειδὴ δὲ προσκέκρουκε τῷ Σώ- 10 ζοντι βασιλεῖ· οὐ γάρ τοι προσήκατο τὴν πίστιν· ταύτῃτοι δικαίως τοῦ πώλου κατόπιν ἔρχεται μόλις, καὶ γέγονεν εἰς 11 οὐρὰν, τουτέστι, παρακολούθημα καὶ ὀπίσω τῶν ἐξ ἐθνῶν, καὶ ἡ πρώτη γέγονεν ἐσχάτη. ἄθρει δὲ, ὅπως εἰς ἐσχάτην
ἀλογίαν ἀποκομισθεῖσαν ἔδειξε τὴν ἀνθρώπου φύσιν, ὁ νεφροὺς εἰδὼς καὶ καρδίας. ὄνῳ γὰρ παρεικάζεται τῇ λίαν ἀλογωτάτῃ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ αὐτὴ δὲ τῶν ἐθνῶν ἡ πληθύς. οἱ μὲν γὰρ λελατρευκότες τῇ κτίσει παρὰ τὸν κτίσαντα Θεὸν, οἱ δὲ τὸν παιδαγωγὸν ἀτιμάζοντες
νόμον, ἔξω νοῦ καὶ φρενὸς γεγόνασιν ἀγαθῆς, καὶ πρὸς πᾶν εἶδος φαυλότητος ἀπονενευκότες, “παρασυνεβλήθησαν τοῖς 12 “ κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοίωνται αὐτοῖς,” κατὰ τὴν 13 τοῦ ψάλλοντος φωνήν. ὄνος δὲ καὶ ἑτέρως ἀκαθαρσίας σύμβολον· ἀνίερον γὰρ τὸ ζῷον, καὶ τὴν ἐκ νόμου κατάῤῥησιν Exod. xiii. 13.
ἔχον. τοιοῦτοι δὲ πάντες οἱ πλανώμενοι καὶ 14 φιλαμαρτήμονες.
καὶ ποταμῶν διεκβολὰς γῆς.
ἐχθρὸν ὁρατόν τε καὶ ἀόρατον, καὶ πάντα συντρίβειν πόλε 17 18 μον, καὶ τοῖς ἐξ εἰρήνης κατευφραίνειν ἀγαθοῖς, αἰνιγματωδῶς ἡμῖν ὁ προφητικὸς ὑποφαίνει λόγος. ᾔεσαν μὲν γὰρ κατὰ καιροὺς κατὰ τῶν ̔Ιεροσολύμων οἱ Βαβυλώνιοι, καὶ μὴν καὶ ἕτεροι τινες τῶν ὁμόρων ἐθνῶν ἵπποις τε καὶ ἅρμασιν ἐποχούμενοι, 19 χούμενοι, “καὶ βάλλοντες τόξοις,” κατὰ τὸ γεγραμμένον,
κατεχειροῦντό τε οὕτω καὶ πικροῖς ἐνίεσαν πόνοις. ἀπὸ δὴ τοῦ συμβαίνειν εἰωθότος, τῶν διὰ Χριστοῦ κατορθωμάτων τὴν λαμπρότητα δηλοῖ. ὁ γάρ τοι σώζων, φησὶν, ὁ δίκαιός 20 τε καὶ πραότατος βασιλεὺς, ἀφίξεται μὲν, καὶ οὐκ εἰς μακράν· πλὴν οὐ πολλῷ πλήθει τῶν ὑπασπιστῶν δορυφορούμενος,
οὐ μυρίους ἔχων τοὺς εἰδότας τὰ τακτικά· ἐπασκήσας δὲ οὕτως ἐν ἤθει τὸ μέτριον, ὡς πώλῳ καὶ μόλις ἐφιζῆσαι γυμνῷ. πλὴν ἔσται τοσοῦτος εἰς ἀρετὴν, ὀνήσει τε οὕτω τοὺς ἐπ’ αὐτῷ πεποιθότας, ὡς περιελεῖν μὲν ἅρματα ἐξ Ἐφραῒμ, ἀποστῆσαι δὲ καὶ ἵππον ἐξ ̔Ιερουσαλὴμ, ὀλοθρεῦσαι
δὲ καὶ τόξον πολεμικὸν, καὶ εἰρήνην ἁπλῶσαι βαθεῖαν, τὴν ἐκ 21 πάντων τῶν ἐθνῶν. Ἐφραῒμ δέ φησι τὰς ἐν τῆ Σαμαρείᾳ δέκα φυλὰς, ̔Ιερουσαλὴμ δὲ τοὺς ἐν αὐτῇ κατοικήσαντας, Ἰούδας δὲ οὗτοι καὶ Βενιαμίν. οὐκοῦν ἀσφαλείας ὑπόσχεσιν καὶ εἰρήνης ἡμῖν ὁ προφητικὸς εἰσκομίζει λόγος. οὐ γὰρ ἄν
γένοιτο, φησὶν, εὐκατάδρομος τοῖς ἐθέλουσι κακοῦν ἡ ἁγία 22 πόλις, τουτέστιν ἡ νοητὴ Σιῶν, ἤγουν ̔Ιερουσαλὴμ, “ἥτις “ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος,” κατευρύνει δὲ οὕτω τὴν ἑαυτοῦ βασιλείαν ὁ σώζων αὐτὴν, ὡς ὅλης κατάρξαι τῆς Ἰουδαίας, ἀπὸ θκλάσσης εἰς ποταμούς. αὗται γάρ εἰσιν αἱ διεκβολαὶ
τῆς γης, τουτέστι τὰ πέρατα. ψάλλει δέ που καὶ ὁ θεσπέσιος 23 Δαυεὶδ, ὡς περὶ ἀμπέλου λέγων τῆς Ἰουδαίων Συναγωγῆς 24 “ Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως ποτα- 25 “μῶν τὰς παραφυάδας αὐτῆς.” τερματίζεται γὰρ ἡ τῶν Ἰουδαίων χώρα θαλάσσῃ τε τῇ πρὸς νότον καὶ Ἰνδικῇ, καὶ
τῇ καλουμένη Μέσῃ τῶν ποταμῶν. ἀλλ’ οὐκ ἐν τούτοις τοῖς ὅροις ἡ Χριστοῦ βασιλεία· πολλοῦ γε καὶ δεῖ· ἕρπει δὲ ὁ λόγος ὡς ἐκ μερικοῦ παραδείγματος ἐπὶ τὸ καθόλου καὶ γενικώτατον. βεβασίλευκε γὰρ οὐ τῆς Ἰουδαίας μόνης, ἁπάσης δὲ μᾶλλον τῆς ὑπ’ οὐρανὸν, καὶ ἀπὸ περάτων εἰς 26
πέρατὰ τὰ τῆς ἐξουσίας αὐτῷ κατευρύνεται.
λάκκου οὐκ ἔχοντος ὕδωρ. καθήσεσθε έν ὀχυρώματι δέσμιοι
τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι.
ὑπέμεινε δὲ καὶ σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ τέθεικε 29 τὴν ἑαυτοῦ ψυχὴν τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα, καὶ κατεκτήσατο τῷ Θεῷ καὶ Πατρὶ τὴν ὑπ’ οὐρανὸν ἐν 30 αιματι δὶαθηκης αἰωνίου, ἦς ἢν τύπος τὸ διὰ τοῦ πανσόφου Μωυσέως τοῖς ἀρχαιοτέροις ἐπιρρανθέν. λαβὼν γὰρ, φησὶ,
Μωυσῆς τὸ αἷμα, “αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν 31 “ἐρράντισε, λέγων τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς διέθετο 32 “πρὸς πρὸς ὑμᾶς ὁ Θεός. ἀλλ’ ἐκεῖνα μὲν τύποι, καὶ τῆς ἀληθείας μόρφωσις ἦν· αὕτη δὲ λοιπὸν ἡ ἀλήθεια Χριστὸς, ὁ πάντας ἡμᾶς ἀγοράσας ἐν αἵματι διαθήκης. ἐκλελυτρώμεθα γὰρ ὡς 33 ὁ αὐτοῦ φησι μαθητὴς “οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ‘ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.”
σὺ τοίνυν, φησὶν, ὦ δικαιότατε καὶ πραότατε 34 βασιλεῦ, ἐν αἵματι διαθήκης τοὺς σοὺς γεγονότας δεσμίους· τουτέστιν οὓς δεσμοῖς ἀγάπης κατέσφιγξας, καὶ ταῖς σαῖς ζεύγλαις ὑπενεγκεῖν καὶ ἐγκαταδῆσαι σαφῶς τὸν τῆς διανοίας πέπεικας αὐχένα· ἐξαπέστειλας, τουτέστιν ἐξεκόμισας
ἤγουν ἐξήγαγες ἢ ἀνήνεγκας ἐκ λά,κκου οὐκ ἔχοντος ὕδωρ· σημαίνειν δὲ διὰ τούτου φαμὲν αὐτὸν ἢ τὸν ᾅδην, τὸν οὐκ ἔχοντα ζωήν· ἐκδεξόμεθα γὰρ εἰς τύπον ζωῆς τὸ ὕδωρ, καὶ γάρ ἐστι ζωοποιόν· ἤγουν λάκκον καταλογιούμεθα, καὶ μάλα ὀρθῶς, τὴν ἐπί γε τοῖς ψευδωνύμοις θεοῖς ἀπάτην. βόθρος
35 γὰρ ἀληθῶς τὸ χρῆμά ἐστιν, εἰς ὃν εἴπερ τις ὅλως κατολισθήσειε, ζωῆς ἀμοιρήσει τῆς εἰς αἰῶνα τὸν μέλλοντα. ὅτι δὲ κεκένωκε τὸν ᾅδην ἀποθανὼν ὁ Χριστὸς, καὶ ἀνῆκε τοῖς ἐν φυλακῇ πνεύμασι τὰς κάτω πύλας παντί που σαφές. ἔφη ’δε που καὶ ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ̔Ιερεμίου περὶ
τῶν ἐξ Ἰσραὴλ. καταλελοιπότων μὲν αὐτὸν, τραπομένων δὲ 36 φληνάφως εἰς ἀπάτην εἰδωλομανῆ “Ἐξέστη ὁ οὐρανὸς ἐπὶ “τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει κύριος· ὅτι 37 “δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου, ἐμὲ ἐγκατέλιπον “πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους σὺν-
“τετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.” ὥσπερ γάρ ἐστι ζωοποιὸς καὶ πηγὴ ζωῆς, ἡ ὀρθή τε καὶ ἀπλανὴς 38 περὶ Θεοῦ γνῶσις· οὕτως ἄνυδροι καὶ οἱονεὶ λάκκοι συντετριμμένοι νοηθεῖεν ἂν τὰ τῆς εἰδωλολατρείας ἀθύρματα, καὶ ἡ περὶ αὐτοῦ πλάνησις. εἶτα πρὸς αὐτοὺς διαλέγεται τοὺς δεσμίους, καὶ εἰς ἐλπίδας αὐτοὺς ἀγαθὰς παραθήγει, λέγων
Καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς. καὶ ὀχύρωμα μὲν, καθάπερ ἐγῷμαι, τὴν Ἐκκλησίαν ἀποκαλεῖ ὡς τετειχισμένην 39 ἐν Χριστῷ, καὶ ἀκλονήτως ἔχουσαν· κάθισιν δέ φησι τὸ οἷον ἱδρυμένον ἐν πίστει. γέγραπται γὰρ περὶ Θεοῦ “Ὅτι σὺ καθήμενος τὸν αἰῶνα” τουτέστιν, ἱδρυμένην 40
ἔχων καὶ ἀκατάσειστον φύσιν. ἔσεσθε δὴ οὖν ἐν ἀσφαλείᾳ, φησὶ, τὸ βεβηκὸς ἔχοντες εἰς πίστιν, ὦ δέσμιοι τῆς ἐμῆς συναγωγῆς· εἶεν δ’ ἂν οὗτοι τῶν ἐν Χριστῷ δεδικαιωμένων ἡ ἁγία πληθύς. ὅτι δὲ οὐκ ἄμισθον ἕξουσι τὴν ἐφ’ ἅπασι τοῖς ἀρίστοις ὑπομονὴν, καὶ μὴν καὶ τὸ ἐρηρεισμένον εἰς
ἀγάπησιν τὴν ἐπὶ Θεῷ, κατασημαίνει λέγων Καὶ ἀντὶ μιᾶς 41 ημερας παροικεσιας σου διπλα ανταποδωσω σοι.
εἴ τις αὐτὸν καταλογίσαιτο πρὸς αἰῶνα τὸν μέλλοντα, καταθρήσειεν ἂν αὐτὸν ὀλίγον ὄντα παντελῶς, ὡς τάχα που καὶ ἡμέρᾳ παρεικάζεσθαι μιᾷ. οὐκοῦν ἀντὶ μιᾶς ἡμέρας τῆς παροικεσίας σου φησὶ, τουτέστιν; ἀντὶ τοῦ βραχέος τε καὶ συνεσταλμένου χρόνου τῆς ἐν σώματι ζωῆς διπλᾶς τε καὶ 43
ἐν πλεονασμῷ τὰς ἀμοιβὰς ἀποδώσω. ἔφη δέ που καὶ ὁ Χριστὸς, ὅτι “Μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον 44 “ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. οὐ γάρ 45 τοι τὰς ἰσοστάθμους ὧν ἂν δράσαιμεν προσδοκῶμεν ἀμοιβὰς, ἀλλ’ ἐν προσθήκῃ πολλῇ· πλουσιόδωρος γὰρ ὁ διδούς.
τρυφῶν, τουτέστιν ὁ σατανᾶς, τῶν ἐκ πλεονεξίας αὐτῷ πεπορισμένων μένων προσκυνητῶν ἐξωθούμενος, διατρανοῖ πάλιν ἐν τούτοις. ποιεῖται γεμὴν τὸν λόγον, ὡς πρὸς τοὺς ἁγίους ἀποστόλους, ἤτοι τοὺς ἐξ Ἰσραὴλ διδασκάλους, οἳ καὶ τὴν τῶν ἐθνῶν ἐκπεριθέοντες χώραν, εἰς ἐπίγνωσιν ἀληθείας
ἐκάλουν τε καὶ σεσαγηνεύκασι τοὺς ἐν αὐτῇ. ὦ τοίνυν Ἰούδα, φησὶν, ἐνετεινά σε ἐμαυτῷ τόξον, τουτέστι, διὰ σοῦ τοξεύσω 47 τοὺς ὑπεναντίους· καί σε δὲ, ὦ Ἐφραῒμ, ἔπλησα. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν. ὅτε γὰρ τῆς τοξείας οἱ ἔπιστήμονες νευρὴν μὲν μαζῷ, τοῦ δὲ τόξου τὸν σίδηρον ἄγουσιν
ἐγγὺς, τότε πλῆσαι τὸ τόξον λέγονται, βάλλουσί τε οὕτω δεινόν τι καὶ ἄφυκτον καὶ οἷον ἀσχέτοις ὁρμαῖς ἀναπηδῶντά τε καὶ διιπτάμενον τὸν ἰὸν ἤτοι τὸ βέλος. ἔστι τοίνυν αὐτὸ διαφόρως πεφρασμένον. τόξον σε πεποίημαί φησιν, ὦ Ἰούδα, ἔπλησα δὲ καί σε, ὦ Ἐφραΐμ. Ἰούδας δὲ καὶ Ἐφραῒμ ἅπαν
ἐστὶ τὸ γένος τὸ ἐξ Ἰσραήλ. οὐκοῦν τόξον ὥσπερ τι πεποίηται τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας τε πρὸ τῶν ἄλλων, 48 καὶ γνώμης εἰς τοῦτο προεληλυθότας, ὡς ἔθνη παιδαγωγεῖν, καὶ τῶν πλανωμένων ἀποσοβεῖν τὰς τῶν δαιμονίων ἀγέλας, καταπαίειν τε τὸν σατανᾶν καὶ ἁπαξαπλῶς τοὺς τοῖς θείοις
49 δόγμασιν ἀντεξάγοντας καὶ ταῖς δι’ αὐτῶν μαχομένους μυσταγωγίαις οὕτω που φησὶ καὶ ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν “Τὰ βέλη σου ἠκονη- 50 “μένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ
“τῶν ἐχθρῶν τοῦ βασιλέως.’ πλήττουσι μὲν γὰρ τοὺς ἐχθροὺς τοῦ Θεοῦ καὶ Πατρὸς εἰς καρδίαν ἔσω καὶ νεφροὺς 51 “τὰ τοῦ δυνατοῦ βέλη,” τουτέστι Χριστοῦ. βέλη δὲ αὐτοῦ 52 πάλιν οἱ μυσταγωγοὶ, τοὺς δέ γε πεπλανημένους καὶ τὸν φύσει τε καὶ ἀληθῶς Θεὸν οὐκ εἰδότας, πλήττουσιν οὐκ εἰς
θάνατον, ἀλλ’ εἰς ἀγάπην αὐτοὺς ἀποφέροντες τὴν ἐν χριστῷ, ἵνα καὶ ὑποκάτω πίπτοιεν αὐτοῦ. ὁποία τις ἐστὶν ἡ ἐν τῶ ᾄσματι τῶν ᾀσμάτων γραφομένη νύμφη, λέγουσά τε σαφῶς “ Ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι.” ὅτι δὲ γεγόνασιν ἀλκιμώτατοί 53 τε καὶ εὐσθενεῖς οἱ θεσπέσιοι μαθηταὶ, πιστώσεται
λέγων περὶ αὐτῶν ὁ σοφώτατος ψαλμῳδὸς ἐν Πνεύματι “Ὡσεὶ 54 βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.” ἐκτετιναγμένους μένους μὲν γὰρ τοὺς ἐξ Ἰσραὴλ ἀποκαλεῖ, ὡς τῆς θείας χάριτος ἐκπεπτωκότας διά τοι τὸ ἐμπαροινῆσαι Χριστῷ. οἱ γεμὴν ἐξ αὐτῶν υἱοὶ, βέλη γεγόνασιν ὡς ἐκ χειρὸς δυνατοῦ
τοῦ πεμπόμενα. ἔφη ’δε που καὶ ὁ Ἀμβακοὺμ ὡς πρὸς αὐτὸν δὴ πάλιν τὸν Ἐμμανουὺλ περὶ τῶν ἁγίων ἀποστόλων “Βολίδες σου γὰρ πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων 55 “σου.”
ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ.
τῶν τέκνων τῶν Ἑλληνικῶν, καὶ καταστρατεύονται τῶν πεπλανημένων, Θεοῦ τεθεικότος αὐτοὺς ὡς ῥομφαίαν μαχητοῦ. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τὸν ἐν Χριστῷ νοού- 60 μένον στρατιώτην κατακαλλύνων ὁρᾶται. θώρακα μὲν γὰρ τὸν τῆς ἐν Χριστῷ δικαιοσύνης περιτίθησιν αὐτῷ· καὶ μὴν
61 καὶ τὴν τοῦ σωτηρίου περικεφαλαίαν. εἶτα δίδωσι τὴν μάχαῖραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. ταύτῃ δὴ οὖν τῇ μαχαίρᾳ κατὰ τῶν ̔Ελληνικῶν κεχρημένοι τέκνων, ἀποκείρουσι 62 μὲν τὴν ἐν αὐτοῖς βλαστοῦσαν ἀπάτην, καὶ τὸν 63 τομώτατον τοῦ Θεοῦ λόγον ἐπιφέροντες αὐτοῖς, ὅς ἐστι ζῶν
τε καὶ ἐνεργὴς, τὸ πονηρὸν καὶ ἀκάθαρτον ἐκκόπτουσι πνεῦμα, ἵνα δύναιντο λοιπὸν νῷ καθαρῷ τε καὶ ἐλευθέρῳ καὶ τῆς τῶν δαιμονίων πλεονεξίας ἀπηλλαγμένῳ, τὸν τῆς ἀληθοῦς θεογνωσίας παραδέξασθαι λόγον.
βέλει γὰρ ἤτοι βολίδι παρεικάζει πάλιν αὐτοὺς Θεοῦ 65 πέμποντος· ὡς ἀστραπὴ δραμεῖταί φησι, δῆλον δὲ ὅτι καὶ τοῖς ἁπάντων ὀφθαλμοῖς ἀμογητὶ προσπίπτουσα. γεγόνασι γὰρ οὕτω λαμπροὶ καὶ οἱ θεσπέσιοι μαθηταὶ, καὶ τῶν τοῦ Σωτῆρος εὐαγγελίων οἱ κήρυκες, καὶ 66
οἱ μετ’ ἐκείνους λαῶν ἡγούμενοι καὶ προεστηκότες ἐκκλησιῶν, ὡς ἀγνοῆσαι μηδένα τῆς ἐνούσης αὐτοῖς ἀρετῆς τὴν φαιδρότητα. καὶ τοῦτο αὐτὸς ἔφασκεν ὁ Σωτῆρ’ “Οὐδεὶς 67 λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι
“τὸ φῶς.” καὶ πάλιν ἑτέρωθι “Οὕτω λαμψάτω τὸ φῶς S.Matth. v. 16. ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.”
σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶ·
καὶ καταναλώσουσιν αὐτοὺς, καὶ καταχώσουσιν αὐτοὺς έν λίθοις σφενδόνης, καὶ ἐκπίονται τὸ αἶμα αὐτῶν ὡς οἶνον, καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον. καὶ σώσει αὐτοὺς Κύριος
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς πρόβατα λαὸν αὐτοῦ.
72 Κύριος ἐν σάλπιγγι. λελάληκε γὰρ ὁ Χριστὸς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, εἰς πᾶσαν διάττον τὴν ὑπ’ οὐρανὸν, ἐξάκουστον γὰρ τοῖς ἁπανταχοῦ τὸ Χριστοῦ μυστήριον. ἦν μὲν γὰρ ἰσχνόφωνος καὶ βραδύγλωσσος ὁ Μωυσῆς· τοιγάρτοι καὶ μόλις ἠκούετο κατὰ μόνην τὴν Ἰουδαίαν· ἥκιστα
γεμὴν ἐν τούτοις ἐστὶν ὁ παρὰ Χριστοῦ λόγος. ἀναπεφώνηκε γὰρ οἷά τις σάλπιγξ μακρὰ καὶ εὐηχεστάτη, καὶ ταῖς ἁπάντων ἀκοαῖς ἠχὴν ἐνιεῖσα τὴν διαπρύσιον. βαδιεῖται δὲ ὥσπερ ἐν σάλῳ ἀπειλῆς αὐτοῦ, ὑπερασπιεῖ τε οὕτω τῶν 73 ἑαυτοῦ δορυφόρων, ὡς οἷον ὑπὸ πυρὸς δαπανᾶσθαι τοὺς
ἀνθισταμένους, μόνον δὲ οὐχὶ καὶ σφενδοναις αὐτοὺς καταχῶσαι καταπαίοντας γεννικῶς. ἐκπίονται δὲ καὶ τὸ αιμα αὐτῶν, τουτέστιν, οἷά τινες θῆρες ἐπιθρώσκοντες περιέσονται ῥᾳδίως, καὶ νεκροὺς ἀποφανοῦσι. προσκομιοῦσι δὲ τῷ τῶν πεπτωκότων αἵματι φιάλας πεπληρωμένας, καθάπερ τινὰ
σπονδὴν ἐπὶ τὸ θυσιαστήριον. εὐωδία γὰρ τῷ Θεῷ καὶ θυσία δεκτὴ τῶν οὐκ ἐώντων σώζεσθαι τοὺς πεπλανημένους ὁ θάνατος· 74 εἰ γὰρ τῶν σωμάτων τοὺς φονευτὰς οὐκ ἄξιον ἐλεεῖν· ὑποφέρεσθαι δὲ μᾶλλον ταῖς δίκαις, τὰ ἴσα παθόντας, τί ἄν τις λέγοι περὶ τῶν οἳ ψυχῶν ὀλετῆρες γεγόνασι καὶ φθόροι;
75
πρέπουσαν ἀνατιθέντες δόξαν. οὗτοι πεπλανήκασι τὴν ὑπ’ οὐρανὸν, καὶ οὐχὶ δὴ μόνον κατά γε τὸν χρόνον τῆς ἐν σώ. ματι ζωῆς· ἀλλὰ γὰρ καὶ εἰς χρόνους τοὺς ἐφεξῆς. μύριοι γὰρ ὅσοι κατὰ καιροὺς διολώλασι τῆς ἐκείνων ψευδοεπείας ἡττώμενοι, καὶ ψυχροῖς καὶ γραώδεσι μυθαρίοις προσεσχήκότες 77
κότες. ἀνῄρηνται δὴ οὖν οἱ τοιοίδε λοιπόν. οἴχεται γὰρ τῆς ἐκείνων συγγραφῆς ἡ βεβήλωσις, ἀπρακτοῦσιν οἱ μῦθοι, καὶ οἷον ἐκπεποται τὸ αἷμα αὐτῶν, καὶ τοῖς τῆς ἀληθείας 78 δόγμασι καθάπερ τισὶ λίθοις τοῖς ἐκ σφενδόνης καταπαιόμενοι καταχώννυνταί τε καὶ γέγονεν, ὡς ἔφην, εὐωδία Θεῷ
τῆς ἐκείνων ἀθυροστομίας ἡ ἀπώλεια. καὶ σέσωκε Κύριος ὡς πρόβατα τὸν λαὸν αὐτοῦ. ἐπειδὴ γάρ ἐστι τῶν ὅλων αὐτὸς ποιητὴς, λαὸς αὐτοῦ λέγοιντο ἂν εἰκότως καὶ οἱ πάλαι πλανώμενοι· πλὴν ὡς ἀγέλην ἀπεληλαμένην ὑπὸ λῃστῶν σέσωκεν ὁ χριστὸς, τοὺς ψευδοποιμένας ἐκβαλὼν, κα ὑπὸ
χεῖρα τιθεὶς ἰδίαν τὸ ἀνθρώπινον γένος. ἐστι γὰρ αὐτὸς ὁ 79 ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ τεθεικὼς ὑπὲρ τῶν προβάτων.
αὐτοῦ καὶ εἴ τι καλὸν παρ’ αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος
εὐωδιάζων εἰς παρθένους.
ἅγιον ἀνιστάμενοι τῶ Θεῶ, λίθοι κατ’ αὐτὸν πιθανῶς ὀνομάζονται. κυλίεσθαι γεμὴν αὐτοὺς εὖ μάλα φησὶ, τὸ ὡς οἶμαι πρὸς πᾶν ὁτιοῦν τῶν ἁγίων οἱονείπως εὔστροφον καὶ 84 γοργὸν, διὰ τούτου σημαίνων. οἱ γάρ τοι περιφερεῖς, ἤγουν σφαιροειδεῖς τῶν λίθων, ὄκνου πὼς εἰσὶν ἀμείνους, καὶ τῶν
ἄλλων εἰς κίνησιν ἑτοιμότεροι, εἴ τις ἕλοιτο κινεῖν· εὐάγωγος δὲ λίαν εἰς τὸ Θεῷ δοκοῦν τῶν ἁγίων ὁ νοῦς. οὕτως ἡμῖν ἐχόντων τῶν λίθων, πρέποι ἂν ἡμᾶς διακεῖσθαι καὶ ἀραρότως. ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ᾿ αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ τὰ πάντα ἡμῖν τὰ πρὸς εὐσέβειαν καὶ ζωὴν
διανέμοντος Θεοῦ. ποῖα δὲ ταῦτά ἐστι; σῖτος νεανίσκοις, 85 καὶ οἶνος εὐωδιάζων εἰς παρθένους. τοῖς μὲν γὰρ καὶ νεανικῷ φρονήματι πρὸς τὸ αὐτῷ δοκοῦν ἀπονενευκόσι, καὶ πληροῦν ἑλομένοις τὸ ἀγαθὸν, δοθήσεται παρ’ 86 αὐτοῦ καὶ ἔτι μείζων ἰσχὺς, ὡς ἐν σίτῳ νοουμένη. στηρίζει
γὰρ ἄρτος καρδίαν ἀνθρώπου. τοῖς γεμὴν ἤδη διηγνισμένοις, καὶ ἀμόλυντον ἔχουσι τὸν νοῦν, οἳ καὶ σεμναῖς καὶ ἁγίαις παρθένοις παρεικάζοιντο ἃν εἰκότως, οἶνος δοθήσεται ἡ περὶ Θεοῦ δηλονότι σαφής τε καὶ ἀκιβδήλευτος γνῶσις, 87 ἡ κατευφραίνουσα καρδίαν ἀνθρώπου. οὐκοῦν νεανίσκοι τε
καὶ παρθενοι, οἱ κατά γε τοὺς ἀρτίως ἡμῖν ἀποδοθέντας λόγους, εἰς εὐρεῖάν τε καὶ ἀμφιλαφῆ μέθεξιν τῶν ἄνωθεν ἀγαθῶν κεκλήσονται τε εἰκότως, καὶ δὴ ἀκούσονται Θεοῦ 88 λέγοντος “Φάγετε καὶ πίετε, καὶ μεθύσθητε οἱ πλησίον. 89 πλησίον γὰρ οἱ τοιοίδε Θεοῦ· καὶ οὐ σχέσεσι τοπικαῖς· ληρία γὰρ τοῦτο νοεῖν ἢ φράσαι· παραστήματι δὲ διανοίας τῶ λίαν ἀλκιμωτάτῳ, καὶ τῇ πρὸς πᾶν ὁτιοῦν τῶν
ἀρίστων ἐφέσει καὶ ἀγάπῃ τῇ εἰς αὐτὸν. ὡσπερ γὰρ ἐξίστησιν ἡμᾶς καὶ οἷον ἀποφέρει μακρὰν ἡ φαυλότης· 90 οὕτω Θεῷ παρίστησιν ἡ ἀρετὴ, τὸ διιστᾶν ἡμᾶς καὶ μεσολαβοῦν ἐκ μέσου γενέσθαι παρασκευάζουσα, φημὶ δὴ τὴν ἁμαρτίαν.
γίων τὴν ἀποκάλυψιν, καὶ γνῶσιν ἡμῖν οἱονείπως ἐνστάζοντος τοῦ τε ἀρχαίου καὶ νέου γράμματος, τουτέστι τοῦ νομικοῦ καὶ εὐαγγελικοῦ· ὑετοὶ γὰρ οἱ τοιοίδε πρώιμός τε καὶ ὄψιμος εἶεν ἄν. ὅτι δὲ οὐκ ἀσυντελὴς εἰς ὄνησιν ἡ τοῦ νόμου γνῶσις καὶ θεωρία πνευματικὴ, παιδαγωγεῖ δὲ μᾶλλον 93
λον ἡμᾶς διὰ τύπου καὶ σκιᾶς ἐπὶ τὸ Χριστοῦ μυστήριον, πιστώσεται λέγων αὐτὸς ὁ Σωτῆρ’ τοῖς Ἰουδαίων δήμοις “Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· 94 “ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωυσῆς, εἰς ὂν ὑμεῖς ἠλπίκατε. “εἰ γὰρ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ
“ἐμοῦ ἐκεῖνος ἔγραψεν.” ἔφη δέ που καὶ περὶ τῶν γραμ- 95 ματέων καὶ Φαρισαίων, ὡς ἐκ νομικῆς παιδεύσεως καλου- 96 μένων ἐπὶ τὸ ἄμεινον, τουτέστι τὴν εὐαγγελικήν “Διὰ “τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν “οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκ- “βάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.” οὐκοῦν
αἰτοῦντες παρὰ Θεοῦ τήν τε νομικὴν καὶ εὐαγγελικὴν ἐπιστήμην, ἀξίους τε τοῦ λαβεῖν ἑαυτοὺς παραστήσαντες, ληψόμεθα πάντως, καὶ τοὺς εἰς νοῦν ἔσω πληρώσομεν θησαυροὺς, τὰ παλαιά τε καὶ νέα συλλέγοντες, πλείστης τε 97 ὅσης πνευματικῆς εὐκαρπίας ἀναμεστοῦντες ’τον νοῦν.
ἑκάστῳ βοτάνην ἐν ἀγρῷ. διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διά τοῦτο ἐξηράνθησαν ὡς οὐκ ἔχοντες ὑετὸν, καὶ ἐκακώθησαν ὡς πρόβατα, διότι οὐκ ἦν
ἴασις.
99 οὓς καὶ λίθους ἁγίους ὠνόμαζε, σῖτόν τε αὐτοῖς ὅτι μάλιστα πρέπειν ἔφασκεν, ὡς ἀνδριζομένοις, ἤγουν νεανίσκοις, καὶ μὴν καὶ οἶνον εὐωδιάζοντα, διά τοι τὸ εἶναι παρθένους, τουτέστιν 100 ἁγνούς τε καὶ ἀβεβήλους. “Οἰ γὰρ τοῦ Χριστοῦ “Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ
“ταῖς ἐπιθυμίαις,” καθά φησιν ὁ θεσπέσιος Παῦλος. αἰτεῖν 101 δὲ αὐτοῖς προστέταχε καὶ ὑετὸν πρώιμόν τε καὶ ὄψιμον· 102 εἶτα μεταξὺ τῆς περὶ τῶν πλανωμένων παρεισβαλούσης μνήμης, τὴν αἰτίαν ὥσπερ ἀποδίδωσιν ἐν τούτοις, τοῦ μήτε σῖτον μήτε μὴν οἶνον ἔχειν αὐτοὺς, ἀλλ’ οὐδὲ ὑετοῖς καταρδεύεσθαι
αρδεύδεσθαι τοῖς νοητοῖς, ὡς ἐντεῦθεν αὐτοὺς μὴ ἔχειν ἐν ἀγρῷ βοτάνην. καὶ ὁ μὲν λόγος ὡς ἐπὶ πραγμάτων ἐκπεποίηται τῶν αἰσθητῶν· ἡ γεμὴν ἐν αὐτοῖς θεωρία λεπτή τε ἄγαν ἐστὶ καὶ πολὺ λίαν ἔχουσα τὸ εἰλικρινές. Θεοῦ γάρ φησι ποιοῦντος φαντασίας, τουτέστιν ἀστραπὰς, καὶ ὑετὸν τῇ γῇ 103
τὸν χειμέριον καταχέοντος, ὅς ἐστι καὶ χρήσιμος, καὶ μὴν καὶ ἑκάστῳ, τῶν ἐν ἀγροῖς κτηνῶν δηλονότι, διδόντος βοτάνην, πεπλανήκασιν ἐκείνους οἱ ἀποφθεγγόμενοι, τουτέστιν, οἱ ψευδοεπεῖς τε καὶ ψευδηγόροι καὶ μαντείας λέγοντες τὰς ἀπό γε τῆς σφῶν καρδίας· οὗτοι λελαγήκασι κόπους, τουτέστιν οὐ
τὰ εἰς ἀνάπαυσιν τοῖς πιστεύουσιν αὐτοῖς, ἀλλὰ δι’ ὧν ἦν ἀνάγκη καμεῖν, Θεῷ προσκρούοντας καὶ παρορωμένους· οἱ δέ γε μαντεις καὶ τα ενυπνια ψευδξ παρεκαλουν, ἐνηχοῦντες αὐτοῖς 104 δηλονότι τὰ καταθύμια, καὶ χρησταῖς μὲν ἐΛπίσι καταπιαίνοντες, φάσκοντες δὲ ἀληθὲς οὐδέν· ἀλλ’ εἰς ἀπάτην καὶ
πλάνησιν ἀποφέροντες, καὶ ἥκιστα μὲν καταδεικνύντες σφίσι τὸν τῶν πνευματικῶν δοτῆρα καὶ χορηγόν· ἀναπείθοντες δὲ μᾶλλον αἰτεῖν τὴν εὐημερίαν παρὰ τῶν ψευδωνύμων θεῶν. ταύτῃτοί φησιν Ἐξηράνθησαν ὡς οὐκ ἔχοντες ὑετὸν καὶ ἐκακώθησαν ὡς πρόβατα. οὐ γὰρ ἦν βοτάνη, οὐκ ἦν ἴασις. οὐ γὰρ 105
ἦν ἐν αὐτοῖς ὁ καταδεσμῶν τὸ συντετριμμένον, ὁ ἀνιστὰς τὸ κατερραγμένον, ὁ ἀνακτώμενος τὸ κεκακωμένον.
κατανέμοντι πόαν, τῆς θεοπνεύστου γραφῆς τὴν ἀμώμητον 107 γνῶσιν. “Ἄνθρωπος μὲν γὰρ ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρα- “συνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς· ἀλλ’ εἰ ἕλοι πὼς εἰς νοῦν τῶν θείων λογίων τὴν γνῶσιν, καὶ τροφῆς μετάσχοι τῆς πνευματικῆς, τότε δὴ τότε τὴν νώθειαν
ἀποβαλὼν, ἐν τιμῇ πάλιν ἔσται, λογισμῷ τῷ σώφρονι διοικούμενος, καὶ τὴν ἀνθρώπῳ πρέπουσαν ἀναλαβὼν φρένα.
παρ’ ἐκείνοις τὸ εἰς ἐπίγνωσιν ἀληθείας ὠφελοῦν; κατὰ 111 τούτων ἃν γένοιτο καὶ τὰ ἐκ θείας ὀργῆς, καὶ μάλα ὁσίως· ὠλόθρευσαν γὰρ οὐχὶ δὴ μόνας τὰς ἑαυτῶν ψυχὰς, ἀλλὰ γὰρ πρὸς τούτῳ καὶ τὰς ἑτέρων. πεπλανήκασι γὰρ, ὡς ἔφην, τῷ τῆς λέξεως κόμπῳ μονονουχὶ καταχρυσοῦντες τὸ ψεῦδος
καὶ τὴν τοῦ λόγου χρείαν δαπανῶντες εἰς φενακισμούς. 112 ἐπισκέπτεται γεμὴν τοὺς ἀμνοὺς, ἐποικτείρων δηλονότι, μετατιθεὶς ἐξ ἀπάτης εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, καὶ ἐκ τοῦ πεπλανῆσθαι μετασοβῶν εἰς εὐθεῖαν ὁδόν. ὥσπερ γὰρ ἦν ἀκόλουθον τοῖς ἠδικηκόσιν αὐτοὺς τὴν τοῖς ἀδικήμασι
μαστι πρέπουσαν ἐπαρτῆσαι δίκην· οὕτω δὴ πάλιν θεοπρεποῦς ἡμερότητος καὶ ψήφου δικαίας ἀμοιρήσειεν ἃν οὐδαμῶς τὸ ἐπὶ τοῖς πεπονθόσι φιλάνθρωπον κρῖμα. ἐδεῖ γὰρ ἔδει σώζεσθαι 113 τοὺς ἠδικημένους, ἀμνησικακοῦντος Θεοῦ καὶ ποινῆς ἀπαλλάττοντος τοὺς ταῖς ἐκείνων πλεονεξίαις τάχα που καὶ
ἀβουλήτως ὑπενηνεγμένους.
ἔταξε, καὶ ἐξ αὐτοῦ τὸ τόξον ἐν θυμῷ, καὶ ἐξ αὐτοῦ ἐξελεύσεται
πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. καὶ ἔσονται ὡς μαχηταὶ
πατοῦντες πηλὸν ἐν ταὶς ὁδοῖς ἐν πολέμῳ, καὶ παρατάξονται, 114 διότι Κύριος μετ’ αὐτῶν.
τὴν ἀληθῆ καὶ ἀμώμητον. ἐπισκέψεται τοίνυν φησὶ τὸ ποίμνιον αύτοῦ τὸν οἶκον Ἰούδα. ποιήσεται δὲ αὐτὸν οἷον ἵππον εὐπρεπῆ καὶ πολεμικώτατον, ἐφ’ ᾧ νοητῶς μονονουχὶ καὶ ἐποχούμενος, τῆς Ἑλλήνων, ὡς ἔφην, καταστρατεύσεται γλώττης, καὶ τῆς ἐνούσης αὐτοῖς σοφίας καταγράψει τὸ
ἀκαλλὲς καὶ ἀνόνητον. ὅτι γὰρ ἐν ταῖς Ἑλλήνων διασποραῖς οἱ θεσπέσιοι γεγόνασι μαθηταὶ οἷά τινες ἵπποι, 117 μονονουχὶ καταχρεμετίζοντες τῆς παρ’ αὐτοῖς ἀθυροστομίας καὶ θεοστυγοῦς ἀπάτης, πῶς ἂν ἐνδοιάσειε τις; Χριστοῦ 118 λέγοντος περὶ τοῦ μακαρίου Παύλου πρὸς Ἀνανίαν “Πορεύου,
ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά “μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων καὶ υἱῶν σραήλ.” ἔφη δέ που καὶ ὁ Ἀμβακοὺμ ὡς πρὸς αὐτὸν τὸν κύριον 119 ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὅτι “Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους “σου καὶ ἡ ἱππασία σου σωτηρία.” οὐκοῦν οὐκοῦν αὐτὸν φησὶν
ὡς ἵππον εὐπρεπῆ ἐν πολέμῳ καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν. ὅμοιον ὅμοιον 120 ὡς εἰ λέγοι Κατεσκέψατο μὲν ὡς Θεὸς τοὺς ἐπιτηδείους εἰς διακονίαν τῶν εὐαγγελικῶν κηρυγμάτων, ἀπολέκτους γεμὴν ἐποιήσατο τοὺς ἐξ Ἰούδα, καὶ ἐξ αὐτοῦ ἔταξεν· εἵλετο γὰρ αὐτοὺς τῶν ἰδίων θελημάτων ὑπηρέτας γενέσθαι καὶ
ὑπουργοὺς, καὶ τῆς παρ’ ἑαυτοῦ χάριτος οἱονεὶ μεσίτας καὶ διακόνους. ἔστι ’δε φησι καὶ ἐξ αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰούδα, τὸ ἐν θυμῷ τεινόμενον τόξον κατὰ τῶν ὑπ’ ἐναντίας. 121 ἐξ αὐτοῦ δὲ πάλιν ἐξελεύσεται καὶ ὁ ἐξελαύνων ἐν τῶ αὐτῷ. ἐξελαύνοντα δὲ, ὥς γε οἶμαι, φησὶ τὸν λεηλατοῦντά τε καὶ 122 αἰχμαλωτίζοντα.
Ἑλλήνων ἁρπάζοντες, καὶ τῷ μεγάλῳ προσκομίζοντες βασιλεῖ, φημὶ δὴ Χριστῷ, ἵνα ὑπ’ αὐτῷ τε εἶεν, καὶ τὰ αὐτοῦ φρονεῖν ἕλοιντο, τῆς τοῦ διαβόλου πλεονεξίας ὀψὲ καὶ μόλις ἀποσεισάμενοι τὸν ζυγόν. κατηνδρίσαντο δὲ οὕτω τῶν παρ’ Ἕλλησι σοφῶν οἱ θεσπέσιοι μαθηταὶ, ὡς ἤδη πὼς δοκεῖν
πηλὸν ἐν διεῤῥιμμένον διερριμμένον συμπατεῖν. καὶ γὰρ ἦν Κύριος μετ᾿ αὐτῶν, ὁ ποιῶν “μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξα τε 123 “καὶ ἐξαίσια, ὧν οὐκ ἐστιν ἀριθμός.” ἐπεφώνει ’δε που καὶ ὁ Χριστὸς τοῖς πιστεύσασιν εἰς αὐτόν “Ἰδοὺ δέδωκα ὑμῖν 124 πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἔπι πάσαν τὴν
“δύναμιν τοῦ ἐχθροῦ.
φανῆς Ἀντίοχος, πλείστην τε ὅσην συνενεγκὼν ἐκ τῆς Ἑλλήνων χώρας τῶν μαχομένων τὴν ἄθροισιν καὶ μὴν καὶ ταῖς παρ’ ἐκείνων ἐπικουρίαις ὠφρυωμένος· ἁλλ’ ὡς αὐτοί φασι, νενίκηκεν ὁ Ισραὴλ, καὶ τῆς ἐκείνου σκαιότητος τὴν ἀμείνω δόξαν ἀπηνέγκατο. τότε γὰρ συμβέβηκε καὶ τοὺς ἐκ
τῶν Μακκαβαίων μεμαρτυρηκότας τὸν τῆς εὐδοκιμήσεως ἀναδήσασθαι στέφανον. παρακομίζουσι δὲ τῶν αὐτοῖς δοκούντων εἰς ἀπόδειξιν τά τε ἀρτίως ἡμῖν εἰρημένα, καὶ μὴν καὶ τὰ 126 127 128 λίγῳ κατόπιν, ἔχουσι δὲ οὕτως “Διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραΐμ, καὶ ἐπεγερῶ τὰ τέκνα σοῦ Σιῶν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ, καὶ ἔσται κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς, καὶ κύριος παντοκράτωρ
ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν.”
130 τὸ παράπαν ἀποικισθέντος, ἤγουν αἰχμαλώτου γεγενημένου. ἡμεῖς δὲ τοῖς πρώτοις συμβαίνουσάν τε καὶ ἀδελφὴν ποιεῖ· σθαι σπουδάζοντες τὴν τῶν νοημάτων ἀπόδοσιν, ἀναβάτας ἵππων τοὺς κατησχυμμένους οὐχ ἑτέρους εἶναί φαμεν, ἢ τοὺς τῶν Ἑλληνικῶν δογμάτων προεστηκότας, καὶ ἀπάτης τῆς
θεομισοῦς ὑπεραθλεῖν εἰωθότας, ὧν κατερραγμένων κεκράτηκεν ὁ Ἰούδας, σέσωσται δὲ καὶ ὁ οἶκος Ἰωσήφ. κατασημαίνεται δὲ διὰ τούτων τὸ ἐξ Ἰσραὴλ αἷμά τε καὶ γένος, 131 ἤγουν ἡ τῶν ἐν Χριστῷ δεδικαιωμένων πληθὺς καὶ τὸν 132 εἰς νοῦν καὶ καρδίαν περιφέροντες Ἰουδαῖον, καὶ περιτομὴν
λαχόντες τὴν ἐν πνεύματι, καὶ νοῦν ἔχοντες ὁρῶντα Θεόν· 133 ἑρμηνεύεται γὰρ οὕτως ὁ Ἰσραήλ. ἐπειδὴ δὲ ἠγάπηνται παρὰ Θεοῦ, ταύτῃτοι καὶ κατωκίσθησαν, τουτέστιν ἐρηρεισμένην ἐσχήκασι τὴν ἐφ’ ἅπασι τοῖς ἀρίστοις διαμονήν. γέγραπται γὰρ ὅτι “Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.” ἔφη ’δε που 134
καὶ ὁ θεσπέσιος Ἠσαΐας περὶ τοῦ τὸν ἐξαίρετον ἐπασκοῦντος βίον “Πορεύομενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, 135 “μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀπεχόμενος 136 “ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν “αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδη ἀδικίαν,
“οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ὀχυρᾶς. οὐκ ἀπίθανον δὲ καὶ οἶκον δεδόσθαι λέγειν παρὰ Θεοῦ τοῖς ἁγίοις τὴν Ἐκκλησίαν, ἤγουν τὰς ἄνω μονάς· καὶ δὴ καὶ παντὸς ἀξιοῖ τὸ χρῆμα θαύματος ὁ μακάριος Δαυεὶδ, οὕτω λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα καὶ Θεόν ιι Μακάριοι 137
πάντες οἱ κατοικοῦντες ἐν τῳ οἴκω σου, εἰς τοὺς αἰῶνας “τῶν αἰώνων αἰνέσουσί σε.” καὶ πάλιν “Ὅτι κρεῖσσον 138 “ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην “παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν “με ἐν σκηνώμασιν ἁμαρτωλῶν.”
τοῦ Ἐφραΐμ.
“μόνον, ἀλλὰ καὶ ἐθνῶν, ὡς Δημιουργὸς τῶν ὅλων καὶ Κύριος. ταύτῃτό φησι καὶ ἐπακούσομαι αὐτῶν, τουτέστι, ποιήσομαι δεκτὰς· τὰς παρ’ αὐτῶν λιτάς. καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφραΐμ. ὅμοιον ὡς εἰ λέγοι πάλιν Οἱ ποτὲ διὰ νοῦ καὶ φρενὸς ἀσθένειαν οἱονεὶ παρειμένοι τε καὶ
κείμενοι, ἰσχύος εἰς τοῦτο ἤδη τῆς πνευματικῆς ἐνεχθήσονται ὡς ἤδη πὼς ἐν ἴσῳ τετάχθαι δοκεῖν τοῖς ἐξ Ἐφραΐα 145 ηὐδοκιμηκόσι, τουτέστι τοῖς ἐξ Ἰουδαίων ἀποστόλοις τε καὶ εὐαγγελισταῖς. μαχηταὶ γὰρ οἱ τοιοίδε γεγόνασι νοητοὶ, καταθλοῦντες ἐχθρῶν, βάλλοντες τοὺς ὑπεναντίους, καὶ
146 νικῶντες μὲν ἀρχὰς, δυνάμεις τε καὶ κυριότητας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, κρατοῦντες δὲ ἀμαχεὶ τῶν ἀνθεστηκότων τοῖς θείοις κηρύγμασι. γεγόνασι δὲ καὶ ἐκ τῆς τῶν ἐθνῶν πληθύος κεκλημένοι διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, ἄνδρες ἅγιοι καὶ πνευματοφόροι, καὶ
ὡς μαχηταὶ τοῦ Ἐφραΐμ· μιμηταὶ γὰρ γεγόνασι κατὰ τὸ 147 ἐγχωροῦν τῆς τῶν ἀποστόλων πολιτείας, καὶ τὴν ἐκείνων ἰχνηλατοῦντες ἀρετὴν κατηνδρίσαντο καὶ αὐτοὶ κατὰ τῶν τῆς ἀληθείας ἐχθρῶν καὶ παθῶν καὶ ἁμαρτίας.
148 αὐτῶι ὄψεται κω εὐφρανθήσεται, κὼ χαρήσεται ἡ καρδία οὐτῶ ἐμ τῷ Κυρίῳ.
λυπεῖν εἰωθὸς, ἀνεῖται δὲ ὥσπερ καὶ μερίμνης ἁπάσης κατευμεγεθεῖ. εἰ τοίνυν γένοιντο, φησὶν, ὡς μαχηταὶ τοῦ Ἐφραΐμ, τότε δὴ τότε καὶ τὴν ἐπί γε σφίσιν αὐτοῖς εἰςδέξονται θυμηδίαν, ὡς δὲ λαμπροὶ καὶ εὐδόκιμοι τῆ τῶν ἐσομένων ἀγαθῶν ἐλπίδι κατευφρανθήσονται, καὶ τῆς
ἐξαιρέτου πολιτείας ἕξουσι μιμητὰς, τοὺς ἐξ αὐτῶν γεγονότας υἱοὺς, πνευματικοὺς δηλονότι. τοιοῦτος δὲ ἦν καὶ ὁ θεσπέσιος Παῦλος, τοῖς δι’ αὐτοῦ κεκλημένοις ἐπιστέλλων τε καὶ λέγων “Κἂν μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, 150 “ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ
“τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.” οὐκοῦν τοὶ ἐξ αὐτῶν ἐσόμενα τέκνα ὄψονται καὶ εὐφρανθήσονται. γεγονότα γὰρ ἐν θεωρίαις ταῖς ἐπὶ Χριστῷ, καὶ τοῦ μυστηρίου τὴν δύναμιν ἐκμεμαθηκότα, καὶ ταῖς τοῦ Πνεύματος χορηγίαις πεφωτισμένα, πράξουσι δεξιῶς, καὶ τὴν ἐπ’ αὐτῷ τῷ Σωτήρι’
Χριστῷ θυμηδίαν εἰσδέξονται, καὶ αὐτὸν ποιήσονται χαράν 151 τε καὶ τέρψιν καὶ ἀγαλλίασιν ψυχῆς καὶ καρδίας. γένοιτο δ ἃν καὶ τοῦτο σαφὴς ἀπόδειξις τοῦ ζῆν ἑλέσθαι θεοφιλῶς. οἱ μὲν γὰρ τοῖς ἐν κόσμῳ πράγμασι τῆς ἑαυτῶν διανοίας ἀπονέμοντες τὴν ῥοπὴν, καὶ νενευκότες εἰς τὰ αἰσχίω, χαίρουσιν
ρουσιν ἐπ’ αὐτοῖς, καὶ θυμηδίαν ποιοῦνται τὸ χρῆμα, καὶ γεγήθασιν ἐπὶ σαρκὸς ἡδοναῖς, καὶ ταῖς ἑτέραις τοῦ παρόντος βίου τρυφαῖς ἐνσπαταλᾶν εἰωθότες, ὀλίγου παντελῶς ἀξιοῦσι 152 λόγου τὰ παρὰ Θεῷ· οἱ δὲ ἐξ ὅλης καρδίας ζητοῦντες αὐτὸν, 153 καὶ ταῖς ἐπ’ αὐτῷ θεωρίαις καταπιαινόμενοι, καὶ τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνευρύνοντες, τὰς ἐπ’ αὐτῷ καὶ μόνῳ παραδέξονται θυμηδίας.
κα πληθυνθήσονται καθότι ἦσαν πολλοί· κω σπερῶ αὐτοὺς
ἑ λαοῖς, κω οἱ μακρὰ μνησθήσονταί μου, κοὶ ἐκθρέψουσι τὰ τέκνα οὐτῶ κα ἐπιστρέψουσι.
παντελῶς οὐδένα. καὶ τίνα τρόπον ἡ ἄθροισις ἔσται, κατασημαίνει πάλιν. τοὺς μὲν γὰρ μελιττοκόμους φασὶ σημεῖά τινα ποιεῖν, ἢ συρίζοντας, ἤγουν ἕτερα ἄττα δρᾶν εἰωθότας, οὕτω τε συλλέγειν τὰ τῶν μελιττῶν ἔθνη, τῶν σίμβλων ἀποφοιτήσαντα. εἴρηται δέ τι τοιοῦτον καὶ διὰ
155 φωνῆς Ἡσαΐου “Καὶ ἔσται γάρ φησιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ 156 “συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, “καὶ τῆ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων.” ἕτεροι δέ φασι, καὶ ἐν τοῖς τοῦ πολέμου καιροῖς, εἰ δὴ συμβαίνοι διασκίδνασθαί πὼς τοὺς μαχητὰς, ἣ διώκοντας ἢ διωκομένους,
αἴρεσθαί τι σημεῖον ὑψοῦ παρὰ τῶν στρατηγῶν, εἰς ὃ καὶ ἀφορῶντες, συναθροίζονταί τε καὶ εἰς τὸν αὐτὸν ἀνόπιν ἵενται χῶρον. ὑποφαίνει δέ τι τοιοῦτον καὶ τὸ παρὰ 157 τῷ προφήτη κείμενον Ἡσαΐᾳ “Καὶ ἔσται ὡς ἱστὸς ἐπ’ 158 “ὄρους, καὶ ὡς σημαίαν φέρον ἐπὶ βουνοῦ.” οὐκοῦν ἐκ
159 τοῦ γίνεσθαι πεφυκότος δέχεται τὴν ὁμοίωσιν. σημανῶ γάρ φησιν αὐτοὶς καὶ είσδέξομαι αὐτούς. ἐγήγερται γὰρ σημεῖον ἐν ἡμῖν μέγα καὶ ἐπιφανὲς ὁ τοῦ Σωτῆρος σταυρὸς, δι’ οὗ καὶ γεγόναμεν δεκτοὶ τῷ Θεῷ καὶ Πατρὶ, καὶ μὴν
καὶ ἐκλελυτρώμεθα, καὶ εἰς πληθὺν ἀμέτρητον ἐξεδράμομεν οἱ πεπιστευκότες. ἐπειδὴ δὲ προστέθεικεν ὅτι καὶ σπερῶ αύτοὺς ἐν λαοῖς οἱ οἱ μακράν ἀπ᾿ αὐτῶν ἥξουσι καὶ μνησθήσονταί μου, πάλιν ἐκεῖνό φαμεν, καὶ οὐκ ἀπὸ σκοποῦ· πολὺ γὰρ ἔχει τὸ εἰκὸς ὁ λόγος· κατεσπάρησαν γὰρ ὥσπερ ἐν 160
πολλοῖς ἔθνεσι καὶ ἐν ἁπάσῃ δὲ χώρᾳ τε καὶ πόλει, οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ τῶν θείων εὐαγγελίων κήρυκες, καὶ τοὺς ἀπωτάτω γεγονότας Θεοῦ διὰ τὴν μεσολαβήσασαν ἁμαρτίαν τε καὶ πλάνην μνησθῆναί τε αὐτοῦ, καὶ εἰς νοῦν ἑλεῖν παρεσκεύασαν τὸν τῶν ὅλων Σωτῆρα καὶ γενεσιουργὸν,
καίτοι πάλαι τῇ κτίσει τὸ σέβας ἀνάπτοντας, ταύτῃτοι καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἐκπεφοιτηκότας. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ κεκλημένοις εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ προσεφώνει λέγων “Νυνὶ δὲ ὑμεῖς οἱ ποτὲ 161 ὄντες μακρὰν ἐγενήθητε ἐγγύς.” ἥξουσι δὴ οὖν μνησθέντες
τοῦ Θεοῦ. καί τι τοιοῦτον ἡμῖν ὁ μακάριος προφήτης Ἱερεμίας ὑπαινίττεται λέγων ὡς πρός γε τὸν Ἰσραήλ “Οἱ 162 “μακρόθεν μνήσθητε τοῦ κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω
ἐπὶ τὴν καρδίαν ὑμῶν.” εἰ δὲ δὴ μνησθεῖεν ὅλως τοῦ κατὰ φύσιν Θεοῦ, τότε δὴ τότε καὶ πνευματικῆς εὐρωστίας βαδιοῦνται
πρὸς τοῦτο, ὥστε καὶ τέκνων αὐτοὺς γενέσθαι πατέρας, καὶ τοῖς εἰς εὐσέβειαν λόγοις ἐκθρέψαι τοὶ ἴδια τέκνα, καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ σεμνύνεσθαι. γράφει ’δε που καὶ 163 ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ τεθραμμένοις καὶ εἰς 164 ἄνδρα τέλειον ἀναβεβηκόσι, καὶ εἰς μέτρον ἡλικίας ἥκουσι 165 166 τῆς ἐν Χριστῷ, ποτὲ μέν “Χαρὰ καὶ στέφανός μου,” ποτὲ 167 δὲ πάλιν “Νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοὶ, ἣν ἔχω 168 “ ἐν Χριστῷ Ἰησοῦ.” ”Στέθανος Στέφανος γὰρ γερόντων τέκνα “τέκνων, κατὰ τὸ γεγραμμένον· καύχημα δὲ τέκνων πατέρες ἀυτῶν.
Ιεροσόλυμα, τότε καὶ ἅπας τεταλαιπώρηκεν ὁ Ἰσραή. οἱ μὲν γὰρ εἰς Ἀσσυρίους καὶ Μήδους αἰχμάλωτοι γεγονότες ἀπεκομίζοντο· οἱ δὲ τῆς ἐκείνων ὠμότητος ἔξω γεγονότες καὶ διαφυγεῖν ἰσχύσαντες, δεδιότες δὲ καὶ παραιτούμενοι τὸ ἐναλῶναι τοῖς ἴσοις, αὐτόμολοί τε πρὸς Αἰγυ-
170 ἤεσαν, καὶ τῆς ὑπ’ ἐκείνοις θητείας τὸν ἀβούλητον μὲν, πλὴν ἐξ ἀνάγκης ἐπερριμμένον ὑποδεδραμήκασι ζυγόν. οὐκοῦν ἐπειδήπερ συναγείρειν αὐτοὺς πανταχόθεν ἐπηγγέλλετο, διαμέμνηται καὶ τόπων εἰς οὓς καὶ ἀπεκομίσθησαν· οἱ μὲν, αἰχμάλωτοι γεγονότες, ὡς ἔφην, οἱ δὲ ἀφορήτοις
δείμασι πρὸς τὰ παρὰ γνώμην αὐτοῖς συνωθούμενοι.
172 ἐλευθεροῦν· αἰχμαλώτους δὲ ὄντας, καὶ οἷον ὑφ’ ἑτέρους κειμένους, μονονουχὶ καὶ ἀναμορφοῦν εἰς ἐλευθερίαν.
Βαβυλὼν δὲ Σύγχυσις ἑρμηνεύεται. ἀδιαφορεῖ δὲ πλειστάκις 173 ὁ λόγος, Ἀσσυρίους τε καὶ Βαβυλωνίους εἰς ἔθνος καταλογιζόμενος ἓν, διά τοι τὸ ὑφ’ ἑνὶ κεῖσθαι σκήπτρῳ, καὶ μίαν ἐπ’ αὐτοὺς τετάχθαι τὴν βασιλείαν. λελυτρωμένους δὴ οὖν ἐκ τῆς τῶν πλεονεκτούντων χειρὸς, εἰσκομιεῖν
ἐπαγγέλλεται εἲς τε τὴν Γαλααδῖτιν· μοῖρα δὲ αὕτη τῆς Ιουδαίων γῆς ἡ παμφορωτάτη καὶ εὔκαρπος· καὶ μὴν και εἰς τὸν Λίβανον, καὶ τοῦτο δὲ ὄρος εὔξυλόν τε καὶ μέγα, τῆς Ἰουδαίων τε καὶ Φοινίκων γῆς ἐν μεθορίοις κείμενον. σημαίνεται δὲ δι’ ἀμφοῖν ἐκεῖνο οἶμαί που. ἀπαλλάξας γὰρ 174
ἡμᾶς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὡς ἐξ Αἰγύπτου καὶ Ἀσσυρίων, τουτέστιν ἐκ τῆς τῶν αἰχμαλωτισάντων πλεονεξίας· πονηροὶ δὲ οὗτοι καὶ ἀκάθαρτοι δαίμονες· εἰσκεκόμικεν οἷά περ εἰς γῆν εὔξυλόν τε καὶ λιπαρωτάτην τὴν Ἐκκλησίαν, ἐν ἧ πολὺς μὲν λίαν ὁ τῶν εὐδοκιμούντων
καρπὸς, οὐκ εὐαρίθμητοι δὲ τῶν ἁγίων κεφαλαὶ, ὑψοῦ τε ἠρμέναι δι’ ἀρετὴν, καὶ οἷον ἐν τάξει κέδρων ἀνατεθήλασι, καὶ περὶ αὐτῶν ἂν λέγοιτο καὶ σφόδρα εἰκότως τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “ Αἱ κέδροι 175 τοῦ Λιβάνου ἃς ἐφύτευσας.” “ Θεοῦ γὰρ γεώργιον ” τοὺς 176
ἐν πίστει δεδικαιωμένους ὀνομάζει σαφῶς καὶ ὁ θεσπέσιος Παῦλος.
τοῖς εἰς Χριστὸν πιστεύουσι τῆς ἐπικουρίας ἡ ὑπόσχεσις. ὥσπερ γὰρ τὴν ἐρυθρὰν διεβιβάσθη θάλασσαν ὁ Ἰσραὴλ, 179 τῶν ἐν αὐτῇ κατευμεγεθήσας κυμάτων· “ ἐπάγη γὰρ ὡσεὶ “ τεῖχος τὰ ὕδατα, Θεοῦ τὸ χρῆμα παραδόξως ἀποπεραίνοντος· 180 καὶ ὥσπερ ποδὶ διέβησαν τὸν Ἰορδάνην· οὕτω,
17, φησὶν, οἱ διὰ Μωυσέως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων μυσταγωγίαις ἀνασεσωσμένοι, διαπεραιώσονται μὲν οἷά τινα θάλασσαν ἀγρίως κατακυμαίνουσαν τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τύρβης ἔξω γεγονότες κοσμικῆς, σχολαῖοι λατρεύσουσι
τῷ κατὰ φύσιν ὄντι Θεῷ. διαβήσονται δὲ καὶ πειρασμοὺς, οἷά τινας ποταμοὺς ἐπικλύζοντας, ὡς ἐπ’ αὐτῷ δὴ τούτῳ 181 μεγάλα χαίροντας λέγειν “ Εἰ μὴ ὅτι κύριος ἦν ἐν 182 “ εἰπάτω δὴ Ἰσραὴλ, εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ “ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον
“ ἡμᾶς, ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς, ἄρα “ τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, χείμαρρον διῆλθεν ἡ ψυχὴ “ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπό “ στατὸν. ὥσπερ δὲ, φησὶν, αἰχμάλωτος γεγονὼς ὁ Ἰσραὴλ, καὶ εἰς Ἀσσυρίους τε καὶ Μήδους ἀπενηνεγμένος, μένος, διέδρα τὰς
ἐκείνων ὕβρεις ἤτοι πλεονεξίας· ἀνεκομίσθη γὰρ πάλιν εἰς τὴν Ἰουδαίαν, καὶ ὥσπερ τὰς τῶν Αίγυπτίων ἀπεσείσατο 183 πλεονεξίας, ἀεὶ προσκειμένων καὶ πολεμεῖν εἰωθότων αὐτοῖς· κατὰ τὸν ἴσον τρόπον φησὶν, οἱ λελυτρωμένοι διὰ Χριστοῦ 184 κρείττους ἔσονται τῶν ἐχθρῶν, ὁρατῶν δηλονότι καὶ ἀοράτων, οἳ μονονουχὶ καὶ κατεβιάζοντο πρὸς ἀβούλητον δουλείαν
αὐτοὺς, καὶ οἷον αἰχμαλώτους γεγονότας καὶ τοῖς ἐξ ἰδίας σκαιότητος συνεῖχον δεσμοῖς. ἀλλὰ καὶ τούτων ἔσονται κρείττους, ὕβρεις τε τὰς παρ’ ἐκείνων διαφεύξονται καὶ πλεονεξίας, Θεοῦ κατισχύοντος, ἐφ’ ᾧ καὶ καυχήσονται. μέγα γὰρ φρονοῦμεν ἐπὶ Χριστῷ, καὶ αὐτὸν ἰσχὺν πεποιήμεθα,
καὶ ἐπ’ αὐτῷ τεθαρρήκαμεν καὶ τῆς ἑαυτῶν ζωῆς 185 ὅλας ἔχομεν τὰς ἐλπίδας. “ Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, 186 “ ἀλλ’ αὐτὸς ὁ κύριος ἔσωσεν ἡμᾶς. καὶ ἧ φησιν ὁ μακάριος ψαλμῳδός “ Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, 187 “ βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.”
λεγομένων τὴν δήλωσιν. ἀποχρῶσαν δὲ τὴν ἀφήγησιν εὖ μάλα πεποιημένος τὴν περί γε τῆς τῶν ἐθνῶν κλήσεως τῆς ἐν Χριστῷ διὰ πίστεως, τὴν ἐσομένην ἐπ’ αὐτῷ δυσπεί- θειαν τῶν ἐξ Ἰσραὴλ κατὰ τὸν τῆς ἐνανθρωπήσεως δηλονότι 190 καιρὸν προαφηγεῖται σαφῶς, καὶ ὅτι ταύτης ἕνεκα τῆς αἰτίας
κατεμπρησθῆναι δεῖ τόν τε νεὼν αὐτὸν καὶ μέντοι καὶ τὰ 191 Ιεροσόλυμα, προσαλῶναι δὲ καὶ αὐτὰς τοῦ Ἰσραὴλ τὰς πόλεις, καὶ συνδιολέσθαι τοῖς ἐνοικοῦσιν αὐτάς. πέπρακται δὲ ταῦτα διὰ χειρὸς τῆς Ῥωμαίων, στρατηγούντων κατὰ καιρὸν Οὐεσπασιανοῦ τε καὶ Τίτου. καὶ περιττὸν, ὡς ἔοικεν, ἀφηγεῖσθαι λεπτῶς ἕκαστα τῶν συμβεβηκότων ταῖς
192 Ἰουδαίων πόλεσιν ἤτοι δήμοις, τῆς εἰς Χριστὸν ἕνεκα παροι- νίας· ἐξὸν τοῖς ἐθέλουσι τοῖς Ἰωσήπου συγγράμμασιν ἐντυ- χεῖν, ἀναμαθεῖν σαφῶς ἅπερ ἂν ἕλοιτο λεπτῶς.
ποιὰν αἰτίαν ; εὔξυλον μὲν γὰρ ὄρος ὁ λίβανος καὶ δρυμοῖς ἀμφιλαφέσι κατάκομον. πολυανθρωποτάτη δὲ καὶ ἡ τῶν Ἰουδαίων χώρα, καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν ἐνοικούντων ἔχουσα πληθὺν, καὶ οἷον κέδρους ἢ πίτυς εὐμηκεστάτας, τοὺς τῶν ἄλλων περιφανεστέρους,
193 ἱερέας τε φημι καὶ τοὺς ἐκ φυλῆς Ἰούδα κατὰ καιροὺς βασιλεύοντας, οἳ καὶ τοῖς τῆς ἡγεμονίας αὐχήμασιν ὑπερανεστηκότες, γνώριμοί τε ἦσαν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, ὑψοῦ τε ἠρμένην ἔσχον τὴν δόξαν. ἐπειδὴ δὲ 194 δεδυσσεβήκασιν εἰς Χριστόν· ἦραν γὰρ “ τὴν κλεῖδα τῆς
“ γνώσεως, καὶ οὔτε αὐτοὶ εἰσῆλθον, οὔτε τοὺς εἰσερχο- “ μένους ” ἀφῆκαν εἰσελθεῖν, καὶ τελευτῶντες ἐσταύρωσαν, 195 καίτοι καὶ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος· ταύτῃτοι δικαίως ἄρδην ἀπολώλασιν οἴκοις τε ὁμοῦ καὶ 196 πόλεσι καὶ φιλτάτοις. οὐκοῦν αἰνιγματωδῶς Λίβανον μὲν,
ὡς ἔφην, τὴν Ἰουδαίαν ἀποκαλεῖ· δένδροις δὲ τοῖς εὐμη- κεστάτοις παρεικάζει τοὺς ἐν αὐτῇ, ὡς τῶν ἄλλων ὑπερηρ- μένους καὶ πολὺ λίαν ὑπερφέροντας. ὅτι δὲ ἔμελλεν ἁλῶναί 197 τε ῥᾳδίως, καὶ ὡς ἀπύλωτος πόλις εἰσχεόμενον μὲν παραδέξασθαι τὸν τῶν Ῥωμαίων στρατὸν, δαπανηθῆναί τε οὕτως , ὡσανεὶ καὶ δρυμὸς ἐπενεχθείσης φλογὸς, κατασημαίνει λέγων Δόίνοιξον ὁ Λίβανος τὰς θύρας σου καὶ καταφαγέτω πῦρ
κέδρους σου· ὀλολυξάτω πίτυς διότι πέπτωκε κέδρος.
εὐθὺς ὅτι μεγάλως ἐταλαιπώρησαν. καὶ τίς ἃν νοοῖτο τῆς ταλαιπωρίας ὁ τρόπος, παρέδειξεν εἰπὼν πῆ μὲν, ὅτι ἀλολυξάτω πίτυς διότι πέπτωκε κεδρος. καταδῃούσης γὰρ τῆς Ῥωμαίων χειρὸς τὰς ἐν τῇ Ἰουδαίᾳ πόλεις, συνέβαινε 199 καθ’ ἡμέραν τοὺς ἐν αὐταῖς ἁλίσκεσθαι λαμπρούς.
οἱ δὲ μήπω τοῦτο πεπονθότες, κατωλοφύροντο τοὺς ἑαλω- κότας, καὶ τὸν ἐπί γε σφίσιν αὐτοῖς εἰσεδέχοντο θρῆνον, ἄθυμοι δὲ ἦσαν καὶ περιδεεῖς, ὡς αὐτίκα δὴ μάλα πεισόμενοι καὶ αὐτοί. τοῦτο οἶμαι δηλοῦν τό Ὀλολυξάτω πίτυς διότι πέπτωκε κέδρος· δρύας γεμὴν Βασανίτιδος ἰδικῶς τάχα που
τοὺς ἐν τοῖς Ἱεροσολύμοις ἀποκαλεῖ. Βασανῖτις μὲν γὰρ χωρίον ἐστὶν ἐν τῇ Ἰουδαίᾳ, εὔγειόν τε καὶ παμφορώτατον, καὶ ὑψηλὰ λίαν ἐκτρέφον τὰ δένδρα. ἐπειδὴ δὲ τῶν ἄλλων 200 ἦσαν οἱ ἐν τοῖς Ἱεροσολύμοις ἀμείνους, ἱερέας δέ φημι καὶ τοὺς τῶν λαῶν ἡγουμένους, Βασανίτιδος αὐτοὺς ἀπεκάλεσε
δρὐας, αἳ δὴ καὶ τεθρηνήκασιν εἰκότως, διάτοι τὸ κατασπασθῆναι τὸν δρυμὸν τὸν σύμφυτον. ἐμάνθανον γὰρ ὅτι τῶν ἀνὰ πᾶσαν τὴν χώραν οἷά τις δρυμὸς ἡ πληθὺς δεδαπάνηται καὶ οἷον πελέκεσιν ἐκκοπτομένη ταῖς τῶν πολεμούντων ἀγρίαις ἐμβολαῖς. σύμφυτον δὲ δρυμὸν, ὃν δὴ καὶ κατε- 201 σπάσθαι φησὶν, οὐδὲν ἧττον νοήσεις καὶ τὴν ἐν αὐτοῖς τοῖς 202 Ἰεροσολύμοις πληθύν· λιμῷ τε γὰρ καὶ πολέμῳ διολώλασιν· ἐπολολυζόντων αὐτοῖς τῶν τῆς Βασανίτιδος δρυῶν, τουτέστι τῶν ἡγουμένων.
αὐτῶ· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου.
οὓς καὶ ὀλοφύρεσθαί φησι, καὶ οἷον φωνὰς ἀνιέναι, κατοιμώζοντας ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν. γεγόνασι γὰρ οἰκτροὶ καὶ κατερριμμένοι, ἐλεεινοί τε καὶ ἀτιμώτατοι, καίτοι πάλαι περιφανεστέραν ἔχοντες δόξαν. ἐπειδὴ δὲ ἀνεδείχθησαν οἱ διὰ Χριστοῦ ποιμένες, τουτέστιν
οἱ θεσπέσιοι μαθηταὶ, τεταλαιπώρηκεν εἰκότως ἡ τῶν ψευδοποιμενων 204 ποιμένων μεγαλωσύνη. ᾐτιᾶτο μὲν γὰρ αὐτοὺς ὁ τῆς ἀγέλης 205 Δεσπότης διὰ προφητῶν ἁγίων οὕτω λέγων “ ὖ οἱ “ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα 206 “ τῆς νομῆς αὐτῶν.” καὶ πάλιν “ Ὅτι οἱ ποιμένες ἠφρονεύ-
“ σαντο καὶ τὸν Κύριον οὐκ ἐζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε “ πᾶσα ἡ νομὴ καὶ διεσκορπίσθησαν.” ἐπηγγέλλετο δὲ τοῖς εἰς αὐτὸν πιστεύουσι τοὺς γνησίους ἀναδεῖξαι ποιμένας, οὕτω 207 πάλιν εἰπών “ καὶ εἰσάξω ὑμᾶς εἰς Σιῶν, καὶ δώσω ὑμῖν “ ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς
“ ποιμαίνοντες μετ’ ἐπιστήμης.” τίνες δὲ οὗτοι πάλιν; 208 οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ τῶν ἐκκλησιῶν κατὰ καιροὺς ἡγούμενοι, “ τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον,” καὶ 209 εἰς πᾶν ὁτιοῦν τῶν τελούντων εἰς ὄνησιν τὴν πνευματικὴν ἀποκομίζειν εἰδότες τὰ ὑπὸ χεῖρα θρέμματα.
τε καὶ ἀσιτίαις. δέχεται δὲ τοῦτο καὶ ἐπὶ λεόντων ἡ θεία γραφή. κατεφωρῶντο τοίνυν οἱ τῶν Ἰουδαϊκῶν προεστηκοτες ταγματων ταγμάτων ὡς λέοντες ὠρυόμενοι, τουτέστι πεινῶντες τε καὶ κλαίοντες, διάτοι τὸ μὴ ἔχειν τὰς ἐκ τῶν λαῶν καρποφορίας, δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια. ἐπειδὴ γὰρ
τῆς ἀγέλης ἐκπεπτώκασιν, οὐκ ἔτι τοῖς ἐξ αὐτῆς κατηυφραίνοντο καρποῖς.
καὶ ἀκράτου μανίας κατηφίεσαν φωνὰς, Σαμαρείτην λέγοντες, 212 μέθυσον ἀποκαλοῦντες καὶ ἐκ πορνείας γεγεννημένον, καὶ Αἶρε, αἶρε, σταύρου αὐτὸν· τὰ εἰκότα φρονήσει καὶ οὕτως. πλὴν εἰ καὶ ἐπωρύοντο, τεταλαιπωρηκασιν οὐ μετρίως, ἦρ γησέ τε τὸ φρύαγμα τοῦ Ἰορδάνου. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ 213
πάλιν. παραρρεῖ μὲν γὰρ ὁ Ἰορδάνης τὴν Ἱεριχὼ, πλεῖστοι δὲ ὅσοι περὶ αὐτὸν οἱ λέοντες, καταβρυχόμενοί τε δεινῶς καὶ ἀφόρητον τοῖς ἐνοικοῦσιν ἐνιέντες τὸ δεῖμα. τοιοῦτοι 214 δὲ ἦσαν τοὺς τρόπους οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι τῶν ἀγελαίων καταβρυχόμενοι, καὶ τοῖς ἐκ τῆς ἐξουσίας καταπτοοῦντες δείμασι τοὺς ἀσθενεστέρους. ἀλλὰ τεταλαιπώρηκεν ὁ τῶν λεόντων φόβος. τοῦτο δὲ εἶναί φησι τὸ φρύαγμα 215 τοῦ Ἰορδάνου. καὶ φρύαγμα μέν ἐστιν ἡ ἵππων τε καὶ ἡμιόνων
διὰ μυκτήρων ἠχὴ καθιεμένη τε καὶ ἀγρίῳ φυσήματι συν- εκπίπτουσα· λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ μεγαλοφρονεῖν. ἔφη γοῦν ὁ θεσπέσιος Δαυεὶδ περὶ τῶν εἰς Χριστὸν πεπαρῳνη- 216 κότων “ Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά ” ὅταν οὖν φρύαγμα τοῦ Ἰορδάνου λέγη, νοήσεις τὸ φρόνημα,
καὶ οὐχὶ πάντως τοῦ ποταμοῦ, ἀλλὰ τῶν περὶ αὐτὸν λεόντων· ἀπὸ γὰρ τόπων ἔσθ’ ὅτε τὰ ἐν αὐτοῖς σημαίνεται.
σφαγῆς, ἅ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο, κω ὁ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν,
καὶ οί ποιμένες αὐτῶι οὐκ ἔπασχον ἐπ’ αὐτοῖς.
βραχύ. ὥσπερ γὰρ οἱ τῶν ποιμένων ἀνεπιεικέστεροι, καὶ πρὸς μόνα βλέποντες τά σφισι καθ’ ἡδονὴν, μικρὰ κομιδὴ φροντίζοντες τοῦ τῆς ἀγέλης δεσπότου, τὰ μὲν σφάζουσιν ἀδεῶς, τὰς θηρῶν ἐφόδους ἀπομιμούμενοι, ἃ δὲ καὶ πιπράσκουσιν, οὐδὲν, ὡς ἔφην, ἐπαλγοῦντες ὅλως,
220 ἐπιγανύμενοι δὲ τοῖς τῶν λημμάτων ἐκτοπωτάτοις, καὶ φιλοκερδίας τῆς οὕτως αἰσχρᾶς ἡττώμενοι· κατὰ τὸν ἴσον οἴμαι τρόπον καὶ οἱ τῶν Ἰουδαϊκῶν ἡγούμενοι δήμων, τῶν ὑπ’ 221 αὐτοῖς ποιμνίων ἠφειδηκότες ἁλοῖεν ἂν, καὶ ἁδρύνοντες μὲν
τὸν ἑαυτῶν πλοῦτον, κατευρύνοντες δὲ ὥσπερ ἀπλήστῳ χειρὶ τὰ βαλάντια. καὶ γοῦν ἔφασκεν ὁ Σωτῆρ’ τοιούτους ὄντας ἐλέγχων “ Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι 222 “ ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον “ καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου,
“ τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν.’ ἰσχνολογοῦντες γὰρ οὕτως, ὡς καὶ μέχρι τῶν εὐτελεστάτων τοῖς μὴ προσάγουσι τὰς κατὰ νόμον δεκάτας ἐπιτιμᾶν, τῶν βαρυτέρων, 223 ἤτοι τῶν ἀναγκαιοτέρων καὶ λυσιτελῶν ὅτι μάλιστα θεσπισμάτων οὐδένα παντελῶς ἐποιοῦντο λόγον. ὅτι δὲ ἦσαν
ποιμένες οὐκ ἀγαθοὶ, μᾶλλον δὲ πρὸς μόνα βλέποντες κέρδη, σαφηνιεῖ λέγων καὶ διὰ φωνῆς Ἰεζεκιήλ “ Ὦ οἱ ποιμένες 224 Ισραηλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐ τὰ “ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατ- “ ἐσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε
“ καὶ τὰ πρόβατά μου βόσκεσθε.” καταβόσκετε τοίνυν 225 φησὶ τοὶ πρόβατα τῆς σφαγῆς, τουτέστιν ἢ τὰ ὅσον οὐδέπω τεθνηξόμενα τῇ Ῥωμαίων χειρί· ἤγουν ἃ ὑμεῖς αὐτοὶ σφάζετε, καίτοι τάξιν ἐπέχοντες τὴν ποιμένων. οὐ γάρ που πάρεστιν ὁ καιρὸς, καθ’ ὃν ἥξουσιν εἰς σφαγήν. μετὰ
γάρ τοι τὴν τοῦ Σωτῆρος ἐπιδημίαν τοῖς Ῥωμαίων ξίφεσιν ἡ τῶν Ἰουδαίων πληθὺς δεδαπάνηται, καίτοι λίαν ἐπ’ αὐτοῖς ἀνεξικακήσαντος τοῦ Θεοῦ. ὅτι δὲ τῶν ποιμένων γεγόνασι κλῆρος οἱ ὑπὸ χεῖρα λαοὶ, κατέδειξεν εἰπών Ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο. ὥσπερ γὰρ δεσποτικὸν 226 227 228 ὄντα τὸν νοητὸν ἀμπελῶνα, φημὶ δὴ τὸν Ἰσραὴλ, ἤτοι τὸν ἄνθρωπον τοῦ Ἰούδα, τὸ νεόφυτον, τὸ ἠγαπημένον, ἴδιον ἐποιήσαντο κλῆρον· οὕτω καὶ τὰ ποίμνια μονονουχὶ κατεκτήσαντο, δρεπόμενοι μὲν τοὺς ἐξ αὐτῶν καρποὺς, καὶ ἀεί πὼς ἐν πλεονασμοῖς τὸν ἐξ αὐτῶν ποιοῦντες κλῆρον,
ἀνιέντες δὲ τοῖς ἐθέλουσιν εἰς διαρπαγήν. οὐκοῦν οἱ μὲν κτησάμενοι κατέσφαζον· οἱ δὲ πωλοῦντες ἔλεγον Εὐλογητὸς 229 Κύριος καὶ πεπλουτήκαμεν. νοηθεῖεν δ’ ἂν καὶ οὗτοι κριταὶ, τὴν ἐν τοῖς κρίμασιν ὀρθότητα καπηλεύοντες, μόνον δὲ οὐχὶ καὶ ἐρρῶσθαι φράσαντες τῷ διὰ Μωυσέως νόμῳ, καίτοι
230 λέγοντι σαφῶς “ Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις “ τοῦ Θεοῦ ἐστιν. ἦν γὰρ αὐτοῖς ἡδύ τε καὶ φίλον τὸ καταπωλεῖν τοῖς ἐθέλουσι τὴν ἐφ’ ἑκάστῳ πράγματι κρίσιν. καὶ τοῦτο ἡμῖν· ἐναργὲς ἔσται πάλιν διὰ φωνῆς ἁγίων. ἔφη μὲν γάρ τις τῶν ἁγίων προφητῶν περὶ τῆς Ἱερουσαλήμ
231 “ Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον·” ὁ ’δε γε Hab. i. σιὸς Ἀμβακοὺμ μονονουχὶ κατακέκραγε Θεοῦ λέγων “ Ἕως “ τίνος Κύριε κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃ, βοήσομαι “ πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; ἵνα τί μοι ἔδειξας “ κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν;
“ ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει· διὰ “ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος “ κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν “ τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.” οὐκοῦν οἱ 232 ἐξ ἀδίκων λημμάτων συναγείροντες πλοῦτον, καὶ παρευθύνοντες
μὲν τὸ δίκαιον, καταπωλοῦντες δὲ ὥσπερ τὰς ἐφ’ ἑκάστῳ πράγματι κρίσεις, εἶεν ἃν οἱ κριταὶ, καθάπερ ἔφην ἀρτίως. αὐτοὶ καί φασιν Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν· ἀνούστατα δὲ καὶ παραλογώτατα καὶ τοῦτο λέγοντες 233 ἐξελέγχοιντο ἂν εἰκότως. ὡς γὰρ Θεοῦ διδόντος ἐξ ἀδικιῶν συλλέγειν, καὶ ἐξ αἱμάτων πλουτεῖν, εὐλογεῖν ὑποπλάττονται. ἀλλ’ ἦν ἄμεινον ἐκεῖνο λέγειν, τὸ κρίνειν ὀρθῶς ἐκτετιμηκότες Εὐλογητὸς Κύριος, λαμπροὶ γὰρ ἀναδεδείγμεθα 234
καὶ τῶν θείων θεσπισμάτων γνήσιοι φύλακες, ὀρθὴν ἐφ’ ἑκάστῳ πράγματι τὴν ψῆφον ἐκφέροντες. ἀπάτη δὴ οὖν ἢ χρηστολογία καὶ μῶμος, εἰ μὴ πράττοιντο πρὸς ἡμῶν τὰ ἐφ’ οἷς ἃν ἡσθείη Θεός.
λέγει Κύριος· καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τούς ἀνθρώπους, ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλέως αὐτοῦ, καὶ καὶ κατακόψουσι τὴν γῆν, καὶ οὐ μὴ ἐξελοῦμαι 235 ἐκ χειρὸς αὐτῶι. καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς
τὴν Χανανῖτιν.
αὐτούς. γέγονε μὲν γὰρ ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ 236 Λόγος, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς τήν τε ἐκείνων σκαιότητα καταδεικνὺς καὶ τῆς ἐφ’ ἡμῖν οἰκονομίας τὸ γνήσιον “ Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν 237 “ αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ δὲ μισθωτὸς καὶ
“ οὐκ ὣν ποιμὴν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ “ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· 238 “ καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει· ὅτι μισθωτός “ ἐστιν, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι “ ὁ ποιμὴν ὁ καλός.” Ἰουδαῖοι δὲ οἱ τάλανες, καίτοι τῶν μισθωτῶν ποιμένων καταβοῆσαι δέον, τοῦτο μὲν οὐ δεδράκασι, τὸν δὲ ἀγαθὸν ποιμένα, τὸν ἀντάλλαγμα τῆς ἁπάντων
ζωῆς τὴν ἑαυτοῦ τιθέντα ψυχὴν, κατὰ μυρίους ὅσους λελυπήκασι τρόπους, καταλεύοντες, ὀνειδίζοντες, καὶ τὸ τελευταῖον, ἀπύλωτον ἐπ’ αὐτῷ διανοίγοντες στόμα. κατακεκράγασι γὰρ 239 ὁμοῦ τοῖς ἰδίοις καθηγηταῖς, λέγοντες τῷ Πιλάτῳ “ Αἶρε, αἰρε, σταύρου αὐτὸν, καὶ αὐτὸ δὲ τὸ δίκαιον αἷμα ταῖς
σφῶν αὐτῶν ἐπηντλήκασι κεφαλαῖς. ἔφασκον γὰρ πάλιν 240 “ Το αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. δὶα τοῦτο τοίνυν, φησιν, οὐκέτι φεισομαι ἐπὶ τοὺς κατοικουντας τὴν γῆν. οὐ γὰρ ἔτι φειδοῦς ἠξίωνται τῆς παρὰ Θεοῦ· δέδονται δὲ μᾶλλον ἕκαστος εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ
καὶ εἰς χεῖρας βασιλεως, ἤγουν ἄρχοντος αὐτοῦ. ἐσταυρώκασι μὲν γὰρ τὸν Ἐμμανουὴλ, καὶ γεγόνασι κυριοκτόνοι, 241 ἔμπλεώ τε πάσης ἀνοσιότητος. πλὴν ἐκάλει Θεὸς εἰς μετάγνωσιν, καὶ οὐκ εὐθὺς ἐπετίθει τὰ ἐξ ὀργῆς. τριακοστοῦ δὲ ἤδη παρωχηκότος ἔτους, μετὰ τὸν τοῦ Σωτῆρος
σταυρὸν, ἀπεφοίτησε μὲν εἰρήνη τῆς Ἰουδαίων χώρας, πόλεμοι δὲ ἦσαν πανταχῆ, πόλεως ἐπὶ πόλιν ἰούσης, καὶ τῶν ἐν ἑκάστῃ τεμνομένων εἰς διαφορὰς, καὶ μαχομένων ἀλλήλοις, ὡς ἐν ἴσῳ φαίνεσθαι κακῷ τὰ παρὰ σφίσιν αὐτοῖς τοῖς ἐκ τοῦ πολέμου συμβεβηκόσι. κεκρατήκασι γὰρ
242 τῆς Ἰουδαίων χώρας οἱ ἀνδρειότατοι τῶν Ῥωμαίων στρατηγοὶ, καὶ αὐτοῖς ἀνδράσι καταπιμπράντες πόλεις, πόλεις, τοῖς τῆς 243 δουλείας αὐτὴν ὑπέθεσαν ζυγοῖς. οἱ ’δε γε διαφυγεῖν ἰσχύσαντες, τὰς τῶν ἐθνῶν κατῳκήκασι χώρας, ὃ καὶ μέχρι νῦν ἔστιν ἰδεῖν.
τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν, τουτέστιν εἰς τὴν τῶν Χαναναίων χώραν τε καὶ γῆν. Χαναναῖοι δὲ τὰ ἔθνη, παρ’ οἷς τ‘ὶ πρόβατα τῆς σφαγῆς καὶ εἰς δεῦρό πὼς ἔτι παρὰ Θεοῦ ποι μαίνονται, ἤγουν δοκοῦσι καταποιμαίνεσθαι. ἐπιτηροῦσι γάρ τινα τῶν κατὰ τὸν νόμον, καὶ οὐχ ὅλω 244
τρόπως τῶν ἀρχαίων κατημεληκότας ἐθῶν κατίδοι τις ἄν. καὶ γοῦν καὶ περιτέμνονται τὴν σάρκα, καὶ σαββατίζουσι, καὶ ἕτερα ἄττα πρὸς τούτοις καὶ φροντίδος ἀξιοῦσι καὶ λόγου. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου παρὰ Θεοῦ λεγόμενον “ Καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν 245
“ ἐν ταῖς χώραις, οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ.” τοὺς δέ γε ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ μέντοι καὶ τὴν Ἱερουσαλὴμ ἐμφυλίους πολέμους, καὶ τὰ ἐν ἑκάστῃ πόλει, σαφῶς ὰναγέγραφεν 246 ὁ τὰς Ἰουδαίων τραγῳδήσας συμφοράς· Ἰώσηπος οὗτος ἦν, ἀνὴρ ἐλλόγιμος καὶ σοφός.
τὴν ποιμαντικήν· εἴρηται γοῦν πάλιν διὰ φωνῆς προφήτου 251 πρὸς τὸν Υἱόν “ Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλῆς σου, “ πρόβατα κληρονομίας σου.’’ ἀλλ’ ἐν γε τοῖς προκειμένοις σημαίνουσιν αἱ ῥάβδοι τρόπους ἡμῖν ποιμενικῆς ἐπιστήμης, καὶ διττὸν παιδεύσεως εἶδος, κατά γε τὸ ἀμωμήτως ἔχειν
δοκοῦν. δέχεται δὲ τὰς ῥάβδους ὁ πάντων ἀρχιποίμην 252 “ ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων, τουτέστι Χριστὸς, ἵνα ἐν αὐταῖς καταποιμάνῃ τὰ ἴδια πρόβατα.
Λόγος κατέβοσκε τὸν Ἰσραὴλ, οἱονεὶ ῥάβδῳ μιᾷ χρώμενος, τῇ κατὰ νόμον παιδείᾳ. ἔφη γάρ που διὰ προφήτου φωνῆς 253 πρὸς αὐτόν “ Ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ.” ἐπειδὴ δὲ 254 γέγονε καθ’ ἡμᾶς ἄνθρωπος, δύο δέχεται ῥάβδους. κατανέμει γὰρ ὥσπερ τοὺς ἰδίους προσκυνητὰς, τοὺς διὰ πίστεως δὲ
δηλονότι δεδικαιωμένους, καὶ ἡγιασμένους ἐν Πνεύματι, νομικοῖς τε ἅμα καὶ εὐαγγελικοῖς θεσπίσμασιν, οὐ βουθυτεῖν ἀναπείθων, οὔτε μὴν ταῖς κατὰ νόμον προσαγωγαῖς προσκεῖσθαι διδάσκων· ποιεῖσθαι δὲ μᾶλλον προστεταχὼς τῆς ἐν Πνεύματι λατρείας τὴν δύναμιν εἰς ἀναιμάκτου θυσίας
τρόπον. μετατέθειται γὰρ ἡ σκιὰ πρὸς ἀλήθειαν, καὶ μεταὶσχὺς 255 κεχάρακται τὰ ἐν τύποις εἰς ἀστειότητα πολιτείας τῆς ἐν Χριστῷ τε καὶ εὐαγγελικῆς. ὀνόματα δὲ ταῖς ῥάβδοις, τῆ 256 μὲν μαᾷ Κάλλος, ἥτις ἐστὶ διαθήκη νέα καλὴ καὶ ἀξιοθαύμαστος, ἢν αὐτὸς λελάληκεν ὁ Υἱός “ Ὡραῖος ὣν κάλλει 257
“ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἡ γεμὴν ἑτέρα Σχοινισμα, τουτέστι μερὶς, ἵνα νοῶμεν τὸν νόμον, τὸ ἀφορισθὲν τῷ Θεῷ σχοίνισμα παιδαγωγεῖν εἰωθότα. γέγραπται γὰρ ὅτι “ Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, 258 “ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ
“ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ· σχοίνισμα 259 “ κληρονομίας αὐτοῦ Ἰσραήλ.” ταύταις δὴ οὖν ταῖς δυσὶ ῥάβδοις ὁ μέγας ἀρχιποίμην κατανεμήσειν ἐπαγγέλλεται τὰ ἑαυτοῦ πρόβατα, καὶ ἀτρεκὴς ὁ λόγος. συνεκόμισε γὰρ εἰς μίαν αὐλὴν τούς τε ἐξ Ἰσραὴλ, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν,
νομικήν τε ἅμα καὶ εὐαγγελικὴν παίδευσιν αὐτοῖς παρατιθεὶς εἰς τρυφὴν, καὶ οἷά τινα πόαν πνευματικὴν χορηγῶν εἰς μέθεξιν, καὶ καταπιαίνων πλουσίως τὰς τῶν ἁγίων ψυχάς.
ἡ ψυχή μου ἐπ’ αὐτοὺς, καὶ Γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο 260
ἐπ’ ἐμέ. καὶ εἶπα Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω,
καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ.
ἀναγκαῖον, ἐκ μέσου γενέσθαι λοιπὸν τοὺς μισθωτοὺς καὶ 261 262 ψευδοποίμενας, τουτέστι τοὺς τῶν Ἰουδαίων κατὰ νόμον 263 καθηγητάς· ὧν οἱ μὲν “ κατέσφαζον τὰ πρόβατα καὶ οὐ “ μετεμέλοντο “ οἱ δὲ δὴ “ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλο- “ γητὸς κύριος καὶ πεπλουτήκαμεν. εἶτα τί δήποτε, φαίη τις ἲς ἃν, ποιμένας αὐτοὺς ὀνομάζει τρεῖς, τίνα δὲ τρόπον εξαιρονται
καθά φησιν ἐν μηνὶ ἑνὶ, φέρε δὲ λέγωμεν, τὰ ἐκ τῶν ἱερῶν γραμμάτων παρατιθέντες εἰς πίστιν. οἶμαι δὴ οὖν ὅτι τρεῖς ὀνομάζει ποιμένας, τούς τε κατὰ νόμον ἱερατεύοντας, 264 καὶ τοὺς τεταγμένους κριτὰς τοῦ λαοῦ· καὶ προσέτι τούτοις τοὺς γραμματοεισαγωγεῖς ἤτοι τοὺς νομικούς. κατεβόσκοντο
γὰρ ὥσπερ οὗτοι τὸν Ἰσραήλ. καὶ οἱ μὲν τὴν τῆς ἱερωσύνης ἔχοντες δόξαν, ἐκ μόνης ἦσαν τῆς φυλῆς Λευὶ, 265 καὶ περὶ αὐτῶν ἔφη Μωυσῆς “ Χείλη ἱερέως φυλάξεται “ κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ· ” οἱ δὲ δὴ λαχόντες τοῦ κρίνειν τὴν ἐξουσίαν, ἀπόλεκτοι μὲν
καὶ αὐτοὶ, πλὴν ἐκ πάσης ἀνεδείκνυντο φυλῆς· κατὰ τὸν ἴσον δὲ οἶμαι τρόπον οἵ τε κραμματοεισαγωγεῖς, ἤγουν, 266 καθάπερ ἔφην ἀρτίως, οἱ νομικοὶ, τοῖς εἰς τὸ κρίνειν πεταγμένοις ἀεὶ προσεδρεύοντες, καὶ τὰ τοῦ νόμου γράμματα παρακομίζοντες εἰς ἀπόδειξιν τὴν ἐφ’ ἑκάστῳ πράγματι.
ὅτι μὲν οὖν, ὡς ἔφην, οἱ τῶν θείων θυσιαστηρίων ἱερουργοὶ ἐκ μόνης ἦσαν τῆς τοῦ Λευὶ φυλῆς, οὐδενὸς ἂν δέοιτο πρὸς ἀπόδειξιν λόγου. ὅτι δὲ καὶ ἐκ πάσης φυλῆς ἀπολέγδην οἱ κρίνοντες, ὡς νομομαθεῖς ἐλαμβάνοντο, πληροφορήσει λέγων ὁ μακάριος Μωυσῆς ἐν τῷ Δευτερονομίῳ τοῖς υἱοῖς
267 Ἰσραήλ “ Kριτὰς καὶ γραμματσεισαγωγεῖς “ σεαυτῷ ἐν πάσαις ταῖς πόλεσί σου αἷς κύριος ὁ Θεός “ σου δίδωσί σοι κατὰ φυλὰς, καὶ κρινοῦσι τὸν λαὸν κρίσιν “ δικαίαν· οὐκ ἐκκλινοῦσι κρίσιν, οὐκ ἐπιγνώσονται πρόσ- 268 “ ωπον, οὐδὲ λήψονται δῶρα· τὰ γὰρ δῶρα ἐκτυφλοῖ “ ὀφθαλμοὺς σοφῶν καὶ ἐξαίρει λόγους δικαίων. “ ἀφῖκται γεμὴν εἰς τὸ φάναι τε τὰ τοιάδε, καὶ δὴ καὶ χρῆναι πληροῦν προστάξαι Μωυσῆς, ἑπόμενος μὲν ὁμολογουμένως θείοις
τε καὶ ἀπορρήτοις νεύμασιν, οὐκ ἀτιμάσας δὲ βουλὴν τοῦ Ιοθὸρ, ὃς ἦν αὐτῷ καὶ γαμβρός· γέγραπται γὰρ ὅτι “ καὶ 269 “ ἐγένετο τῇ ἐπαύριον συνεκάθισε Μωυσῆς κρίνειν ’τον “ λαὸν, παριστήκει δὲ πᾶς ὁ λαὸς Μωυσῇ ἀπὸ πρωίθεν “ ἕως ἑσπέρας· καὶ ἰδὼν ὁ Ἰοθὸρ πάντα ὅσα ἐποίει τῷ λαῷ
“ λέγει Τί τοῦτο σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι “ μόνος, πᾶς δὲ ὁ λαὸς παριστήκει σοι ἀπὸ πρωίθεν ἕως “ δείλης ” εἶτα φάσκοντος τοῦ Μωυσέως ὅτι, τοῦ κρίνειν ἕνεκα δικαίως καὶ ἐννόμως, αἱρετὸν ποιεῖται τὸν ἐπὶ τῷδε πόνον, ἔφη πάλιν ὁ Ἰοθόρ “ Νῦν οὖν ἄκουσόν μου καὶ 270
“ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ. γένου “ σὺ τῷ λαῷ τὰ πρὸς τὸν Θεὸν, καὶ ἀνοίσεις τοὺς λόγους “ αὐτῶν πρὸς τὸν Θεὸν, καὶ διαμαρτύρῃ αὐτοῖς τὰ πρόσ’ “ τάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ, καὶ σημανεῖς “ αὐτοῖς τὰς ὁδοὺς ἐν αἷς πορεύσονται ἐν αὐταῖς καὶ τὰ
“ ἔργα ἃ ποιήσουσιν. καὶ σὺ σαυτῷ σκέψαι ἀπὸ παντὸς “ τοῦ λαοῦ ἄνδρας δυνατοὺς, θεοσεβεῖς, ἄνδρας δικαίους, “ μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις αὐτοὺς ἐπ’ ἀν’ “ τῶν.” εἶτα τί φησιν τὸ γράμμα τὸ ἱερόν ; “Ἢκουσε 271 “ δὲ Μωυσῆς τοῦ γαμβροῦ καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν,
“ καὶ ἐπελέξατο Μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς “ Ἰσραὴλ, καὶ ἐποίησεν αὐτοὺς ἐπ’ αὐτῶν χιλιάρχους καὶ “ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους, καὶ “ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν· πᾶν δὲ ῥῆμα ὑπέρογκον 272 “ ἀνεφέροσαν πρὸς Μωυσῆν, πᾶν δὲ ῥῆμα ἐλαφρὸν ἔκρινον “ αὐτοί.” τρεῖς οὖν ἄρα ποιμένες, ἱερεῖς τε καὶ κριταὶ καὶ τῶν νομικῶν γραμμάτων ἐπιστήμονες, τουτέστιν οἱ νομικοὶ.
Χροστὸν ταλανίζοντα διῃρημένως Φαρισαίους τε καὶ γραμ- 273 ματέας καὶ νομικούς. ἔφασκε γάρ “ Οὐαὶ ὑμῖν γραμματεῖς “ καὶ Φαρισαῖοι.” ταῦτα δὲ λέγοντι προσυπήντα τις αὐτῷ 274 τῶν νομικῶν, λέγων “ Διδάσκαλἐ, ταῦτα λέγων καὶ ἡμᾶς “ ὑβρίζεις. ὁ δὲ εἶπε φησι καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ,
“ ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ “ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορ- “ τίοις.” οἶδα μὲν οὖν ὅτι καὶ οἱ βασιλεύοντες κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ἐκ τῆς Ἰούδα φυλῆς τάξιν ἀπεπλήρουν ποιμένων τοῖς ὑπὸ χεῖρα λαοῖς. ἐπειδὴ δὲ γεννηθέντος
275 Χριστοῦ τὸ τῶν βασιλέων ἐκλελοίπει γένος, ἤγουν ἐκβέ- βλητο τῆς ἡγεμονίας· ἦρχον γὰρ τῆς Ἰουδαίας τὸ τηνικάδε, Ἡρώδης τε ὁ Ἀντιπάτρου παῖς Ἀσκαλωνίτης, καὶ Πόντιος Πιλάτος· σεσιγήκαμεν ἀναγκαίως τοὺς ἐκ τῆς Ἰούδα φυλῆς. ὅτι γὰρ ἐκλελοίπεσαν γεννηθέντος Χριστοῦ, πληροφορήσει 276 277 τὸ γεγραμμένον “ Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἠγού “ μένος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἃν ἔλθῃ τὰ ἀποκείμενα “ αὐτῶ, καὶ Αὐτὸς ἔσται προσδοκία ἐθνῶν.” οὐκοῦν ἐπειδήπερ 278 ἀφῖκτο καὶ γεγέννητο λοιπὸν ἡ τῶν ἐθνῶν προσδοκία, τουτέστι Χριστὸς, ἐκλέλοιπεν ἀναγκαίως ἄρχων ἐξ Ἰύδα,
καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ.
ὑπομεμένηκε σφαγὴν ὁ Ἐμμανουήλ. μεμενήκασι μὲν γὰρ διοικοῦντες ἔτι τὸν Ἰσραὴλ καὶ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, ἀνεξικακοῦντος ἔτι καὶ ἐποικτείροντος αὐτοὺς τοῦ πάντων κρατοῦντος Θεοῦ, καὶ καλοῦντος εἰς μετάγνωσιν· ἐξηρῆσθαι δέ φαμεν αὐτοὺς ὅσον ἧκεν εἰπεῖν εἰς τὴν ἐπὶ
τοῦτο ψῆφον γεγενημένην παρὰ Θεοῦ, κατ᾿ ἐκεῖνο τοῦ καιροῦ, καθ᾿ ὃν, ὡς ἔφην, καὶ σταυρῷ παραδεδώκασι τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτήν. Θρηνται τοιγαροῦν ἐν μηνὶ ἐν.
ἕλοιντο, κατεσθιειν τε καὶ καταδάκνειν ἄλληλα, καὶ ἁπάσης δίχα φειδοῦς συνθραύσειν τε καὶ δαπανᾶν. ἐπειδὴ γὰρ ἐκβέβληνται τῆς θείας αὐλῆς, καὶ τῆς τοῦ πάντων ἀρχιποίμενος οὐκ ἠξίωνται φειδοῦς, αὐτά τε ἄλληλα κατεδήδοκε, καὶ τοῖς διαρπάζειν ἐθέλουσιν, ἑτοιμοτάτη δέδοται θήρα. 282 ἔφη δὲ δὴ, καὶ μάλα εἰκότως, περὶ τῶν τριῶν ποιμένων, τῶν καὶ ἐξηρημένων ἐν μηνὶ ἑνὶ, ὅτι βόιρυνθήσεται ἡ ψυχή μου ἐπ᾿ αὐτοὺς, τουτέστι βαρεῖαν ἐπ᾿ αὐτοὺς ἐποίσω τὴν δίκην, ὅτι καὶ αἱ ψυχόιὶ αὐτῶν ἐπωρύοντο ἐπ᾿ ἐμέ. θηρῶν γὰρ ἀγρίων 283 διαφέροντες οὐδὲν, ἐπεπήδων τε πλειστάκις Xριστῷ, καὶ
τελευτῶντες προσῆγον Πιλάτῳ λέγοντες “Αἶρε, αἶρε, σταύ- 284 285 “ ῥοῦ αὐτόν.” μέμνηται δὲ τούτου καὶ διὰ φωνῆς Ἱερεμίου 286 λέγων “ Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονο- “ μίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας “ ἐχθρῶν αὐτῆς. ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λεών ἐν “ δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα
287 ἀυτὴν.”
τούς λαούς· καὶ διασκεδασθήσεται ἑ τῇ ἡμέρᾳ ἐκείνῃ, κα γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενα διότι
λόγος κυρίου εστί.
ἀποπέμψεται καὶ σκορπιεῖ, παραλύων αὐτὴν, ἤγουν ὡς ἂχρηστον ἀφανίζων· πολλοῦ γε καὶ δεῖ· φαίην δ’ ἂν μᾶλλον ἐκεῖνο χρῆναι νοεῖν ἡμᾶς. οἱ γάρτοι ποιμνίων ἐπιστατεῖν εἰωθότες, εἰ δήπου θεάσαιντο τῶν προβάτων τινὰ τῆς ἀγέλης ἀποσκιρτή- σαντα, γεγονότα τε τῶν ἄλλων ὡς ἀπωτάτω, τότε δὴ πάντως
289 ἐπ’ αὐτὰ τὴν ῥάβδον ἱέντες, μετασοβοῦσιν εὐθέως εἴς γε τὸ ἑλέσθαι δεῖν συναγελάζεσθαι τοῖς ἄλλοις. τετήρηκε τοίνυν τῆς προφητείας ὁ λόγος τῇ τῶν ποιμένων ἐπιστήμῃ τὸ εἰωθός. ἀποῤῥιφήσεσθαι γάρ φησιν τὴν ῤάβδον τὴν 290 τουτέστι καὶ τοῖς ἀπωτάτω πεμφθήσεσθαι, δῆλον δὲ ὅτι τοῖς ἔθνεσιν, αὐτοὶ γὰρ ἦσαν οἱ μακρὰν, πλὴν γεγόνασιν ἐγγὺς 291 διὰ τῆς πίστεως. ἀποῤῥιφήσεσθαι ’δε φησιν οὕτω τὴν ῥάβδον, ὡς ἀνὰ πᾶσαν αὐτὴν σκεδασθῆναι τὴν γῆν, ἤγουν διανεμηθῆναι,
καὶ οἷον ἐσκορπίσθαι δοκεῖν πανταχῆ τὸν περὶ Χριστοῦ λόγον, ἤτοι τὸ κήρυγμα τὸ εὐαγγελικόν. σκεδασθήσεται 292 γάρ φησιν ἐν τῇ ἡμέρᾳ ἐκείῃ, τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἂν πατήσας τοῦ θανάτου τὸ κράτος ἀναβιῴη Χριστὸς, εἴπῃ τε τοῖς ἁγίοις ἀποστόλοις “ Πορευ-
“ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς 293 “ εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἀγίου “ Πνεύματος.” τότε γὰρ ἅπασαν τὴν ὑπ’ οὐρανὸν ὁ τοῦ Σωτῆρος ἡμῶν περιπεφοίτηκε λόγος· καὶ ἀτρεκὲς εἰπεῖν περὶ τῶν ἁγίων ἀποστόλων ὡς “ Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ 294
“ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ “ ῥήματα αὐτῶν.” ὅτι δὲ οὐκ ἀνόνητον τοῖς εθ̓́νεσι τὸ 295 ἀποῤῥιφῆναί τε καὶ κατασκεδασθῆναι τὴν γῆν, ἤγουν δια- νεμηθῆναι καὶ ἐν ταῖς ἑαυτῶν χώραις τὴν ῥάβδον τὴν καλὴν, ἤτοι τὴν διαθήκην ἣν οὐκέτι πρὸς μόνον τὸν Ἰσραὴλ, διέθετο
δὲ μᾶλλον πρὸς πάντα τὰ ἔθνη, καταθρήσαιμεν ἂν, καὶ λίαν ἀμογητὶ, τὸν τῆς προφητείας συνιέντες λόγον· γνώσονται γάρ φησιν οἱ Χαναναῖοι τοὶ πρόβατα τὰ φυλασσόμενα, διότι λόγος κυροῦ ἐστί. Χαναναίους μὲν γὰρ τὰ ἔθνη φησί. νοηθεῖεν δ’ ἃν οὗτοι τὰ πρόβατα τὰ φυλασσόμενα. τετήρηνται γὰρ τῷ 296
Χριστῷ, καὶ γάρ ἐστιν Αὐτὸς ἡ τῶν ἐθνῶν προσδοκία. ἐπειδὴ 297 δὲ κατεσκεδάσθη καὶ ἐν ταῖς ἑαυτῶν χώραις ἡ πρὸς πάντας 298 διαθήκη, πεπιστεύκασιν ὅτι Λόγος Κυρίου ἐστί. διαιτεόμεθα γὰρ οἱ ἐξ ἐθνῶν κεκλημένοι διὰ τῆς πίστεως, ὅτι Θεὸς ὣν καὶ ἐκ Θεοῦ κατὰ φύσιν γεγεννημένος τε καὶ ὑπάρχων ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, αὐτὸς ἡμῖν δι’ ἑαυτοῦ τοὺς θείους τε καὶ εὐαγγελικοὺς προσπεφώνηκε νόμους. ταύτῃτοι
προσκεκυνήκαμεν αὐτῷ, καὶ αὐτῷ λατρεύομεν, τὴν ἀρχαίαν 299 ἐκείνην καὶ ἀκλεᾶ μεταθέντες ἀπάτην, καὶ ἐκ πολυθέου δόξης μετενηνεγμένοι. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ Ps. πρὸς αὐτὸν ὑμνούμενον “ Πάντα τὰ ἔθνη ὅσα ἐποίησας 300 “ ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου κύριε. “ Ἐν
“ γὰρ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἕπου· “ ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα “ ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν “ Θεοῦ Πατρός. ”
τοι μισθόν μου ἣ ἀπείπασθε· καὶ ἒστησαν τὸv μισθόν
μου τριάκοντα ἀργυροῦς. κω εἷπε Κύρνος πρὸς μέ Κάθεο αὐτοὺς εἰς τὸ χωνευτήριον, κω σκέψαι εἰ δόκιμόν έστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπέρ αὐτῶν. κω ἒλαβον τούς τριάκοντα ἀργυροῦς κὼ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἴκοι Κυρίου εἰς τὸ
χωνευτηριον.
303 ὁ ἐκ Θεοῦ Πατρὸς “ Λόγος, γέγονε σὰρξ καὶ ἐσκήνωσεν 304 “ ἐν ἠμῖν,’’ καθίκετο δὲ καὶ ἐν δούλου μορφῇ, ὑπάρχων δὲ καὶ ἐν μορφῇ καὶ ἐν ἰσότητι τοῦ γεγεννηκότος, γέγονεν “ ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ “πλού- 305 “ σιὸς ὢν ἐπτώχευσε δι’ ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ
“ πλουτήσωμεν.’’ ἐξείλατο γὰρ ἡμᾶς τῶν τοῦ θανάτου δεσμῶν, ἀπήλλαξεν ἁμαρτίας, υἱοὺς ἀπέφηνε Θεοῦ· καὶ 306 τί γὰρ οὐχὶ δεδώρηται τῶν ἀγαθῶν ; ἐγνώκαμεν δὲ πρὸς τούτοις, ὅτι καὶ τιμῆς ἠγοράσμεθα· “ οὐ φθαρτοῖς, ἀργυρίῳ 307 “ἢ χρυσίῳ· ἄλλα τιμίῳ αἵματι ὡς αμνου ἀμώμου καὶ
“ ἀσπίλου Χριστοῦ,” οὕτω τε λοιπὸν αὐτῷ τὴν οἰκείαν ἐπωφλήσαμεν ζωήν. εἰ γὰρ “ Εἷς ὑπὲρ πάντων ἀπέθανεν, 308 “ ἄρα οἱ πάντες ἀπέθανον’’ ἐν αὐτῷ, καὶ ζῆν ὀφείλομεν ἑαυτοῖς μὲν, οὐκέτι, κατά γε τὸν εἰκότα καὶ ὀρθῶς ἔχοντα λόγον, μᾶλλον δὲ “ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι.
καὶ ταύτῃτοί φησιν Εἰ καλὸν ἐνώπιον ὑμῶν· δῆλον δὲ ὅτι τὸ 309 τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον· εἰ σέσωσθε δι’ αὐτοῦ καὶ πεπράχατε δεξιῶς, ἐγνώκατε δέ με Σωτῆρα καὶ λυτρωτὴν, καὶ τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνατλάντα θάνατον, δὀτε στήσαντες, τουτέστιν ὁρίσαντες, τὸν μισθόν μου
ἢ ἀπείπασθε. πλὴν εὐγνώμονες οἱ ἐξ ἐθνῶν. ἔστησαν γὰρ τὸν μισθὸν παρισούμενον μὲν οὐδαμῶς· ἐοικότα δέ πὼς οἷς ἐσχήκαμεν παρ’ αὐτοῦ. ὥσπερ γὰρ ἀπέθανεν ὑπὲρ ἡμῶν, οὕτω καὶ ἡμεῖς τεθείκαμεν τὰς ψυχὰς ὑπὲρ τῆς εἰς αὐτὸν γνησιότητος καὶ ἀγάπης· πρέποι δ’ ἂν λέγειν τοῖς ἁγίοις
μάρτυσι “ τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ ; 310 θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ “ κίνδυνος ἢ μάχαιρα ” νενίκηκε γὰρ οὐδὲν τῶν ἁγίων τὴν εὐψυχίαν. οὐκοῦν ἡ τῶν παρὰ Χριστοῦ γεγονότων εἰς ἡμᾶς 311 ὁμοιότης ὑποφαίνεταί πὼς, διὰ τοῦ δεδόσθαι λέγειν εἰς μισθὸν αὐτῷ Τριάκοντα ἀργυροῦς. ὁ μὲν γὰρ προδότης καὶ βδελυρώτατος 312 ἀληθῶς καὶ θεομισὴς Ἰούδας, τριάκοντα δηνάρια 313 λαβὼν, προὔδωκε τοῖς φονῶσι Χριστὸν, καὶ τὸν τῆς σωτηριας ἤμων καταπέπρακεν ἀρχηγὸν τοῖς ἀλιτηρίοις. προσεκομίσθησαν
δὲ παρὰ τῶν ἐθνῶν εἰς μισθὸν αὐτῷ τριάκοντα ἀργυροῖ, οἳ καὶ καθίενται Θεοῦ προστάττοντος εἰς τὸ χωνευτήριον, εὖ μάλα δοκιμαζόμενοι, καθὰ καὶ αὐτὸς ὁ Χριστὸς ἐδοκιμάσθη ὑπὲρ ἡμῶν. ἔσται γὰρ ἡμῶν οὐκ ἀζήτητος ἡ πίστις παρά γε τῷ πάντα εἰδότι Θεῷ οὔτε μὴν ἀβασάνιστος
314 ὁ βίος· ἀλλ’ ἧ φησιν ὁ μακάριος Παῦλος “ ἑκάστου τὸ “ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει.’’ γέγραπται 315 δὲ καὶ περὶ χριστοῦ ὅτι “ Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν “ αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης “ ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ.
“ καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ ; ἢ τίς ὑποστή- “ σεται ἐν τῆ ὀπτασίᾳ αὐτοῦ ; διότι αὐτὸς εἰσπορεύεται ὡς “ πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται “ χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ “ χρυσίον. ” ψάλλει ’δε που καὶ ὁ θεσπέσιος Δαυεὶδ, ὡς
316 ἐκ προσώπου παντὸς τοῦ πιστεύσαντος εἰς Χριστὸν, καὶ 317 ζῆν ἐθέλοντος εὐαγγελικῶς “ Δοκίμασόν με, κύριε, καὶ “ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν “ μου. πλὴν ὅτι τὸ χωνευτήρον ἐν οἴκῳ Κύρου, φησὶν ὁ Προφήτης. δοκιμάζει γὰρ ἡ Ἐκκλησία Χριστοῦ τὸν ἑκάστου
318 τρόπον καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον, καὶ “ δια- “ κρίσεις ἔχουσα πνευμάτων, ” οἶδεν ἀκριβῶς, τίς μὲν ἐν 319 Ἁγίῳ Πωεύματι λαλεῖ Κύριον ὀνομάζων Ἰησοῦν, τίς δὲ δὴ καὶ ἐν Βεελζεβοὺλ, ἀνάθεμα λέγων αὐτόν· καὶ τίνες 320 μὲν “ οἱ ἀληθινοὶ προσκυνηταὶ, τίνες δὲ αὖ οἱ ὡς ἐν “ εν 321 “ ἐνδύμασι προβάτων’’ πρὸς ἡμᾶς ἐρχόμενοι “ λύκοι.”
διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον τοῦ Ἰούδα καὶ ἀνὰ
μέσον τοῦ Ἰσραήλ.
τὸ εὐαγγελικὸν, τὴν γεμὴν ἑτέραν, τουτέστι τὸ σχοίνισμα, τὴν διὰ Μωυσέως ἐντολὴν, ὡς τῷ σχοινίσματι τῷ ἐκνεμηθέντι 324 Θεῷ· τουτέστι τῷ Ἰσραήλ· δοθεῖσαν εἰς βοήθειαν κατὰ τὴν τοῦ προφήτου φωνήν “ Νόμον γάρ φησιν εἰς βοήθειαν “ δέδωκεν.’’ ὅτι τοίνυν οὐχὶ δὴ μόνοις τοῖς
παιδεύμασιν ἡ τῶν ἐθνῶν ἔμελλε παιδαγωγεῖσθαι πληθὺς, ἀλλὰ γὰρ καὶ αὐταῖς ταῖς πάλαι τε καὶ διὰ Μωυσέως δοθείσαις ἐντολαῖς, μεταπλαττομένης δηλονότι τῆς ἐν νόμῳ σκιᾶς εἰς ἀλήθειαν, καὶ διὰ τῶν προκειμένων ἡμῖν καθίστη. σιν ἐναργές. ὥσπερ γὰρ ἀπορριφῆναί τε καὶ σκεδασθῆναι 325
τὴν καλὴν ἔφη ῥάβδον· διεσπάρη γὰρ ὥσπερ ἐν ταῖς τῶν Χαναναίων χώραις ἡ εὐαγγελικὴ παίδευσις, περιενεχθεῖσα δηλονότι διὰ τῶν ἁγίων ἀποστόλων· οὕτω καὶ ἡ ἑτέρα ῥάβδος, ἤτοι παίδευσις, τουτέστι τὸ σχοίνισμα, ἤγουν ὁ νόμος, ὁ ἐν τάξει διαθήκη παρὰ Θεοῦ τεθεὶς ἀνὰ μετὸν τοῦ
Ἰούδα καὶ ἀνὰ μέσον τοῦ Ἲσραὴλ, τουτέστι παντὸς τοῦ 326 γένους τοῦ ἐξ Ἰσραήλ· Ἰούδαν μὲν γὰρ ὀνομάζει τὰς ἐν 327 τοῖς Ἱεροσολύμοις δύο φυλὰς, αὐτήν τε τὴν Ἰούδα φημὶ καὶ Βενιαμὶν, Ἰσραὴλ γεμὴν τὰς ἑτέρας δέκα, τὰς ἐν τῇ Σαμαρείᾳ διῳκισμένας ὁμοῦ τῷ Ἱεροβοάμ· δέδοται δὴ οὖν τοῖς ἐκ Χαναὰν καὶ ὁ νόμος· μυσταγωγούμεθα γὰρ, ὡς
ἔφην, νομικοῖς τε καὶ εὐαγγελικοῖς θεσπίσμασι· ταύτῃτοι 328 καὶ ἔφασκεν ὁ Χριστός “ Μὴ νομίσητε ὅτι ἦλθον καταλύσαι “ τὸν νόμον ἢ τοὺς προφήτας. οὐκ ἦλθον καταλύσαι, ἀλλὰ “ πληρῶσαι. λέγω γὰρ ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς “ καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ
“ νόμου, ἕως ἂν πάντα γένηται.’’ πληροῖ γὰρ τὸν νόμον διδάσκων τὰ ὑπὲρ νόμον, καὶ οὐκ ἔξω νόμου τιθεὶς τὸν 329 παιδαγωγούμενον, ὡς ἔν γε τῷ φάναι τυχόν “ Ἠκούσατε “ ὅτι ἐρρέθη τοῖς ἀρχαίοις Οὐ φονεύσεις, ὃς δ’ ἂν φονεύσῃ, “ ἔνοχος ἔσται τῇ κρίσει. ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ
“ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει.’’ 330 καὶ πάλιν “ Ἠκούσατε ὅτι ἐρρέθη Οὐ μοιχεύσεις. ἐγὼ δὲ “ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, “ ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. ” ἀποπεραίνεται γὰρ τό Οὐ φονεύσεις, ὡς ἔν γε τῷ παραιτεῖσθαι καὶ τὴν
331 ὀργὴν, ἢ ῥίζα τε ἐστι τοῦ φόνου καὶ γένεσις· τῷ δὲ μηδ’ ὅλως εἰσδέχεσθαι τὰς ἐπιθυμίας, ἤγουν κολάζειν τὰς ἡδονὰς, συναναιρεῖταί που πάντως τῆς μοιχείας ὁ τρόπος, καθάπερ ἀμέλει καὶ ῥίζαις ἠδικημέναις συναπομαραίνεσθαί φαμεν τὰ ἐξ αὐτῶν βλάστη μάτα, μᾶλλον δὲ οὐδ’ ἂν ἀνάσχοιεν
ὅλως.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.