ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ.
ΤΟΜΟΣ ΤΡΙΤΟΣ.
1ὅς ἕου Χασελεῦ· καὶ ἐξαπέστειλεν εἰς Βαιθἠλ Σαρα0ὰρ καἰ
Ἀρβεσεὲρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν
Κύριον, λέγωι πρός τοὺς ἰερεῖς τοῦς ἐν τῷ οἶκῳ Κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφἠτας λέγων Εἰ εἰσελήλυθεν c ὧδε ἐν τῷ μηνἰ τῷ πέμπτῳ τὸ ἀγίασμα, καθότι ἐποίησαν ἤδη ἱκαvα ετη.
3 “Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν Προφήτην, “λέγων·’’ ἐν δέ γε τοῖς προκειμένοις ἡμῖν θεωρήμασιν ἕτερος 4 μετ’ ἐκεῖνον ὁρίζεται χρόνος· Ἐν γὰρ τῷ τετάρτῳ ἔτει τῇ τετραδι τοὐ μηνὸς τοῦ ενάτου ὅς ἐστι Χασαλευ· κατὰ Ἑβραίων φωνὴν δηλονότι· μεταπεφοίτηκε τῷ Προφήτῃ τῆς θεοπτίας ὁ τρόπος. τίς δὲ ἡ πρόφασις, ἡ τῆς ἱστορίας ἀφήγησις
εὖ μάλα σαφηνιεῖ. συνεῖεν γὰρ οὐχ ἑτέρως τινὲς πλὴν ὅτι κατὰ τουτονὶ τὸν τρόπον τῶν προκειμένων τὸν νοῦν. τίνες γὰρ ὅλως ὅ τε Σαρασὰρ καὶ ’Aρβεσεὲρ ὁ βασιλεὺς 5 καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ, πῶς οὐκ ἀναγκαῖον καὶ πρό γε τῶν ἄλλων ἀναμαθεῖν; τί δὲ τὸ ἁγίασμα τὸ ἐν τῷ
πέμπτῳ μήνι· καὶ μὴν καὶ αὐτὸς ὁ τῆς ἐρωτήσεως τρόπος, ὅποι ποτὲ βλέπει, καὶ τίς ἂν γένοιτο τῶν ἐρομένων ὁ σκοπὸς.
λελάτρευκε γὰρ εἰδώλοις· παρωξύνετο Θεὸς ἐπὶ τὸν Ἰσραήλ. εἶτα κατεστράτευσε τῆς χώρας ὁ Σαλμανασὰρ 6 βασιλεὺς Ἀσσυρίων, εἷλέ τε τὴν Σαμάρειαν, καὶ ἀπῴκισε μὲν τὸν Ἰσραὴλ, παρεσκεύασε δέ τινας τῶν ἐκ τῆς Χαλδαίων χώρας κατοικῆσαι τὴν γῆν, ἵνα δὴ γένοιτο Περσῶν,
ὡς ἐκεῖθεν ἔχουσα λοιπὸν τοὺς οἰκήτορας. ἔχεις τὴν ἱστορίαν ἐν τῇ τετάρτη τῶν βασιλειῶν. γέγραπται γὰρ οὕτως “Ἐν 7 ἔτει δωδεκάτῳ Ἄχας βασιλέως Ἰούδα ἐβασίλευσεν Ὠσηὲ υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη, καὶ ἐποίησε 8 τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς
Ἰσραὴλ οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ· ἐπ’ αὐτὸν ἀνέβη Σαλ- “μανασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήθη αὐτῷ “δοῦλος.” καὶ μεθ’ ἕτερα πάλιν “Καὶ ἀπῳκίσθη Ἰσραὴλ 9 “ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς “ταύτης. καὶ ἤγαγε βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος 10 “τὸν ἐκ Χουνθὰ καὶ ἀπὸ Αἶά καὶ ἀπὸ Αἰμὰθ καὶ “ρουαῒμ, καὶ κατῳκίσθησαν ἐν ταῖς πόλεσι Σαμαρείας “τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν καὶ 11 κατῴκησαν ἐν ταῖς πολέσιν αὐτῆς.’’ οὗτοι δὴ οὖν οἱ κλῆρον ἑλόντες τὴν Σαμαρειτῶν, κατῳκηκότες γῆν καὶ τέκνων τάχα
που γεγόνασι πατέρες καὶ τοῖς Ἰουδαίων ἔθεσι προσνενεύκασι, τὰς τῶν λεόντων ἐφόδους κατορρωδήσαντες· ἐξ αὐτῶν γεγόνασι Σαρασάρ τε καὶ ’Aρβεσεὲρ, ὃς καὶ ὠνόμασται βασιλεὺς, διάτοι τὸ καθηγεῖσθαι τὸ τηνικάδε τῶν ἐν Σαμαρείᾳ μετῳκισθέντων ἐκ τῆς Περσῶν.
ὑπὸ χεῖρα λαοῖς, ὡς ὅσον οὐδέπω τῆς μὲν Ἰερουσαλὴμ ὑπὸ πόδας ἐσομένης ἐχθρῶν, κατεμπρησθησομένου δὲ καὶ αὐτοῦ 13 τοῦ θείου ναοῦ. ἔφη δὲ οὕτως Περιζώσασθε καὶ κόπτεσθε “οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· 14 “ἔλθατε ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες τῷ Θεῷ, ὅτι
“ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ἡμῶν θυσία καὶ σπονδή. ἁγιά- “σατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυ- “τέρους, πάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ἡμῶν, “κράξετε πρὸς κύριον ἐκτενῶς Οἶμμοι οἶμμοι εἰς καὶ ταυτὶ μὲν ὁ προφήτης· τίνα δὲ δὴ τρόπον διεπεραίνετο
15 τὰ προηγγελμένα, σαφηνιῶ πάλιν, αὐτὸ παραθεὶς τὸ γράμμα τὸ ἱερόν. γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν “Καὶ τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμη τοῦ μηνὸς, οὗτος ἐνι- 16 “αυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυ- 17
“λῶνος, ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ὁ ἑστὼς ἐνώπιον “βασιλέως Βαβυλῶνος εἰς Ἰερουσαλὴμ, καὶ ἐνέπρησε τὸν “οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας “οἴκους Ἰερουσαλὴμ καὶ πάντα οἶκον ἐνέπρησεν ὁ “μάγειρος.’’ εἶτα κεχειροτόνηκεν ἐπὶ τὸν περιλειφθέντα 18
δῆμον ἐξ Ἰσραὴλ τὸν Γοδολίαν, ἐν μηνὶ τῷ ἑβδόμῳ ὃν 19 ὑπελθὼν ἐχειρώσατο καὶ ἀπέκτεινεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἐλισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων· γέγραπται 20 γὰρ ὡδί. οὐκοῦν ἐπειδήπερ συμβέβηκεν ἐν τῷ πέμπτῳ μηνὶ καὶ ἐν ἡμέρᾳ τῇ ἑβδόμη ἁλῶναι μὲν τὰ Ἱεροσόλυμα, κατεμπρησθῆναι
δὲ τὸν ναὸν, προσαποθανεῖν δὲ καὶ τὸν Γοδολίαν ἐν τῷ ἑβδόμῳ μηνὶ, τάχα που πρὸς ἀνάμνησιν τῆς τοῦ προφήτου φωνῆς οἱ κατάλοιποι τῶν Ἰουδαίων ἐνηνεγμένοι, τετυπώκασιν ἐξ ἁπάσης τῆς περιοικίδος ἐν μηνὶ τῷ πέμπτῳ καὶ ἐν τῆ ἑβδόμη τοῦ μηνὸς ἀναβαίνειν ἅπαντας εἰς Ἱεροσόλυμα,
καὶ ἁγιάσαι μὲν νηστείαν, κομμὸν δὲ ποιεῖσθαι 21 καθάπερ ἐπὶ νεκρῷ καὶ ἐποιμώζειν κειμένῳ τρόπον τινὰ τῷ ναῷ, τῆ τε πόλει κατεμπρησθείσῃ τὸ ἐκ τῆς ὑστεροβουλίας δάκρυον ἐπιχεῖν. ᾤοντο δὲ, ὅτι λατρείας αὐτοῖς τῆς ἁνδανούσης Θεῷ τρόπος οὑτοσὶ πανσόφως ἐξηύρηται. ἁλλ’
ἐπράττετο μὲν ἔτι τοῦ Ἰσραὴλ ὑπὸ τὸν τῆς αἰχμαλωσίας κειμένου ζυγὸν, οὐδεμιᾶς δὲ φροντίδος τοῦ θείου τετυχηκότος ναοῦ.
αὐτούς. ἐνδοιάζοντες δὴ οὖν οἱ περὶ ὧν ὁ λόγος, Σαρασάρ τε καὶ Ἀρβεσεὲρ, πέμπουί τινας ἐρησομένους τούς τε ἱερεῖς καὶ τοὺς προφήτας Εἰ εἰσελήγυθεν ὦδε τὸ ἁγίασμα ἐν τῷ μηνὶ τῷ πέμπτῳ καθότι ἐποίησαν ἤδη ίκανὰ ἔτη, τουτ- 24 έστιν, εἰ συωδεδραμήκασιν οἱ πενθεῖν εἰωΘόντες ἐν τοῖς Ἱεροσολύμοις,
καὶ εἰ παραδέξονται τὴν συνήθειαν αὐτοὶ, τὴν ὡς ἐν τρόπῳ γεγενημένην ἁγιάσματος, καίτοι καὶ ἐγηγερμένου τοῦ θείου ναοῦ καὶ λελυμηνές τῆς αἰχμαλωςίας. ἡγίασαν γὰρ, ὡς ἔφην, νηστείαν καθὶ δεδράκασιν ἐκ πολλῶν ἐτῶν. αἰχμαλώτου γὰρ ὄντος τοῦ Ἰσραὴλ, διατετελέκασι καὶ αὐτοὶ
τὸν τοῦ πένθους τηροῦντες καιρὸν, καὶ ἁγιάζοντες τὴν νηστείαν καθάπερ ἤδη προεῖπον. οὐκοῦν ἐνδοιαζόντων ἡ ἐρώτησις, πότερόν ποτε χρὴ πληροῦν ἔτι τὸ ἁγίασμα καὶ τὸ πένθος, καὶ μετά γε τὴν ἔγερσιν τοῦ ναοῦ· ἤγουν ἀπο- 25 σχέσθαι λοιπὸν τῆς τοῦ πένθους αἰτίας ἐκποδὼν οἰχομένης.
26
χειρἱ τῶν προθητῶν τῶν ἔμπροσοεν, ὅτε ἦν ῾Ιερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα, καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν, καὶ ἡ ὀρεινὴ καὶ ή πεδινὴ κατῳκεῖτο;
εἶτα τίς ὁ λόγος ὁ παρὰ Θεοῦ; βραχύς τε καὶ μακρὸς καὶ οὐδὲν ἔχων τὸ περισκελές· ἀλλ’ ἵν οὕτως εἴπωμεν, γυμνὸς καὶ εὐαπάλλακτος τὴν τοῦ συμφέροντος γνῶσιν. τί γὰρ δὴ τὸ χρῆμα, φησὶν, εἰ καὶ νενηστεύκατε τυχὸν ἐν ταῖς πέμπταις καὶ ἐν ταῖς ἑβδόμαις; ἢ ποία τις
ὅλως κατόρθωσις ἀρετῆς, τὸ ἐπολολύζειν ἀμαθῶς λίθοις τε καὶ ξύλοις ἐμπεπρησμένοις; τίνα δ’ ἂν τρόπον τοῖς παρ’ ὑμῶν δρωμένοις ἐφήδοιτο ὁ Θεὸς, ὅτε τῶν ἀναγκαίων εἰς ὄνησιν πεπραχότες οὐδὲν, οἴεσθε κατὰ σφᾶς τὰ πάντων d ἄριστα κατορθοῦν; εἰ γὰρ τῆς τοιαύτης δεδέημαι νηστείας,
καὶ ἐπαινεῖν ἄξιον κομμὸν γυναικοπρεπῆ, διὰ ποίαν αἰτίαν ἑβδομηκοστὸν ἔτος τοῦτο διατετελέκατε, φηαὶν, οὐ νενηστευκότες; διατρίβοντες γὰρ ἔτι παρὰ τοῖς Βαβυλωνίοις, οὐ νηστείαν τετελέκασι δημοτελῆ, ἀλλ’ οὐδὲ ἕτερόν τι τῶν ἐν συνηθείᾳ καὶ τριβαῖς, ἤτοι κατὰ νόμον τὸν Μωυσέως, ἀποπεραίνειν
ἐσπουδακότες ἁλοῖεν ἄν. εἶτα πῶς ἠλέησα, φησὶ, 30 καὶ τῆς τῶν κρατούντων χειρὸς ἐξειλόμην; οὐκοῦν οὐ δεδέημαι τῆς τοιαύτης νηστείας, καθάπερ ἀμέλει καὶ εἴπερ ἕλοισθε, φησὶ, φαγεῖν καὶ πιεῖν, οὐκ ἐμοὶ μᾶλλον ἢ ἑαυτοῖς χαρίζεσθε τὸ χρῆμα. οὐκοῦν τοῦ νηστεύοντος εἰκῆ καὶ ἐπ’ 31 οὐδενὶ τῶν χρησίμων, καὶ τὸ δάκρυον ἀνωφελὲς καὶ ἄμισθος
ὁ ἱδρώς. οὐχ οὗτοι οἱ λόγοι εἰσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν ὅτε ἠν ῾Ιερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα, περιχεομένη τε τοῖς ἀγαθοῖς, καὶ ἀπημάντοις ἔτι ταῖς ἰδίαις ἐπαυχοῦσα πόλεσι ταῖς τε ἐν τῇ ὀρεινῇ καὶ ἐν τῇ πεδ(??)ῇ. ἔφη μὲν γὰρ 32 ὁ προφήτης Ἰωὴλ, ὅτι δὴ πρέπει θρηνεῖν ἱερέας τε καὶ
λαοὺς, καὶ πρός γε δὴ τούτοις καὶ ἁγιάσαι νηστείαν. καὶ 33 ὁ τῆς παραινέσεως σκοπὸς ἐκάλει πρὸς μετάγνωσιν. οὐ γὰρ περιμένειν ἤθελε τῶν συμβεβηκότων τὴν πεῖραν, ἵνα καὶ ἐμπρησθέντα καταθρηνῆτε τὸν νεὼν, ἀλλ’ ἵνα πρὸ πείρας, ὡς ἔφην, κομμοῖς τε καὶ θρήνοις ἐκμειλισσόμενοι τὸν Θεὸν,
ἔξω γένησθε τῶν κακῶν. οὐκοῦν οὐχ οὗτοί εἰσιν οἱ λόγοι τῶν προφητῶν τῶν ἔμπροσθεν, οὓς ἠγνοηκότες ὑμεῖς εἰκῆ κατοιμώζετε, καὶ λίθοις κειμένοις τὸ ἐξ ἀμαθίας δάκρυον ἐπιστάζετε, 34 καίτοι δέον ἐπανορθοῦν τῆς ἑαυτῶν πολιτείας τὴν ὁδὸν, καὶ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἰέναι τρίβον, κατορθοῦν εὖ μάλα
διεγνωκότας τὸ τῷ νόμῳ δοκοῦν.
οἰκτιρμὸν ποιεῖτε ἔκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύσητε,
36 καὶ κακίαν ἕκαστος τῶ̣ ἀδελφῷ αὐτοῦ μὴ μνησικακεὶτω ἐν 37 ταῖς καρδίαις ὐμῶν.
πρὸς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν, καὶ τῆς ἁνδανούσης αὐτῷ πολιτείας σαφῆ τε καὶ ἐναργῆ καταστήσας τὴν ὁδὸν, καταλευκαίνει τε ὥσπερ αὐτοῦ τε τοῦ νόμου καὶ τῶν προφητικῶν κηρυγμάτων τὸν νοῦν. ἐφήδεται γὰρ ὁ νομοθέτης ὀρθῷ τε καὶ ἀμωμήτῳ κρίματι· ἐκτετίμηται δὲ καὶ λίαν 38
ἐσπουδασμένως ἔλεον τε καὶ φιλαλληλίαν, καὶ ἐπαινεῖν ἀξιοῖ τὴν εἰς ὀρφανοὺς ἀγάπησιν, καὶ φειδὼ τὴν ἐπὶ γυναίοις χηρείᾳ κατηχθισμένοις· ἀποσείεται γεμὴν ὡς βέβηλον τὴν πλεονεξίαν, καὶ ἥπερ ἃν γένηται κατὰ τῶν ἀσθενεστέρων συντριβὴ, βούλεται δὲ εἶναι τοὺς τὰ αὐτοῦ φρονεῖν ῄρημέ–
νοῦς χρηστοὺς καὶ ἀμνησικάκους. ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστός “Ἀφίετε καὶ ἀφεθήσεται ὑμῖν·’’ καὶ μὴν καὶ 39 προσευχομένους ἐδίδαξε λέγειν “ Ἄφες ἡμῖν τὰ ὀφειλήματα “ ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ 40 “ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥύσαι’ ἡμᾶς ἀπὸ
“τοῦ πονηροῦ.’’ ἀνίησι μὲν γὰρ ἐγκλήματα τοῖς ἀνιεῖσιν ἑτέροις ὁ φιλοικτίρμων Θεὸς, “Ὁδοὶ δὲ μνησικάκων εἰς θά- 41 “νατον,’’ κατὰ τὸ ἐν βίβλῳ παροιμιῶν γεγραμμένον. ὅτι δὲ ἡ ἀγάπη παντὸς νόμου τὴν πλήρωσιν ἔχει, πῶς ἃν ἐνδοιάσειέ 42 τις, γεγραφότος ὡδὶ τοῦ θεσπεσίου Παύλου; καρποὶ δὲ
ἀγάπης τὰ προειρημένα, καὶ ἀκριβὴς νομοφύλαξ ὁ τούτων ἐργάτης.
43
καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν του μὴ εἰσακούειν, καὶ ὦι καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν του νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν 44 Πνεύματι οὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ
ἐγένετο ὀργὴ μεγὰλη παρὰ Κυρίου παντοκράτορος. καὶ ἔσται
ὄν τρόπον εἶπε κω οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτως κεκράξονται
καὶ οὐ εἰσακούσω αὐτῶν, λέγει κύριος παντοκράτωρ, καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ άφανισθήσεται κατόπισθεν αὐτῶι ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος· 45 καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν.
ζωὴν καὶ τὴν ἀμώμητον ἰέναι τρίβον, σκληροὶ γεγόνασι καὶ ἐν οὐδενὶ τεθείκασι λόγῳ τὸν παιδευτὴν, 46 ἀκαμπῆ τε καὶ ἄτεγκτον ἐσχήκασι τὴν καρδίαν. κατέληξαν γὰρ οὐδαμῶς τοὺς θείους ἐκτόπως περιυβρίζοντες λόγους, καὶ τοῖς τούτων διακομισταῖς, οἳ τὸ τῆς προφητείας διεχείριζον χρῆμα, δεινῶς τε καὶ ἀνοσίως ἐπιπλήττοντες, καίτοι λαλοῦσιν ἐν Ἁγίῳ νεύματι· εἰς τοῦτο δὲ ἤδη κατώλισθον ἀγριότητος καὶ ἀνουθετήτου ληρίας, ὡς μὴ ἑλέσθαι μετανοεῖν ἄχρις ἂν αὐτοῖς εἰς πέρας ἐξέβη τὰ προηγγελμένα, καὶ ὑποπεπτώκασι τοῖς ἐκ θείας ὀργῆς 47 ἐπενηνεγμένοις. εἰ δὲ δὴ
λέγει Θεὸς ἐν τούτω ὅτι Ἐκβαλῶ αὐτοὺς εἰς τταντα, τὰ ἔθνη, 48 ἀφανισθσεται δὲ καὶ ἡ γῆ ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρεφοντος, ὡς ἐν προαγορεύσει προφητικῇ τὰ τοιάδε πάλιν εἰρῆσθαι νοήσωμεν· ἐκβέβληντο μὲν γὰρ εἰς Περσᾶς καὶ Μήδους, καὶ ἤδη πεπείραντο τῆς αἰχμαλωσίας, ἠρήμωτο δὲ καὶ ἡ γῆ, καὶ
ἡ πασῶν ἀρίστη χώρα τέτακτο, καθά φησιν ὁ λόγος, εἰς ἀφανισμὸν, οὐκ ἔχουσα τοὺς διοδεύοντας, ἤγουν ἀναστρεφοντας. οἱ μὲν γὰρ δεδαπάνηντο τῷ πολέμῳ· οἱ δὲ τῷ τῆς δουλείας κατηχθισμένοι ζυγῷ, δεδραμήκασιν εἰς αἰχμαλωσίαν. οὐκοῦν 49 ὡς ἐν προαγορεύσει καὶ τάδε τοῖς ἄλλοις συνειρῆσθαι νοή –
σωμεν. ὅτι δὲ τὸ τοῖς θείοις λόγοις ἀπειθεῖν ἐπιζήμιον, μᾶλλον δὲ καὶ ὀλέθρου πρόξενον, καὶ ἐξ αὐτῶν ἄν τις ἴδοι τῶν τοῖς ἀρχαίοις συμβεβηκότων· καὶ οὐ μακρῶν ἄν τις δέοιτο λόγων πρὸς ἀπόδειξιν, ἀλλ’ ἔστι τὸ χρῆμα παντί τῳ σαφὲς, τῷ γε ἅπαξ εἰδότι τὰ ἐκ τῆς εὐπειθείας ἀγαθά.
πάντων αὐτοῖς τῶν κακῶν πρόξενον ἀποφήνας, μεταβιβάζει τὸν λόγον ἐπὶ τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ πειρᾶται λοιπὸν τοὺς τῆς εὐημερίας αὐτοῖς ἐπαγγέλλεσθαι καιροὺς, καὶ τοῖς κατ’ εὐχὴν ἀγαθοῖς καταπιαίνειν πλουσίως, ὡς ἤδη μὲν δίκας ἐκτετικότας, ὧν ἀνοσίως πεπαρῳνήκασιν, ἐκνενιμμένους
δὲ ὥσπερ τῆς ἀρχαίας φαυλότητος τὰ ἐγκλήματα διά 53 τοι τοῦ κεκολάσθαι παρ’ ἐχθροῖς καὶ τὸν τῆς δουλείας 54 ἀνατλῆναι ζυγόν. κατακέκραγε δὲ ὥσπερ τῆς τῶν Βαβυλωνίων ὠμότητος, οἳ πέρα παντὸς ἰόντες θράσους, δεδράκασιν εἰς αὐτοὺς, ἃ μηδὲ αὐτὸς ὁ θεῖος ἤθελέ που θυμός· ἔφη γὰρ 55 ἐναργῶς ὅτι “Εγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ “θέντο εἰς κακά.’’ ἐζήλωκα δὴ οὖν τὴν ῾Ιερουσαλὴμ, τουτέστι τὸν ὑπὲρ αὐτῆς εἰσδέδεγμαι ζῆλον, καὶ θυμῶ μεγάῳ ἐζήλωσα αὐτήν. ὅμοιον ὡς εἰ λέγοι Συμβήσεται τοῖς Βαβυλωνίοις ἐξ ἀντιστρόφου παθεῖν ὧν δεδράκασιν ἀπηνέστερα, 56 καὶ τοῖς οὕτω πεπορθηκόσιν ἐποίσω τὰ ἐξ ὀργῆς.
ἐκβέβληκε τυραννίδος καὶ τοῖς ἐξ ὀργῆς κινήμασιν ὑποθεὶς, ἐλευθέρους τῆς ἐκείνου σκαιότητος ἀπέφηνε λοιπὸν τῶν προσκυνούντων αὐτὸν τὴν ὁμήγυριν.
καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ἅγιον.
58 θέλειν προσκεῖσθαι καὶ φειδοῦς καὶ ἀγάπης ἀξιοῦν. τοιοῦτον δὲ εἶναί φαμεν καὶ αὐτὸν τὸν τῆς ὀργῆς τρόπον. οὐκοῦν ἐτράπετο μὲν εἰς ψευδολαρίας ὁ’1σραὴλ, καὶ ἐκπεπόρνευκεν 59 Ιερουσαλήμ. ἀπεφοίτησε δὲ ὥσπερ ὁ τῶν ὅλων Θεὸς, καὶ
τοῖς ἐξ ἀποστροφῆς ὑπέθηκε κακοῖς. ἐπειδὴ δὲ κατοικτείρει λοιπὸν, τὸ ἐπιστρέφω φησὶ, τουτέστιν, ἀποπεπαύσομαι τῆς ὀργῆς, ἐπισκοπῆς ἀξίαν ἀποφανῶ, καὶ οἶκον ἐμὸν ποιήσομαι πάλιν. ὥσπερ δὲ, ἀποστ ραφέντος αὐτοῦ, τὸ ὄρος τὸ ἅγιον, τουτέστιν ὁ ἐν τοῖς Ἱεροσολύμοις ναὸς, οὐκέτι σεπτὸς εἶναί
τις ἐδόκει παρά γε τοῖς ὁρῶσιν ἐμπεπρησμένον· οὕτω δὴ 60 πάλιν ἐν αὐτῷ κατοικεῖν ἑλομένου Θεοῦ, καὶ ἐγηγερμένου τὸ ἐπ’ αὐτῷ πάλιν ἀναβήσεται καὶ ἀνανεωθήσεται σέβας, ἀληθινὴ δὲ πάλιν ῾Ιερουσαλὴμ, οὐκέτι καθὰ καὶ πάλαι τοῖς χειροτμήτοις θεοῖς καὶ τοῖς ψευδωνύμοις ἰνδάλμασι προσ-
κομίζουσα τὰς λατρείας· ἀλλὰ τὸν ἕνα καὶ φύσει καὶ ἀλη- θινὸν θεραπεύουσα Θεὸν ταῖς ἐπιεικείαις, διὰ τοῦ ζῆν ἐννόμως ἑλέσθαι λοιπὸν, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις.
γεννηκότος καὶ ἐν ἰσότητι τῇ κατὰ πᾶν, “ ἑαυτὸν ἐκένωσε 62 “ μορφὴν δούλου λαβὼν,’’ καὶ γέγονεν ἄνθρωπος, καὶ “ ε'πτώ- 2 Cor. viii(??) “ χεῦσε δι’ ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.’’ οὐκοῦν ὁ πάλαι διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὸ ἐγκεῖσθαι δὲ τὴν “ διάνοιαν τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ Gen.
“ἐκ νεοτητος” δικαίως ἀποστραφεὶς, ἐπέστρεψε πρὸς ἧμας ὡς ἐξ ἐμφύτου λοιπὸν ἡμερότητος, καὶ κατῴκηκε τὴν Ἐκ- κλησίαν, πόλιν τε καὶ ἐνδιαίτημα σεμνὸν ἐποιήσατο τοὺς 63 64 ἡγιασμένους. ἔφη γάρ που περὶ αὐτῆς, δῆλον δὲ ὅτι τῆς 65 Ἐκκλησίας “ Ωδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.’’ ψάλ- λεῖ δὲ καὶ ὁ μακάριος Δαυείδ “Δεδοξασμένα ἐλαλήθη “σοῦ, ἡ πόλις τοῦ Θεοῦ. ” ταύτην ἡμῖν κατεμήνυσε καὶ ὁ 66 προφήτης ᾑσαΐας λέγων “Ὅ τι ἐν ταῖς ἐσχάταις ἡμέραις
“ἐμφανὲς ἔσται τὸ ὄρος τοῦ Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ “ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν “βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη.” περίοπτος 67 γὰρ ἡ ἐκκλησία Χριστοῦ, καὶ οἷαπερ ἐν ὄρει κειμένη, τοῖς ἁπανταχοῦ γνωρίζεται. κέκληται δὲ καὶ ἀληθινὴ, ἥκιστα μὲν
τύποις καὶ σκιαῖς λατρεύουσα· παραδεξαμένη δὲ μᾶλλον τὴν ἀλήθειαν, ὅς ἐστι Xριστὸς, καὶ τὴν ἐν πνεύματί τε ἀληθείᾳ πληροῦσα προσκύνησιν.
ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ πλήθους ἡμερῶν· 68 κα αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ
κορασιων παιξοντων ἐν ταις πλατειαις αῦτης.
γενέσθαι πόλεις, οἴκους τε κατερριμμένους ὁρᾶν καὶ τῶν ἐν αὐταῖς κατασκευασμάτων τὰ κάλλη. ἀλλ’ ἰδοὺ τριπόθητον αὐτοῖς καὶ μακρὰν εἰρήνην χαριεῖσθαι κατεπαγγέλλεται, ἣν, καὶ μάλα ὀρθῶς, Ἑλλήνων παῖδες ὀνομάζουσι κουροτρόφον. 69 τοὺς μὲν γὰρ τικτομένους ἀνακομίζει πρὸς ἥβην, τοῖς δὲ ἤδη
70 γεγονόσι νέοις ἁπλοῖ τρόπον τινὰ καὶ τὴν εἰς γῆρας ὁδὸν, καταδῃοῦντος οὐδενὸς, οὐ πολέμου συντρίβοντος, οὐ δαπανώσης μάχης. ὑποτοπητέον δὴ οὖν, καὶ μάλα ὀρθῶς, ὡς ἐν εἰρήνη τὰς πόλεις, κἂν εὐρεῖαί τε εἶεν καὶ μακραὶ, στενὰς
ἀποφαίνεσθαι καὶ ἡττῆσθαι τῷ πλήθει τῶν κατῳκηκότων. τοιοῦτόν τινα νοῦν ὠδίνει πάλιν ἡμῖν τὸ προκείμενον. ἔφη γὰρ ὅτι καθεδοῦνται μὲν πρεσβύτεροι καὶ πρεσβύτιδες ἐν ταῖς πλατείαις ῾Ιερουσαλὴμ, ῥάβδῳ μόλις τὸ ἐκ τοῦ γήρως ἄναλκι μετρίως παραμυθοῦ μένοι, καὶ βακτηρίαν ἔχοντες γερονταγωγόν·
ἔπαινος δὲ τὸ χρῆμά ἐστι καιρῶν ἀπολέμων βαθείας εἰρήνης, ἀνακομιζούσης, ὡς ἔφην, εἰς ἥβην τὰ βρέφη, πεμπούσης δὲ καὶ εἰς γῆρας τοὺς ἤδη τελοῦντας ἐν ἀνδράσι, καὶ τὸν τῆς ζωῆς ἅπαντα χρόνον ἀμαχεὶ παραθέοντας. εἰ δὲ δὴ μέλλοιεν ὀρχεῖσθαι μὲν ἐν ἄστει μειράκια, κόριά τε
χορεύειν ἐν μέσαις πλατείαις, ἔχοι ἃν καὶ τοῦτο σαφῆ τὴν ἀπόδειξιν τοῦ μηδεμίαν αὐτῶν φροντίδα κατηρτῆσθαι πικράν. οὐ γὰρ ἃν ἠνέσχοντο παιζόντων τινῶν, εἰ κατηφείας ἦν ὁ 71 καιρός.
συντρίψας πόλεμον, μεστὴν ἀπέφηνε τῶν ἁγίων τὴν Ἐκκλησίαν. καὶ πολιοὶ μὲν τὰς φρένας ἐν αὐτῇ, μύριοί τε ὅσοι καὶ ἐξαίρετοι, οἷς καὶ ὁ σοφὸς Ἰωάννης ἐπιστέλλει λέγων “Ἔγραψα ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς·” 72 παῖδες δὲ ὥσπερ ἄνηβοι καὶ κόρια μικρὰ τῶν ἄρτι πεπιστευκότων
ἡ νηπιωτέρα πληθὺς, μονονουχὶ τοῖς πνευματικοῖς σκιρτήμασι τὴν ἁγίαν ὄντως κατακαλλύνουσι πόλιν, 73 74 τουτέστι τὴν Ἐκκλησίαν· οἷς καὶ τὸ λέγειν ἁρμόσειεν ἄν 75 “Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ ἀλαλάξωμεν τῷ Θεῷ “τῷ Σωτήρι’ ἡμῶν.’’ εἰ δὲ δὴ λέγοιντο καὶ ἐπερείδεσθαι ῥάβδῳ τυχὸν οἱ πρεσβύται, περινοήσεις ὅτι καὶ μικροὺς καὶ 76 μεγάλους στηρίζει Χριστὸς ἡ ῥάβδος ἢ ἐξ Ἰεσσαὶ, καὶ ἡ
77 τῆς δυνάμεως ὠνομασμένη, ἢν ἐκ τῆς ἄνω Σιῶν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, ὡς χαίροντας ἡμᾶς ἐπὶ τούτῳ 78 λέγειν “Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου αὗταί με “παρεκάλεσαν.”
καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιον μοῦ ἀδυνατὴσει; λέγει Κύριος παντοκράτωρ.
80 ἐξ ἀπιστίας τὴν ἐπί γε τῷ Ἰσαὰκ ὑπόσχεσιν, εἰς γῆρας ὁρῶσα, καὶ τοῖς τῆς ἀνθρωπότητος νόμοις ἀντιτιθεῖσα τὸ ἀμήχανον. πλὴν ἐκτέτοκε παρ’ ἐλπίδα, βάσιμον αὐτῇ τὸ χρῆμα τιθέντος Θεοῦ. ἦν οὖν ἄρα καὶ σφόδρα εἰκὸς καταδονεῖσθαι ταῖς διψυχίαις τοὺς ἐκ τῆς αἰχμαλωσίας λελυτρω-
μένους, καὶ οὐ σφόδρα θαρρεῖν, ὡς εἰς τοσαύτην αὐτοῖς εὐημερίας βαδιεῖται τὰ πράγματα, ὡς ἀνάμεστον μὲν γενέσθαι τὴν Ἰερουσαλὴμ τῶν γεγηρακότων, καὶ παίδων ὁρᾶσθαι χοροὺς ἐν αὐτῇ καὶ κορασίων ὀρχήματα, καὶ τὰ ἐκ βαθείας εἰρήνης ὑπάρξειν ἀγαθά. κατεθεῶντο γὰρ δὴ
81 τείχη κατεῤῥιμμεν́α, οἰκίας ἐμπεπρησμένας, ἁπάσας δὲ τὰς 82 ἐν κύκλῳ πόλεις θηρῶν ἀγρίων ἐνδιαιτήματα, διάτοι τὸ κεκενῶσθαι παντελῶς τῶν κατοικούντων αὐτάς· καὶ ἀγροὺς μὲν τοὺς πάλαι παμφόρους τε καὶ εὐανθεῖς ἀκάνθης μεστοὺς,
οὐδὲν ἔχοντας τῶν ὡρίμων, διολωλὸς δὲ εἰς ἅπαν τῶν ἀγροίκων τὸ γένος. ἦν οὖν, ὡς ἔφην, ἐντεῦθεν ἀπιστεῖν εἰκὸς, ὡς εἰς πέρας αὐτοῖς ἐκβήσεται τὰ ἐπηγγελμένα. ταύτῃτοι Θεὸς διψυχεῖν οὐκ ἐᾷ· θαρσεῖν δὲ κελεύει καὶ ἐμπεδοῖ λέγων Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου 83
ἐν ταις ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει λέγει Κύρος παντοκράτωρ ; ὃ γάρ ἐστιν ἐν ἡμῖν ἀμήχανον, εὐκατόρθωτον κομιδὴ τῷ πάντα ἰσχύοντι Θεῷ. ἐστι γὰρ αὐτὸς ὁ τῶν δυνάμεων κύριος, θελήσει πληρῶν καὶ τὰ λίαν ὑπερφυῆ, καὶ εἰς πέρας ἄγων ἀμελλητὶ τὸ δοκοῦν.
ἡκεν εἰς λόγους τοὺς ἐν ἡμῖν, ὑπὲρ θαῦμα καὶ λόγον καὶ αὐτὸ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον· οὐδὲν δὲ ἧττον καὶ τὰ ἐντεῦθεν ἡμῖν ἐκβεβηκότα κατορθώματα. πῶς γὰρ οὐκ ἀπιστίας ἐγγὺς τὸν ἐκ Θεοῦ φύντα Λόγον ἑνωθῆναι σαρκὶ, καὶ ἐν τῇ τοῦ δούλου γενέσθαι μορφῇ, καὶ ὑπομεῖναι
σταυρὸν, ὕβρεις τε καὶ αἰκίας ὑπενεγκεῖν, καὶ τῆς Ἰουδαίων ἀβελτερίας τὰ βλάβη; ἢ πῶς οὐκ ἄν τις ὑπεραγάσαιτο τῆς οἰκονομίας τὴν ἔκβασιν, ὅπου καθῄρηται μὲν ἡ ἁμαρτία, 85 86 κατήργηται δὲ καὶ ὁ θάνατος καὶ ἀπελήλαται φθορὰ, καὶ ὁ πάλαι δραπέτης ἄνθρωπος τῇ τῆς υἱοθεσίας χάριτι κατηγλαϊσμένος ὁρᾶται λοιπόν; οὐκοῦν λεγέτω Χριστὸς ἐπί γε τούτοις αὐτοῖς Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμεραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου
ἀδυνατήσει; λεῖα γὰρ πάντα αὐτῷ καὶ ἱππήλατα, καί τι τῶν ἀναγκαίων ἐθέλοντι κατορθοῦν, εἴη ἃν οἶμαί που τὸ ἀντιστατοῦν οὐδέν.
μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἁπὸ γῆς δυσμῶν, κοὶ εἰσάξω αύ-
τοὺς καὶ κατασκηνώσω ἐν μἐσῳ ῾Ιερουσαλὴμ, καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθεία κω δικαιοσύνη.
καὶ κατοικήσας ἐν αὐτοῖς, διά γε τοῦ καὶ τὸν θεῖον ἐγεῖραι 88 ναὸν, καὶ ἐφεῖναι πάλιν αὐτοῖς ταῖς κατὰ νόμον θυσίαις καταμειλίσσεσθαί τε καὶ ἀποπεραίνειν εὐχὰς καὶ ἀποπληροῦν ἑορτάς. πλὴν τὸ ἀνασώζειν τὸν ἴδιον φάναι λαὸν ἀνατολῶν καὶ δυσμῶν, πρέποιεν ἂν εἰκότως τῷ Ἐμμανουήλ,
ὃς πᾶσαν ἐκάλεσε τὴν ὑπ’ οὐρανὸν, σαγηνεύσας διὰ τῆς πίστεως τοὺς ἐκ περάτων τῆς γῆς, καὶ πᾶσαν ἐθνῶν ἀγέλην συναγηγερκὼς εἰς τὴν ἁγίαν ἀληθῶς καὶ διαβόητον πόλιν Ι Tim. “ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος,’’ καὶ ἐπουράνιος ῾Ιερουσαλήμ. ὅτι δὲ καὶ ἐσκήνωσεν ἐν μέσῳ αὐτῆς, πῶς οὐκ ἀτρεκὲς
89 εἰπεῖν; γέγονε γὰρ καθ’ ἡμᾶς, καὶ “τοῖς ἀνθρώποις συν- 90 “ανεστράφη’’ μετὰ σαρκός. καὶ τοῦτο ἡμῖν δι’ ἑτέρου προφήτου ὁ Θεὸς προανεφώνει λέγων “Θάρσει Σιῶν, μὴ 91 “παρείσθωσαν αἱ χεῖρές σου· κύριος ὁ Θεός σου ἐν σοὶ “δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ
“σε ἐν τῇ ἀγαπήσει αὐτοῦ.’’ ἀλλὰ καὶ νῦν ἐστιν ἡμῖν· οὐ 92 γὰρ ἀφῆκεν ἡμᾶς ὀρφανοὺς, πέπομφε δὲ ἡμῖν ἀνθ’ ἑαυτοῦ τὸν Παράκλητον, καὶ σύνεστι δι’ αὐτοῦ τοῖς ἀγαπῶσιν αὐτόν· καὶ πληροφορήσει λέγων “Ἴδου ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας 93 “τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. γεγόναμεν
τοίνυν αὐτοῦ λαὸς, οἱ ποτὲ οὐ λαὸς, καὶ οἱ τῶν λίθων 94 θεραπευταί· τὴν ἀρχαίαν καὶ βέβηλον καταμυσαττόμενοι πλάνησιν· Θεὸν αὐτὸν ἐπεγραψάμεθα, καὶ τοῦτο ἐν ὰληθείᾳ καὶ δικαιοσύνῃ. οὐ γὰρ ἐν ἴσῳ τοῖς τοῦ γράμματος φίλοις, τύποις καὶ σκιαῖς προσκείμεθα, παραδεξάμενοι δὲ μᾶλλον
εἰς νοῦν καὶ καρδίαν τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων λαμπρότητα, τὴν ἀληθῆ πληροῦμεν λατρείαν, καὶ τῆς ἁνδανούσης 95 αὐτῷ δικαιοσύνης ἀπρὶξ ἐχόμενοι, τὴν ἐν πνεύματι πληροῦμεν προσκύνησιν. “Πνεῦμα γὰρ ὁ Θεὸς,’’ καθά 96 φησιν αὐτὸς ὁ Υἱὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν
ἑ πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
τῶν ἀκουόντων ἐν ταὶς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἂψ ἦς ἡμέρας τεθεμελίωται ὁ 97 οἶκος Κυρίου παντοκράτος, καὶ ὁ ναὸς ἂψ οὗ ᾠκοδόμηται.
δὲ τοῖς παρ’ αὐτοῦ λόγοις, καὶ ποδηγοὺς ποιεῖσθαι σπουδάζειν τοὺς, οἵπερ ἂν εἶεν κατὰ καιροὺς τῶν θείων ἡμῖν θεσπισμάτων ἀπλανέστατοι διακομιοταί. τατεπηυγέλλετο δὲ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν ἁγίων προφητῶν τὰ ἐκ τῆς ἐνανθρωπήσεως ἀγαθὰ, καὶ ὅσον
μὲν ἧκεν εἰς ἀνθρωπίνας ἐννοίας, ἀπιστίας, ὡς ἔφην, οὐ μακρὰν τὸν λόγον ἐτίθει, τῶν χαρισμάτων τὸ μέγεθος ἀφηγούμενος. ἀλλ’ ἐν πίστει πεποιήμεθα δεκτὰ τὰ ὑπὲρ φύσιν· καὶ εἰς ἔργα τὸν νοῦν τὰ ὑπερφυῆ παρατρέποντες, τοῖς τῆς 100 εὐσεβείας εἰσηγηταῖς εὐαφῆ τρόπον τινὰ καὶ εὐήνιον τὸν τῆς
διανοίας αὐχένα δεδώκαμεν. καιρὸς δὲ ὁ πρέπων ταῖς τῶν ἀγαθῶν χορηγίαις καὶ τῇ παρ’ ἡμῶν αὐτῶν ὑποταγῇ, τῆς Εκκλησίας ἡ ἀνάδειξις. θέα γὰρ ὅπως καὶ τοῖς πρὸς ἡμῶν προσέταττεν ὁ τῶν ὅλων Θεὸς κατισχύειν καὶ ἔργα πληροῦν, καὶ τοῖς τῶν προφητῶν καταπείθεσθαι λόγοις, ἀφ' ἦς ἡμέρας
τεθεμελίωται ὁ οἰκος Κυρίου ἐνιαυτοκράτορος καὶ ὁ ναὸς ἀφ' ὁδ’ ῳκοδομηται.
ποιεῖται τοὺς λόγους, χρόνον δὲ τίθησι τὸν παρωχηκότα. πρὸ γὰρ τῶν ἡμερῶν ἐκείνων φησὶν ὁ μισθὸς τῶν ανθρώπων οὐκ ἦν εἴς ὄνησιν καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχε· καὶ πάλιν 103 Τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἠν εἰρήνη, καὶ ἀντὶ τοῦ φάναι Καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, τεθείκασι
τό Ἐξαπέστειλα πάντας τοὺς ἀνθρώπους. ἔχει δὲ καὶ σφόδρα τὸ εἰκὸς ὁ λόγος, τὸ δὲ ἀτρεκὲς ἐν τούτοις παραστήσει τῶν διηγημάτων ἢ δύναμις. βούλεται γάρ τι τοιοῦτον ὑποδηλοῦν. ἧκον μὲν γὰρ ἐκ Βαβυλῶνος εἰς τὴν ἁγίαν πόλιν οἱ ἐξ Ἰσραήλ. ἀλλ’ οὐκ ἦν αὐτοῖς ἁγιάσματος
τόπος, κατασεσεισμένου τοῦ πάλαι ναοῦ· οὐκ ἦν ἢ θυσία καὶ σπονδὴ, μὴ ἑστῶτος θυσιαστηρίου. εἶτα προὔτρεπεν ὁ τῶν ὅλων Θεὸς τῶν οὕτως αὐτοῖς ἀναγκαίων προὐργιαιτάτην 104 θέσθαι φροντίδα, καὶ ἀναδείμασθαι μὲν τὸν ναὸν, ἀνορθῶσαι δὲ καὶ τὸ θεῖον ἐν αὐτῷ θυσιαστήριον, ὡς ἂν ἔχοιεν ἀποπεραίνειν
εὖ μάλα τὰ νενομισμένα, καὶ καταμειλίσσεσθαι τὸν τῶν ὅλων Θεόν. οἱ δὲ ποικίλως διανεβάλλοντο, ποτὲ μὲν χρημάτων πλαττόμενοι σπάνιν, ποτὲ δὲ τὰς τῶν κωλυόντων οἰκοδομεῖν δυστροπίας προφασιζόμενοι. εἶτα προσκρούοντες διὰ τοῦτο Θεῷ, συχναῖς καὶ ἀλλεπαλλήλοις
κατεπαίοντο πληγαῖς, ἀκαρπίαις δὴ λέγω καὶ ἀνεμοφθορίαις καὶ ταῖς τῶν ὁμόρων ἐθνῶν ἐφόδοις καὶ καταδρομαῖς. 105 106 ἐπίκλημα δὲ αὐτοῖς ἐποιεῖτο τὸ ῥᾴθυμον ὁ τῶν ὅλων Θεὸς, 107 οὕτω λέγων διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου “Ὁ “οὗτος λέγουσιν οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν “οἶκον κυρίου. εἰ καιρὸς ὑμῖν μέν ἐστι τοῦ οἰκεῖν ἐν “κοιλοστάθμοις, ὁ δὲ οἶκος κυρίου οὐκ ᾠκοδόμηται;” ἐπειδὴ δὲ ἀναπέπτωκαν, ὡς ἔφην, ἐκ ῥᾳθυμίας, ταῖς τῶν ἀναγκαίων ἐνδείαις κατεπαίοντο συχνῶς, καὶ πολέμοις τοῖς γείτοσιν. ἐπειδὴ δὲ ἀνεγηγέρκασι τὸν νεὼν, πέπαυται τὰ ἐξ 108 ὀργῆς, πάντα δὲ ἅλις ἦν αὐτοῖς, καὶ πολὺ τῆς εὐημερίας παρέκειτο πλάτος. ταύτῃτοί φησιν Ὅτι πρὸ τῶν ἡμερῶν
ἐκείνων, τουτέστι πρὶν ἀναστῆναι τὸν νεὼν, ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἠν εἰς ὄνησιν καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχεν. ἄμισθοι γὰρ οἱ γηπόνοι, καὶ οὐδὲν ὅλως συναγηγερκότες, ὁμοῦ τοῖς συγκεκμηκόσι βουσὶν ἀπηλλάττοντο τῶν ἀγρῶν. ἀλλ’ οὐδὲ τοῖς ἐκπορευομένοις, ἢ τοῖς εἰσπορευομένοις
ἦν εiρήνη. εἰσπορευομένους μένους δὲ καὶ ἐκπορευομένους μένους τοὺς ἐκ πόλεως εἰς πόλιν ἰόντας ἔσθ’ ὅτε φησὶν, ἢ τὸ 109 ἔχοντας ἐπιτήδευμα, ἤγουν καὶ ἑτέρων ἕνεκα πραγμάτων. οὐκ ἦν οὐδὲ ἐκείνοις φήνη, τῶν ὁμόρων ἐθνῶν, ὡς ἔφην, ἐκλελυττηκότων ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἑκάστου βλέποντος ὡς
ἕνα τῶν ὅτι μάλιστα ἐχθρῶν τὸν ἐγγὺς ἐξ αἵματος, ἢ καὶ ἀδελφὸν, ἢ καὶ γείτονα.
καὶ συνέσεως ἔχοντες δόξαν, οἳ δὴ καὶ ἄνθρωποι νομισθεῖεν 111 ἃν, ἀκερδῆ καὶ ἄχρηστον τὴν ἐν τοῖς λόγοις εἶχον σπουδὴν, οὔτε συγγράφοντές τι τῶν ἀναγκαίων, οὔτε μὴν νοεῖν ἢ λαλεῖν ἑτέροις δυνάμενοι. ὁμοίως δὲ καὶ οἱ τὸν ἀγελαῖον καὶ κτηνώδη τρίβοντες βίον, ἄμισθοι διετέλουν. οὐ γὰρ ἢν
ἐργάσασθαί τι τῶν ἐπαινουμένων παρὰ Θεῷ. ἀλλ’ οὐδὲ ἦν ὅλως ἐπὶ γῆς φήνη, τῆς τῶν δαιμονίων ἀγέλης διακυκώσης τὰ πάντα, καὶ θορύβου μεστὴν ἀποφαινούσης τὴν γῆν, ὡς 112 εἶναι τὰ πάντων πράγματα καὶ μέντοι τὰς διανοίας ὡς ἐν δονήσει καὶ σάλῳ, καὶ τὸ βεβηκὸς οὐκ ἔχειν.
καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος παντοκράτωρ· ἀλλ’ ἤ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸ καρπὸν αὐτῆς,
καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ ὁ οὐρανὸς τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ
λαοῦ μου ταῦτα πάντα.
ἔφη τὰς συμφορὰς, καὶ μάλα εἰκότως, καὶ ἀπρακτήσειν ἔτι τῶν ἀνιαρῶν τὴν ἔφοδον. βεβούλευται γὰρ ἐπ’ αὐτοῖς οὐκ ἀδελφὰ τοῖς πρώτοις, ἀλλ’ ὅσα βλέπει πρὸς ἡμερότητα τοῦτο δὲ ἦν εἰρήνης ἐπίδοσις, καὶ ἀμφιλαφὴς 114 τῶν ἡδίστων αὐτοῖς χορηγία, ὡς εὔβοτρυν μὲν ὁρᾶσθαι τὴν
ἄμπελον, βαθὺ δὲ κομῶσαν ληΐοις τὴν ἀρόσιμον γῆν τοὺς 115 τῶν γηπόνων ἱδρῶτας ἀμείβεσθαι, οὐρανοῦ δηλονότι μονονουχὶ καὶ συνθέοντος, καὶ δρόσοις καταπιαίνοντος ἀγροὺς δηλονότι καὶ τὰ ἐν αὐτοῖς. ἕψεται γὰρ πάντως τοῖς τοῦ Δεσπότου νεύμασιν οὐρανός τε καὶ γῆ, καὶ ἁπαξαπλῶς ἡ κτίσις. κλῆρος δὲ ταῦτα τῷ Ἰσραὴλ, Θεοῦ κατευρύνοντος
τὴν εὐημερίαν, καὶ παντὸς τοῦ πεφυκότος ἀνιᾶν 116 ἀπαλλάττοντος.
ἀλογώτατον διαβιοῦντες βίον, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις συνεζευγμένοι. ἐπειδὴ δὲ πεπραμένους μόνον δὲ οὐχὶ, καὶ κατερριμμένους εἰς γῆν, καὶ ὑπὸ πόδας ὄντας ἐχθρῶν, ᾤκτειρεν ὁ Πατὴρ, οὐκέτι πεποίηκεν ἡμῖν κατὰ τὰς ἡμέρας 117 τὰς ἔμπροσθεν. οὐ γὰρ περιεῖδεν ἔτι πλεονεκτουμένους, καὶ
ὑπὸ τυράννῳ πράττοντας ὠμῷ πρὸς πᾶν ὁτιοῦν ἡμᾶς τῶν αἰσχίστων ἀποφέροντι· δέδωκε δὲ μᾶλλον ἡμῖν τὴν ἐξ οὐρανῶν εἰρήνην, τουτέστι Χριστὸν, ὃς καὶ ἁπάσης ἡμῖν εὐκαρπίας τῆς νοητῆς δεδώρηται χορηγίαν. ἐμπεπλήσμεθα γὰρ σίτῳ τε καὶ οἴνῳ, καὶ δέδωκεν ἡμῖν ἡ ἄμπελος ἡ ἀληθινὴ,
τουτέστι Χριστος, τὸν εαυτης καρπόν, τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, κατὰ τὸ γεγραμμένον. αὐτὸς δὲ ὑπάρχων 118 καὶ ὁ κόκκος τοῦ σίτου καὶ τὸ δράγμα τὸ ἱερὸν, ἄρτος ἡμῖν ἀπεφάνθη ζωῆς· ἀπέδειξε δὲ καὶ εὐανθεστάτους, ταῖς ἐξ οὐ. ρανοῦ καταπιαίνων dr;osoiw, δῆλον δὲ ὅτι ταῖς νοηταῖς καὶ διὰ
τοῦ Πνεύματος, ὧν καὶ ὁ θεσπέσιος Δαυεὶδ διαμεμ́νηται 119 λέγων “Ὡς ὗς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη 120 “Σιών." ταῦτα δὲ ἡμῖν ἐν κλήρου μοίρᾳ παρὰ Θεοῦ καὶ μερὶς ἀγαθὴ, ἐπεί τοι γεγόναμεν Ἰσραὴλ, τουτέστι, νοῦς ὁρῶν Θεὸν, τεθεάμεθα γὰρ ἐν Υίῷ τὸν Πατέρα.
καὶ οἶκος Ἰσραἦλ, οὕτω διασώσω ὑμᾶς κω ἒσεσθε ἐν εὐλογίᾳ θαρσεῖτε κὼ κατισχύετε ἐν ταῖς χερσίν ὑμῶν.
Ἰσραήλ. ἐπειδὴ δὲ σέσωκέ τε αὐτοὺς ὁ φιλοικτίρμων Θεὸς, καὶ ἐν τοῖς ἀρχαίοις γεγόνασιν ἀγαθοῖς, συναποβεβλήκασι 121 ταῖς συμφοραῖς καὶ τὸ δοκεῖν εἶναι κατηραμένοι. ηὐλόγηνται γὰρ, καὶ οὐδὲν ἧττον γεγόνασι ζηλωτοὶ καθὰ καὶ πάλαι, Θεοῦ κατευφραίνοντος τοῖς ἄνωθεν ἀγαθοῖς, καὶ ἁπάσης αὐτοῖς εὐθυμίας
ἁπλοῦντος μέθεξιν.
τὸν τῶν ὅλων δημιουργὸν, καὶ ἐγνώσθημεν τῷ Χριστῷ, τότε 122 δὴ τότε καὶ ἀναμέλπειν ἐφ’ ἑαυτοῖς δεδιδάγμεθα “Εὐλογη- 123 “μένοι τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν." ἐπειδὴ δὲ εἰς τοῦτο κεκλήμεθα τιμῆς τε καὶ δόξης, φιλεργεῖν ἀναγκαῖον καὶ κατανδρίζεσθαι παθῶν, καὶ στυγητὴν
ποιεῖσθαι τὴν ἁμαρτίαν, καὶ τοῖς εὐαγγελικοῖς ἐμπρέπειν νόμοις, ὡς ἐπείγεσθαι κατορθοῦν τὸ ἁνδάνον Χριστῷ. άκηκόαμεν γὰρ ἐπιφωνοῦντος ἡμῖν Θαρσεῖτε καὶ κατισχύετε ἐν 124 125 ταῖς χερσὶν ὑμῶν, ἐσχήκαμεν δὲ παρὰ Χριστοῦ τὸ χρῆναι θαρσεῖν· νενίκηκε γὰρ ὑπὲρ ἡμῶν τὸν κόσμον, καὶ πεπάτηκεν ἐχθροὺς, καὶ θανάτου κρείττονα τὸν οἰκεῖον ἔδειξε ναὸν, καὶ τὸ τῆς ἀνομίας ἐνέφραξε στόμα, ἵνα καὶ ἡμεῖς δι’ αὐτὸν ἐν τούτοις. νενίκηκε γὰρ, ὡς ἔφην, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ’
ἡμῖν τοῖς ἠσθενηκόσι τὰ ἐκ τοῦ νικῆσαι κατορθῶν ἀγαθά.
Κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα· οΰτω παρατέταγμαι κω διανενόημαι ἑ ταῖς ἡμέραις ταύταιψ του καλῶς ποιῆσαι
τὴν Ἰερουσαλὴμ κὼ τοι οἶκον Ἰούδα· θαρσεῖτε. Οτι ταῖς θείαις σκέψεσιν εἴτ’ οὖν βουλαῖς τὸ ἀντιστατοῦν οὐδὲν, κἀκ τῶνδε δὴ πάλιν ἐφίησι νοεῖν. ὃ γὰρ ἂν βου- λεύσαιτο Θεὸς καὶ δὴ καὶ ἕλοιτο πληροῦν, τοῦτο δὴ πάντως ἐκβήσεται καὶ πρὸς τὸ αὐτῷ δοκοῦν ἐξέρπει τέλος. οὕτω 1
126 που φησὶ καὶ διὰ φωνῆς Ἠσαΐου, τῆς ἑαυτοῦ φύσεως τὸ Es. κλνί. παναλκὲς ἀποφαίνων " καὶ εἶπα Πᾶσά μου ἡ βουλὴ στή- "σεται, καὶ πάντα ὅσα βεβούλευμαι ποήσω." οὐκοῦν ἐξ ὧν συνέβη παθεῖν αὐτοὺς ἐπενηνεγμένης τῆς θείας ὀργῆς, ἐκ τούτων αὐτῶν συνιέναι, καὶ μάλα σαφῶς, ἔστιν, ὅτι καὶ
ἡ τῆς εὐθυμίας αὐτοῖς κατευρύνεται τρίβος ἐθέλοντός γε αὐ- τοῦ καὶ ἐφιέντος εὐημερεῖν, μᾶλλον δὲ καὶ ὀρέγοντος εἰς φιλανθρωπίας τὸ ἐν παντὶ δὴ χρῆναι γενέσθαι καλῷ. ὥσ- περ γὰρ, φησὶ, κακοῦν ὑμᾶς ἐθέλοντα διὰ πολλὴν ἁμαρτίαν, 127 ἀπεῖρξεν οὐδέν· οὕτω καὶ χρηστὰ βουλευομένῳ, καὶ κατοι-
128 κτείρειν ἐθέλοντι πεπονηκότας ἀρκούντως, οὐδὲν ἔσται τὸ ἐμποδών. παρατέταγμαι γὰρ εὖ ποιῆσαι τὴν Ιερουσαλημ καὶ τὸν οἶκον Ἰούδα. ἐμΦαντικὴ δὲ λίαν ἡ λέξις. οὐ γὰρ ἔφη μόνον ὅτι βεβούλευμαι καὶ διανενόημαι τυχὸν, ἀλλ’ εἰς
τοῦτο προῆλθον γνώμης καὶ τῆς ἐφ’ ὑμῖν ἡμερότητος, ὥστε καὶ παρατέαγμαι. τοῦτο δέ ἐστι σκέψεως ἐντόνου μήνυσις ἐναργής. κατασφραγίζει δὲ τὴν ὑπόσχεσιν εἰς ἀλήθειαν, τὸ θαρσεῖτε προστιθείς.
μένους εἰς ἐπίγνωσιν ἀληθείας ἀσφαλίζεται Χριστός. ὣσπερ γὰρ πρὸ τῆς κλήσεως πρὸς πᾶν εἶδος φαυλότητος κατωλισθηκότας, παραδέδωκε μὲν εἰς ἀδόκιμον νοῦν, ἐκάκωσε 130 δὲ δι’ ἀκαθαρσίαν· οὕτω καὶ ἐν ταῖς ἡμέραις ταύταις δεινοήθη τε καὶ παρατέτακται, καθά φησιν αὐτὸς, εἴς γε τὸ εὖ ποίησαι
τὴν Ἐκκλησίαν καὶ τὸν οἶκον Ἰούδα, τουτέστιν ἡμᾶς τοὺς ἐξομολογουμένους αὐτῷ, καὶ ταῖς εὐφημίαις καταγεραίροντας ὡς Δεσπότην, ὡς σωτῆρα καὶ λυτρωτήν· αἴνεσις γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. οἶκος δὲ Ἰούδα καὶ ἑτέρως νοοῖτ’ ἃν ἡ 131 Ἐκκλησία. κεχρημάτικε γὰρ οἶκος Χριστοῦ, ὃς ἀνατέταλ- 132
“κεν ἐξ Ἰούδα," κέκληται δὲ οὕτω καὶ παρὰ τῇ θεοπνεύστῳ γραφῆ. καὶ γοῦν ὁ πατριάρχης Ἰακὼβ οὕτως αὐτοῦ διαμέμνηται λέγων " Ἰούδα, σε αἰνέσαισαν οἱ ἀδελφοί σου, καὶ 133 πάλιν " Ἐκ βλαστοῦ ἀνέβης υἱέ μου Ἰούδα." ἀνέφυ γὰρ ὁ Χριστὸς ἐκ ῥίζης Ἰεσσαὶ, καὶ καθάπερ ἀπὸ βλαστοῦ
ἁγίας παρθένου Βακτηρία εὐκλεὴς καὶ ἡ ῥάβδος μεγαλώ- 134 ματος," κατὰ τὴν τοῦ προφήτου φωνήν. ἡμῖν οὖν ἄρα καὶ 135 τὸ θαρσεῖτε λελέξεται, καὶ μάλα εἰκότως. ὅπλῳ γὰρ ἡμᾶς 136 137 εὐδοκίας ἐστεφάνωσεν ὁ Πατὴρ τῇ διὰ ριστοῦ σωτηρίᾳ καὶ χάριτι.
ὑμῶν, καὶ ἓκαστος τὴν κακία τοῦ πλησίον αὐτοῦ μἠ λογίζεσθε
ἑ ταῖς καρδίαις ὑμῶ, κὼ ὅρκον ψευδῆ μἠ ἀγαπᾶτε· διότι 138 ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ.
χρῆναι λοιπὸν εὖ ποιεῖν αὐτούς· ἠγαπηκόσι δὲ μᾶλλον τὴν αὐτῷ θυμήρη διαστείχειν ὁδὸν καὶ ζῆν εὐαγῶς ᾑρημένοις. ἥκιστα μὲν γὰρ ψευδοεπεῖς ὁρᾶσθαι προστέταχε, ποιεῖσθαι δὲ μᾶλλον ἐν ἀτρεκείᾳ τοὺς λόγους, ὀρθότητα δὲ τὴν ἐπί γε 139 τοῖς ἀγαπᾶν, καὶ τὴν ἐφ’ ἑκάστῳ πράγματι ψῆφον
εὐθῆ τε καὶ ἀνεπίπληκτον πάντη τε καὶ πάντως ἐκφέρειν, οὐ λημματίων αἰσχρῶν ἡττωμένους, οὐκ εἰς κέρδη βλέποντας αἰσχρὰ, καὶ χρημάτων ἕνεκα τὴν τοῦ δικαίου παρασημαί- νοντας χάριν· ἀλλ’ εἰς μόνον ὁρῶντας τὸ ἁνδάνον Θεῷ· ἀνιέντας δὲ καὶ ἀδελφοῖς, εἰ δή που τι παραπταίσειαν ἢ
δρῶντες ἢ λέγοντες, καὶ προσέτι τούτοις παρωθουμένους εὖ μάλα τὸ ψευδορκεῖν. μεμισηκέναι γὰρ δὴ διισχυρίζεται τὰ 140 τοιάδε τῶν κακῶν. Αθρει δὲ ὅπως οὐδὲν ἐπιτάττει δρᾶν τῶν ἐν σκιαῖς ἢ τύποις. οὐ γάρτοι χρῆναι βουθυτεῖν οὐδὲ μὴν λιβανωτῷ
τιμᾶν ἐντέλλεται, ἀλλ’ οἷον ἰσχνήν τινα καὶ τετορνευμένην, 141 μόνον δὲ οὐχὶ καὶ εὐαγγελικὴν ἐπασκῆσαι βούλεται ζωήν. ἐπειδὴ γὰρ οὐ βραχὺς ἡμῖν ἐν τούτοις περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐκπεποίηται λόγος, ταύτῃτοι καὶ ἀναγκαίως ἐντολὴ συνεισάγεται τὰ δι’ αὐτοῦ λαλοῦσα θεσπίσματα. εἰ
γὰρ δὴ προσήκοι τοῖς θείοις ἡμᾶς ἐπομένους λόγοις λαλεῖν τὴν ἀλήθειαν, τὰ Χριστοῦ πάντως διαλεξόμεθα· Χριστὸς γάρ 142 ἐστιν ἡ ἀλήθεια. διὰ τοῦτο καὶ ὁ σοφώτατος Πέτρος ἑτοιμοτάτους ἡμᾶς γενέσθαι προστέταχε " πρὸς ἀπολογίαν παντὶ 143 " τῷ ἐρωτῶντι ἡμᾶς λόγον περὶ τῆς οὔσης ἐν ἡμῖν ἐλπίσος."
οἱ δὲ δὴ τὰ Χριστοῦ λαλεῖν εἰθισμένοι, καὶ αὐτὸν ἔχοντες ἐπὶ γλώσσης ἀεὶ, καὶ νοῦ καὶ καρδίας μελέτην πεποιημένοι, δίκαιοί που πάντως εἶεν ἂν, καὶ τῆ κατὰ πᾶν ὁτιοῦν ὀρθότητι διαπρέποντες, εἰρηνικοί τε καὶ πρᾶοι καὶ πρός γε τούτῳ καὶ ἀνεξίκακοι, καὶ ψευδορκεῖν οὐκ εἰδότες, μᾶλλον δὲ οὐδὲ 144
ὀμνύντες ὅλως. διαμέμνηνται δὲ λέγοντος αὐτοῦ Ἔστω 145 " δὲ ὑμῶν ὁ λόγος τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ· τὸ δὲ περισσὸν " τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.”
πέμπτη καὶ νηστεά ἠ ἐβδόμη καὶ ηστεία ἠ δεκάτη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰ κὼ εἰς εὐφροσύνγν κω εἰς ἑορτὰς ἀφαθὰς, καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν κω τὴν εἰρήνην 147 ἀφαπήησατε.
τῶν ἐνθάδε λεγομένων νηστειῶν τὰς αἰτίας, καὶ ποία μὲν ἡ 148 τετάρτη. τίς δὲ καὶ ἡ πέμπτη, καὶ αἱ τούτων ἐφεξῆς ἑβδόμη τε καὶ δεκάτη. προσεποίσομεν γὰρ οὕτως ἐπὶ καιροῦ, καὶ ἐν κόσμῳ λοιπὸν τῶν προστεταγμένων τὴν δύναμιν. οὐκοῦν μετὰ τὸ ἁλῶναι τὴν ἁγίαν πόλιν, καὶ κατεμπρησθῆναι τὸν ναὸν, ἀποκομισθῆναι δὲ ὁμοῦ τοῖς ἱεροῖς σκεύεσιν αἰχμάλωτον
149 τὸν Ἰσραὴλ, οἱ σεσωσμένοι τε καὶ περιλειφθέντες κατὰ τὴν Ἰουδαίαν τὰς ἡμέρας ἐν αἷς τὰ τοιάδε παθεῖν συμβέβηκεν ἀποφράδας ἡγοῦντο καὶ στυγητὰς, καὶ δὴ κατὰ πληθὺν συνθέοντες, κομμὸν ἐποιοῦντο καὶ θρῆνον, ἀσιτοῦντες ὡς ἐν νηστείαις. τίνα δὲ δὴ τὰ συμβεβηκότα, καὶ ὡς ἐν ἑκάστη
τῶν ἀρτίως ἡμῖν ὠνομασμένων ἡμερῶν, φέρε λέγωμεν ἐκ τῶν ἱερῶν γραμμάτων.
" καὶ ἐστερεώθη ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι " τῷ λαῷ τῆς γῆς, καὶ διεκόπη ἡ πόλις, καὶ πάντες οἱ " ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς 152 “πύλης ἀνὰ μέσον τοῦ τείχους καὶ τοῦ προτειχίσματος, ὃ " ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως." εἶτα διὰ μέσου
παρενθεὶς τῶν Σεδεκίου παίδων τὴν σφαγὴν, αὐτοῦ δὲ τὴν 153 τύφλωσιν, ἔφη πάλιν " Ἐν μηνὶ τῷ πέμπτῳ δεκάτη τοῦ 154 “μηνὸς ἦλθε Nαβουζάρδαν ὁ ἀρχιμάγειρος ὁ ἑστηκὼς " πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ " ἐνέπρησε τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, " καὶ πάσας τὰς οἰκίας τῆς πόλεως καὶ πᾶσαν οἰκίαν με
" γαλῆν ἐνέπρησεν ἐν πυρὶ, καὶ πᾶν τεῖχος Ἰερουσαλὴμ " κύκλῳ καθεῖλεν ἡ δύναμις τῶν Χαλδαίων ἡ μετὰ τοῦ 155 " ἀρχιμαγείρου " ἀκούεις ὅπως ἐν τῷ δεκάτῳ ἔτει πεπολιόρκηεν ὁ αβουχοδονόσορ τὴν Ἱερουσαλὴμ, εἶτα τῷ τετάρτῳ μηνὶ τοῦ ἑνδεκάτου ἔτους διακεκόφθαι φησὶ τὴν πόλιν,
ἐν ’δε γε τῷ πέμπτῳ μηνὶ καὶ αὐτὸν ἐμπεπρῆσθαι τὸν ναὸν καὶ ἅπασαν δὲ τὴν πόλιν διισχυρίζεται παρὰ τοῦ ἀρχιμαγείρου. ἀποφράδας δὴ οὖν τὴν τετάρτην καὶ τὴν πέμπτην καὶ τὴν δεκάτην ἡμέραν ἐποιοῦντο, τοὺς μῆνας εἰς ἡμέρας παραφέροντες. τίς δὲ καὶ ἡ ἐβδόμη, πάλιν εἰπεῖν ἀναγκαῖον.
Ἐπειδὴ γὰρ εἷλε τὴν Ἱερουσαλὴμ ὁ ἀρχιμάγειρος, κεχειροτόνηκε 156 τὸν Γοδολίαν εἰς καθηγητὴν τοῖς καταλοίποις τῶν 157 Ἰουδαίων ἐν τοῖς ἱεροσολύμοις. εἶτα τοῦτο δεδρακὼς ἀπῆρκεν εἰς Βαβυλῶνα. ἐπειδὴ δὲ τοῦτο οὕτω πεπρᾶχθαι μεμαθήκασιν οἱ περισωθέντες ἐξ Ἱουδαίων, συνέδραμον ἐν τοῖς Ἱεροσολύμοις, 158
καὶ ἦσαν ἐν ἐλπίσι τοῦ κατοικεῖν ἔτι τὴν γῆν. ἁλλ’ ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, καθ’ ἁ γέγραπται, τὸν Γοδολίαν 159 ἀνεῖλεν ὁ Ἰσμαήλ· καὶ διεσπάρη πᾶς ὁ λαὸς τότε, καὶ 160 ἀπέδραμον εἰς τὴν Αἰγυπτίων, καὶ διολώλασιν ἐκεῖ. στυγητὴν οὖν ἐποιοῦντο καὶ τὴν ἑβδόμην ἡμέραν, καὶ αὐτὸν δὲ τὸν 161
μῆνα ταύτης ἕνεκα τῆς αἰτίας. ἥδε μὲν οὖν τῶν νηστειῶν ἡ πρόφασις. ἐπειδὴ δὲ ἦν ἀκόλουθον, πεπαυμένων τῶν ἐξ ὀργῆς καὶ ἀνακομισθέντος τοῦ Ἱσραὴλ εἰς Ἱεροσόλυμα καὶ τῶν σκυθρωπῶν παρεληλακότων, μὴ νηστεύειν ἔτι καὶ 162 κόπτεσθαι, μεταπλάττεσθαι κελεύει τὸ πένθος εἰς θυμηδίαν, ἥδεσθαί τε μᾶλλον ἐφ᾿ οἷς ἔχουσι λαβόντες παρὰ Θεοῦ, ἤγουν διὰ μνήμης ἔχειν τὰ ἐφ᾿ οἷς τετιμώρηνται κατὰ καιροὺς, πλημμελοῦντες ἀφυλάκτως καὶ πρὸς πᾶν ὁτιοῦν τῶν 163 ἐκτόπων ἀναίδην ὠλισθηκότες.
164
ὑπὸ πόδας ἐχθρῶν καὶ εἰς νοῦν ἀδόκιμον· εὐχαριστοῦμεν δὲ 166 μᾶλλον ἐφ᾿ οἷς ἠλεήμεθα καὶ σεσώσμεθα, καὶ ἐκ χειρὸς 167 ἐχθρῶν λελυτρώμεθα, καὶ τὴν ἁγίαν οἰκοῦμεν πόλιν, τουτέστι τὴν Ἐκκλησίαν, ἠξιώμεθά τε λοιπὸν εὐχαῖς καὶ θυσίαις ταῖς πνευματικαῖς καταγεραίρειν αὐτὸν, ἀηαπῶμεν δὲ καὶ ὡς εἰς
εἰρήνην καὶ ἀλήθειαν, καὶ θυμηδίας τῆς ἀνωτάτω πρόφασιν τὸ χρῆμα καταλογίζεσθαι παρὰ τῆς θεοπνεύστου δεδιδάγμεθα 168 γραφῆς. “ Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν·” αὐτὸς, ὡς ἔφην, ἡ ἀλήθεια· καὶ δι᾿ αὐτόν ἐσμεν ἐν ἐλπίσιν ἀγαθαῖς, b καὶ ἐν τῷ κατευφραίνεσθαι δεῖν, κατηφείας ἁπάσης ἐξῃρημενης.
κατοικοῦντες πόλεις πολλὰς, καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μὰ πόλιν λέφοντες Πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ ἐκζητῆσαι τὸ προόσωπον Κυρίου
παντοκράτορος, πορεύσομαι κἀγώ. καὶ ἣξουσι λαοὶ πολλοὶ καὶ ἔθνη πολλά ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκρά- 169 τορος ἐν Ἱερουσαλὴμ καὶ τοῦ ἐξιλάσκεσθαι τὸ πρόσωπον 170 Κυρίου.
εἰς θυμηδίαν τοὺς ὀδυρμοὺς, οὐ καθ’ ἕνα λοιπὸν ἔσται, φησὶ, τῶν καλουμένων εἰς σωτηρίαν ἡ ὡς ἐν πίστει πρόσοδος καὶ ἡ πρὸς Θεὸν οἰκείωσις δι’ ἁγιασμοῦ· ἀλλ’ αἱ μὲν πόλεις ἀλλήλας εἰς τοῦτο παροτρυνοῦσι λοιπὸν, ἥξει τε κατὰ πληθὺν πάντα τὰ ἔθην, τοῖς εἰς τοῦτο φθάσασιν ἐπιφωνούντων 171
ἀεὶ τῶν δευτέρων τό Πορεύσομαι καγώ. γέγραπται γὰρ ὅτι " Σίδηρος σίδηρον ὀξύνει, ἀνὴρ δὲ παροξύνει πρόσωπον 172 " ἐτέρου." πρόκλησις γὰρ ἀείπως ἑτέροις εἴς γε τὸ χρῆναι πληροῦν τὸ ἀγαθὸν, ἡ τινῶν εὑρίσκεται προθυμία. τίς δὲ δὴ ταῖς πόλεσιν ἤτοι τοῖς ἔθνεσιν ὁ σκοπός; τὸ ἐξιλάσασθαί
τε καὶ ἐκζητῆσαι τὸ πρόσωπον κυροῦ, τουτέστι Χριστὸν, ὅς ἐστιν εἰκὼν ἀπαράλλακτος τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ " χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καθὰ γέγραπται, καὶ 173 " ἀπαύγασμα τῆς δόξης,’’ περὶ οὗ φησι καὶ ὁ θεσπέσιος Δαυείδ "Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου. 174
ἐπέλαμψε γὰρ ἡμῖν ἡ εἰκὼν καὶ τὸ πρόσωπον, ὡς ἔφην, τοῦ
Θεοῦ καὶ Πατρός· αὐτὸν ἔχοντες εὐμενῆ καὶ ἵλεω, καὶ τὰ ἐκ τῆς ἁμαρτίας διακρουσόμεθα βλάβη, δικαιούμενοι διὰ πίστεως οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, 175 " ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος·" φιλοικτίρμων γάρ ἐστι
καὶ ἀγαθὸς καὶ ἀφίησιν ἐγκλήματα τοῖς προσιοῦσιν αὐτῷ· αὐτὸν ἐκζητοῦντες φιλομαθῶς καὶ διὰ τοῦ χρῆναι πληροῦν 176 177 τὰ νενομισμένα, πάντη τε καὶ πάντως εὑρήσομεν, καὶ δι’ 178 αὐτοῦ κολλώμεθα τῷ Θεῷ καὶ Πατρὶ, καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς γραφάς.
πάλιν. ἔσται γὰρ τοῦτο φησὶν ἐν ταῖς ἡμέραις ἐκείναις, τουτέστι, κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ἄν ἐπιλάβοιντο δέκα ἄνδρες ἑνὸς Ἰουδαίου λέγοντες Πορευσόμεθα μετὰ σοῦ. διὰ μὲν οὖν τῶν δέκα, τὸν τέλειον τῶν προσιόντων νοήσεις ἀριθμόν· τελειότητος γὰρ σύμβολον ὁ δέκα πὼς ἐστὶν ἀριθμός. ὅτι
δὲ τοῖς ἁγίοις ἀποστόλοις οἱ ἐξ ἐθνῶν κολλώμενοι τὴν αὐ- τὴν ὥσπερ ἐκείνοις βαδίζειν ὁδὸν ἐπεχείρουν δικαιούμενοι 180 διὰ πίστεως τῆς ἐν Χριστῷ, καθίστησιν ἐναργὲς, καὶ τὸ σχῆμα λέγων, ὡς ἐξ εἰκόνος τῆς καθ’ ἡμᾶς διαπεπλασμένον εὖ μάλα. οἱ μὲν γὰρ μικροὶ τῶν παίδων εἰ τοῖς ἰδίοις
πατράσιν ἕλοιντό ποτε κατακολουθεῖν, ἐπιδραξάμενοι τοῦ κρασπέδου καὶ οἷον ἐπικουρούμενοι ταῖς ἁφαῖς καὶ τῶν ἐσθημάτων ἀπαρτώμενοι, ἀπλανῆ τε καὶ ἀσφαλῆ ποιοῦνται τὴν βάδισιν· κατὰ τὸν ἴσον οἶμαι τρόπον καὶ οἱ τῇ κτίσει λελατρευκότες παρὰ τὸν τῶν ὅλων Δημιουργὸν, πατέρας
181 γνησίους ἐπιγραφόμενοι τοὺς τῶν εὐαγγελικῶν δογμάτων εἰσηγητὰς, καὶ συναπτόμενοι δι’ ὁμοψυχίας, ἕπονταί τε αύτοῖς, 182 νηπιάζοντες ἔτι τὰς γνώμας, καὶ εἰς τὴν ὁμοίαν ἵενται τρίβον, ζηλωταί που πάντως τῆς αὐτῶν πολιτείας ἀναδεικνύμενοι,
καὶ ταῖς ἀεὶ πρὸς τὸ ἄμεινον ἐπιδόσεσιν " εἰς ἄνδρα 183 " τέλειον ἀναβαίνοντες καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρῶ· " μάτος τοῦ Χριστοῦ." ἕπονται δὲ διὰ ποίαν αἰτίαν ; πεπληροφόρηνται γὰρ ὅτι ὁ Θεὸς μετ’ αὐτῶν ἐστι, τουτέστιιν ὁ Ἐμμανουήλ· ἑρμηνεύεται γάρ Ὁ Θεὸς μεθ’ ἡμῶν. ὅτι δὲ
οὐ μόνων ἔσται τῶν ἐξ αἵματος Ἰσραὴλ ἡ τὸ τηνικάδε κλῆσις, ἁπάντων δὲ μᾶλλον τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην 184 ἐθνῶν, διαμεμήνυκεν εἰπὼν, ὡς ἐκ πασῶν ἔσονται τῶν γλωσσῶν οἱ ἐπιδραττόμενοι τοῦ κρασπέδου. πότε δὲ κέκληνται τὰ ἔθνη πρὸς ἐπίγνωσιν ἀληθείας, καὶ πότε βεβούληνται
ἐκζητῆσαι τὸ πρόσωπον κυρίου, ἐξιλάσασθαί τε αὐτὸ, καὶ 185 εἰς τὸ χρῆναι τοῖς ἁγίοις ἀποστόλοις τὴν αὐτὴν ὥσπερ δια- στείχειν ὁδὸν, εἰ μὴ ὅτε γέγονε καθ’ ἡμᾶς ὁ Μονογενής ; ὅς 186 ἐστι προσδοκία ἐθνῶν· πρὸς ὃν καὶ ὁ θεσπέσιος ἀναμέλπει 187 Δαυείδ "Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσ-
“κυνήσουσιν ἐνώπιόν σου, Κύριε·" σέσωσται γὰρ δι’ αὐτοῦ καὶ αὐτὴ τῶν ἐθνῶν ἡ πληθύς.
ἐπεχείρουν τὴν Ἱερουσαλὴμ, τότε δὴ τότε τὰ περίοικα τῶν ἐθνῶν, οἵ τε τὴν Σαμάρειαν οἰκοῦντες καὶ οἱ τὰς τῆς Παλαιστίνης καὶ μὴν καὶ Φοινίκης νεμόμενοι πόλεις, κατεδάκνοντο φθόνῳ, ὁμοῦ δὲ καὶ ἐδεδίεσαν, μὴ ἄρα δὴ πάλιν ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων εἰς τὸ ἀπ’ ἀρχῆς, καὶ
εἰς πληθὺν ἀμέτρητον ἐκτεινομένου τοῦ γένους, εἶτα πόλιν ἔχοντες τὴν οὕτω δυσάλωτον καὶ εὐπυργοτάτην, καταστρατεύοιντο 192 πάλιν αὐτῶν, καὶ ἄμαχόν τινα, καθὰ καὶ πάλαι, κατεξαναστήσειαν αὐτῶν τὴν χεῖρα, ταύτῃτοι τειχίζειν ἐθέλουτας διακωλύειν ἤθελον, πικροὺς ἀρτύοντες δόλους, καὶ
μὴν καὶ ἐφόδους λῃστρικὰς ἱστάντες αὐτοῖς. ἧκον δὲ εἰς τοῦτο βασκανίας καὶ φθόνου, ὥστε καὶ γεγράφασι τῷ Περσῶν βασιλεύοντι τὸ τηνικάδε τὰ ἐν τῷ Ἕσδρᾳ κείμενα. 193 ἔχει δὲ οὕτως " Βασιλεῖ Ἀρταξέρξη κυρίῳ οἱ παῖδές σου " Ῥάθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμμα-
194 " τεῦς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ κριταὶ οἱ ἐν " τῆ κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ. καὶ νῦν γνωστὸν ἔστω τῷ " κυρίῳ βασιλεῖ διότι οἱ Ἰουδαῖοι οἱ ἀναβάντες παρ’ ὑμῶν " πρὸς ἡμᾶς ἐλθόντες εἰς Ἱερουσαλὴμ τὴν πόλιν τὴν 195 " ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν, τάς τε ἀγορὰς αὐτῆς " καὶ τὰ τείχη θεραπεύουσι καὶ ναὸν ὑποβάλλονται. ἐὰν " οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, " φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασι-
" λεῦσιν ἀντιστήσονται, καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν 196 " ναὸν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοι- " οῦτον." οὐκοῦν ἐπειδήπερ ἑαλωκότι μὲν τῷ Ἰσραὴλ καὶ παθόντι τὴν αἰχμαλωσίαν ἐπετώθαζον οὐ μετρίως, ἀνασεσωσμένῳ δὲ μόλις καὶ δεσμῶν ἀνειμένῳ πάλιν οὐδὲν ἧττον
ἐπέθρωσκον, μυρίοις τε ὅσοις αὐτὸν ἐνίεσαν πόνοις, πολυτρόπως ἐπιβουλεύοντες, καὶ οὔτε τὸν θεῖον ἐγεῖραι ἐῶντες ναὸν, οὔτε μὴν τὴν ἁγίαν τειχίζειν πόλιν, παρωξύνετο Θεὸς ἐπ’ αὐτοῖς ἀναγκαίως, καὶ παραδέδωκεν αὐτοὺς εἰς χεῖρας 197 Ισραήλ. πεπαυμένων γὰρ τῶν ἔργων, ἐγηγερμένου τε τοῦ
ναοῦ, πάσας αὐτῶν τὰς πόλεις καταδῃώσαντες εἵλοντο ὑπ’ ὁ χεῖρα τοὺς ἐν αὐταῖς, καὶ χρημάτων γεγόνασιν ἀναριθμήτων δεσπόται.
κατά τε τῆς γῆς τῆς Σεδρὰχ καὶ τῆς Δαμασκοῦ γενήσεται καὶ μέντοι καὶ Ἡμὰθ, ἥτις ἐστὶν ἐν τοῖς ὁρίοις αὐτῆς, δῆλον δὲ ὅτι τῆς Δαμάσκου. γῆ δὲ Σεδρὰχ χώρα που πάντως ἐστὶ κατὰ τὴν ἑῴαν κειμένη, ἧς γείτονες ἥ τε Ἡμάθ· ἢ νῦν 198 ἐστιν Ἐπιφάνεια τῆς Ἀντιοχέων προσωτέρω βραχὺ· καὶ ἡ
Δαμασκὸς, ἥ ἐστιν ἐπὶ Φοινίκων τε καὶ Παλαιστίνων μη- τρόπολις· ὑποκείσονται δὲ δηλονότι ταῖς μητροπόλεσι καὶ πόλεις αἱ ὑπ’ αὐταῖς. διατί τοίνυν κατ’ αὐτῶν τὸ λῆμμα ; 199 ὅτι καὶ ἐν αὐταῖς γέγονεν ἀνάπαυσις αὐτοῦ, τουτέστι τοῦ πάντων κρατοῦντος Θεοῦ. ἀναπέπαυται δὲ ὅτι τεθέαται τετιμωρημένας. οὐ γὰρ ἃν σεσίγηκεν ὁ πάντα ἐφορῶν, 200 φειδοῦς τε καὶ ἐπισκέψεως ἀξιῶν τὸ ἀπόλεκτον γένος, τουτέστι τὸν Ἰσραήλ. ἐφορᾷ γὰρ ἀνθρώπους ὁ τῶν
ὅλων Θεὸς, καὶ τὴν ἑκάστου τρίβον κατασκέπτεται, καὶ τοῖς μὲν ἀδικοῦσιν ἐπιφέρει τὰ ἐξ ὀργῆς, ἐκρύεται δὲ τοὺς ἀδικουμένους.
201 ἵππων ἰδέας, προστέθεικε πάλιν Ἰδοὺ οἱ ἐκπορευόμενοι " ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ. ἀναπαύεται δὲ ὥσπερ ὁ μισοπόνηρος τοῦ Δεσπότου θυμὸς, 202 ἐκτετικότων τὰς δίκας τῶν αὐτῷ προσκεκρουκότων διὰ πλώ στῆν ὅσην καὶ ἀχάλινον ἁμαρτίαν.
Tupoς καὶ Σιδὼν διότι ἐφρόνησαν σφόδρα, κοὶ ᾠκοδόμησε Τύρος ὀχυρώματα ἑαυτῇ, καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν, καὶ
στνήγαγε χρυσίον ὡς πηλὸν ὁδῶ. διὰ τοῦτο αὐτὴν, καἰ κατάξει εἰς θἀλασσαν τῆν εύναμιν αὐτῆς, κὼ αὐτὴ ἐν πόμ’ καταναλωθήσεται.
203
205 χεῖρα τὰς ἃς ἄλλας, καὶ τῶν ὁμόρων προεκκείμεναι. οὐκοῦν ἐπειδήπερ, φησὶν, ὑψηλὴν ἀνασπῶσι τὴν ὀφρὺν Σιδών τε καὶ Τύρος, οἴονται δὲ εἶναι δειναί τε καὶ ἄθραυστοι, καὶ τεθαρσήκασι μὲν ἐπ’ ὀχυρώμασι, τουτέστι τειχῶν περιβολαῖς, ἤγουν 206
καὶ ἑτέροις πράγμασι, δι’ ὧν ἃν εὖ ἔχοι καὶ σώζοιτο πόλις, πεφρονήκασι δὲ καὶ ἐπὶ πλούτῳ μέγα, ταύτῃτοι μαθήσονται διὰ πείρας αὐτῆς, ὅτι Κύριος κληρονομήσει αὐτήν. πεπορθηκότων γὰρ αὐτὴν τῶν ἐξ ’Ισραὴλ, ἤγουν τάχα που Οὐεσπασιανοῦ καὶ Τίτου, κληρονομήσεσθαί φησιν αὐτὴν παρὰ Θεοῦ.
καὶ γὰρ ἦν αὐτὸς ὁ παραδιδοὺς καὶ ὑπὸ χεῖρα τιθεὶς τῶν ᾑρηκότων αὐτήν. Ῥωμαῖοι γὰρ τοῖς ἰδίοις ὑποφέροντες σκήπτροις τὴν σύμπασαν γῆν, τοῖς μὲν εἴκουσιν ἀμαχεὶ 207 πρᾶοί τε ἦσαν καὶ προσηνεῖς· τοῖς γεμὴν ἀντεξάγειν εθέλουσιν ἐπεφύοντο καὶ αὐτοὶ δριμεῖς τε καὶ μάχιμοι. κατεμπρησθήσεσθαι
δὴ οὖν φησιν αὐτὴν κατεσπασμένων ἐν θαλάσσῃ τῶν ὀχυρωμάτων, καὶ διηρπασμένου τοῦ πλούτου, εἰ καὶ ἦν ὡς χοῦς τὸ χρυσίον καὶ ὡς πηλὸς όνων τὸ ἀρηύριον αὐτῆς. ἔμποροι γὰρ γεγόνασι δεινοὶ καὶ φιλοκερδέστατοι λίαν, οἱ τῆς Τυρίων οἰκήτορες, καὶ περί γε τούτου πλατὺς
καὶ μακρὸς ἐκπεποίηται λόγος ἐν τοῖς Ἰεζεκιὴλ τοῦ προφήτου 208 συγγράμμασιν. οὐδὲν οὑν ἄρα τοὺς Θέῳ προσκρουοντας 209 ὀνήσει ποτὲ τοὺς ἐπιτωθάζοντας μὲν ἁγίοις, εἰ δή που τι συμβαίνοι παθεῖν αὐτοὺς, πλατὺ δὲ γελῶντας εἰ δοκιμάζοι Θεὸς τῶν ἰδίων τὴν πίστιν. ἀτονήσει γὰρ αὐτῶν πᾶν
ὀχύρωμα, τουτέστι πᾶσα περιβολὴ καὶ πᾶς ἀσφαλείας τρόπος· οὐδὲν δὲ ὅλως ὁ πλοῦτος, ἀλλ’ ἔσται τις καὶ πολέμου 210 τροφὴ καὶ τοῖς εἰωθόσι καταδῃοῦν προθυμίας τῆς εἰς τοῦτο μᾶλλον ὁλκός.
ἰδίαν πλάνησιν τῇ τῆς εὐγλωττίας δυνάμει διατειχίζοντας, καὶ καταπλουτοῦντας λίαν τὸ ὡς ἐν λέξει λαμπρὸν ὡς ἄργυρον], καὶ ὡς ἐν τάξει χρυσοῦ τὸ ἐν νοήμασι τίμιον. πλὴν καὶ οὕτως ἔχοντας κεκληρονόμηκεν ὁ Χριστὸς, καθεῖλε μὲν γὰρ τὰ ὀχυρώματα, τουτέστι, πεπτώκασι τὰ ἐξ ἀπάτης
εὑρήματα, διήρπασται δὲ τὸ χρυσίον καὶ τὸ ὰργύριον. οἱ γάρτοι 212 κατὰ καιρὸν τῶν ἐκκλησιῶν προεστηκότες, ἄνδρες ἐλλό- γιμοι καὶ σοφοὶ, καὶ τῆς ἐκείνων εὐγλωττίας τὴν δύναμιν εἰς ἑαυτοὺς ἁρπάσαντες ἱερὸν ἀνάθημα πεποίηνται τῷ Θεῷ, τοῖς τῆς πίστεως ἐπαγωνιζόμενοι λόγοις, καὶ τῆς παρ’ ἐκείνοις
ἀπάτης πλείστην τε ὅσην καὶ ἀληθῆ ποιούμενοι τὴν κατάῤῤησιν. 213 πεπράχασι τι τοιοῦτον οἱ ἐξ Ἰσραήλ. χρησάμενοι γὰρ πάρα τῶν Αἰγυπτίων σκεύη χρθσα τε καὶ αργυρα καὶ σκυλεύσαντες τοὺς πλεονεκτήσαντας, προσήγαγον ταῦτα κατὰ τὴν ἔρημον τῷ παναγίῳ Θεῷ, κατασκευαζομένης τῆς
ἁγίας σκήνης καὶ τῶν ἐν αὐτῇ σκευῶν ἱέρων.
ποιοῦνται Θεοῦ, τὰ εἰς δόξαν αὐτοῦ λαλοῦντες ἑτέροις, καὶ 214 τὰ μὲν ἐκείνων ὀχυρώματα καταστρέφοντες, οἰκοδομοῦντες δὲ νοητῶς τὴν ἁγίαν πόλιν, τουτέστι τὴν Ἐκκλησίαν. Ὄψεται Ἀσκάλων καὶ φοβηθήσεται, κω φάζα κὼ ὀδυνηθήσεται
σφόδρα, καἰ Ἀκκαρῶν, ὄτι ᾐσχήνθη ἀπό τῆς ἐλπίδος αὐτῆς· 215
κα ἀπολεῖται βασιλεὺς ἀπὀ Φάζης, καὶ Ἀσκάλων οὐ μὴ κατοικηθῇ. καὶ κατοικήσουσιν ἀλλοτ ενεῖς ἐν Ἀζώτῳ, καἰ καθελῶ
ὕβριν ἀλλοφύλῳ.
κατ’ αὐτὴν πόλεις· οἴονται γὰρ, ὅτι περιέσονται τῶν ἐχθρῶν ἢ τῷ πλήθει τῶν ἐνοικούντων ἐν αὐταῖς, ἢ τειχῶν ὀχυρότητι 216 καὶ ταῖς τῶν τακτικῶν ἐπιστήμαις· εἰ δὲ δὴ γένοιτο τῶν παρά σφισιν ἁλῶναι μίαν, ἥπερ ἂν λέγοιτο δυνατωτάτη, τότε δὴ τότε πᾶσα μὲν ὀκλάζει πρὸς δέος, ἀποσείεται δὲ τὴν ἐλπίδα,
τὴν τοῦ διαφυγεῖν δύνασθαί φημι, καὶ ὡς πεσοῦσα θρηνεῖ. ἁλούσης δὴ οὖν τῆς Τυρίων, τῆς οὕτω διαφανοῦς καὶ ἀλκιμωτάτης καὶ πλούτῳ κομώσης, φοβηθήσεται μὲν, φησὶν, Ἀσκάλων, ὀδυνηθήσεται δὲ Γάζα καὶ μὴν καὶ Ἀκκαρών. πόλεις δὲ αὗται τῶν Παλαιστίνων. ὀδυνηθήσεται δὲ,
ὅτι ᾐσχύνθη ἀπὸ τῆς ἐλπίδος αὐτῆς. ᾤοντο μὲν γὰρ, ὅτι αὐταῖς ἀρκέσει πρὸς ἐπικουρίαν ἡ Τυρίων ἰσχύς. ἐπειδὴ δὲ 217 κειμένην τεθέανται, ταύτῃτοι λοιπὸν ἀπωλισθήκασι τῆς ἐλπίδος. καὶ ὁ μὲν Γάζης ἡγούμενος οἰχήσεταί φησιν, ἀπολωλὼς δηλονότι, κατοικησουσι δὲ καὶ ἀλλογενεῖς ἐν Ἀζώτῳ,
δεδαπανημένων, κατὰ τὸ εἰκὸς, τῷ πολέμῳ τῶν αὐθιγενῶν. 218 ἐπιλέγει δὲ τούτοις, ὅτι καθελῶ ὕβριν ἀλλοφύλων. καὶ ἀλλοφύλους μὲν τοὺς Φυλιστιαίους, ἤτοι τοὺς Παλαιστίνους, ὀνομάζει συνήθως. ἥκοι δ’ ἃν, εἴ γε τῳ δοκοίη, καὶ καθ’ 219 ἑτέρων ἐθνῶν ὁ λόγος τῶν ἠδικηκότων τὸν Ἰσραὴλ, οἳ καὶ ἦσαν ὅμοροι καὶ τῆς Ἰουδαίων γείτονες. ἀλλὰ ταυτὶ μὲν
ἡμῖν, ὡς πρός γε τὸν ἐν τῷ γράμματι λόγον, εἰρήσεται πάλιν.
εὖγε, κατὰ τὸ γεγραμμένον. πλὴν ἐπαμύνει χριστὸς, καὶ ἅπασαν μὲν αὐτῶν συνθραύσει δύναμιν, τὸν ἴδιον ἐγείρων 221 ναὸν, ἐπιφέρων δὲ τοῖς ἐπιβουλεύουσι τὰ ἐξ ἀκράτου θυμοῦ, καὶ ὥσπερ τινὰς πόλεις τὰς τῶν αἱρέσεων κατασείων συναγωγὰς, καὶ πρὸς ταύταις ἔτι τὰ τῶν εἰδωλολατρῶν ἀνόσια
στίφη.
223 κάτω θεοὺς ὀνομάζοντες τὰ χειρόκμητα, καὶ λίθοις ἀψύχοις κατὰ τὸν προφήτην λέγοντες “Θεός μου εἶ σὺ, καὶ σὺ 224 “ἐγέννησάς με.” ἀλλ’ ἐκτετίκασι μὲν τὴν αὐτοῖς προσήκουσάν τε καὶ ἀποχρῶσαν δίκην, πεπλημμεληκότες ἀγρίως
εἰς τὸν Ἰσραήλ. πλὴν οὐκ εἰς ἅπαν διολώλασι, προαναθροῦντος Θεοῦ τὴν ἐν καιροῖς ἐσομένην αὐτῶν ἐπιστροφὴν 225 ἐν Χριστῷ. ἐξαρῶ τοίνυν φησὶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν, τουτέστιν, εἰ καὶ οἷά τινες θῆρες μονονουχὶ κατεῤῥόφησαν τὸν Ἰσραὴλ, ἀλλ’ ἥξει καιρὸς, καθ’ ὃν ἔσονται
καθαροὶ καὶ τῆς ἐπὶ τούτοις αἰτίας ἀπηλλαγμένοι· δικαιωθήσονται γὰρ ἐν πίστει καὶ αὐτοὶ, καὶ τὸν ἐκ τῆς ἀρχαίας φαυλότητος ἀπολούσονται μολυσμόν. ἐξαρῶ δὲ καὶ τὰ ὀνόματα τῶν βδελυγμάτων αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν. διαμεμνήσονται γὰρ οὐκέτι τῶν ψευδωνύμων θεῶν, οὔτε μὴν
ὀνομάσουσιν αὐτοὺς, ὑπολειφθήσονται δὲ κα) αὐτοὶ τῷ Θεῷ 226 ἡμῶν, καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Ἰσραήλ· σέσωσται μὲν γὰρ καὶ αὐτοῦ τὸ κατάλειμμα, καίτοι δεδυσσεβηκότος εἰς αὐτὸν τὸν Ἐμμανουήλ. ἐπειδὴ δὲ κεκλημένη τῶν ἐθνῶν ἡ πληθὺς τοῖς ἐξ αἵματος Ἰσραὴλ πιστεύσασι συνήφθη πνευματικῶς,
χριστοῦ συνδοῦντος εἰς ἕνωσιν· “Αὐτὸς γάρ ἐστιν Eph.ii. (??) “ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσό- “τοῖχον τοῦ φραγμοῦ λύσας, κτίσας τε τοὺς δύο λαοὺς εἰς 227 “ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων “τοὺς ἀμφοτέρους ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα” ταύτῃοί 228
φησιν ὅτι ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδᾳ, τουτέστιν, εἰς τοῦτο προβήσονται γνησιότητος, τῆς ὡς ἐν πίστει τε καὶ ἐπιεικείᾳ, φημὶ, ὥστε καὶ ἐξ αὐτῶν ἀρχηγοὺς γενέσθαι τοῦ Ἰούδα. ἔσται δὲ καὶ ὁ Ἀκκαρὼν τουτέστιν ὁ ἀλλογενὴς, ὁ ἐκ γῆς Φυλιστιεὶμ, ὡς ὁ Ἰεβουσαῖος, τουτέστι πάλιν ὡς 229 αὐτὸς ὁ κάτοικος τῶν ̔Ιεροσολύμων λαός. ἐκαλεῖτο γὰρ Ιερουσαλὴμ Ἰεβοῦς ἐν ἀρχαῖς· οὐκοῦν Ἰεβουσαῖος ὁ ̔Ιεροσολυμίτης 230 ἐνθάδε νοεῖται. πολλοὶ δὲ χιλίαρχοι, τουτέστιν ἡγεμόνες καὶ προεστηκότες λαῶν, καὶ ἐξ ἐθνῶν γεγόνασι, καὶ νῦν εἰσιν ἀνὰ πᾶσαν τὴν οἰκουμένην. τὸ δὲ ἐν Ἰούδᾳ
νοήσεις ἐπὶ τοὺς αἰνεῖν εἰωθότας, τουτέστιν ἡμᾶς τοὺς ἐν πίστει κεκλημένους, οἳ στεφανοῦν εἰθίσμεθα ταῖς ἀκαταλήκτοις δοξολογίαις τὸν κεκληκότα Χριστόν.
διότι νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῖς μου.
πάντως ἐσμὲν οἱ πεπιστευκότες, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος κατοικεῖ, καὶ τοῖς ἀγαπῶσιν αὐτὸν ἐναυλίζεται. ἔφη γὰρ αὐτὸς διὰ προφήτου 232 φωνῆς “ Ὅτι κατοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, “καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ αὐτοὶ ἔσονται μοι λαός.
233 ἀνάστεμα δὴ οὖν τὸ ἐγηγερμένον διὰ βουλῆς τοῦ Πατρὸς τῇ Ἐκκλησίᾳ Χριστὸς, ἵνα μηκέτι, καθὰ καὶ πάλαι, διοδεύωσί τινες καὶ ἀνακάμπτωσιν ἐν ἡμῖν, ἄνω τε καὶ κάτω ποιοῦντες, καὶ οἷά τινα κεχερσωμένην συμπατοῦντες ὁδὸν, καὶ βλάβης ἁπάσης ἀναπιμπλάντες τὰς ἡμετέρας καρδίας.
234
φάνειαν αὐτοῦ, τοῖχος ἐγήγερται καὶ φραγμὸς αὐτὸς ὁ Ἐμμανουὴλ, ἀρρήτῳ δυνάμει περιβάλλων καὶ ἀποσοβῶν τῶν ἡμετέρων διανοιῶν τοὺς ἀκαθάρτους δαίμονας, καὶ τοῖς ἐκείνων οὐκ ἀφιεὶς ὑπεστρῶσθαι ποσί. τοιγάρτοι καὶ ὁ προφήτης πρὸς αὐτόν “καὶ κληθήσῃ, φησὶν, οἰκοδόμος φραγμῶν 238
“καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις.” ὥσπερ γὰρ οἱ περιφράττειν εἰωθότες ἀμπελῶνας κεχερσωμένους τὰς διὰ μέσου παύουσι τρίβους, οὐκ ἐῶντες ἔτι τοῖς τῶν ἄνω τε καὶ κάτω 239 ποιούντων πατεῖσθαι ποσίν· οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἑαυτὸν ἡμῖν τεῖχος οἷαπερ ἄρρηκτον περιθεὶς, καὶ
ἀγγελικαῖς δυνάμεσι περιφράττων ἔξω τοῦ πατεῖσθαι γενέσθαι παρεσκεύασεν. ἔφη δὲ πρὸς τούτοις, ὅτι οὐκέτι οὐ μὴ ἐπέλθῃ ἐπ’ αὐτοὺς ἐξελαύνων. πάλαι μὲν γὰρ ἦ μὲν εὐάλωτοι καὶ εὐπαρακόμιστοι κομιδῆ καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἰόντες εὐκόλως, ἄγοντός τε ἡμᾶς καὶ φέροντος τοῦ
σατανᾶ, καὶ ἐκ τούτων εἰς ἐκεῖνα μονονουχὶ καὶ ἐλαύνοντος. 240 ἁλλ’ ἔπαυσε καὶ τοῦτο Χριστός. οὐ γὰρ ἥξει καθ’ ἡμῶν ὁ λεηλατῶν· οὐκ ἐκβαλεῖ καθὰ καὶ πρώην εἴς γε τὸ αὐτῶ δοκοῦν. πεπήγμεθα γὰρ ἐν Χριστῷ, ἀσφαλῆ τε καὶ ἱδρυμένην ἐσχήκαμεν τὴν καρδίαν, οὐκέτι κατασειόμενοι πρὸς ἃ
μὴ προσῆκεν· οὐκ ἐκβαίνοντες εἰς πολυθείαν· οὐκ ἐξελαυνόμενοι πρὸς πλάνησιν, ἀλλ’ οἷον ἐμβεβηκότες ἐν πίστει τε καὶ ἀγάπῃ τῆ εἰς Θεὸν, ὡς χαίροντας ἐπὶ τούτῳ λέγειν 241 “ καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.” λέγων δέ Ὅτι 242 243 νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῦ μου, ἐπισκοπῆς ὄντα καιρὸν κατέδειξεν ἐναργῶς τὸν τῆς τοῦ Σωτῆρος ἐπιδημίας. 244 “Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,” καὶ ᾗ φησιν ὁ Δαυείδ “κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν, καίτοι πάλαι διὰ τὴν ἐν ἡμῖν ἁμαρτίαν οὐκ ἐποπτείας ἀξιῶν,
οὐ φειδοῦς ἢ ἀγάπης, οὐχ ἑτέρου τινὸς τῶν τοιούτων ὅλως, ἁλλ’ οἱονείπως ἀπεστρεμμένος· ταύτῃτοι καὶ τεταράγμεθα. 245 καὶ μαρτυρήσει λέγων ὁ μακάριος Δαυείδ “Ἀποστρέψαντός 246 “σου τὸ πρόσωπον ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐ- “τῶν ἐπιστρέψουσιν.” ἐπειδὴ δὲ νῦν, τουτέστι κατὰ τὸν
τῆς ἐπιδημίας καιρὸν, ἑόρακεν ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ, σεσώσμεθά τε καὶ ἠλεήμεθα, καὶ τί γὰρ οὐχὶ τῶν ἐπέκεινα λόγου καὶ ἀξιαγάστων ἀληθῶς κεκερδάκαμεν;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.