ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ.
ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
2τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ, καὶ εἶπε πρὸς μέ Τί σὺ βλέπεις; καἰ εἶπα Ἑώρακα καὶ ἰδοὺ λυχνία
χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι 3 ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς
αὐτῆς, καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ νὼ ἕε εὐωνύμων.
εὔηθες γὰρ κομιδῇ· νομιοῦμεν δὲ μᾶλλον, τὴν ὡς ἐξ ὁράσεως τῆς ἐν χερσὶν ἐφ’ ἑτέραν εὐθὺς καὶ γείτονα μεταφοίτησιν, δῆλον δὲ ὅτι πνευματικήν. ἐπειδὴ δὲ νήψεως ἀκράτου χρεία καὶ τῆς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον, ἔν γε δὴ μάλιστα τούτοις, λεπτὴν ἐνετίθει ἐγρήγορσιν τῷ Προφήτῃ Θεὸς,
4 μεσιτεύοντος ἀγγέλου τοῦ καὶ λαλοῦντος ἐν αὐτῷ, ὡς δοκεῖν ἐξ ὕπνου διεγερθῆναι. τοιαύτη γάρ πὼς ἐστὶ τῆς ἐν ἡμῖν διανοίας ἡ κατάστασις, καὶ πολὺ δὴ μείων παρὰ τὴν οὖσαν 5 ἐν τοῖς ἁγίοις ἀγγέλοις, ὥστε φαίη τις ἃν ἐγρήγορσιν μὲν τὰ ἐκείνων, ἐν ὕπνῳ δὲ ὥσπερ τὰ καθ’ ἡμᾶς. ἐπειδὴ δὲ ὁ θεσπέσιος ἄγγελος γνώμης τε καὶ νοῦ πρὸς τοῦτο δὴ παρενηνεγμένον τεθέαται, ὥστε καὶ ἀποχρώντως ἔχειν συνιέναι
λεπτῶς τὴν ὅρασιν, διεπυνθάνετο λέγων, τί ἃν οἴοιτο ὑπάρχειν τὰ δεδειγμένα. ἀπλανεστάτην γεμὴν ὁ Προφήτης 6 τῆς ὁράσεως τὴν ἀφήγησιν ἐποιεῖτο πάλιν, λυχνίαν ἑωρακέναι λέγων, ὅλην τε δι’ ὅλου χρυσῆν· ἐπάνωθεν αὐτῆς τὸ λαμπάδισν, καὶ μὴν καὶ λύχνους ἐπτὰ, καὶ ἰσαρίθμους αὐτοῖς
τὰς ἐπαρυστρίδας, ἐλαίας τε δύο, μίαν μὲν ἐκ δεξιῶν τοῦ λαμπαδίου, θατέραν γεμὴν κειμένην ἐξ εὐωνύμων. καὶ ἡ μὲν ἐμφανέστερα τῶν δεδειγμένων ἀπόδοσις εἴη ἃν οὐχ ἑτέρα παρὰ ταύτην· δεῖν δὲ ἔγωγε φημι τοὺς τοῖς ἐσωτάτω τὸν νοῦν ἐνιέντας περιεργότερον περιαθρεῖν εὖ μάλα πειρᾶσθαι
τὰ δηλούμενα, καὶ συνδεῖν ἀστείως τοῖς ἤδη προειρημένοις 7 καὶ τάδε.
ἀμπέλου καὶ ὑποκάτω συκῆς. ἡμεῖς δὲ σαφῆ καθιστάντες τῆς προφητείας τὸν σκοπὸν, ἐλέγομεν ὅτι τοῖς μὲν ἀπειθεῖν 10 ᾑρημένοις, καὶ ἀτιμάζουσιν ἀμαθῶς τὴν διὰ Χριστοῦ σωτηρίαν, βόθρος οἷά τις ὠρόρυκται κατακομίζων εἰς ὄλεθρον, ἡ ἐπὶ τῷ σταυρῷ παροινία, καὶ τῆς κατὰ Χριστοῦ μιαιφονίας 11
τὰ ἐγκλήματα. ἀπολώλασι γὰρ οἱ δείλαιοι κυριοκτονήσαντες ἀνοσίως· τοῖς γεμὴν ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ 12 τέρψις τε καὶ τρυφὴ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὑπῆρξε; γεγόνασι γὰρ ὡς ὑπὸ συκῆ καὶ ἀμπέλῳ ταῖς ἐκκλησίαις. 13 14 ἀλλ’ ἰδοὺ καὶ καθ’ ἕτερον τρόπον τοῦ μυστηρίου τὴν δύναμιν ὁ Προφήτης τεθέαται. τὴν γάρ τοι λυχνίαν τὴν χρυσῆν φαμεν εἶναι πάλιν τὴν Ἐκκλησίαν, ὡς τετιμημένην ἐν κόσμῳ, 15 ὡς διαφανεστάτην ἐν ἀρεταῖς, ὡς ὑψοῦ δὴ λίαν ἠρμένην τοῖς τῆς ἀληθοῦς θεογνωσίας δόγμασιν, ἐφ’ ᾗ τὸ λαμπάδιον,
16 τουτέστι Χριστὸς, περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατήρ “Διὰ Σιῶν οὐ σιωπήσομαι καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως “ἂν ἐξέλθῃ ὡς φῶς ἢ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.’’ τοῦτο τὸ λαμπάδιον τὸ πᾶσαν καταφωτίζον τὴν ὑπ’ οὐρανὸν, ἐπὶ τῇ λυχνίᾳ τέθεικεν ὁ Θεὸς
17 καὶ Πατὴρ, ἴνα πάντες οἱ εἰσπορευόμενοι τὸ φῶς βλέπωσι,” “καὶ λάμπῃ πάσι τοῖς ἐν τῇ οἰκίᾳ. ἑπτὰ δὲ οἱ λύχνοι, 18 φῶς οὐκ ἔχοντες ἴδιον, ἀλλ’ ἐπακτὸν καὶ ἔξωθεν, καὶ ταῖς δι’ ἐλαίου χορηγίαις τρεφόμενον. σημαίνουσι δὲ καὶ αὐτοὶ τοὺς ἁγίους ἀποστόλους, καὶ μέντοι καὶ εὐαγγελιστὰς, καὶ
τοὺς κατὰ καιρὸν τῶν ἐκκλησιῶν διδασκάλους, δεχομένους μὲν οἷά τινας ἴνας λύχνους εἰς νοῦν καὶ καρδίαν τὸν παρὰ χριστοῦ φωτισμὸν, καὶ ταῖς τοῦ Πνεύματος ἐπιχορηγίαις τρεφόμενον ἔχοντας, ἱέντας γεμὴν τοῖς ἐν τῆ οἰκίᾳ τὸ φῶς, καὶ τῷ λαμπαδίῳ σύγ’ καταυγάζοντας τοὺς πεπιστευκότας.
αὐτὸς κατὰ φύσιν ὑπάρχων τὸ φῶς· μεθεκτῶς γεμὴν ἐν τοῖς ἁγίοις καὶ παρ’ αὐτοῦ. καὶ πληροφορήσει λέγων ὁ σοφὸς 20 Ἰωάννης “Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες 21 “ἑλάβομεν.’’ φῶς δὲ ὑπάρχων τὸ ἀληθινὸν ὁ Υίὸς, φῶς ὠνόμαζε τοῦ κόσμου τοὺς τῆς παρ’ αὐτοῦ λαμπρότητος ἐν μεθέξει γεγενημένους· ἔφη γὰρ τοῖς ἁγίοις ἀποστόλοις “Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.’’ αἱ δύο γεμὴν ἐλαῖαι, 22
μία ἐκ δεξιῶν καὶ μία ἐξ εὐωνύμων τοῦ λαμπαδίου κείμεναι, τοὺς δύο λαοὺς ὑποσημαίνουσι, μονονουχὶ καὶ ἐν κύκλῳ περιεστῶτας Χριστόν. τετίμηνται γὰρ ὡς ἠλεημένοι τῇ τοιᾷδε στάσει. καὶ οἱ μὲν ἦσαν ἐκ τῆς καλλιελαίου, τουτέστιν 23 ἐκ τῆς Ἰουδαίων Συναγωγῆς· οἱ δὲ τῆς ἀγριελαίου
μὲν ἐξέφυσαν, τουτέστι τῆς τῶν ἐθνῶν πληθύος, πλὴν ἐγκεντρισθέντες εἰς καλλιέλαιον κοινωνοὶ γεγόνασι τῆς πιότητος 24 τῆς ῥίζης, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. 25 ἄθρει δὲ ὅπως ἐπὶ τὴν λυχνίαν ὁμοῦ τῷ λαμπαδίῳ καὶ οἱ λύχνοι καὶ αἱ δύο ἐλαῖαι. σύνεστι γὰρ ἡμῖν ἐν Ἐκκλησίᾳ
Χριστὸς, καὶ ἡ τῶν πεπιστευκότων ἠλεημένη πληθὺς καταλάμπεται μὲν τῷ παρ’ αὐτοῦ φωτὶ, φωτίζεται δὲ καὶ διὰ λύχνων, οἳ μεθεκτὸν ἔχουσι καὶ παρ’ αὐτοῦ τὸ φῶς.
λυχνία χρυσῆ. προσέταττε δὲ Θεὸς τῷ Ἀαρὼν, λέγων, ὅτι 26 “κατὰ πρόσωπον τῆς λυχνίας ἐκ του ἕνος μέρους φανοῦσιν 27 “οἱ ἑπτὰ λύχνοι.” οὐ γὰρ τοῖς κατόπιν αὐτῆς ὁ διὰ τῶν λύχνων δέδοται φωτισμὸς, ἀλλὰ τοῖς ὡς ἐν προσώπῳ Χριστοῦ διὰ τῆς πίστεως ἐνηνεγμένοις. καὶ γοῦν Ἰουδαῖοι
κατόπιν ὥσπερ αὐτοῦ καὶ εἰς νῶτα κείμενοι, κατεσκοτισμένον ἔχουσι τὸν νοῦν· οἱ δὲ ἐξ ἐθνῶν πιστεύσαντες, εἰς πρόσωπον ἔχουσι τοὺς λύχνους, ἐλεύθερος γὰρ αὐτοῖς τῆς παντελῶς ὁ διὰ τῶν ἁγίων ἐγγέγονε φωτισμός. ἐκαίετο 28 δὲ καὶ λύχνος εἷς ἐν τῇ πρώτη σκηνῇ· τῆς εὐαγγελικῆς 29 παιδεύσεως κατόπιν ἰοῦσαν τὴν νομικὴν τοῦ πράγματος ἡμῖν, κατασημαίνοντος. θέα γὰρ ὅπως τοῖς μὲν ἐν τῇ πρώτη σκηνῇ μόνος εἷς ἐκαίετο λύχνος, τοῖς γεμὴν εἰσπεφθακόσιν εἰς τὰ ἅγια τῶν ἁγίων ἑπτὰ λύχνοι καὶ τὸ λαμπάδιον ἀμφιλαφεστάτην ὥσπερ ἐνίεσαν τὴν αὐγήν.
καὶ ἐπηρώτησα καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ
λέγων Τί ἐστι ταῦτα, Κύριε; καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶ d ἐν ἐμοὶ καἰ εἶπε πρὸς μὲ λέγων Οὐ γινώσκεις τί ἐστι ταῦτα;
καὶ εἶπα Οὐχὶ κύριε. κὼ ἀπεκρίθη ὁ ἄγγλος καὶ εἶπε πρὸς μὲ λέγων Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγω Οὐκ
ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ, ἀλλ’ ἢ ἐν Πνεύματί μου λέγει Κύριος παντοκράτωρ. Ὅτι καὶ ἀμείνων καὶ ἱερώτερος τῆς ἐν ἡμῖν διανοίας τῶν νοητῶν δυνάμεων νοῦς, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὰ Supra e καθ’ ἡμᾶς ὑπερκείμενος, καὶ ἐντεῦθεν ἂν μάθοις. “ἐπέστρεφε
“μὲν γὰρ ὁ ἄγγελος, ὡς ὁ Προφήτης φησὶ, καὶ ἐξήγειρεν “αὐτὸν, ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐκ τοῦ ὕπνου “αὐτοῦ.’’ εἰ γὰρ δὴ συγκρίνειν ἕλοιτό τις, ὡς πρός γε τὸν ταῖς ἄνω δυνάμεσιν ἐνόντα νοῦν, τῆς ἀνθρωπίνης διανοίας τὸ μέτρον, μειονεκτούμενον εὑρήσει τοσοῦτον, ὅσον ἃν νοοῖτο
κατόπιν ἐλθεῖν καὶ τῆς τῶν νηφόντων διανοίας τὰ ἐν ὕπνοις
Α. a ἡμῶν ἀδρανῆ φαντάσματα. ἐγήγερται δὴ οὖν ὁ Προφήτης εἰς νῆψιν, ἀλλὰ καὶ οὕτως ἔχων καὶ ἠκονημένος ἄγαν, οὐδὲν ἧττόν ἐστι βραδὺς πρός γε τὸ δύνασθαι, φημὶ, συνιέναι τὰ δεικνύμενα. ταύτῃτοι, καὶ μάλα εἰκότως, ἀναπυνθάνεταί τε
καὶ ἀξιοῖ μανθάνειν παρὰ τοῦ σοφοῦντος ἀγγέλου. ὁ δὲ 30 ὅτι οὐ συνῆκε μονονουχὶ κατατεθηπὼς, εἰ μὴ ἀληθῶς εἰδείη διερωτᾷ· τοῦ δὲ διαρρήδην ὡμολογηκότος τὴν ἄγνοιαν, καὶ τὸ δυσμαθὲς οὐκ αἰσχυνομένου, καταλευκαίνει λοιπὸν τὸ ἐκ τῆς ὁράσεως αἴνιγμα, καὶ οἷον ὡς ἐξ εἰκόνος ἐμφανοῦς τε
καὶ ὁρωμένης τὸν ἐν αὐτῇ λεληθότως ἐγκείμενον ἑρμηνεύει 31 σκοπόν. οὗτος γάρ φησιν ὁ λόγος κυροῦ πρὸς Ζοροβάβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλη οὐδὲ ἐν ἰσχύϊ ἀλλ᾿ ἐν Πνεύματί μου, λέγει Κύριος παντοχράτωρ. ὅμοιον ὡς εἰ λέγοι τυχὸν ὁ τῆς ὁράσεως νοῦς καὶ ὁ τῶν παραδειχθέντων σκοπὸς Μονονουχὶ
διακέκραγε τὰ παρὰ Θεοῦ πρὸς Ζοροβάβελ καὶ ἱέντα φησὶν, ὅτι ταῦτα πάντα τὰ ὁρώμενα πρὸς πέρας ἥξει κατὰ καιροὺς, οὐκ ἀνθρωπείᾳ δυνάμει κατορθούμενα, οὔτε μὴν ἐν ἰσχύϊ σαρκικῇ, ἁλλ’ ὡς ἐν δυνάμει Πνεύματος Ἁγίου, καὶ ὡς ἐκ θείων διανευμάτων. γέγονε μὲν γὰρ ἄνθρωπος καθ᾿
ἡμᾶς ὁ Μονογενής· πλὴν οὐ πεπολέμηκε σαρκικῶς, ἵνα καθάπερ τινὰ λυχνίαν ἀναστήσῃ τῷ κόσμῳ τὴν Ἐκκλησίαν· 32 οὐχ ὅπλα κινήσας αἰσθητὰ καὶ μαχίμων φάλαγγας, παρέστησεν ἑαυτῷ τοὺς δύο λαοὺς, ἢ τοὺς λύχνους τοὺς νοητοὺς ἐπέθηκε τῇ λυχνίᾳ, ἀλλ’ ἐν ἰσχύι Πνεύματος τοῦ ἰδίου κεχειροτόνηκεν
ἐν ταῖς ἐκκλησίαις “πρῶτον Ἀποστόλους, δεύτερον 33 “προφήτας καὶ εὐαγγελιστὰς,” καὶ τὴν ἄλλην ἅπασαν τῶν ἁγίων ὁμήγυριν, θείοις αὐτοὺς χαρίσμασιν ἀναπιμπλὰς, καὶ τῆ τοῦ νεύματος χύσει καταπιαίνων πλουσίως. οὐκοῦν οὐκ ἐν δυνάμει μεγάλη, οὐδὲ ἐν ἰσχύϊ τῇ σαρκικῇ τὰ παρὰ 34
Χριστοῦ, ἀλλ’ ὡς ἐν δυνάμει Πνεύματος ἐσκυλεύετο μὲν ὁ σατανᾶς, ἔπιπτον δὲ σὺν αὐτῶ καὶ τὰ τῶν ἀντικειμένων δυνάμεων στίφη, ἐκαλοῦντο πρὸς θεογνωσίαν διὰ τῆς πί- στεως, οἵ τε ἐξ Ἰσραὴλ καὶ οἱ πάλαι τῇ κτίσει παρὰ τὸν 35 κτίστην λελατρευκότες.
δυνάμεσιν ὡς Θεὸς ὁ Ἐμμανουήλ, διεμαρτύρατο λέγων καὶ 38 διὰ φωνῆς Ὠσηέ. ἔχει γὰρ οὕτω “Τοὺς δὲ υἱοὺς Ἰούδα “ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν κυρίῳ Θεῷ αὐτῶν, καὶ οὐ “σώσω αὐτοὺς ἐν τόξῳ, οὔτε ἐν ῥομφαίᾳ, οὔτε ἐν πολέμῳ, “οὔτε ἐν ἅρμασιν, οὔτε ἐν ἵπποις, οὔτε ἐν ἱππεῦσιν εὖ δὲ
δὴ σφόδρα πρὸς Ζοροβάβελ ὁ λόγος ἦν, τὸν ἐκ τῆς Ἰούδα 39 φυλῆς, διέποντά τε τὸ τηνικάδε τοὺς τῆς βασιλείας θώκους ἐν Ἰερουσαλήμ. ἵνα γὰρ μὴ, τῶν οὕτω λαμπρῶν καὶ ἀξιαγάστων κατορθωμάτων αὐτῷ προαπηγγελμένων, πολέμους οἴοιτο καὶ μάχας συγκροτηθήσεσθαι κατὰ καιροὺς, ἐξίστησιν
ἀναγκαίως αὐτὸν τῶν οὕτω σαθρῶν καὶ ἀνθρωπίνων ἐννοιῶν, διακεῖσθαι δὲ μᾶλλον προστέταχεν, ὅτι θεοπρεπὴς ἡ ἐνέργεια, καὶ ἡ δύναμις οὐκ ἀνθρωπίνη τοῦ διαπεραίνοντος τὰ τοιάδε 40 Χριστοῦ. μεμνήμεθα δὲ ὅτι καὶ αὐτὸν τὸν Ζοροβάβελ, ὡς 41 ἐκ φυλῆς Ἰούδα καὶ βασιλέα, παραδηλοῦν ἐλέγομεν ἐφ’
ἑαυτῷ τὸν χριστον, συνημμένου καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, ἵν ἐν τῷ αὐτῷ νοοῖτο βασιλεύς τε ἅμα καὶ ἀρχιερεὺς ὁ Ἐμ- μανουήλ.
χάριτος χάριτα αύτῆς.
πάλιν ἡμῖν αἰνιγματωδῶς κατεγράφετο. ἔφη γὰρ ὁ Προφήτης τεθεᾶσθαι μὲν “Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα 44 “πρὸ προσώπου ἀγγέλου κυρίου, τὸν ’δε γε διάβολον ἑστῶτα “ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. ὅτι γὰρ ὅσον 45 ἐνεχώρει καὶ ἢν ἐπ’ αὐτῷ, πεπολέμηκέ τε καὶ ἀντεγήγερται
δεινῶς ταῖς τοῦ Σωτῆρος οἰκονομίαις, καλοῦντος πρὸς σωτηρίαν τὴν ὑπ’ οὐρανὸν, οὐκ ἃν ἐνδοιάσειέ τις, ἐννενοηκὼς ὅτι πρῶτον μὲν προσῆλθε νηστεύοντι κατὰ τὴν ἔρημον, καὶ σώζοντα βλέπων τὴν ὑπ’ οὐρανὸν, προσκυνητὴν ἴδιον ἀποφαίνειν ἤθελε, παραδεικνὺς μὲν αὐτῷ “πάσας τὰς βασιλείας 46
“τοῦ κόσμου,’’ λέγων τε ὡς ἔσται πάντα αὐτοῦ, εἰ δὴ προσπεσεῖν ἕλοιτο καὶ προσκυνεῖν αὐτῷ. εἶτα πρὸς τοῦτο καὶ ἐξ αὐτοῦ τοῦ χοροῦ τῶν ἁγίων ἀποστόλων τὸν προδότην ἥρπασε μαθητὴν, ἀναπείσας ὄργανον τῆς Ἰουδαίων γενέσθαι σκαιότητος. ἐπιπλήττει δὴ οὖν ὁ λόγος αὐτῷ καί φησι τίς 47
εἶ σὺ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι; τὸ δέ Τίς εἶ τύ νοητέον οὐχ ὡς ἐθέλοντος ἀναμαθεῖν, τίς δὴ ἄρα καὶ πόθεν ἐστίν· οὐ γὰρ ἂν ἠγνόησε Θεὸς ὤν· ἀλλ’ οἷον κατασμικρύνοντος καὶ οὐδενὸς ἀξιοῦντος λόγου, κἂν εἰ μέγα τε εἴη καὶ δυσάντητον τὸ ὄρος, καὶ ἐμποδὼν
ἐγκείμενον κατορθοῦν ἐθέλοντι τὰ τοιάδε Χριστῷ, οὗ καὶ εἰς τύπον ὁ Ζοροβάβελ, καθάπερ ἤδη προείπαμεν. καίτοι γὰρ 48 ἀπαράβλητον ἔχων τὴν δυστροπίαν ὁ δράκων ὁ ἀποστάτης, 49 πεπάτηται παρὰ Χριστοῦ πόνου τε καὶ ἱδρῶτος δίχα. Θεὸς γὰρ ἦν κατὰ φύσιν, ὁ πάντα νικῶν.
καὶ στήσεται μὲν ἡ λυχνία, τὸ λαμπάδιον ἔχουσα, τουτέστι 51 Χριστὸν, ἐκλάμψουσι δὲ καὶ οἱ λύχνοι, καὶ μὴν καὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ λαμπαδίου αἱ δύο πάντως ἐλαῖαι στήσονται, τοὺς δύο λαοὺς σημαίνουσαι. εἶθ’ ὥσπερ τινὸς ἀναπυνθανομένου τε καὶ λέγοντος Τίς ἄρα εἶ σὺ, ὁ τὰ
οὕτω μεγάλα πολέμου δίχα παντὸς καὶ ἀμογητὶ κατορθώσειν ὑπισχνούμενος; προσυπακούει λέγων ὁ Θεὸς καὶ Πατήρ· ἐγὼ τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι, τουτέστιν, ἐγώ εἰμι ἡ πάντα ὑπεραίρουσα φύσις, 52 ἡ θεοπρεπέσιν ὑψώμασιν εἰς τὴν ὑπερέκεινα πάντων διάττουσα
δόξαν, ἡ κατὰ καιροὺς ἀρκέσειν μέλλουσα πρὸς κατόρθωσιν τῶν ἐπηγγελμένων καὶ πρὸ προσώπου Ζοροβάβελ. οὐ γὰρ ἠγνόει Χριστὸς τὸν ἑαυτοῦ Πατέρα, ἀλλ’ ὥσπερ τινὰ 53 συνεργάτην τῶν ἰδίων κατορθωμάτων ἐποιεῖτο λέγων “Ἀπ’ “ἐμαυτοῦ οὐδὲν ποιῶ, ἀλλ’ ὁ πέμψας με Πατὴρ ἐν ἐμοὶ
“μένων, ποιεῖ τὰ ἔργα αὐτός.” εἰργάζετο γὰρ ὡς διὰ δυνάμεως ἰδίας τοῦ Υἱοῦ, δι’ οὗ καὶ ἐν ἀρχαῖς μὲν τὰ πάντα πρὸς τὸ εἶναι παρενεγκὼν εἰκότως θαυμάζεται. μεμνήμεθα δὲ ὅτι 54 παρὰ τῷ σοφωτάτῳ Δανιὴλ, ὡς ὄρος ἡμῖν ὠνόμασται πάλιν 55 ὁ Θεὸς καὶ Πατὴρ, ἐξ οὗ καὶ “λίθος ἄνευ χειρῶν ἐτμήθη, ὃς “καὶ ἐλέπτυνε τὸν χρυσὸν, τὸν ἄργυρον, τὸν χαλκὸν, τὸν 56 “σίδηρον,’’ καὶ ἦν εἰς τύπον καὶ τόδε χριστοῦ. γεγεννη- μένος γὰρ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως καὶ ὑπὲρ νοῦν ὁ Υἱὸς, συνέτριψε πάσας τὰς βασιλείας, ἵν αὐτῷ λοιπὸν τὸ κράτος ἀνάπτηται. “Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα 57
“γλῶσσα ἐξομολογήσεται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς “δόξαν Θεοῦ Πατρός.” οὐκοῦν ὡς ἐξ ὄρους τοῦ Θεοῦ καὶ Πατρὸς ἀκρογωνιαῖος καὶ ἐκλεκτὸς ἀποτμηθεὶς λίθος ὁ Υἱὸς 58 γέγονεν ἡμῖν κηλρονομία. κεκλήμεθα γὰρ εἰς υἱοθεσίαν αὐτοῦ, καὶ κληρονόμοι γεγόναμεν Θεοῦ ζῶντος, ἰσότητα
χάριτος ἀντὶ χάριτος κερδαίνοντες. καὶ τί δὴ τοῦτό ἐστι;
τῇ ἐρήμῳ, διῆλθον ἐν ποδὶ ποταμούς· διεπεραιώσαντο γὰρ 59 οὕτω τὸν Ἰορδάνην· εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγγελίας. αὕτη δὴ οὖν ἡ χάρις ἡ πρώτη. ἀλλ’ ἐν ἰσότητί τε ὁμοῦ καὶ ὁμοιότητι τῆς ἀρχαίας ἐκείνης χάριτος, χάρις ἡμῖν ἑτέρα δέδοται παρὰ Χριστοῦ, ὃς γέγονεν ἡμῖν, λίθος μὲν, ὡς
θεμέλιος, ἤγουν ἀκρογωνιαῖος, κληρονομία δὲ πάλιν, γέγονα μὲν γὰρ δι’ αὐτοῦ κληρονόμοι Θεοῦ. πῶς οὖν ἐν ἰσότητι 60 τῆς πρώτης χαρτὸς ἡ δευτέρα; ἃ γὰρ ἐπ’ ἐκείνοις ἐπράττετο σαρκικῶς, ἤγουν αἰσθητῶς, ταῦτα τετελείωκεν ἐφ’ ἡμῖν ὁ 61 Χριστὸς πνευματικῶς τε καὶ νοητῶς. ἐξείλετο δουλείας δία
βολικῆς, ὡς ἐκ πηλοῦ καὶ πλινθείας, ἀπήλλαξε τῶν ἐν κόσμῳ παθῶν καὶ τῶν σαρκικῶν ἀκαθαρσιῶν, διεβίβασεν ὡς διὰ θαλάσσης. παρεδράμομεν γὰρ τὸν κλύδωνα τοῦ 62 παρόντος βίου, καὶ τῆς ἐν αὐτῷ φροντίδος τὸ πικρὸν, ἐφάγομεν ἄρτον τὸν ἐξ οὐρανοῦ· μυστικὸς ὁ λόγος· διεβιβάσθημεν τὸν Ἰορδάνην, περιτομὴν ἐσχήκαμεν τὴν ἐν Πνεύ- 63 ματι, κεκληρονομήκαμεν τὴν ἄνω πόλιν, τὴν ἀληθῶς ἁγίαν 64 γῆν, ἧς καὶ αὐτὸς ὁ Χριστὸς διεμέμνητο λέγων “Μακάριοι
“οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.’’ οἶμαι δὲ ἔγωγε καὶ τὸν σοφώτατον εὐαγγελιστὴν Ἰωάννην αὐτὸ δὴ 65 τοῦτο βούλεσθαι καταδηλοῦν, εἰ λέγοι περὶ Πριστοῦ “Οτι “ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ “χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ
“χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.’’ διάκονος μὲν γὰρ καὶ μεσίτης τῆς ἀρχαίας ἐκείνης χάριτος 66 γέγονεν ὁ Μωυσῆς· τῆς γεμὴν δευτέρας χορηγὸς ὁ Χριστός, ἐχούσης μὲν ὁμοιότητα πρὸς ἐκείνην· τύποι γὰρ ἦσαν ὡς πρὸς ἀλήθειαν, ἤγουν τὸ τῆς ἀληθείας ὠδίνοντες κάλλος·
ἀμείνονος δὲ καὶ ὑπερκειμένης ὅσῳ καὶ τῶν αἰσθητῶν ὑπερφέροι ἂν εἰκότως τὰ νοητά. καὶ μαρτυρήσει γράφων 67 ὁ Παῦλος, ὅτι “Κρείττονος διαθήκης γέγονεν ἔγγυος ὁ “Ἰησοῦς.’’
παρατίθησιν εἰς τύπον τὰ διὰ χειρὸς Ζοροβάβελ κατὰ καιροὺς ἐκπεπερασμένα. μένα. ἐπειδὴ γὰρ ἁλούσης τῆς Βαβυλωνίων ὑπὸ Περσῶν καὶ Κύρου, τῶν τῆς δουλείας ἀνεῖντο δεσμῶν οἱ ἐξ 70 Ισραὴλ, καὶ δὴ καὶ ἐπανῆκον εἰς Ἱεροσόλυμα, Δαρείου λοιπὸν τὴν χαλδαίων διέποντος ἀρχὴν, εἴτ’ οὖν βασιλείαν, 71 προὔτρεπε Θεὸς τοὺς ὑπονοστήσαντας τὸν θεῖον εὐθὺς ἀναδείμασθαι ναὸν, βασιλεύοντος μὲν Ζοροβάβελ, ἱερατεύοντος
γεμὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. καὶ ἥπτοντο μὲν τῶν ἔργων, καὶ δὴ καὶ ἐν πρώταις κρηπίδων καταβολαῖς τὸ ἔργον ἦν· ἦρτο δὲ καὶ ὑψοῦ τὰ τείχη λοιπὸν, εἶτα μεταξὺ κωλυόντων τινῶν καὶ ἐμποδὼν γεγονότος τοῦ φθόνου τῶν περιοίκων ἐθνῶν, γέγονέ τις ἀνοκωχὴ καὶ σπουδασμάτων
τῶν ἐπὶ τοῖς ἔργοις ἀνάβλησις.
δὲ καὶ εἰς τύπον Χριστοῦ παρείληπται πρὸς ἡμῶν ὁ ἐκ τῆς Ἰούδα φυλῆς Ζοροβάβελ, φέρε δὴ λέγω μὲν ὅπως τε καὶ τίνα τρόπον ἤρξατο μὲν αὐτὸς οἰκοδομεῖν τὸν οἶκον Κυρίου· τετελείωκε δὲ αὖ νοητῶς τε καὶ πνευματικῶς. κατεστήσατο μὲν γὰρ ἐν ἀρχαῖς οἶκον ὥσπερ τινὰ καὶ ἐναύλισμα θεοπρεπὲς
αὐτῷ τε καὶ τῷ Πατρὶ, τὴν τῶν Ἰουδαίων Συναγωγήν. 72 οὕτω γὰρ αὐτὴν ὠνόμαζε, διὰ τοῦ πανσόφου Μωυσέως εἰπών “Ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι 73 “αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ, οὐχ οὕτως “ὡς ὁ θεράπων μου Μωυσῆς, ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός
“ἐστιν· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ “δι’ αἰνιγμάτων.’’ οὐκοῦν τεθεμελίωται μὲν ὥσπερ ὁ οἶκος διὰ Χριστοῦ· καθῄρηται δὲ μεταξύ. καὶ γοῦν ὁ προφήτης 74 Ιερεμίας ὡς πεπτωκότα τε καὶ σεσεισμένον κατωλοφύρετο 75 λέγων “Οἰκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν ὁ ἀναστήσων αὐ- “τόν·” ἐπειδὴ γὰρ πεπαρῳνήκασιν εἰς Χριστὸν, πέπτωκε διὰ τοῦτο καὶ οὐκ ἦν ἔτι λοιπὸν ὁ ἀναστήσων αὐτόν· πλὴν ἐγήγερται διὰ Χριστοῦ, καὶ μετεσκευάσθη πρὸς τὸ ἄμεινον,
εἰσκεκομισμένων ἐν αὐτῷ τῶν ἐθνῶν, καὶ ἀναδειχθείσης ἐν 76 κόσμῳ τῆς Ἐκκλησίας, Εκκλησίας, “ἤτις ἐστὶν οἶκος Θεοῦ τοῦ κάλλους γέγονεν ἐραστὴς ὁ τῶν ὅλων κύριος καὶ Θεός. ὅτι γὰρ ἀσυγκρίτως ἀμείνων παρὰ ’τον πρῶτον ὁ ἐν ἐσχάτοις καιροῖς ἐγηγερμένος νεὼς, τουτέστιν ἡ Ἐκκλησία, πεπλη-
77 ροφόρηκεν εἰπὼν διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου “Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῆ 78 “δόξη αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;” καὶ μεθ’ ἕτερα 79 “Διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη
“ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ.” ἀλλ’ ὅτι μὲν ἱστορικῶς τὰ τοιάδε νοεῖν ἀπόπληκτον, οὐκ ἂν ἐνδοιάσειε τις, ἐννενοηκὼς, ὅτι πῶς ἂν νοοῖτο προφερεστέρα τῆς πρώτῆς, ἡ ἐν ἐσχάτοις δόξα τοῦ θείου ναοῦ, εἴπερ ἐκεῖνον μὲν κατεπίμπρα καὶ διήρπασεν ὁ Βαβυλώνιος Ναβουχοδονόσορ·
80 τὸν δὲ μετ’ ἐκεῖνον ἐγηγερμένον μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, οὐδὲν ἧττον Ῥωμαῖοι κατεπίμπρασαν, αὐτῷ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα, καὶ ἅπασαν δὲ τὴν Ιουδαίων χώραν. οὐκοῦν οὐκ ἀπόχρη πρὸς ἀλήθειαν ἡ τῆς ἱστορίας ἀπόδοσις· ἀμείνων δὲ καὶ προφερεστέρα τῆς πρώ-
81 της ἡ τελευταία δόξα, παραληφθείσης τῆς Ἐκκλοησίας “εἰς “ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.” 82 ἐποικοδομούμεθα γὰρ “ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων 83 “καὶ προφητῳν,” “διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ 84 “ ἐνέργειαν ἑκάστου μέλους συναρμολογούμενοι τε καὶ συντιθέμενοι, καὶ οἱονεί πὼς ἀλλήλοις συμβαίνοντες ὡς ἑνότητι πίστεως καὶ ἀγάπης διὰ τοῦ Πνεύματος εἰς ναὸν ἅγιον. λίθοι 85
γάρ ἐσμεν ζῶντες. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τὴν τῶν πεπιστευκότων πληθὺν, ποτὲ μὲν “Θεοῦ γεώργιον,’’ ποτὲ δὲ 86 δὴ αὖ καὶ οἰκοδομὴν ὠνόμαζε Θεοῦ. καὶ “ὡς σοφὸς ἀρχι- “τέκτων θεμέλιον” ἔθηκεν· οὗτος δέ ἐστιν Ἰησοῦς ὁ Χριστός· ᾧ δὴ πάντες ἐπερηρείσμεθα, δι’ οὗ καὶ ἑστήκαμεν, καὶ ναοὶ 87
χρηματίζομεν, αὐτὸν ἔχοντες εἰς νοῦν καὶ καρδίαν ἐνῳκηκότα τε καὶ ἐνηυλισμένον διὰ τοῦ Πνεύματος.
ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ ζοροβάβελ· ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν
γῆν.
χρόνοις τῆς προκειμένης ἡμῖν προφητείας, ἤτοι τῆς οἰκοδομῆς τοῦ ναοῦ τοῦ διὰ χειρὸς Ζοροβάβελ ἐγηγερμένου. εἴ τις οὖν ἄρα, φησὶν, ἐξουδενώσειε τὰς μεταξὺ μικρὰς καὶ εὐαριθμήτους ἡμέρας, καὶ βραχεῖαν ἡγήσαιτο τὴν ἀνάβλησιν, οὐκ ἀκηδιάσας 89 πρὸς τοῦτο, πάντη τε καὶ πάντως ἁπάσης ἔσται
θυμηδίας ἔμπλεως. χαρήσεται γὰρ καὶ ὄψεται τὸν λίθον κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. κασσιτέρινον δὲ λίθον ὠνόμασε 90 τὸν Χριστόν. κἂν εἴ τις βούλοιτο τὴν αἰτίαν ἀναμαθεῖν, φαίην ἃν εὐθὺς τὰ δοκοῦντά τισι, καὶ παρ’ ἡμῖν αὐτοῖς ὀρθῶς ἔχειν ὑπειλημμένα. οἱ μὲν γάρ φασι τὸν κασσίτερον ἀπό τε χαλκοῦ καὶ μολίβου τὴν σύγκρασιν ἔχειν· ταύτης τε ἕνεκα τῆς αἰτίας οὔτε τοῦ εἶναι σκληρὸν ἀπηλλάχθαι παντελῶς,
οὔτε μὴν ἀνήνασθαι τὸ καὶ ἔχειν μαλθακῶς· συντίθέμεν 91 δὲ καὶ ἡμεῖς κατὰ τοιόνδε τινὰ τρόπον τὸν Ἐμμανουὴλ ἔκ τε τῆς ἀθραύστου θεότητος, καὶ ἐκ τῆς οἱονείπως εὐπαθοῦς ἀνθρωπότητος. ἰστέον δὲ ὅτι καὶ τὸν ἀδάμαντα λίθον μολίβῳ φασὶν εὐκόλως συνθραύεσθαι, καίτοι τοῦτο παθεῖν δι’ ἑτέρας
ὕλης οὐκ ἀνεχόμενον. φαμὲν οὖν, ὅτι καίτοι χρηστὸς ὣν ἄγαν καὶ παναλκὴς ὁ Χριστὸς, καὶ τὸ ἀπηνὲς οὐκ ἔχων ὡς Θεὸς, οἷον ἀδάμαντά τινα συνθραύει τὸν σατανᾶν, περὶ οὗ 92 γέγραπται “Ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε “δὲ ὥσπερ ἄκμων ἀνήλατος. δοκεῖ γεμὴν καὶ ἑτέροις τὸν
κασσίτερον, εἴτ’ οὖν ἁπλῶς τὸν μόλιβον εἰς ἀποκάθαρσιν τὴν διὰ πυρὸς τῆς ἑτέρας ὕλης ἀναγκαίως παραλαμβάνεσθαι, μάλιστα δὲ τοῖς τὰ ἐξ ἀργύρου τεχνουργεῖν εἰωθόσι τὸ χρῆμά ἐστι χρήσιμόν τε καὶ ἀναγκαῖον. καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς Ἱερεμίου πάλιν αὐτὸ δὴ τοῦτο δηλῶν αἰνιγματω-
93 δῶς “Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβος, εἰς “κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρίαι αὐτῶν οὐκ ἐτά- “κησαν.”
ἀποκαθαίροντα νοητῶς. εἰ δή τις οὖν ἄρα κατευμεγεθήσειε, φησὶ, τῆς τῶν μεταξὺ καιρῶν εἰσβολῆς, καὶ οὐδὲν ἡγήσοιτο 95 τὰς διὰ μέσου μικρὰς ἡμέρας, χηήσεται μὲν καὶ ὅψεται τὸν λίθον τὸν κιισσιτέρνον ἐν χειρὶ Ζοροβάβελ. καὶ τί δὴ ἄρα ἐστὶ τό ἐν χειρὶ Ζοροβάβελ; ἡ θεόπνευστος γραφὴ τὴν χεῖρα δέχεται καὶ εἰς δύναμιν καὶ εἰς ἐξουσίαν. ἐν δυνάμει δὴ οὖν
ἤγουν καὶ ἐν ἐξουσίᾳ τῇ τοῦ Ζοροβάβελ τουτέστι Χριστοῦ, ὄψεται τὸν λῇον τὸν κασσιτέρινον. Ζοροβάβελ μὲν γὰρ, ὡς 96 ἔφην, ἐκ φυλῆς ὢν Ἰούδα βεβασίλευκε ἐπὶ τὸν Ἰσραήλ. κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐξέφυ μὲν αἵματος καὶ φυλῆς τῆς Ἰούδα τὸ κατὰ
σάρκα, βεβασίλευκε δὲ καὶ αὐτὸς ἐπὶ τὸν Ἰσραὴλ, οὐκ ἐν τάξει τῇ καθ’ ἡμᾶς, ἤγουν μετρητὴν καὶ χρόνῳ πεπερασμένην τὴν βασιλείαν ἔχων, ἀλλ’ ὡς Θεὸς ἀληθῶς καὶ εἰς ἀπεράντους αἰῶνας ἐκτεινομένην. καὶ μαρτυρήσει λέγων ὁ μακάριος Γαβριὴλ τῇ ἁγίᾳ παρθένῳ περὶ αὐτοῦ, ὅτι καὶ 97
τέξεται υἱὸν, καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. προσεπαγαγὼν δὲ,. ὅτι “Καὶ δώσει αὐτῷ κύριος ὁ Θεὸς τὸν 98 “θρόνον Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν “οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ “οὐκ ἔσται τέλος.” ἐν χειρὶ δὴ οὖν Ζοροβάβελ, τουτέστιν,
ὡς ἐν δυνάμει τε καὶ ἐξουσίᾳ τῇ τοῦ Ζοροβάβελ ὀφθήσεται κατὰ καιροὺς ὁ λιθος ὁ κασσιτέρινος. ἐπιφέρει δὲ τούτοις εὐθὺς τῆς προφητείας ὁ λόγος Ἑπτὰ οὖτοι ὀφθόιλμοὶ Κυρίου εισιν οἱ επιβλεποντες ἐπὶ πασαν τὴν γῆν. καὶ τίνες ἃν εἶεν οὗτοι πάλιν; ἣ γὰρ τοὺς ἑπτὰ λύχνους, οὓς τεθέαται σὺν 99
τῷ λαμπαδίῳ, κέκληκεν ὀφθαλμοὺς κυροῦ, ἵνα νοῶμεν τοὺς ἁγίους, δι’ ὧν ἡ σύμπασα καταφωτίζεται γῆ, καὶ ἐπισκοπῆς ἀξιωθεῖσα φαίνεται τῆς παρὰ Θεοῦ· ἤγουν ἐκεῖνο οἶμαί που κατασημαίνειν ἐροῦμεν, ὡς οὐκ ἃν ἀμελήσειε τῶν ἰδίων 100 κτισμάτων ὁ τῶν ὅλων Θεὸς καὶ Πατήρ· ἀλλ’ οἷον πολλοῖς τε καὶ ἀύπνοις ὄμμασι τὰ πάντα περιαθρῶν, χαριεῖται ἐπὶ τῆς γῆς τὸν λίθον τὸν καττιτέρινον, τουτέστι Χριστὸν, δι’ 101 οὗ γέγονεν εἰς ἡμᾶς καὶ ὁ τῆς ἐπισκέψεως, ἤγουν ὁ τῆς ἐπιβλέψεως 102 βλέψεως τρόπος. Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ
ὕψους, κατὰ τὸ γεγραμμένον. καὶ εἴπερ ἐσμέν σῶμα “Χριστοῦ καὶ μέλη ἐκ μέρους,’’ οὐδὲν οἶμαι τὸ ἀπεικὸς, ὀφθόιλμῶν τάξει τοὺς ἁγίους μυσταγωγοὺς τεθεῖσθαι λέγειν, ὡς τῶν ἄλλων προὔχοντας καὶ ὑπερκειμένους, ταύτητοι καὶ ἐπισκόπους ὠνομασμένους, καθάπερ ἐγῷμαι. κατασκέπτεται
δὲ δι’ αὐτῶν τοὺς εἰς αὐτὸν πιστεύοντας ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. λίθος γεμὴν κιισσιτέρνος, καὶ καθ’ ἕτερον 103 ἂν νοοῖτο τρόπον ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. ὁ γάρ τοι κασσίτερος συνάπτει πρὸς ἕνωσιν τὰ διηρημένα, κολλητικὴν ἔχων τὴν φύσιν. πέπραχε δέ τι τοιοῦτον καὶ
104 εἰς ἡμᾶς ὁ Χριστὸς, εἴπερ ἐστὶν ἀληθὲς, ὡς εἰς ἕνα καινὸν “ἄνθρωπον τοὺς δύο κτίζει λαοὺς, ποιῶν εἰρήνην καὶ ἀπο- “καταλλάσσων ἐν ἑνὶ σώματι τοὺς ἀμφοτέρους, εἰς τὴν διὰ Πνεύματος ἕνωσιν. ὅθεν καὶ λίθος ἀκρογωνιαῖος ὠνόμασται, συνδέων εἰς ἕνωσιν τοὺς δύο λαοὺς, ὡς ἔφην
συνῆψε δὲ καὶ ἀγγέλοις τοὺς ἐπὶ τῆς γῆς· ἁλλὰ καὶ ἡμᾶς 105 δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τὴν μεταξὺ κειμένην καὶ πάλαι διατειχίζουσαν καθελὼν ἁμαρτίαν.
ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; καὶ ἐπηρώτησα ἐκ
δευτέρου κὼ εἶπα πρὸς αὐτόν Τί οἱ δύο κλάδοι τῶ ἐλαιῶν, οἱ ἑ ταῖς χερσί τῶ δύο μυξωτήρων τῶι χρυσῶν τῶ ἐπιεἰς 106 χεόντων καὶ ἐπανγόντων τὰς ἐπαρυστρίδας τας χρυσᾶς; καί
εἶπε πρὸς μἐ οὑκ οἶδας τί ἐοτι ταῦτα; καἰ εἶπα Οὐχι κύριε. 107 κα ἔπε’ Οὗτο ὁ δύο οἷο τὴς πιύτητος οἱ παρεστήκασι τῶ
Κυρίῳ πάσης τῆς γῆς.
σύμβολου ἠ εἰς Θεόν τε καὶ εἰς εὐώνυμον τοῦ λαμπαδίου στασις τ,ῶν ελαιῶν. ταύτῃτοι περιεργάζεται καὶ ἀναμανθανειν 108 ἄθρει δὲ ὅπως δευτέραν προσεπάγει ’ν πευσιν, καὶ μὴν καὶ μεταπλάττει πὼς εἰς τὸ ἀτρεκὲς τὸν τῆς ερωτησεως τρόπον. δύο μὲν γὰρ ἐλαίας ὠνόμαζεν ἐν
αρχῃ· λεπτότερον ’δε πὼς τῆς διανοίας τὸν ὀφθαλμὸν τοῖς ορωμένοις ἐνιεὶς, οὐκ ἔτι μὲν ἐλαίας, κλάς δὲ μᾶλλον ωνόμαζεν ἐλαιῶν. ἐρομένῳ δὴ οὖν εὐτέχνως ἀποφαίνεται λοιπὸν ὁ μακάριος ἄγγελος, καί φησιν Οὖτοι οἱ δύο υἱοὶ τῆς ποτῆτος παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς. υἱοὺς δὲ
πιοτητος, τοὺς, δύο που πάντως ἔφη λαοὺς, τόν τε Ἰσραὴλ καὶ ’τον ἐξ ἐθνῶν, οἷον εἰς πιότητιι τὴν πνευματικὴν παρενηνεγμενους. ταύτῃτοι καὶ ἐν τοῖς μυξωτῆρσι τῶν λύχνων τεθεϊσθαί φησιν αὐτοὺς ὡς εὐφραινομένους μένους τε καὶ ἐνσπαταλῶντας 109 ἐλαίῳ τῳ παρὰ Χριστοῦ, καὶ τῆ τοῦ Πνεύματος χάριτι
πλουσίως πιαινομένους. ἠλεήμεθα γὰρ, “δικαιούμενοι δωρεαν 110 δία τῆς πίστεως, καὶ κοινωνοὶ τῆς θείας αὐτοῦ φύσεως ’ 111 ἀναδεδειγμένοι, διὰ τοῦ μεταλαχεῖν Ἁγίου Πνεύματος. οὐκοῦν ἐν ἐλαίῳ τε καὶ λύχνοις ἡ τῶν δύο λαῶν ἵδρυσίς τε καὶ παράστασις. ἐν φωτὶ γὰρ ἡμῶν ἡ κλῆσις, καὶ ὡς ἐν ἐλαίῳ τῷ παρὰ Θεοῦ· εἴπερ ἐστὶν ἀτρεκὲς εἰπεῖν, ὡς ἠλεήμεθα μὲν θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι καὶ δουλείας τῆς ἀρχαιοτέρας
112 ἀπολύσαντες τὸν αὐχένα· πεφωτίσμεθα δὲ αὖ, τὸν ἕνα καὶ φύσει Θεὸν ἐπιγινώσκοντες, καὶ τῆς πολυθέου πλάνης τὸν σκότον ἐκβεβηκότες.
αὐτὰς ἐλαίας μὲν ἔτι, καλάδους δὲ μᾶλλον ἐλαιῶν, φέρε δὴ φέρε περιαθρήσωμεν. καλλιέλαιος μὲν τοίνυν ἡ τῶν Ἰουδαίων κεχρημάτικε Συναγωγὴ, ἀγριέλαιος γεμὴν τῶν ἐθνῶν 113 ἡ πληθύς. οὕτω γὰρ αὐτῶν διαμέμνηται καὶ ὁ μακάριος 114 Παῦλος, λέγων πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας “Εἰ “γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ “φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πολλῷ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῆ ἰδίᾳ ἐλαίᾳ. οὐκοῦν καλλιέλαιος μὲν ἡ Συναγωγὴ, καθάπερ ἔφην ἀρτίως· ἀγριέλαιος δὲ ἡ τῶν ἐθνῶν ἀγέλη. οἱ μὲν γὰρ, τὴν διὰ νόμου
παίδευσιν ἔχοντες, οὐκ ἄκαρποι διετέλουν· οἱ δὲ ἦσαν σφηκῶν 115 ἀγρίων ἐνδιαιτήματα, πλήρη δαιμονίων ἔχοντες τὸν νοῦν καὶ ἄκαρποι παντελῶς. πλὴν οὔτε πᾶσα τῶν Ἰουδαίων ἡ Συναγωγὴ τὴν εἰς Χριστὸν παρεδέξατο πίστιν, οὔτε μὴν τῶν ἐθνῶν ἡ πληθύς. ἐξεσπασμένοι δὲ ὥσπερ ἀφ’ ἑκάστης
ἠλέηνται πολλοὶ, καὶ κέκληνται διὰ τῆς πίστεως εἰς τὸν διὰ τοῦ Πνεύματος φωτισμόν. κλάδοι δὴ οὖν ἐλαιῶν οἱ ἀπεσπασμένοι νοοῖντ’ ἃν εἰκότως, οἳ καὶ ἠλέηνται διὰ τῆς 116 χάριτος, καὶ ὡς ἐν φωτὶ γεγόνασι τοῦ λαμπαδίου, τουτέστι Χριστοῦ, καὶ τῶν ἑπτὰ συναναλαμπόντων λύχνων, τουτέστι τῆς τῶν ἁγίων πληθύος. ἄθρει δὲ ὅπως ὁ θεσπέσιος ἄγγελος 117 εἰς εἰκόνα καὶ ὑποτύπωσιν τοῦ Ἐμμανουήλ παραδέχεται τὸ
λαμπάδιον. τεθειμένων γὰρ τῶν κλάδων ἐκ δεξιων αὐτοῦ καὶ ἐξ εὐωνύμων· οὓς καὶ υἱοὺς τῆς πιότητος ὠνόμασε δύο παριστάναι φησὶν αὐτοὺς τῷ Κυρίῳ πάσης τῆς γῆς, τῆς παραστάσεως ἐν τούτοις κατασημαινούσης εὖ μάλα τὴν οἰκειότητα τὴν πνευματικὴν, καὶ τὸ ἕτοιμον τῆς γνώμης εἴς
γε τὸ δεῖν ὑποκεῖσθαί τε καὶ ὑπηρετεῖν αὐτῷ. ὧδε γὰρ ἃν νοοῖτο Χριστὸς παραστήσας ἑαυτῷ τὴν Ἐκκλησίαν τὴν ἐκ 118 δύο λαῶν συναγηγερμένην. κατὰ τοῦτον οἶμαι τὸν τρόπον 119 τῷ τῆς παραστάσεως ὀνόματι καὶ ὁ θεσπέσιος Μωυσῆς κατεκαλλύνετο, Θεοῦ πρὸς αὐτὸν εἰρηκότος “Σὺ δὲ αὐτοῦ 120 “στῆθι μετ’ ἐμοῦ.’’ οὐ γὰρ ἀπόβλητος ἢ διὰ νόμου παίδευσις παρά γε τῷ πάντα εἰδότι Θεῷ. διὰ ποίαν αἰτίαν; παιδαγωγεῖ γὰρ ἐπὶ Χριστὸν, καὶ ὡς ἐν τύποις καὶ σκιαῖς αὐτὴν ἡμῖν ὠδίνει τὴν ἀλήθειαν. καὶ πρὸς τοῦτο ἡμᾶς πιστώσεται λέγων αὐτὸς ὁ Υἱὸς πρὸς τοὺς ἀπειθοῦντας Ἰουδαίους
“Εἰ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ 121 “γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.”
εἶπα Ἐγὼ ὁρῶ δρέπανον πετόμενον μῆκος πήχεων εἴκοσι καὶ
πλάτος πἠχεων δέκα. καὶ εἶπε πρὸς μέ Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη
ἐπὶ προσώπου πάσης τῆς γῆς· διότι πᾶς ὁ κλέπτης 123 ἐκ τούτου ἔως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ 124
τούτου ἔως Θαιάτου ἐκδικηθήσεται. καὶ ἐξοίσω αὐτὸ, λέγε Κύρνος παvτοVάτωρ, κω εἰσελεύσεται εὶς τὸ οἶκον τοῦ κλἐπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῶ ὀνόματί μου ἐμ ψεύδει, κὼ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν κὼ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ.
125
ὀφθαλμοὺς, εἶτα δρεπανον ὁρᾷ, πτηνοῦ δίκην, ὑψοῦ τε ἠρμένον 126 καὶ οἷον εἰς πᾶσαν διάττον τὴν γῆν. ἦν δὲ δὴ λίαν εὐρύ τε καὶ εὐμῆκες. εἰκοσάπηχυ μὲν γὰρ τὸ μῆκος αὐτῷ, ἐν ἡμίσει δὲ τούτου τὸ πλάτος. ἐρομένῳ δὲ, τι ἂν εἴη πάλιν, καὶ μὴ εἰδέναι φάσκοντι, αὕτη φησὶν ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ προσωπου
πασης τῆς γῆς, καὶ ταῖς αὐτοῖς πρεπούσαις ἐνιεῖσα ποιναῖς τὸν ἐπίορκον καὶ σὺν αὐτῷ τε τὸν κλέπτην. καὶ ὅσον μὲν ἧκεν εἰς ἐμφανεστέραν δήλωσιν τὴν ἐπί γε τῶν δεδειγμένων, 127 δυσχερὲς οὐδέν. ὰρὰ γὰρ θεία πάντη τε καὶ πάν. τὼς κατανεμηθήσεται τοὺς κλέπτας καὶ πρὸς τούτοις ἔτι τοὺς
ψευδορκεῖν εἰωθότας, καὶ μονονουχὶ δρεπάνῳ τοὺς ὑβριστὰς 128 ἀποκείρουσα, χόρτον ἀποφαίνει δομάτων καὶ πυρὶ δίδωσι τροφὴν, καὶ εἰς οἶκον ἀνδρὸς εἰσελάσει τοιούτου, συντελέσει τε πάλιν αὐτὸν, καὶ καταδονήσει γεννικῶς.
ὄντων κατὰ τὸν βίον, καὶ μὴν καὶ ἐν διαφόροις ὄντων αἰτιαμάτων 130 τὸ τηνικάδε τῶν ἐξ Ἰσραὴλ, κατὰ μόνων κλεπτῶν τε καὶ ψευδωμοτῶν τὴν διὰ τοῦ δρεπάνου ποινὴν ἐπηρτῆσθαί φησιν, ἤγουν ἐκπορεύεσθαι τὴν ὰρὰν, ἀποκείρουσαν τοὺς ἁλισκομένους καὶ συντελοῦσαν εἰς ἅπαν; πρὸς δὴ τὰ τοιαῦτά
φαμεν, ὅτι τὰ ἑκάστῳ χρήσιμα καιρῷ διὰ τῶν ἁγίων προφητῶν προσελάλει Θεὸς, ἀεί πὼς ὠφελῶν τὰ ἐνεστηκότα. ἦν οὖν ἀναγκαῖον τοῖς τὸ τηνικάδε μάλιστα ταυτηνὶ σαφῆ γενέσθαι τὴν ὅρασιν· ἐποίσομεν δὲ τὰς αἰτίας, ἐπικαιροτάτην οὖσαν ἐπιδεικνύοντες. ἐπειδὴ γὰρ τὴν τῶν Χαλδαίων ἀφέντες 131
μόλις οἱ ἐξ Ἰσραὴλ, καὶ τὸν τῆς δουλείας ἀποδυσάμενοι ζυγὸν, ὑπενόστησαν εἰς τὴν Ἰουδαίαν, καὶ ἦσαν ἐν τοῖς Ἱεροσολύμοις· δέον ἀποσχέσθαι τῶν ἀρχαίων ἐκείνων πλημμελημάτων, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἐπανορθοῦν τε τὰ φθάσαντα, καὶ κατευφραίνειν τὸν Λυτρωτὴν, τὰ αὐτῷ
δοκοῦντα πληροῦν ᾑρημένους, οὐδὲν ἧττον ἦσαν ὁποῖοι καὶ τότε, παραλύοντες ἀφυλάκτως τὸ τῷ νόμῳ δοκοῦν. ἀποφάσκοντος 132 γὰρ τοῦ Μωυσέως τὸ δεῖν αὐτοὺς ἀλλοφύλοις 133 ἐπιμίγνυσθαι γυναιξὶν, αὐτοὶ τῶν τεθεσπισμένων ὀλίγα πεφροντικότες, ταῖς τῶν ὁμόρων ἐθνῶν συνεπλεκ́οντο θυγατράσι,
τράσι, καὶ τέκνων ἦσαν ἀλλοτρίων πατέρες, καὶ ἀνοσίου σπέρματος πλήρη πάλιν ἀπέφανον τὴν ἁγίαν πόλιν. ἦσαν ’δε τινες καὶ τῶν ἐν αὐτοῖς ἐπιφανεστέρων τοῖς τοιούτοις 134 ἐνισχημένοι πταίσμασιν, οὗ δὴ γεγονότος κατεθρήνει μὲν ὁ Ἔσδρας, καὶ δὴ καὶ τὸν θεῖον οἶκον καταλαβὼν, τὰς ὑπέρ 135 γε τῶν ἠσεβηκότων ἐποιεῖτο λιτάς. εἶτα τί γενέσθαι συμβέβηκεν, ἐξ αὐτῶν εἰσόμεθα τῶν πα αὐτοῦ γεγραμμένων. 136 ἔχει δὲ οὕτω “καὶ ὅτε προσευχόμενος Ἔσδρας ἀνθωμολο-
“γεῖτο, κλαίων καὶ χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπι- "συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἱεροσολύμων ὄχλος πολὺς “σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίαι· κλαυθμὸς γὰρ "ἦν μέγας ἐν τῷ πλήθει. καὶ φωνήσας Ἰεχονίας Ἰεήλου "τῶν υἱῶν Ἰσραὴλ εἶπεν Ἔσδρα, ἡμεῖς ἡμάρτομεν εἰς τὸν
“κύριον καὶ Θεὸν, καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς β “ἀπὸ τῶν ἐθνῶν τῆς γῆς, καὶ νῦν ἐστιν ἐπάνω πᾶς Ἰσραήλ. "ἐν τούτῳ γινέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν κύριον, ἐκ “βαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν "σὺν τοῖς τέκνοις αὐτῶν, ὡς ἐκρίθη σοι, καὶ ὅσοι πειθαρ-
"χοῦσι τῷ νόμῳ κυρίου. ἀναστὰς ἐπιτέλει· πρὸς σὲ γὰρ "τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν. καὶ ἀναστὰς "Ἔσδρας ὥρκισε τοὺς φυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν "παντὸς τοῦ Ἰσραὴλ ποιῆσαι κατὰ ταῦτα, καὶ ὤμοσαν.’’ ὀμωμοκόσι δὴ οὖν τὰ τῷ νόμῳ δοκοῦντα πληροῦν, ἦν πὼς
137 ἀναγκαῖον ἐπαρτίσαι τὴν ἀρὰν, τὴν τοῖς ψευδορκεῖν εἰωθόσιν ἀπηνῶς ἐπιθρώσκουσαν, ἵνα καὶ γένοιντο φύλακες τῶν ὀμωμοσμενων.
λαοῦ προσκεκομικότος, εἶτά τινας ἦν εἰκὸς τῶν τὰ τοιάδε 138 διοικεῖν ἐπιτεταγμένων μένων ἀπονοσφίσασθαί τι τῶν εἰς δόξαν Θεοῦ προσκεκομισμένων· ταύτῃτοι καὶ κατὰ κλεπτῶν ἰέναι τὴν ἀραν εὖ μάλα φησὶν, ἵνα καὶ αὐτοὶ λημματίων αἰσχρῶν γεγονότες ἀμείνους, μὴ τῶν ἱερῶν ἅπτωνται χρημάτων, εἰς
ἰδίας αὐτὰ δαπανῶντες χρείας. αὕτη μὲν οὖν ἡ τῆς ὁράσεως 139 πρόφασις. χρῆναι ’δε φημι δεδιέναι τὴν ἀρὰν καὶ τὴν τοῦ δρεπάνου τομὴν τούς τε κλέπτειν ἢ ψευδορκεῖν εἰωθότας, ἐννοοῦντας ὅτι πάντη τε καὶ πάντως εἰς πέρας οἴσει Θεὸς τὰ διωρισμένα, καὶ οὔτε κλεπτῶν οὔτε μὴν τῶν ἑτέρων φείσεται.
ποιεῖται γάρ πὼς ἀεὶ κατεστυγημένους, μένους, τοὺς τῆς θείας αὐτοῦ καταφρονοῦντας δόξης, καὶ τοὺς ἀπλήστῳ γνώμη τῶν οὐδὲν αὐτοῖς προσηκόντων ἐφιεμένους.
Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τὸ εκπορευόμενον
τοῦτο. καὶ εἶπα Τί ἐστι; καὶ εἶπε Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον.
καὶ εἴπει Αὕτη ἡ ἀδικία αὐτῶ ἐν πἀσῃ τῇ γῇ. καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον· καὶ ιδοὺ γυνὴ
μὰ ἐκάθητο ὲν μέσῳ του μέτρου, καὶ εἶπεν Αὕτη ἐστὶν ἡ
ἀνομία. καὶ ἔῤῥιψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου, καὶ ἔῤῥιψε
τὸν λίθον του μολιβου εἰς τὸ στόμα αὐτῆς.
καταρραθυμοῦντας ἄγαν τοῦ χρῆναι πληροῦν τὰ νενομισ- 143 μένα, καὶ ἀποκλίνοντας μὲν ἀκαθέκτως εἴς γε τό σφισιν αὐτοῖς ἡδύ τε καὶ φίλον, ὀλίγα δὲ παντελῶς τῶν διὰ Μωυσέως πεφροντικότας νόμων· συνεπλέκοντο γὰρ καὶ 144 ἀλλοφύλοις γυναιξὶ, καὶ ἤδη τινὲς ὁλοτρόπως ἔξω βαίνοντες τοῦ εἰκότος, ἐτελέσθησαν εἰδώλοις, καί τινα πρὸς τούτοις
ἑδρῶν ἃ μηδὲ εἰπεῖν· εἰπεῖν· ἀναγκαίαν ὁ Προφἠτης τῶν ὁραμάτων ποιεῖται τὴν ἀφήγησιν, ἵν εἰδεῖεν οἱ λελυτρωμένοι μόλις, ὁπόσαις ἀνθρώπων καὶ ἁγίων ἀγγέλων λιταῖς τὸ χρῆμα κερδάναντες αὐτοὶ, κατὰ σφῶν παραθήγουσι πάλιν τὸν τῶν ὅλων Θεὸν, ταῖς τῶν ἀρχαίων αἰτιαμάτων ἐμπλεκόμενοι
λαβαῖς.
εἰς ὕψος τοὺς ὀφθαλμοὺς, οἷς ἃν διάττειν ὑψοῦ μεμελετηκόσι, πρέποι ἂν εἰκότως τὸ καὶ θεία δύνασθαι καταθρεῖν μυστήρια. ἤρετο δὴ οὖν τί ἄρα ἐστὶ τὸ δεικνύμενον. ὁ δὲ πρὸς αὐτὸν, τοῦτό φησι τὸ μέτρον τὸ ἐκπορευόμενον. αὕτη ἐστὶν ἡ ἀδικία αὐτῶν ἐν πάση τῆ γῆ. καὶ τί δὴ τὸ μέτρον,
ἀναλογίζεσθαι χρή. καὶ δὴ καί φαμεν, ὅτι φύσει χρηστὸς 146 καὶ φιλάνθρωπος ὢν ὁ τῶν ὅλων Δεσπότης· πλημμελοῦσι γὰρ ἀνεξικακεῖ, καὶ παρανομούντων ἀνέχεται, περιμένων τὴν ἑκάστου μετάγνωσιν· εἰ δὲ δή τις ἴοι καὶ μέχρι πολλοῦ πρὸς τὸ πλημμελὲς, καὶ εἰς πέρας ἥκοι λοιπὸν τῆς αὐτῷ
νεμηθείσης ἀνεξικακίας, τὸ τηνικάδε λοιπὸν ποιναῖς ὑποκείσεται, καὶ λόγος αὐτῷ τῆς οὕτω μακρᾶς ῥᾳθυμίας οὐδεὶς, οὐδ’ ἂν ἐξέλοιτό τις τοῦ χρῆναι λαβεῖν ἰσομέτρους αὐτῶν, 147 ὧν ἂν φαίνοιτο δεδρακὼς τὰς δίκας. καὶ γοῦν ἔφη που Χριστὸς πρὸς τοὺς τῶν Ἰουδαίων δήμους ἀχαλίνοις ἀπονοίαις 148 πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων διάττοντας "Καὶ ὑμεῖς 149 “ἀναπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. οὐκοῦν
μέτρον ἦν τὸ ὁρώμενον, τῆς τῶν λαῶν πλημμελείας ἐφ’ ἑαυτῷ δεικνύον τὴν ἀναπλήρωσιν. ἐνίδρυτο δὲ τῷ μέτρῳ γυνὴ, τῆς ἀνομίας πληροῦσα τὸν τύπον, καὶ οἷον ἀναπιμπλᾶσα δι’ ἑαυτῆς τὸ κεχωρηκὸς, τάχα που καὶ ὑπερχεομένη, καὶ τῷ περιττῷ διεκκύπτουσα. ἀλλ’ ἰδού φησι τάλαντον
μολίβου ἐξαιρόμενον καὶ ἔῤῥιψεν αὐτὸ εἰς τὸ στόμα αὐτης. 150 γράφει δὲ ἡμῖν εἰκότως πὼς τὴν ἀνομίαν ἡ ὅρασις εἰς τὸ τοῦ γυναίου σχῆμα. τύπος μὲν γὰρ ἡδονῆς ἡ γυνὴ, καὶ μέν τοι καὶ ἀσθενείας· ἀνομία δὲ πᾶσα δρῷτο ἂν οὐχ ἑτέρως, πλὴν ὅτι διά τινος ἡδονῆς δελεαζούσης ἐπὶ τὸ φαῦλον, συμβαινούσης
πρὸς τούτῳ καὶ τῆς εἰς νοῦν ἀσθενείας. εἰ μὲν γὰρ εἴη βεβηκὼς ἐφ’ ἑαυτῷ καὶ ἀνδρεῖος ὁ νοῦς, οὐκ ἃν ἕλοιτο παθεῖν τὴν εἰς τὰ φαῦλα ῥοπήν· εἰ δὲ δὴ μαλα- κισθείη τε καὶ γοητευθείη πρὸς ἡδονὴν, πείσεται τὸ λυποῦν. 151 γράφεται δὴ οὖν, καὶ μάλα ὀρθῶς, εἰς ἀνομίαν ἡ γυνή. μολίβον
δὲ τάλαντον τὸ ἐξαιρόμενον, καὶ μὴν καὶ ἐμφράττον τὸ στόμα αὐτῆς, νοηθείη ἂν οὐχ ἕτερον οἶμαί τι παρὰ τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὅς ὑψώθη διὰ τοῦ τιμίου σταυροῦ, καὶ τὰς ἀνομίας ἡμῶν ἀνήνεγκεν ἐν τῳ σώματι 152 "αὐτοῦ ἐπὶ τὸ ξύλον,’’ τεθριάμβευκέ τε τὸ καθ’ ἡμῶν
χειρόγραφον· ἵνα, καθά φησιν ὁ θεσπέσιος μελῳδός "Πᾶσα “ἀνομία ἐμφράξῃ τὸ στόμα αὐτῆς.’’ μολίβῳ δὲ καὶ αὐτὸς παρεικάζεται· παραλαμβάνεται δὲ, ὡς ἔφην, ὁ μόλιβος παρὰ 153 τῶν ἀργυροχοεῖν εἰωθότων, εἰς ἀποκάθαρσιν τῶν χωνευο- 154 μένων· τοιαύτη δέ πὼς καὶ ἡ Χριστοῦ δύναμις ἐν ἡμῖν. εἰ γὰρ εἰς νοῦν γένοιτο καὶ καρδίαν, πάντα δὴ πάντως ἐκτήκει ῥύπον. δοκεῖ δέ τισιν ἐῤῥίφθαι τὸν μόλιβον εἰς τὸ τῆς ἀνομίας στόμα, οἷον ἐμφράττοντος αὐτὴν τοῦ Θεοῦ, καὶ πέρα μέτρου καταβοᾶν τῶν ἡμαρτηκότων οὐκ ἐφιέντος ἔτι· ταύτῃ
γὰρ δή τοι καὶ μέτρῳ περισχοινίζεται, συναναμετροῦντος 155 οἶμαί που τοῦ πάντα οἰκτείροντος Θεοῦ τοῖς τῶν πταισμάτων ἐγκλήμασι τὰς ἐφ’ ἑκάστῳ δίκας.
εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος, καὶ ἀνέλαβον τὸ μέτρον
ἀνὰ μἐσον τῆς γῆς καὶ ἀνἀ μέσον τοῦ οὐραγοῦ. καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί ποῦ αὖται ἀποφἐρουσι τὸ
μετροῖ; καὶ εἶπε πρὸς μέ Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ 156 Βαβυλῶνος καὶ ἐτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν
ἑτοιμασίαν αὐτοῦ.
“μιᾶς, καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ, ἐν τῇ νεότητι αὐτῶν “ἐπόρνευσαν, ἐκεῖ ἔπεσον οἱ μασθοὶ αὐτῶν.’’ προσετίθει δὲ 157 τούτοις, καθιστὰς ἐναργὲς τὸ διηγγελμένον “Καὶ τὰ ὀνόματα 158 αὐτῶν, Σαμάρεια ἡ ὀόλα, καὶ Ἰερουσαλὴμ ἡ ὀλίβα.’’ μία 159 μὲν γὰρ ἦν ἐν ἀρχαῖς ἡ τῶν Ἰουδαίων Συναγωγή· κατὰ ’δε γε τὸν καιρὸν τῆς τοῦ Ῥοβοὰμ βασιλείας, ἀπεῤῥάγησαν τῶν ἄλλων αἱ δέκα φυλαὶ καὶ κατῳκήκασι τὴν Σαμάρειαν, ἐκεῖ πεπορνεύκασιν ἐπὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς, ἃς
κατεσκεύασεν Ἰεροβοὰμ υἱὸς Ναβάτ. πλὴν οὐκ ἔξω τῆς αἰτίας ἡ ἑτέρα γέγονε, τουτέστιν Ἱερουσαλὴμ, γὰρ καὶ αὕτη κατὰ πολλοὺς τοὺς τρόπους· τοῦτο μὲν εἰδώλοις 160 προσκεκυνηκότων τινῶν καὶ θυόντων τῇ Βαὰλ, τῆ Ἀστάρτῃ, τοῖς βουνοῖς, τῷ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἑτέροις· τοῦτο
δὲ πρὸς πᾶσαν ἑτοίμως ἰόντων ἀκαθαρσίαν, καὶ παρ’ οὐδὲν τὰ διὰ τοῦ πανσόφου μωυσέως τεθεσπισμένα τιθέντων.
πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὐπετὲς εὖ μάλα κατασημήνειεν. 161 ὁ μὲν γὰρ ἔποψ στρουθίον ἐστὶν οὐκ ἄσημον, Φιλοβόρβορον δὲ καὶ κοπροβόρον, καὶ ταῖς σκωλήκων ἀγέλαις ἀγρίως ἐπιμαινόμενον, καὶ τρυφὴν ἀεὶ ποιεῖσθαι κατειθισμένον τὴν ἐσχάτην ἀκαθαρσίαν. τοιουτοσὶ ’δε πὼς καὶ τοῖς
εἰδωλολατροῦσιν ἔπεστι νοῦς. οὐ γὰρ ἵεταί που κατευθὺ τοῦ πρέποντος· ἀλλ’ ἔξω φέρεται τοῦ εἰκότος, τὸν θεῖον οὐκ οἶδε νόμον, ἔστι δὲ ἁπάσης ἀκαθαρσίας ἔμπλεως, καὶ πᾶν εἶδος φαυλότητος ἡγεῖται τρυφήν. ταύτῃτοι καὶ πτέρυγας ἔποπος ἐνηρμόσθαι τοῖς γυναίοις ὁ τῆς ὁράσεως ἔφη λόγος, 162
τὴν ἴσην ἐκείνῳ γνώμην καὶ αὐταῖς ἐνεῖναι διδάσκων. ἀναλαμβάνουσι δὲ τὸ μέτρον τῇ ἀνομίᾳ μεμεστωμένον.
ὀξεῖ καὶ ἀπαραποδίστῳ φέρονται δρόμῳ πρὸς τὴν τῶν ἀλλοφύλων χώραν, δῆλον δὲ ὅτι τὴν τῶν Βαβυλωνίων. τοῦ γὰρ ἀκαθάρτου πνεύματος συνωθοῦντος αὐτὰς εἰς τὸ πλημμελὲς, καὶ τῆ ἀνομίᾳ καταφορτίζοντος, ἀπεκομίσθησάν πρὸς αἰχμαλωσίαν, καὶ ὑπὸ πόδας πεπτώκασι τῶν ἐχθρῶν. ἐπειδὴ δέ
φησιν ὁ μακάριος ἄγγελος, ὡς ἀποφέρουσι τὸ μέτρον οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος, ἀναγκαῖον ἡμᾶς ἐκεῖνο νοεῖν, ὡς ἔστι σημεῖον τοῦ μακρὸν παρ’ ἐχθροῖς διατελέσαι χρόνον τοὺς Ἰσραὴλ, τὸ καὶ οἶκον οἰκοδομεῖσθαι τῆ ἀνομίᾳ, 165 καὶ οἷον ἵδρυσίν τινα καὶ στάσιν αὐτῇ γίνεσθαι παρ’ ἐχθροῖς.
ὃ δὴ καὶ τετέλεσται. μόλις γὰρ αὐτοῖς ἑβδομηκοστοῦ πληρωθέντος ἔτους, τῶν τῆς αἰχμαλωσίας ἀνεῖνται δεσμῶν.
ὄρη ἦν ὄρη χαλκᾶ. ἐν τῶ̣ ἅρματι τῷ πρώτω̣ ἵπποι πυῤῥοὶ,
καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες, καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοὶ, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι
ποικίλοι ψαροί, καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον
τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστι ταῦτα, Κύριε; καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν έν ὲμοὶ καὶ εἲπε Ταῦτά εἰσιν οἱ τέσσαρες
c ἄνεμοι τοῦ οὐραγοῦ, ἐκπορεύονται παραστῆναι τῶ̣ Κυρίῳ πάσης 168 Τῆς γῆς. ἐὺ ᾧ ᾖσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεὐοντο εἰς γῆν
βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεὐοντο κατόπισθεν αὐτῶι, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου, καὶ οἱ ψαροὶ ἐνεπορεύοντο
κὼ ἔβλεπον τοῦ πορεύεσθαι καὶ περιοδεῦσαι πᾶσαν τὴν τῆν. καὶ
εἰπε Πορεύεσθε καὶ περιοδεύσατε πάσαν τὴν γὴν· καὶ Περιώδευσαν πᾶσαν τὴν γῆν. καὶ ἀνεβόησε καὶ ἐλάλησε πρὸς μὲ
λέγων Ἴδου οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν 169 θυμόν μου ἑ γῇ βοῤῥᾶ.
καὶ σειραῖς τῶν οἰκείων ἁμαρτημάτων κατεσφιγμένοι, κατὰ 170 τὸ γεγραμμένον, εἰς ἀλλοδαπὴν ἀπῴχοντο, καὶ κατῳκήκασι παρ’ ἐχθροῖς, τὸν ἀήθη τῆς δουλείας ἀνατλάντες ζυγόν. ἀλλ’ ἦν ἀναγκαῖον καὶ τῶν τῆς λυτρώσεως διαμεμνῆσθαι 171 καιρῶν, καὶ δὴ ποιεῖται τὴν δήλωσιν, προσπεπλεγμένων
ἑτέρων. ἐδιδάσκετο γὰρ ὁ Προφήτης συλλήβδην ἅπαντα τὰ τῷ ἔθνει συμβησόμενα κατὰ καιρούς. τὰ τέσσαρα τοίνυν ἄρματα, τὰ ἐν μέσῳ τῶν ὀρέων τῶν χαλκῶν, φαμὲν εἶναι πάλιν τὰς τῶν ἄλλων βασιλειῶν ἐπισημοτέρας, τὰς ἐν τοῖς τέσσαρσι κλίμασιν, ἤγουν ἀνέμοις, τοῖς ὑπ’ οὐρανὸν κατὰ
καιροὺς ἀναδεδειγμένας. ὄρη δὲ οἶμαι λέγεσθαι χαλκὰ τὰ δύο τῆς οἰκουμένης τμήματα. τέμνουσι γάρ τινες εἰς Εύρώπην 172 τε καὶ Ἀσίαν τὴν σύμπασαν γῆν. χαλκᾶ δὲ αὐτῆς τὰ μέρη, διά τοι τὸ ἐρηρεῖσθαι διὰ παντὸς καὶ ἀκλονήτως ἔχειν καὶ μηδεμιᾶς ἀνέχεσθαι βλάβης. ψάλλει γάρ που
καὶ ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Δημιουργόν 173 174 “Ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει.’’ αὗται δὴ οὖν αἱ ὡς ἐκ τῶν τεσσάρων ἀνέμων βασιλεῖαι, τῶν ἄλλων, ὡς ἔφημεν, ἀλκιμώτεραι, καὶ πολὺ λαχοῦσαι τὸ εὐκλεὲς, ἐξῆλθον παρα- 175 στῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς. ἡ ’δε γε παράστασις τὸν τῆς δουλείας ἡμῖν ὑποφαίνει τρόπον· δεδουλεύκασι γὰρ τοῖς
αὐτοῦ νεύμασι, καὶ εἰ γεγόνασιν ἰσχυραί ·τε καὶ διαβόητοι, δι’ αὐτοῦ καὶ τοῦτο κεκερδάκασιν. ἁλλ’ εἰ καί τι δεδράκασι, καὶ κατηνδρίσαντο χωρῶν ἢ πόλεων, αὐτοῦ κατανεύοντος, εἰς τοῦτο δὴ πάλιν προῆλθον ἰσχύος· εἰ γάρ ἐστιν ἀληθὴς ὁ 176 προφήτης λέγων ὡς Οὐκ ἔσται κακία ἐν πόλει, ἣν κύριος
“οὐκ ἐποίησε,’’ κακίαν δέ φαμεν ἐν τούτοις τὴν κάκωσιν· c πῶς ἂν ἐκεῖναι κατίσχυσαν ἐθνῶν ἢ χωρῶν, μὴ οὐχὶ δὴ πάλιν αὐτοῦ τὸ κατισχύσαι νέμοντος οἰκονομικῶς;
βασιλείας ἀνατυποῦντες ἐφ’ ἑαυτοῖς τὴν ὠμότητα. πυρρότης γὰρ ἡμῖν τὴν αἵματος χύσιν ὑπαινίττοιτο ἂν κατά γε τὸ εἰκός· φιλαίματοι γὰρ λίαν οἱ Βαβυλώνιοι· εἷλον γὰρ αὐτοὶ τὴν Ἰουδαίαν καὶ τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις, φειδοῦς 177 ἁπάσης ἐξηρημένης. ἐν δὲ τῷ ἅρματι τῷ δευτέρῳ ιπποι
μέλανες. ἔοικε δὲ τὴν Περσῶν τε καὶ Μηδῶν τὴν ὑπό γε Κύρῳ φημὶ βασιλείαν ὑποδηλοῦν. μέλαν δὲ καὶ τούτοις περιτέθεικε χρῶμα, διά τοι τὸ οἶμαι πλεῖστόν τε ὅσον καὶ ἀμέτρητον τοῖς Χαλδαίων ἔνεσιν ἐπιρρίψαι θάνατον, ὅλην αὐτοῖς τὴν χώραν ἐν πένθει γενέσθαι παρασκευάσαι.
πένθους δὲ καὶ θανάτου τὸ φαιὸν ἂν εἴη σύμβολον. λευκοὺς δὲ εἶναί φησι τοὺς ἐν ἅρματι τῷ τρίτῳ, τὴν Ἐλλήνων που τάχα καὶ Μακεδόνων ὑποφαίνων ἀρχὴν, εἴτ’ οὖν τὴν Ἀλεξ- 178 ἄνδρου βασιλείαν. λευκοὶ δὲ, ὅτι καὶ ἁβροδίαιτοι, κοὶ ἐν 179 λευκαῖς ὡς ἐπίπαν στολαῖς τὰ Ἑλλήνων ἔθνη· καὶ ὅτι τὴν γλῶτταν σαφεῖς, τῆς βαρβάρου φωνῆς τὸ οἱονεὶ σκοτεινὸν οὐκ ἔχοντες. ἐν δὲ τῷ τετάρτῳ φησὶν ἅρματι ἵπποι τινὲς
ἦσαν ποικίλοι καὶ ψαροί.
ποικίλον εἰς τὸ εὐμαθὲς καὶ τὸ βαθύ πὼς εἰς φρένας. συνετώτατοι 180 γὰρ καὶ πρός γε τούτῳ καὶ ἀλκιμώτατοι γεγόνασί τε καί εἰσιν, οἱ τὰ τῆς Ῥωμαίων ἀρχῆς διέποντες κράτη. τέθεινται δὲ καὶ τελευταῖοι μετὰ τοὺς πρώτους κατά γε τοὺς χρόνους.
ἀναμνήσω δὲ διὰ βραχέων, ὡς ἔφην. ἐν μὲν γὰρ τῷ πρώτῳ φησὶ πυρροὺς εἶναι τοὺς ἵππους· ἄρχεται δὲ ἀπὸ τοῦ δευέρου, καί φησιν Ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες ἐπορεύοντο ἐπὶ γῆν βοῤῥᾶ καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου. εἰ δὲ δὴ
τοὺς φαιοὺς, οὐ τεσσάρων ἁρμάτων διαμεμνήσεται· τοὺς αὐτοὺς γὰρ εἶναι δεδώκαμεν τοῖς ποικίλοις, ἐν γὰρ τῷ ἄρματι τῷ τετάρτῳ φησὶν ησαν ἵπποι ποικιλο ψαροι. οὔκουν διαμέμνηται, σιωπήσας τὸ πρῶτον. τίς οὖν ἄρα ἐστὶ τῆς 182 183 ὅλης οἰκονομίας ὁ λόγος, φέρε τοῖς εὐμαθεστέροις ὡς ἔνι λέγωμεν. τοὺς πυρροὺς εἶναι διεβεβαιούμεθα τὴν φιλαίματον τῶν Χαλδαίων ἀρχὴν, ἢ καὶ πᾶσαν ἐκποδὼν ᾕρηκε τὴν Ἰουδαίαν, καὶ τὰς ἐν αὐτὴ κατεμπρήσασα πόλεις, ἀπεκόμισεν εἰς αἰχμαλωσίαν τὸν Ἰσραήλ. τοὺς ’δε γε μέλανας
τὴν Περσῶν τε καὶ Κύρου βασιλείαν εἶναι παρεδεξάμεθα. ἐγράφετο δὲ καὶ ἐν τοῖς λευκοῖς ἡ Ἀλεξάνδρου τε καὶ 184 Μακεδόνων. ἄμφω δὲ αὗται κατεστράτευσαν τῆς Χαλδαίων γῆς, εἷλόν τε αὐτὴν κατὰ κράτος. πρῶτον μὲν γὰρ Κῦρος, εἶτα μετ’ ἐκεῖνον Ἀλέξανδρος, ὃς καὶ αὐτὸν ᾕρηκε
τὸν Δαρεῖον περὶ τὴν καλουμένην Ἰσσόν· Κιλίκων δὲ αὕτη πόλις· ἀναριθμήτους Περσῶν μυριάδας ἀπεκτονώς. φασὶ γοῦν ὅτι σωρὸς μὲν ὀστῶν συναγήγερται μέγας τῶν ἐκεῖσε πεπτωκότων· ἐγκεκόλαπται δὲ καὶ γραφὴ, τοιοῦτον ἔχουσα νοῦν·
τὰ περὶ τῆς τῶν Χαλδαίων ἀκούοντα βασιλείας, ὑφ’ ἧς καὶ πεπόρθηται, ταύτῃτοι χρησίμως, ὡς ἂν μὴ δοκοίη εἰς λύπας, καὶ τοῦτο οὐκ ἐν καιρῷ, παρατρέχει μὲν ὁ 186 Προφήτης τὸν ἐπ’ αὐτοῖς λόγον. τὸ δὲ δὴ μάλιστα κατευφραῖνον αὐτοὺς ἐξηγεῖται λαμπρῶς, τὰ περὶ τῆς Κύρου
φημὶ βασιλείας, καὶ μέντοι τῆς Ἀλεξάνδρου, οἳ μονονουχὶ καὶ ἐστάλησαν τῆς εἰς αὐτὸν Ἰσραὴλ ὠμότητος ἐξαιτοῦντες 187 λόγους τὴν τῶν Χαλδαίων ἀλαζονείαν. διὰ τοῦτο προσέθηκεν ὡς ἐκ προσώπου τοῦ Θεοῦ Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆς βοῤῥᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν ἧ βοῤῥᾶ. βορειοτέρα γάρ πως τῶν Χαλδαίων ἡ χώρα· ἐπεμήνισε δὲ τοῖς Βαβυλωνίοις
ὁ τῶν ὅλων Θεός. σαφὲς δ᾿ ἂν γένοιτο καὶ τοῦτο πάλιν, 188 αὐτοῦ λέγοντος ἐναργῶς “Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ 189 “τὴν Σιῶν ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι “ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ᾿ ὧν ἐγὼ μὲν ὠργίσθην “ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.” ἐπειδὴ δὲ ποινὰς
ἐξέτισε τῶν Χαλδαίων ἡ γῆ, Κύρου μὲν πρώτου Πέρσαις τε ὁμοῦ καὶ Μήδοις καταδῃοῦντος αὐτὴν, τοῦ δὲ Ἀλεξάνδρου μετ᾿ ἐκεῖνον, ταύτῃτοί φησιν, ὅτι οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βοῤῥᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βοῤῥᾶ. πλὴν σιωπήσας 190 οἰκονομικῶς ὁ προφήτης τῶν Χαλδαίων τὴν ἔφοδον· παραδεδράμηκε
γὰρ, ὡς ἔφην, τοὺς ἵππους τοὺς πυῤῥοὺς· οὐκέτι σεσίγηκε τὰ τῆς Ῥωμαίων ἀρχῆς. οἱ γὰρ ποικίλοι φησὶν ἐζεπορεύοντο ἐπὶ γῆν νότου.
σταυρὸν, Οὐεσπασιανὸς καὶ ὁ τούτου παῖς Τῖτος κατέδραμον τὴν Ἰουδαίων γῆν, καταψιλοῦντες ἅπασαν, καὶ τὴν ἁγίαν αὐτὴν καταπίμππαντες πόλιν. ἀλλ᾿ εὐφυῶς ὁ Προφήτης d τό Ἐρπορεύοντό φησιν ἐπὶ γῆν νότου, νοτιωτάτη γὰρ τῶν Ἰουδαίων ἡ χώρα. αὐτοὶ δὲ δὴ πάλιν οἱ ποικίλοι καὶ ψαροὶ
προσετάττοντο περιοδεῦσαι τὴν γῆν, καὶ δὴ καὶ περιωδεύκασι· κεκρατήκασι γὰρ τῆς ὑπ᾿ οὐρανὸν, καὶ κεκυριεύκασιν ἁπάσης τῆς γῆς, Θεοῦ συννεύοντος καὶ τὴν ἐπὶ τῷδε λαμπρὰν ἀνάπτοντος δόξαν, τοῖς τὰ ῾Ρωμαίων διέπουσι κράτη· προ- 191 192 ἠπίστατο γὰρ, ὡς Θεὸς, τῆς ἐσομένης αὐτῶν εὐσεβείας τὸ μέγεθος.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἲκον Ἰωσίου τοῦ Σοφονίου τοῦ
ἥκοντος ἐκ Βαβυλῶνος, καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνουε, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ιησοῦ
τοῦ Ἰωοεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, κοὶ ἐρεῖς πρὸς αὐτό 194 Τάδε λέγει Κύριος παντοκράτωρ Ἴδου ἀνὴρ Ἀνατολὴ ὄνομα
αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ διατελεῖ, καὶ οἰκοδομήσει τὸν
οἶκον τοῦ Κυρίου· καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται καὶ κατάρω ἐμ τοῦ Θρόου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν
αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων. ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσι καὶ τοῖς χρησίμοις αὐτῆς
καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν, καὶ εἰς χάριτα υἱοῦ Σοφονίου,
καὶ εἰς ψαλμὸν ἐν οἴκῳ κυρίου. καὶ οἱ μακρὰν ἀπ' οὐτῶ 195 ἥξεουσι καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου, καὶ ἐπιγνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέσταλκέ με πρὸς ὑμᾶς· καὶ ἔσται ἐᾶι εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς Κυρίου
του Θεοῦ ὑμῶν.
196 δὲ ἦν τὰ περὶ αὐτοῦ λεγόμενα παρὰ Θεοῦ, προαναμνήσομεν 197 ἀναγκαίως. ἔφη τοίνυν “ Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν 198 “τον οἶκον τοῦτον καὶ αἰ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτὸν.” ἀλλ᾿ ἦν σὺν αὐτῶ θεμελιοῦντι τὸν οἶκον καὶ μὴν καὶ ἀποπεραίνοντι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας. ταύτῃτοι
προστέταχεν ὁ τῶν ὅλων Θεὸς τῷ θεσπεσίῳ Προφήτῃ τὰ ἐκ τῆς αἰχμαλωσίαις λαβεῖν παρὰ τῶν ἀρχόντων καὶ παρα τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτήν. τίνες δ᾿ ἂν εἶεν οὗτοι, ποῖα δὲ καὶ τὰ ἐκ τῆς αἰχμαλωσιας, ἀφηγήσομαι χρειωδῶς. 199
ἔστησαν γαζοφυλάκιον, ἵνα καὶ ἄθροισις γένηται χρημάτων εἰς τὴν τῶν ἔργων κατασκευὴν, καὶ εἰς τὰς τῶν ἱερέων στολὰς, καὶ εἰς τὰς τεταγμένας αὐτοῖς κατὰ νόμον θυσίας. τέτακτο δὲ τῶν χρημάτων ταμίας, Ἰωσίας υἱὸς 201 Σοφονίου. προστάττει δὴ οὖν ὁ τῶν ὅλων Θεὸς, προσκεκομισμένων
παρὰ τῶν ἀρχόντων τῆς αἰχμαλωσίαις, ἃ καὶ ἦν ἀπόθετα παρὰ τῷ Ἰωσίᾳ, χρυσίον λαβεῖν καὶ ὰργύριον, εἶτα κατασκευάσας στεφάνους, ἐπιθεῖναί τε αὐτοὺς ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως του μεγαλου, φάναι τε αὐτῷ περὶ τοῦ Ζοροβάβελ Ἰδοὺ ἀνὴρ Ἀνατολὴ ὄνομα αὐτῷ· τὸ δὲ 202
ἀνατολὴ τῶν Ἑβραίων ἡ ἔκδοσις τῷ τοῦ βλάστη μάτος ὀνό- ματι κατεσήμηνε· καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, τουτέστιν, 203 ἐκ τῆς αὐτοῦ ῥίζης ἀναφύσει πολλά. λήψεται δὲ καὶ ἀρετὴν, τουτέστιν, εὐπρέπειαν, ἤτοι δόξαν· ἐκδεδώκασι γὰρ οὕτως οἱ ἕτεροι τῶν ἑρμηνευτῶν. προσετίθει δὲ τούτοις, ὡς ἄμφω μὲν, Ἰησοῦς τε καὶ Ζοροβάβελ ἐπὶ τὸν αὐτὸν καθεδοῦνται θρόνον, ὡς εἶναι κοινὸν τὸ τῆς βασιλείας καὶ τῷ μετὰ χεῖρας
204 ἔχοντι τὴν ἱερουργίαν, τὸ γεμὴν τοῦ ἱερέως καὶ αὐτῷ προσκεῖσθαι τῷ βασιλεύοντι· ἔσται δὲ ἀμφοῖν καὶ βουλὴ μία καὶ εἰρηνικὴ, ὡς κατά τι γοῦν ὅλως μὴ ἑτερογνωμονοῦντας ὁρᾶσθαι. εἶτα τοὺς στεφάνους λαμπρὸν γενέσθαι προστέταχεν ἀνάθημα τῷ Θεῷ εἰσκεκομισμένους εἰς τὸν οἶκον αὐτοῦ, ὥστε καὶ εἰς
χάριν, ἤτοι καύχημα, γενέσθαι τῶν προσαγηοχότων, Ἰωτίου τε φημι καὶ τῶν τῆς αἰχμαλωσίας χρησίμων καὶ τῶν ἀρχόντων αὐτῆς· ἀνατεθῆναί τε, οὐ μάτην, ἁλλ’ ὥστε καὶ ᾠδῆς γενέσθαι πρόφασιν τοῖς ᾠδοῖς τοῦ ναοῦ καὶ ἱερψάλταις. 205 τότε γὰρ δή φησι καὶ οἱ μακραν ἀπ' αὐτῶν· τουτέστιν
οἱ ἐκ τῶν ἑτέρων ἐθνῶν· ἥξουσι καὶ προσκυνήσουσι τῷ κυρίῳ. συμβήσεσθαι δὲ τὰ τοιάδε, φησὶν, εἴπερ ἕλοιντο τῷ τῆς εὐπειθείας κατασεμνύνεσθαι κόσμῳ, καὶ ἀκούειν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ· καὶ τότε λοιπὸν εἰς πέρας ἐκβεβηκότων τῶν προηγγελμένων, ἐπιγνώσεσθαι σαφῶς, ὅτι τὰ παρὰ Θεοῦ
σαφῆ καταστήσων ὁ Προφήτης ἀπεστάλη· καὶ οὐχὶ δὴ Hier. μᾶλλον κατά τινας τῶν ψευδοεπεῖν εἰωθότων, τὰ ἀπὸ καρδίας αὐτοῦ λαλήσων, ἀληθὴς δὲ μᾶλλον, καὶ οὐ ψευδάγγελος.
εἰ ἐρευνῷτο λεπτῶς, οὐκ ἂν ἐνδοιάσειέ τις. διεβεβαιούμεθα 207 μὲν γὰρ ἐν ἀρχαῖς, ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ μέντοι καὶ 208 Ἰησοῦ διαμεμορφῶσθαι Χριστὸν, καὶ ἀνὰ μέρος ἐν ἑκατέρῳ, καὶ ἐν ἀμφοῖν συλλήβδην, ὡς ἕνα. ἐστι γὰρ ἐν ταὐτῷ καὶ βασιλεὺς τοῦ Ἰσραὴλ καὶ μέγας “ἀρχιερεὺς, ὅσιος, ἄκακος, 209
“ἀμίαντος.’’ ἐπειδὴ δὲ οἱ μὲν ἐκ φυλῆς Ἰούδα τοὺς τῆς βασιλείας διεῖπον θώκους, οἱ δὲ τῆς Λευὶ τέθειντο πρὸς 210 ἱερωσύνην, ἐν ἑνὶ δὲ οὐκ ἦν καὶ βασιλείαν ὁρᾶν τε καὶ ἱερωσύνην, ταύτῃτοι σοφῶς διὰ τῶν δυοῖν εἰς ἕνα μορφοῦται Χριστός. οὐκοῦν εἰ λέγοι Θεὸς περὶ τοῦ Ζοροβάβελ, ὡς
“Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ 211 “αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτὸν,’ ἱστορικώτερον μὲν ἐπ’ ἐκείνου νοήσεις, ἀνοίσεις δὲ ἐπὶ Χριστὸν νοητῶς τοῦ μυστηρίου τὴν δύναμιν. αὐτὸς γὰρ ἡμῶν γέγονεν ὁ θεμέλιος, καὶ αὐτῶ πάντες ἐποικοδομούμεθα πνευματικῶς εἰς ναὸν
ἅγιον· αὐτὸς ἡμῶν ἡ ἀρχὴ καὶ τὸ πέρας· παρίστησι γὰρ 212 ἡμᾶς ἡγιασμένους ἐν πνεύματι, λαμπρόν τε καὶ ἱερὸν ἐνδιαίτημα ἑαυτῷ τε καὶ τῷ Πατρὶ, περιῃρημένης εἰς ἅπαν τῆς ἁμαρτίας, καὶ κατηργημένης τῆς φθορᾶς· αὐτός ἐστιν ὁ Ἰησοῦς, ὡς ἔφην, ὁ ἱερεὺς ὁ μέγας. καὶ ἑρμηνεύεται μὲν Ἰησοῦς
Σωτηρία λαοῦ· οὕτω γάρ που καὶ ὁ θεσπέσιος Γαβριὴλ πρὸς τὴν ἁγίαν ἔφη παρθένον καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ 213 “καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐ- “τὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ·” Ἰωσεδὲκ δὲ νοεῖται Δικαιοσύνη Θεοῦ· δεδικαιώμεθα γὰρ ἐν 214
αὐτῷ διὰ πίστεως, καὶ τῶν ἀρχαίων αἰτιαμάτων τὸν ῥύπον ἀπενιψάμεθα. αὐτὸς ἡμᾶς αἰχμαλώτους ὄντας ἐρρύσατο καὶ 215 τῆς νοητῆς δουλείας ἐξείλατο, καὶ οἷαπερ ἐξ ἀλλοδαπῆς καὶ γῆς ἀλλοφύλων τῆς δαιμονιώδους ἀπάτης, ἀνεκόμισεν εἰς θεογνωσίαν, καὶ εἰς τὴν τῶν ἁγίων καλλίπολιν, τὴν ἁγίαν ἀληθῶς Ἱερουσαλὴμ, ἥτις ἐστὶν ἡ Ἐκκλησία. διὰ τοῦτο στεφανοῦται πρὸς ἡμῶν ὀρθῇ καὶ ἀνεπιλήπτῳ πίστει, καὶ
τοῖς εἰς ἀρετὴν αὐχήμασιν, ὕμνοις τε τοῖς χαριστηρίοις. καὶ 216 οἱ μὲν τὸ τηνικάδε στέφανοι χρυσοῖ τε ἦσαν καὶ ἀργυροῖ, καὶ ἐξ ὕλης κατεσκευάζοντο τῆς φθαρτῆς· οἱ ’δε γε πρὸς ἡμῶν πεπλεγμένοι τε καὶ ἀνημμένοι, γήινον μὲν ἔχουσιν οὐδὲν, συντέθεινται δὲ μᾶλλον ἐκ τῆς τῷ Θεῷ πρεπούσης δόξης.
ἀνατίθεμεν γὰρ ὡς χρυσὸν μὲν αὐτῷ τῶν περὶ αὐτοῦ δογμάτων τὴν ἀπλανῆ θεωρίαν· ὡς ἄργυρον δὲ τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα νοητήν. ἔστι δὲ καὶ ἑτέρως στέφανός τε καὶ δόξα Χριστοῦ τῶν παρ’ αὐτοῦ σεσωσμένων ἡ σω- 217 τηρία. σεσ́ωσται δὲ οὐκ ἔθνος ἓν, καθάπερ ἀμέλει καὶ πάλαι
διὰ Μωυσέως ὁ Ἰσραὴλ, ἀλλ’ ὅλη λοιπὸν ἡ ὑπ’ οὐρανόν· ἔπρεπε γὰρ καὶ τοῦτο τῷ χριστῷ. ἄθρει δὲ ὅπως παρὰ τῶν ἀρχόντων τῆς αἰχμαλωσίαις καὶ παρὰ τῶν χρησίμων αυτης καὶ τῶν ἐπεγνωκότων αυτην τὰ εἰς τὴν τῶν στεφανων κατασκευὴν προσκομίζονται. οἱ γὰρ λαῶν ἡγούμενοι
καὶ εἰς ἀρχὰς τεθειμένοι τὰς τοιάσδε παρὰ Θεοῦ, καὶ οἱ τὸν τῆς ἀρχαίας ἡμῶν αιχμαλωσιας εἰδότες τρόπον, χρήσιμοί τε τοῖς λελυτρωμένοις, ὡς καθηγηταὶ καὶ διδάσκαλοι 218 καὶ νουθετεῖν οἷοι τε καὶ ἀποκομίζειν εὖ μάλα πρὸς ἐννομωτάτην ζωὴν, αὐτοὶ τὰ ὑπὲρ πάντων προσάγουσι
δῶρα, τὰ τῶν ἀδυνάτων ἀσθενήματα πληροῦντες δι’ ἑαυτῶν.
πάλιν αὐτὸν ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ ἐν δόξη τῆ βασιλικῇ· σύνες δὲ ὅτι αὐτός ἐστιν ἡ ἀνατολὴ, τουτέστι, τὸ 220 βλάστημα, περὶ οὗ φησιν ὁ θεσπέσιος Ἡσαΐας “Καὶ 221 “ἀναβήσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ “ῥίζης ἀναβήσεται.’’ ἀνεθάλομεν δὲ ἡμεῖς ὑποaaόίτωθεν αὐτοῦ.
ῥίζα γὰρ γέγονεν ὁ Χριστὸς τῆς ἀνθρωπότητος, ἤτοι τῶν διὰ πίστεως κεκλημένων, δευτέρα, καὶ οὐ κατά γε τὴν πρώτην, φημὶ δὲ δὴ τὸν Ἀδὰμ, ἀλλ’ ἐν ἀμείνοσιν ἀσυγκρίτως· ἀνεθάλομεν γὰρ εἰς φθορὰν μὲν οὐκέτι καὶ εἰς θάνατον διὰ τὴν ἀρὰν, ἀλλ’ εἰς ζωήν τε καὶ ἀφθαρσίαν, ῥίζαν ἔχοντες 222
τὴν ζωὴν, τουτέστι Χριστόν. καὶ ὥσπερ ἐστὶν αὐτὸς μὲν “ἡ ἄμπελος, ἡμεῖς δὲ τὰ κλήματα,’’ προσπεφυκότες αὐτῷ 223 διὰ τῆς πνευματικῆς κοινωνίας· οὕτω καὶ ῥάβδος καὶ βλάστημα μὲν αὐτὸς, ἤγουν ἀναφυὴ καὶ ἀνατολή· ἡμεῖς δὲ ὑπ’ αὐτῷ βεβλαστήκαμεν, ἀνεφύημέν τε καὶ ἀνεθάλομεν εἰς ἀφθαρσίαν,
ὡς ἔφην, καὶ ζωήν. αὐτὸς ᾠκοδόμησε τὸν οἶκον κυρίου. ἐστι δὲ καὶ ἁπάσης ἔμπλεως ἀρετῆς, τουτεσ́τιν, εὐκλείας τῆς Θεῷ πρεπωδεστάτης· “Ἐκάλυψε γὰρ οὐρανοὺς ἡ 224 “ἀρετὴ αὐτοῦ καὶ καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ, φησιν ὁ προφήτης Ἀμβακούμ. γέγραφε δέ που καὶ ὁ c
σοφὸς Ἰωάννης, ὅτι “καὶ τεθεάμεθα τὴν δόξαν αὐτοῦ, 225 226 “δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθεtας.’’ αὐτὸς κεκάθικεν ἐπὶ θρόνου· βεβασίλευκε γὰρ ὡς Θεὸς, καὶ ἐστι σύνεδρος τῷ ἰδίῳ Πατρὶ καὶ συγκατάρχει τῶν ὅλων. ὅτι δὲ Ζοροβάβελ τε καὶ Ἰησοῦς ἀλλήλοις ὥσπερ εἰς ἑνότητα συνενηνεγμένοι κατασημήνειαν εὖ μάλα Χριστὸν,
κατέδειξε προστιθεὶς, ὡς περί γε τοῦ Ζοροβάβελ Καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ· τουτέστιν, ἐν τιμῇ τε καὶ δόξῃ· καὶ 227 βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσονλ ἀμφοτέρων. ἔστι γὰρ ὁ αὐτὸς, 228 ὡς καὶ ἤδη προεῖπον, βασιλεύς τε ἅμα καὶ ἀρχιερεὺς, ὡς διὰ δυοῖν εἰς ἕνα γραφόμενος τὸν Ἐμμανουήλ. πλὴν οὐκ
ἄμισθος ὁ πόνος τοῖς στεφανοῦσι Χριστὸν, ἁλλ’ εἰς ἀτελεύτητον αὐτοῖς δραμεῖται μνήμην ἡ καρποφορία. ὅτι δὲ ἀτρεκὴς ὁ λόγος, ἐμπεδοῖ προστιθείς Ὁ σε στέφανος ἔσται τοῖς ὑπομενουσι καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν 229 και εις χαριτα Σοφονιου καὶ εἰς φαλμον ἐν οικῳ κυροῦ.
ἔσται γὰρ εἰς χάριν τοῖς ἀνατεθεικόσι τὰ προσκεκομισμένα, γενήσονται δὲ καὶ δοξολογίας πρόφασις. ἡ γὰρ τῶν ἡγουμένων εὐσέβεια, τῆς εἰς Θεὸν ἀγάπης ὁδὸς τοῖς ἑτέροις γίνεται. στεφανουμένου δὲ πρὸς ἡμῶν τοῦ Χριστοῦ, τότε καὶ ἡ τῶν ἐθνῶν ἀγέλη δραμεῖται πρὸς ἐπίγνωσιν αὐτοῦ, καὶ οἱ
μακράν ὄντες διὰ τὴν πλάνην, κεκλήσονται διὰ τῆς πίστεως, καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκω τοῦ Θεοῦ. τίνα δὲ οἰκοδομήσουσιν; ἑαυτοὺς δηλονότι συναρμολογοῦντες τοῖς ἁγίοις, καὶ 230 συντιθέντες ἐν πίστει πρὸς ἕνωσιν τοῖς ἐξ Ἰσραὴλ, ὄντος 231 ἀκρογωνιαίου Χριστοῦ καὶ συνείροντος εἰς ὁμοψυχίαν δι’
ἑαυτοῦ τὰ πάλαι διῃρημένα. ἔκτισε γὰρ “τοὺς δύο “εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλ- “λασσων ἐν τῷ σώματι αὐτοῦ τὰ πάντα πρὸς τὸν 232 ὧν εἰς πέρας ἐκβεβηκότων, ἐπιψηφιούμεθα τοῖς ἁγίοις προφήταις τὸ ἀτρεκὲς, ἐγνώκαμέν τε σαφῶς, ὡς ἦν Θεὸς ἐν αὐτοῖς ὁ λαλῶν καὶ προαναφαίνων ἡμῖν τὸ Χρυττου μυστήριον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.