ΤΟΥ ΑΓΙΟΥ
κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Αδδὼ τοῦ Προφήτου λέΓω.
κατῴκηκεν ὁ Ἰσραὴλ οὐκέτι διηρημένως καὶ ἀνὰ μέρος ἔν τε τῇ Ἰουδαίᾳ καὶ ἐν τῇ Σαμαρείᾳ, ἀλλ’ εἰς μίαν οἱ πάντες συνενηνεγμένοι πόλιν, τὴν Ἰερουσαλὴμ δηλονότι, καὶ ἀνὰ 3 πᾶσαν τὴν Ἰουδαίαν, βασιλεύοντος ἐπ’ αὐτοῖς Σοροβάβελ τοῦ ἐκ φυλῆς Ἰούδα, καὶ μὴν καὶ προὔχοντος ἐν ἱερωσύνῃ
Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. ἐξυφαίνει δὲ 4 καὶ λίαν ἐντέχνως τῆς προφητείας τὸν λόγον. ἐπειδὴ γὰρ οἱ πλεῖστοι τῶν ἐκ τῆς Ἰουδαίας, ἤτοι Σαμαρείας, εἰς αἰχμαλωσίαν ἀπενηνεγμένων, μένων, αὐτόθι ἐπανήκασιν, ἅπαντα μὲν εἰδότες τὰ παρὰ τῶν Βαβυλωνίων κατὰ τῶν Ἱεροσολύμων
τετολμημένα κατὰ καιρούς· οὐκ ἠγνοηκότες δὲ πρὸς τούτοις, τὰ ἐφ’ οἷς λελύπηται Θεός· οἱ δὲ δὴ γεννηθέντες ἐν τῇ τῶν Περσῶν τε καὶ Μηδῶν χώρᾳ, οὔτε τίς ἢ ὁποία πότ’ ἐστιν ἡ 5 Ιερουσαλὴμ ἐγίνωσκον, οὔτε τὴν Ἰουδαίαν ᾔδεσαν, οὔτε μὴν τὰ ἐκ τῆς θείας ὀργῆς τοῖς πατράσιν αὐτῶν ἐπενηνεγμένα,
ἀλλ’ οὐδ’ ἐπὶ τίσιν ὅλως τὰς οὕτω σκληρὰς ἐξῄτηνται δίκας, πλὴν ὅσον ἐξ ἠμελημένων τάχα που διηγημάτων, ἀναγκαίως ὁ τῶν ὅλων Θεὸς αὐτοῖς τοῖς λελυτρωμένοις καὶ κομιδῇ νέοις παιδαγωγὸν ὥσπερ τινὰ καὶ ἁρμοστὴν ἀναδείκνυσι τὸν μακάριον Ζαχαρίαν, ὄντα μὲν ἐξ αἵματος ἱεροῦ, τουτέστιν
ἐκ τῆς φυλῆς Λευὶ, καὶ γεγονότα μὲν ἐκ πατρὸς Βαραχίου b κατά γε τὴν σάρκα, κεχρηματικότα δὲ κατὰ πνεῦμα καὶ υἱὸν ’Αδδὼ τοῦ Προφήτου. τέθραπτο γὰρ, ὡς εἰκὸς, τοῖς ἐκείνου τρόποις, καὶ τῶν ἴσων ἀνδραγαθημάτων γέγονε μιμητής.
διηγημάτων ἔρχεται, πῶς οὐκ ἂν δίκαιον εἰπεῖν ἐπιμετρίως; τὴν δίκην μὲν γὰρ ὑφ’ ἥν εἰσιν, ἐπισκήπτει τοῖς λελυτρωμένοις, ἅτε δὴ τῆς θείας ἐντολῆς οὐ μετρίως ἠμεληκόσι, καὶ τῶν διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένων μένων ἀλογεῖν εἰωθόσι· καταδεδιττόμενος δὲ οὐ μετρίως αὐτοὺς, μεταφοιτᾶν
ἀναπείθει πρὸς τὸ δεῖν ἑλέσθαι μᾶλλον εὐδοκιμεῖν διὰ τῆς 6 εἰς πᾶν ὁτιοῦν εὐπειθείας καὶ ὑπακοῆς. προσεπάγει δὲ, ὅτι εἰ μή τινες εἶεν ἀγαθοὶ καὶ εὐήνιοι, καὶ τοῖς θείοις εἴκοντες νόμοις, πείσονται καὶ αὐτοὶ τῶν τοῖς πατράσι συμβεβηκότων 7 τὰ φορτικώτερα. κατευρύνων δὲ ὥσπερ τῆς παιδαγωγίας τοὺς λόγους, πειρᾶται διδάσκειν, τίνα μὲν ἦν πάλαι τὰ τῶν πατέρων ἐπιτηδεύματα, καὶ ἐπὶ τίσιν αὐτοῖς ὁ θεῖος ἐπέσταξε θυμὸς, τίνα δ’ αὖ διολώλασι τρόπον, καὶ μὴν καὶ ὅπως λελύτρωνται, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπολυσάμενοι ζυγὸν,
8 ἀνεκομίσθησαν εἰς τὴν Ἰουδαίαν· προσεπάγει δὲ τούτοις, ὅτι, καθάπερ ἔφην ἀρτίως, πείσονται τὰ χείρω τῆς τῶν πατέρων ἀφιλοθεΐας κατ’ ἴχνος ἰέναι σπουδάζοντες. διαμέμνηται δὲ πανταχῆ τῆς διὰ Χριστοῦ λυτρώσεως ἐσομένης κατὰ καιροὺς, καὶ τὸ ἐπ’ αὐτῷ μυστήριον διὰ πολλῶν ἡμῖν
ἀναγράφει τρόπων.
τὴν Ἰουδαίαν, ἀναγκαιοτάτην ἔχει τῶν ἤδη συμβεβηκότων τὴν ἀφήγησιν. ἐπηνώρθου μὲν γὰρ τοὺς εἰδότας ὧν ἤδη πεπόνθασιν, ἀναφέρων πρὸς ἀνάμνησιν· τοῖς δὲ δὴ νέοις κομιδῇ, καὶ οὐκ εἰδόσι τὰ πάλαι, προεξένει τὴν ἀσφάλειαν, ἵνα μὴ τοῖς ἴσοις ἐναλοῖεν κακοῖς, τὴν βέβηλον καὶ ἀνομωτάτηνξ
ἀγαπῶντες ζωήν.
τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι δυσαχθεστέροις ὑπενηνεγμένοι 12 κακοῖς, κατοιμώξουσι πικρῶς, εἰ μὴ ἕλοιντο σωφρόνως ἀποσπουδάζειν μὲν τὰ ἐκείνων, φροντίδος γεμὴν καὶ λόγου παντὸς ἀξιοῦν τὸ θυμῆρες Θεῷ. ὀργὴν δὲ μεγάλην ὠργίσθαι φησὶ τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, οὐκ ἀναπόδεικτον
ἀφεὶς εἰς τὸ ἀτρεκὲς τὸν λόγον, ἀλλ’ ἐξ ὧν ἤδη πεπείρανται καὶ πεπόνθασιν, ὅτι μὴ ἔστι ψευδοέπης ἀποφαίνων. εἴη γὰρ 13 ἃν οὐ τῆς τυχούσης ἀγανακτήσεως ἔνδειξις τὸ ἐφεῖναι τοῖς Βαβυλωνίοις καταδῃῶσαι μὲν ἅπασαν τὴν Ἰουδαίαν, καὶ σὺν αὐτῇ τὴν Σαμάρειαν, κατεμπρῆσαι δὲ καὶ αὐτὰ τὰ ἅγια, καὶ
κατασκάψαι τὴν ῾Ιερουσαλήμ· καὶ τὸν ἀπόλεκτον Ἰσραὴλ ἀποφῆναι μέτοικον, οἰκτρῶς καὶ ἐλεεινῶς ἐν ἀλλοδαπῇ δουλεύοντα, καὶ δύσοιστον ὑπομένοντα ταλαιπωρίαν, καὶ ἁπτόμενον μὲν θυσιῶν οὐκέτι, οὐκ αὐλῆς εἴσω φοιτῶντα τῆς ἱερᾶς, οὐκ εὐχαριστίας προσάγοντα κατὰ νόμον, ἢ δεκάτας, 14
ἢ ἀπαρχάς· εἰργόμενον δὲ, ὡς ἐξ ἀνάγκης καὶ φόβου, καὶ τοῦ χρῆναι τελεῖν τὰς νενομισμένας αὐτῷ καὶ φιλτάτας ἑορτάς. οὐκοῦν ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας αὐτῶν ὀργὴν μεγάλην.
εἴπερ ἕλοιτο μυσταγωγεῖν ἐπὶ τὸ Χριστοῦ μυστήριον. ἐπειδὴ γὰρ ἀπεκτόνασι τοὺς προφήτας, καὶ αὐτὸν δὲ “τὸν 15 “κύριον τῆς δόξης ἐσταύρωσαν,’’ ἑάλωσαν καὶ πεπόρθηνται. 16 κατεσείσθη δὲ καὶ αὐτὸς ὁ διαβόητος νεὼς, καὶ πεπλήρωται λοιπὸν ἐπ’ αὐτοῖς τὸ διὰ φωνῆς ’Ωσηέ “Διότι ἡμέρας πολ- 17
“Λὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ “ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστη- “ῥίου, οὔτε ἱερατείας, οὔτε δήλων.” ὅτι δέ εἰσιν αἰχμάλωτοι, καὶ ὑπὸ χεῖρα τέως διαβολικὴν προσκεκρουκότες Θεῷ, καὶ ἀπερριμμένοι, καὶ ἁπάσης ἔξω φειδοῦς τῆς ἄνωθεν γεγονότες, 18 πῶς ἃν ἐνδοιάσειέ τις; εἰ δὲ δὴ λυτρωθεῖεν κατὰ καιροὺς, 19 προσηκάμενοι τὴν πίστιν, καὶ Χριστὸν ἐπιγραψάμενοι Θεόν τε καὶ βασιλέα καὶ κύριον, τότε δὴ τότε, καὶ μάλα εἰκότως, σοφὴν ἄν τις ἐπ’ αὐτοῖς ποιήσαιτο τὴν παραίνεσιν, ἐπὶ καιροῦ ταῦτα λέγων ’Ωργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν
ὀργὴν μεγάλην.
Τάδε λέγει Κύριος ’Αποστρέψατε ἀπὸ τῶν ὁδῶ ὑμῶ τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος.
21 δοκοῦν τῶ Θεῶ, καὶ εἰδώλοις μὲν οὐ προσέκειντο τέως, οὔτε μὴν τὴν ἀρχαίαν προσίεντο πλάνην· πλὴν καθ’ ἑτέρους ἡλίσκοντο παροτρύνοντες τρόπους. ὡς γὰρ ἐν τῷ Ἔσδρᾳ 22 γέγραπται, καὶ γυναίοις ἀλλοφύλοις ἐπεμίγνυντο καὶ, τὰς ἐκ τῶν ὁμόρων ἐθνῶν εἰσοικισάμενοι, τεκνῶν ἀλλοτρίων πατέρες
γεγόνασι, καίτοι τοῦ νόμου τὸ χρῆμα αὐτοῖς ὡς ἔκτοπον ἀποφάσκοντος. κατημέλουν δὲ καὶ τοῦ τελεῖν ἑορτὰς, καὶ πληροῦν θυσίας, καὶ μὴν καὶ ἀπρόθυμοι περὶ τὸ δεῖν ἀναδείμασθαι τὸν θεῖον ναὸν γεγονότες ἡλίσκοντο. ταύτῃτοι, καθά 23 περ ἐν τῷ Ἀγγαίῳ γέγραπται, ἐπάταξεν αὐτοὺς ἐν ἀφορίᾳ
καὶ ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν. καὶ ἐνέβαλλον μὲν εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, 24 καὶ ἐγίνοντο δέκα, εἰσεπορεύοντο δὲ καὶ πάλιν ἀντλῆσαι πεντήκοντα μετρητὰς, καὶ ἐγίνοντο εἴκοσι. ἐπαγγέλλεται τοίνυν αὐτοῖς, ὡς εἰ ἕλοιντο μεταφοιτᾶν εἰς τὸ ἄμεινον, καὶ ἐπιστρέφειν πρὸς αὐτὸν, διὰ τοῦ δρᾶν ἑλέσθαι τὰ αὐτῷ
δοκοῦντα καὶ φίλα, τότε καὶ αὐτὸς ἐπιστρέψει πρὸς αὐτοὺς, τουτέστιν, ἀφέξεται τῆς ἐπ’ αὐτοὺς ὀργῆς, καὶ παλινδρομήσει πρὸς ἔλεον, καὶ φειδοῦς τε καὶ οἰκτιρμῶν ἀξιώσει πάλιν. ἀποφάσκει γεμὴν ὡς ὀλέθρου πρόξενον τὸ ἑλέσθαι 25 ζηλοῦν τοὺς πρὸ αὐτῶν γεγονότας, οἷς πλείστη μὲν ὅση
δέδοτο παρ’ αὐτοῦ διὰ τῶν ἁγίων προφητῶν παράκλησις καὶ παραμυθία, καλοῦσα πρὸς ἀποστροφὴν τῶν αἰσχρῶν ἐπιτηδευμάτων, ἀνόνητον δὲ τὸ πρᾶγμα πολὺ λίαν ἐτέθειτο ἀπονεύσασι πρὸς τὸ δυσήκοον.
ἑπόμενοι, καὶ προγονικὴν συνήθειαν ὡς δυσανάτρεπτον ἀπολογίαν ἀεὶ προβαλλόμενοι, κἂν εἰ ἐπὶ τοῖς ἐσχάτοις καταψέγοιντο κακοῖς. ἔθος δὲ τοῦτο μάλιστα τοῖς τῶν εἰδώλων 26 θεραπευταῖς. καλούμενοι γὰρ ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν, τῆς τῶν πατέρων ἀπάτης διαμέμνηνται πανταχοῦ,
καὶ πατρῷον ὥσπερ τινὰ κλῆρον τὸ ἐκείνων ἀμαθὲς ἀσπαζόμενοι, διαμένουσι τυφλοί. οἶμαι δὲ, ὅτι κἂν εἰ αὐτοῖς συμβουλεύσειέ τις τοῖς ἐκ περιτομῆς μεταμαθεῖν τὰ αἰσχίω, καὶ τιμᾶν ἑλέσθαι τὸ ὠφελοῦν, ἐπὶ τὴν τῶν πατέρων συνήθειαν καταφεύγουσι καὶ αὐτοί. χρήσιμον οὖν τοῖς πλανωμένοις
μένοις ἐπιφωνεῖν ’Επιστρέψατε πρὸς μὲ καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύρος παντοκράτωρ, καὶ μὴν ἐπὶ τούτῳ 27 Μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἱ πλανώμενοι δηλονότι, καὶ μέχρι τοῦ παντὸς μεμενηκότες ἐν ἀγνωσίᾳ.
ζήσονται; πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμα μου δέχεσθε, 29 ὅσα ἐΓὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑρῶν. καὶ ἀπεκρίθησαν καὶ εἶπαν Καθὼς παρατέτακται Κύριος παντοκράτωρ,
τοῦ ποιῆσαι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν, οὔτως ἐποίησεν ὑμῖν.
“δίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ ἀπὸ στόματος “Κυρίου.” οὗτοι ψευδοεποῦντες ἔφασκον, ὡς οὐκ ἃν ἁλοίη 31 ποτὲ παρ’ ἐχθρῶν ἡ ἁγία πόλις, οὐδ’ ἃν γένοιτό ποτε τοῖς ἐθέλουσι καταδῃοῦν εὐκαταμάχητος ὁ ’Ισραήλ· ἀλλ’ ἐρηρεισμένην ἕξει τὴν εὐημερίαν, καὶ ἐν ἀκλονήτοις κείσεται
τρυφαῖς, Θεοῦ προασπίζοντος, καὶ τὸ ἀπόλεκτον ἀεὶ τιμῶντός τε καὶ ἀγαπῶντος γένος. ἔφασκον δὲ τὰ τοιαῦτα, καθάπερ ἔφην ἀρτίως, ψευδηγοροῦντες οἱ τάλανες, καὶ ῥᾴθυμον ὄντα τὸν Ἰσραὴλ ὑπτιοῦντες ἔτι, καίτοι δέον ἀναπείθειν ἐκμειλίσσεσθαι Θεὸν, καὶ τὰ ἐφ’ οἷς λελύπηται ῥιπτοῦντας
32 ὡς ἀπωτάτω, μεταφοιτᾶν ἑλέσθαι πρὸς τὸ αὐτῷ δοκοῦν. ἀλλ’ ὀλίγος ἐκείνοις τῆς ἀληθείας ὁ λόγος, λημματίων δὲ σμικρῶν καὶ εὐτελεστάτων ἡττώμενοι, πεπλανήκασι τὸν ’Ισραήλ. καὶ γοῦν ὁ μὲν προφήτης Ἱερεμίας κατῃτιᾶτο λίαν 33 αὐτοὺς, οὕτω λέγων “Ὁ ὣν κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν
“προφητεύουσι καὶ λέγουσιν οὐκ ὄψεσθε μάχαιραν, καὶ 34 “ λιμὸς οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω “ ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ ” Θεὸς δὲ πρὸς ταῦτα 35 “ ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου· εἰ οὐκ ἀπέστειλα αὐτοὺς, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐκ
“ ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας “ καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προ- “ Φητεύουσιν ὑμῖν.” καὶ μὴν καὶ ἑτέρωθι πάλιν φησίν Ουκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον οὐδὲ 36 “ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ προεθήτευον.” πεπλάνηται
νηται τοίνυν, ὡς ἔφην, ὁ Ἰσραὴλ, τοῖς τῶν ψευδομάντεων φενακισμοῖς ἀσυνέτως συνηρπασμένος. ἀλλ’ οὐκ ἂν ἥλω 37 ποτὲ παρ’ ἐχθρῶν, καὶ τῆς οὕτω πικρᾶς καὶ φορτικωτάτης δουλείας ἐπειρᾶτο, τοῖς παρὰ Θεοῦ προφήταις τὸν νοῦν ἐπιδοὺς, οἳ καὶ συμβήσεσθαι τὰ τοιάδε προαπήγγελλον αὺτοῖς,
τοῖς, καὶ διαρρήδην ἔφασκον, ὅτι πάντως εἰς πεῖραν ἐνχθήσονται κακοῦ, μὴ οὐχὶ δρᾶν ᾑρημένοι τὰ θυμήρη Θεῷ. ταύτῃτοι καλεῖ πρὸς ἀνάμνησιν τῶν τε ἀνοσίων ψευδοπρο- φητῶν καὶ τῶν πεφενακισμένων μένων καί φησιν Οἱ πατέρες ὑμῶν που εἰσι καὶ οἱ προφηται μὴ τὸν αιωνα ςησονται; ὅμοιον ὡς
εἰ λέγοι Ἀπολώλασιν οἱ πατὲρες ὑμῶν, καὶ τοῦτο οἰκτρῶς, ἐν 38 αἰχμαλωσίᾳ, καὶ σὺν αὐτοῖς οἱ ψευδοεπεῖς καὶ πεπλανηκότες, οἱ τὸ τῆς προφητείας ὄνομα καὶ χρῆμα καπηλεύοντες. ἀλλ’ εἴπερ ἔζων ἔτι, τάχα που βελτίους ὑμᾶς ἀπέφηναν ἀεὶ κα- τοιμώζοντες ἐπὶ τοῖς συμβεβηκόσι, καὶ τῶν παρ’ αὐτοῖς
γεγονότων ψευδοπροφητῶν οὐ μετρίαν ποιούμενοι τὴν κατα- βοήν. ἀλλ’ ἐκεῖνοι μὲν ῥᾳστώνης τε ὁμοῦ καὶ ἀπειθείας ὀψώνιον, τὸ συνδιολέσθαι τοῖς ἠπατηκόσιν ἐσχήκασιν, ὑμεῖς δὲ τοὺς τῶν ἁγίων προφητῶν παραδέχεσθε λόγους, καὶ τὰ 39 δι’ αὐτῶν θεσπίσματα ποιεῖσθε περὶ πολλοῦ. αὐτοὶ γὰρ
λελαλήκασι καὶ τοῖς πρὸ ὑμῶν, ὅτι παρατέτακται Κύριος τοῦ ποιῆσαι, δῆλον δὲ ὅτι τὴν αἰχμαλωσίαν καὶ τὰς ἐν 40 αὐτῇ συμβησομένας ταλαιπωρίας. διήλεγχον δὲ λέγοντες ἀναφανδὸν, ὅτι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, οὕτως ἐποίησεν ὑμῖν. κολάζει γὰρ οὐ μάτην ὁ τῶν ὅλων Θεὸς, οὔτε μὴν ἀβασάνιστον τὴν ἐφ’ ὁτῳοῦν ποιεῖται 41 ψῆφον ἡ θεία τε καὶ ἀπλανὴς καὶ δικαιοτάτη κρίσις· ἀνεξικακήσασα
δὲ ὑπεραμέτρως, τότε δὴ τότε ταλαντεύει τοῖς ἡμαρτηκόσι τὰ αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατα.
φωνὰς, ἐννοοῦντάς τε ὅτι πάντη τε καὶ πάντως συμβήσεται τὰ προηγγελμένα, μεταπλάττεσθαι πρὸς τὸ ἄμεινον καὶ μεταχωρεῖν εἰς μετάγνωσιν. ἀποσκευασόμεθα γὰρ οὕτω τὰ ἐξ 42 ὀργῆς, καὶ ἠπίῳ περιτευξόμεθα τῷ Δεσπότη· δικαιοῖ γὰρ τὸν ἀσεβῆ, καὶ ἀνίησι δίκης τοὺς ἐξ ἀμαθίας ἤγουν ἀσθενείας
πεσόντας εἰς ἁμαρτίαν.
λέΓω ῾Εώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐφ’
ἵππον πυρρόν, καὶ οὗτος ἱστήκει ἀνὰ μέσον τῶι δύο ὀρέω τῶ κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυῤῥοὶ καὶ ψαροὶ καὶ
ποικὶλοι κὼ λευκοί, καὶ εἶπα Τί οὗτοι, κόρω; κὼ εἶπε πρὸς 44 μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐὺ ἐμοί ’Εγὼ δείξω σοι τί ἐστι ταῦτα.
καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ
45 εἶπε πρὸς μέ Οὖτοί εἰσιν οὕς ἐξαπέσταλκε Κύριος τοῦ περιοδεῦσαι τὴν γῆν. κὼ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ
ἐφεστῶτι ἀνὰ μέσον τῶι ὀρέω κὼ εἶπαν Περιωδεύκαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει.
καὶ κατὰ τὸ αὐτῶ δοκοῦν τῶ ἀποκαλύπτοντι τὰ κεκρυμμένα. καὶ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο, κατὰ πολλούς τε καὶ διαφόρους ἐπαιδεύοντο τρόπους. ἔσθ’ ὅτε μὲν γὰρ ἁπλῆν ἐδέχοντο γνῶσιν, ἐνηχοῦντος αὐτοῖς τοῦ Ἁγίου Πνεύματος· ἐσθ’ ὅτε δὲ καὶ πρὸς τούτῳ καὶ ἐν αὐταῖς ταῖς ὁράσεσι τῶν 47
δρωμένων ἐγίνοντο, ἄλλοτε ἄλλως αὐτοῖς διαμορφοῦντος Θεοῦ καὶ ἀποκαλύπτοντος αἰνιγματωδῶς μυστήρια. ῾Ησαΐας μὲν γὰρ ὁ μακάριος τεθεᾶσθαί φησι “τὸν κύριον σαβαὼθ 48 “καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, περιεστηκότων αὐτὸν τῶν Σεραφὶμ καὶ εὐφημούντων ἐξ ἀμοιβῆς. ὁ δέ
γε θεσπέσιος Ἰεζεκιὴλ θρόνον τεθεᾶσθαί φησιν ἐπὶ στερεώματος, 49 μάτος, ὑποκειμένων τῶν Σεραφίμ. ἔφη δὲ, ὅτι τὸν ἐπὶ τοῦ e θρόνου καθήμενον ἑώρακε διφυᾶ, ὡς τὰ κάτω μὲν ἀπὸ ὀσφύος 50 ἐν εἴδει πυρὸς ὁρᾶσθαι σαφῶς, ἐν ὁράσει δὲ ἠλέκτρου τὰ ἄνω. καὶ βαθὺς ἂν γένοιτο καὶ μακρὸς ὁ ἐφ’ ἑκάστῳ λόγος,
εἴπερ ἕλοιτό τις πολυπραγμονεῖν τὰς αἰτίας τοῦ πολυειδεῖς γενέσθαι παρὰ Θεοῦ τὰς ὁράσεις αὐτοῖς.
μάχεται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς ἀντεξάγουσιν αὐτῷ, καὶ οἷά τις πολέμιος ἀνθοπλίζεται τοῖς ἀπειθῆ καὶ ἀγέρωχον ἀντανιστᾶσιν αὐτῷ τὸν τῆς διανοίας αὐχένα. ἔδρων δὲ τοῦτο, καὶ μάλα νεανικῶς, οἱ ἐξ αἵματος Ἰσραὴλ, οἵ τε τὴν Ιουδαίαν καὶ αὐτὴν οἰκοῦντες τὴν ῾Ιερουσαλὴμ, καὶ μὴν
53 καὶ οἱ τὴν Σαμαρειτῶν χώραν ἔχοντες, τουτέστιν, αἱ δέκα φυλαί. ἐτράποντο γὰρ εἰς πολυθείαν, καὶ τοῖς χειροκμήτοις τὸ σέβας ἀνάπτοντες, ἐπεφώνουν ταῖς δαμάλεσι ταῖς χρυ- 54 σαῖς “οὗτοι οἱ θεοί σοι, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ “γῆς Αἰγύπτου, καὶ πρός γε δὴ τούτοις, τῶν τοῦ νόμου
θεσπισμάτων ἀλογήσαντες παντελῶς, ἀπερισκέπτως ἐτράποντο πρὸς τὸ ἑκάστῳ φίλον δοκοῦν. ταύτῃσι λοιπὸν ὁ τῶν ὅλων Θεὸς, ἔφιππος δὲ ὥσπερ αὐτοῖς, ὡς ἐν εἴδει τῷ 55 καθ’ ἡμᾶς, αἰνιγματωδῶς ἐπιφοιτᾷ.
οἶμαι κατάσκια φησι τό τε τῆς Ἰουδαίας, τουτέστι, τὴν Σιῶν καὶ μὴν καὶ τὸ Σαμαρείας. ἔφη γάρ που περὶ αὐτῶν 56 ὁ Θεός “Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιῶν καὶ τοῖς πεποιθόσιν “ἐπὶ τὸ ὄρος Σαμαρείας.’’ ἄμφω δὲ κατάσκια διά τοι τὸ ἀμετρήτῳ πλήθει τῶν κατῳκηκότων στενοχωρεῖσθαι τάχα
που, καὶ ὕλην ἀπομιμεῖσθαι δασεῖάν τε καὶ ἀμφιλαφῆ. κατόπιν γεμὴν τοῦ ἐπιβεβηκότος τὸν ἵππον τὸν πυῤῥὸν, ἵπποι 57 πάλιν ᾔεσαν ἕτεροι, καὶ οὐκ ἐν ὄψει μιᾷ, πυρροὶ γὰρ ἦσαν, 58 καὶ μὴν καὶ ψαραὶ καὶ ποικίλοι καὶ λευκοί. σημαίνουσι δὲ καὶ αὐτοὶ βασιλέας, ἢ ἔθνη φιλοπόλεμά τε καὶ μαχιμώτατα, καὶ οὐχὶ δὴ μόνην τὴν ἐνεγκοῦσαν ἔχειν ἠγαπηκότα, κάτα. σκιδνάμενα δὲ ὥσπερ ἁπάσης τῆς γῆς, καὶ ὑφ’ ἑαυτὰ ποιεῖσθαι
εῖσθαι σπουδάζοντα τὴν ὑπ’ οὐρανὸν, ὁποῖοι γεγόνασιν οἱ Βαβυλωνίων βασιλεῖς, Φουλὰ μὲν πρῶτος, ὃς εἷλε τὰς πέραν τοῦ Ἰαρδάνου φυλάς. εἶτα μετ’ ἐκεῖνον ὁ Σαλαμανασὰρ, ὃς πεπόρθηκε τὴν Σαμάρειαν, καὶ τρίτος Σεναχηρεὶμ, ὁ τῆς 59 Σαμαρείας τὸ λείψανον καταδῃώσας ἀγρίως, προσεμπρήσας
δὲ πολλὰς καὶ τῆς Ἰουδαίας πόλεις. τέταρτος ὁ Ναβουχοδονόσορ, ὃς καὶ αὐτὴν εἷλε τὴν Ἱερουσαλὴμ, καὶ ἀπεκόμισεν εἰς αἰχμαλωσίαν τὸν Ἰσραήλ. τὸ γεμὴν ἐν εἴδεσιν ὁρᾶσθαι τοὺς ἵππους, σημαίνει που τάχα τῆς ἑκάστου γνώμης τὸ διάφορον· καὶ τὸ ἐν αὐτοῖς ἑτερόχροον, αἴνιγμα
τῆς ἑκάστου διανοίας παραδέξαιτο ἄν τις, καὶ μάλα εἰκότως. διηπόρηκε μὲν οὖν ὁ Προφήτης καὶ ἀποκάλυψιν αἰτεῖ· 60 μανθάνει δὲ, ὅτι ὑτοί εἰσιν οὓς ἐξαπέσταλκε Κύριος περιοδεῦσαι πᾶσαν τὴν γῆν, καὶ αὐτοὶ δὲ τοῦτό φασιν οἱ ἀπεσταλμένοι, περιωδευκέναι τὴν σύμπασαν διαβεβαιούμενοι,
καὶ μὴν ὅτι καὶ ἠρεμεῖ, ταῖς αὐτῶν πλεονεξίαις ἀντιτείνειν οὐκ ἔχουσα, καὶ τὸν ὑπ’ αὐτοῖς ἀβούλητον μὲν, πλὴν ἀναγκαῖον ὑπομένουσα ζυγόν.
ἐλεήσεις Τὴν Ἱερουσαλὴμ καὶ τὰc πόλεις Τῆς Ἰουδαίας ἃς 61
ὐπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;
ὃς τάχα που τέτακτο παρὰ Θεοῦ τὸ τῶν Ἰουδαίων ἔθνος παιδαγωγεῖν. εὑρήσομεν δὲ ὅτι καὶ ὅτε τῆς τῶν Αἰγυπτίων 64 ἐκδεδραμήκασι γῆς, δεινοῖς μὲν αὐτοὺς κατεπτόει δείμασιν ὁ ἀπόπληκτος Φαραὼ, τὸν πολέμου νόμον ἐξωπλισμένος, εἶτα διώκειν ἐπιχειρῶν, ἔστη, φησὶν, ὁ ἄγγελος Κυρίου ἀνὰ μέσον
αὐτῶν, ‘‘καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα.’’ ἀλλὰ 65 καὶ αὐτὸν τὸν νόμον δι’ ἀγγέλων λελαλῆσθαι ὁ νομομαθὴς ἔφη Παῦλος. ὑπεμφαίνει ’δε τι τοιοῦτον καὶ τῆς εὐαγγελικῆς παραβολῆς ἡ δύναμις. ἔφη γάρ που Χριστὸς περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς, τὸ μέλλον αὐτῇ συμβήσεσθαι
66 προαναδεικνὺς αἰνιγματωδῶς “Συκῆν εἶχε τις πεφυτευμένην 67 “ἐν τῷ ἀγρῷ αὐτοῦ.’’ ἐπειδὴ δὲ ἄκαρπος ἢν, ἐκκόπτειν αὐτὴν ἤθελε, καὶ δὴ τοῦτο δρᾶν ἐκέλευε λέγων τῷ γηπόνῳ 68 “Ἔκκοψον αὐτὴν, ἱνατί καὶ τὴν γῆν καταργεῖ;” ὁ δὲ πρὸς 69 τοῦτό φησι ‘‘Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως
“ἂν σκάψω περὶ αὐτὴν, καὶ βάλω κόπρια· κἂν μὲν ποιήση “ καρπὸν “καρπὸν εἰς τὸ μέλλον· εἰ δὲ μή γε, ἐκκόψεις γὰρ ἕτερον ἡμῖν ἐν τούτοις τὸ τοῦ γηπόνου πρόσωπον ὑπαι- 70 νίττεται, πλὴν ὅτι τὸ τοῦ προεστηκότος ἀγγέλου, καὶ παιδαγωγεῖν αὐτὴν, ὡς ἔφην, προστεταγμένου; ὁρίσαντος οὖν τοῦ
Θεοῦ τῆς αἰχμαλωσίας τὸν χρόνον εἰς ἔτος τὸ ἑβδομηκοστὸν, οὔπω μὲν εἰς πέρας ἥκοντος τοῦ καιροῦ, σιωπᾶν ἦν ἀναγκαῖον, ὡς ἃν μὴ δοκοίη Δεσποτικοῖς ἀντεξάγειν νεύμασι. πεπερασμένου δὲ ἤδη τοῦ καιροῦ, ποιεῖται τὰς λιτὰς, καὶ τῆς τοῦ 71 προσκρούειν ὑποψίας οἷον ἐκ μέσου γεγενημένης, ἀψευδῆ δὲ ὄντα τὸν Δεσπότην εἰδὼς, ἀναμαθεῖν ἀξιοῖ, πότερόν ποτε συμπεπέρανται τοῖς ἡμαρτηκόσι τὰ ἐξ ὀργῆς κατὰ τὸ πάλαι 72 δόξαν εἰς ἔτος τὸ ἑβδομηκοστόν· ἤγουν ἔσται τις έτέρα
πάλιν ἀνάβλησις προστεθειμένων ἁμαρτιῶν, καὶ εἰς μῆκος ἔτι τὰ τῆς ταλαιπωρίας αὐτοῖς ἐκτείνεται. ταύτῃσί φησιν Ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ιερουσαλημ καὶ τας τῆς πόλεις ὑπερεωραμένας ἤδη τοῦτο ἑβδομηκοστὸν ἔτος;
ἀμφίβολος, ὡς εἰ δήπου γένοιτο προσκρούειν ἐξ ἀσθενείας, ἁλλ’ οὖν ἔχουσι παρὰ Θεῷ τοὺς λιπαροῦντας ὑπὲρ ἑαυτῶν, 73 οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἁγίους ἀγγέλους, οἳ προσηνῆ τε καὶ μειλίχιον ἀποτελοῦσι Θεὸν, τῇ ἰδίᾳ καθαρότητι κατευνάζοντες τὰς ὀργὰς, καὶ οἱονείπως
ἐκδυσωποῦντες ἀσχάλλοντα τὸν κριτήν. ἀλλὰ τότε μὲν ἄγγελος ὑπὲρ τῆς τῶν Ἰουδαίων Συναγωγῆς ἐποιεῖτο τὰς λιτάς· ἡμεῖς δὲ, οἱ πεπιστευκότες καὶ ἡγιασμένοι λοιπὸν ἐν Πνεύματι, “Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν 74 “Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρ- 75
“τιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἁλλὰ περὶ ‘‘ὅλου τοῦ κόσμου.” καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, αὐτὸν “ἱλαστήριον ὁ Θεὸς ἔθετο διὰ πίστεως, ἁμαρτιῶν 76 ἀπαλλάττοντα τοὺς προσιόντας αὐτῷ.
ἐμοὶ ῥήματα καλά καἰ λόγους παρακλητικούς. καὶ εἷπε πρὁς
μὲ ὁ ἄγγελος ὁ λαλῶ ἑ ἐμοί Ἀνάκραγε λέΓω Κύριος παντοκράτωρ Ἐζήλωκα τὴν Ἱερουραλὴμ καὶ τὴν Σιὼν 77 ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπἰ τὰ ἔθνη τὰ
78 συνεπιτιθέμενα, ἀνθ’ ὧι ἐγὼ μὲν ὠργίσθην ὀλίγα, συνεπέθεντο εἰς κακά.
80 ἑτέρως. ἄθρει δὲ ὅπως δέχεται παραχρῆμα τὰς λιτὰς τὰς ὑπέρ γε τῶν πεπραχότων ἀθλίως, καὶ συντετριμμένων ἐν ἀλλοδαπῇ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀνατλάντων ζυγὸν, μόνον δὲ οὐχὶ τοῦ παρακαλοῦντος φθάνει τὴν αἴτησιν, καὶ ἀποκρίνεται παραχρῆμα ρηματα καλα καὶ λόγους παρακλητικούς·
παρακλητικοὺς ’δε φησι τοὺς ἀνακτήσασθαί τε καὶ παρακάλεσαι δυναμένους τοὺς πεπονηκότας. παρ’ ὅλον γὰρ 81 τῆς αἰχμαλωσίας αὐτῶν τὸν καιρὸν οὐ ῥῆμα τάχα που χρηστὸν εἰρηκὼς, οὐχ ἑτέρου τινὸς τῶν παρακαλεῖν εἰωθότων ἀξιώσας αὐτοὺς, ἄρχεται χρηστοεπεῖν, καὶ τῆς ἐπ’ αὐτοῖς
ἡμερότητος καταβάλλεται τὴν ἀρχήν. ἐκ περιχαρείας δὴ οὖν τῆς ἄγαν ὁ θεσπέσιος ἄγγελος διακεκραγέναι λοιπὸν τῷ Προφήτῃ προστέταχε καὶ διακονεῖν εἰς ἅπαντας τὰ παρὰ Θεοῦ. ἐζηλωκέναι γάρ φησι τὴν Ἱερουσαλὴμ ζῆλον οὐκ αὐτῇ τὸν ζῆλον ἐνιεὶς, καθάπερ καὶ πρώην παρενηνεγμένῃ
82 πρὸς ἀλλοκότους λατρείας, ἀλλ’ ὑπὲρ αὐτῆς τοῖς πεπορθη- κόσιν, οἷς καὶ ὠργίσθαι φησὶν, οὐχ ὡς καὶ ἐν ἁπλῇ καὶ μεμετρημένῃ κινήσει τυχὸν, ἀλλ’ ὡς ἐν ἀκράτῳ τε καὶ ἀσχέτῳ θυμῷ. ἐγὼ μὲν γὰρ, φησὶν, ἐπαίδευον τοὺς ἐμοὺς, καὶ οὐδὲν αὐτοὺς πέρα μέτρου πάσχειν ἤθελον· αὐτοὶ δὲ τῆς
ἰδίας γνώμης τὴν ἀγριότητα δεινῶς τε καὶ ἀχαλίνως ἐπῆγον, παρέντες οὐδὲν τῶν εἰς ὠμότητα καὶ ἀπανθρωπίαν.
μεγάλην. ὁ μὲν γὰρ ὡς πατὴρ ἐπανορθοῦν ταῖς αἰκίαις ἤθελεν· οἱ δὲ ὅλοις ὥσπερ ἱστίοις καὶ πάντα σείοντες κάλων ἀσχέτοις ὁρμᾶις τοῖς κάμνουσιν ἐπεφέροντο.
πικρὰς ἐξαιτηθήσονται δίκας παρὰ τοῦ προεστῶτος Θεοῦ.
οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, κω μέτρον ἐκτεθήσεται ἐμὶ ετι.
ὑπονοστοῦντος εἰς αὐτὴν, διάτοι τοῦ πάλιν ἀξιῶσαι φειδοῦς καὶ ἀγάπης, καὶ ἀμνησικάκως ἀνεῖναί οἱ τὰ ἐγκλήματα. ὑπισχνεῖται γὰρ καὶ τὸν οἶκον ἐγείρειν, καὶ εὐμηκεστάτην ἀποφαίνειν τὴν Ἱερουσαλήμ. ἐμπέπρηστο μὲν γὰρ ὁ ναὸς, καθῄρηντο δὲ καὶ αὐτὰ τὰ τῆς πόλεως τείχη, ὡς ὀλίγην καὶ
συνεσταλμένην ὁρᾶσθαι παντελῶς, καὶ εὐαριθμήτους ἔχειν τοὺς οἰκήτορας. ἀλλ’, ὡς ἔφην ἀρτίως, ἀνακομίζειν αὐτὴν 87 88 ἐπαγγέλλεται πρὸς τὸ ἐν ἀρχαῖς, ὃ δὴ καὶ τετέλεστο, Κύρου μὲν ἀνέντος τῆς αἰχμαλωσίας, Δαρείου γενὴν καὶ αὐτὸν ἀναδείμασθαι προστάττοντος τὸν ναὸν, ἐφιέντος τε καὶ αὐτὴν τοῖς τείχεσιν ὀχυροῦν τὴν πόλιν.
τὴν πίστιν, καὶ τῶν προσκειμένων αὐτῷ τὴν ἀγάπησιν, ἐφίησι κατὰ καιροὺς διώκεσθαι τὴν Ἐκκλησίαν. ἀλλ’ ὀλίγα 89 παθοῦσαν εὐθὺς ἀνίστησι, καὶ ἀνατειχίζει πάλιν ταῖς ἐπικουρίαις, καὶ τῆ ἄνωθεν χάριτι τὸν ἴδιον οἶκον στεφανοῖ. καὶ ἕκαστος δὲ τῶν εὐσεβεῖν ᾑρημένων καὶ πόλις ἐστὶ καὶ
οἰκος Θεοῦ. δοκιμάζεται δὲ πολλάκις, κατερεθιζούσης αὐτὸν εἰς φαυλότητα καὶ σαρκικῆς ἡδονῆς καὶ μερίμνης κοσμικῆς, ὡς δοκεῖν ἐμπεπρῆσθαί τε καὶ τειχῶν ἐρήμην, ἤγουν ἀσφαλείας, τὴν τοῦ παθόντος ἀπομεῖναι ψυχήν. ἀλλὰ κατοικτεί- ροντος Θεοῦ, καὶ ταῖς τῶν ἁγίων λιταῖς μετατιθεμένου πρὸς
90 τὸ ἥμερον, οἰκοδομεῖται πάλιν “εἰς ναὸν ἅγιον, εἰς κατοι- “κητήριον Θεοῦ ἐν Πνεύματι,” καὶ δὴ καὶ ἁπάσης ἐπεληλαμένης ἀκαθαρσίας, ἀνατειχίζεται παρὰ Θεοῦ, καὶ γίνεται πόλις τοῦ μεγάλου βασιλέως, τουτέστι Χριστοῦ.
Τάδε λέρει Κύριος παντοκράτωρ Ἔτι διαχυθήσονται ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τήν Σιὼν καὶ αἱρετιεῖ ἔτι ‘Ιερουσαλήμ.
παντελῶς. οἶκοί τε γὰρ ἦσαν ἐμπεπρησμένοι καὶ μονονουχὶ τῆς Βαβυλωνίων ὠμότητος κατακεκραγότες, καὶ αὐτὰ δὲ τὰ τῶν πόλεων σχήματα κατηφανισμένα καὶ ἀνατετραμμένα 92 παντελῶς. εὐαριθμήτων δὲ κομιδῇ κατοικούντων, ἄνδρα μὲν οὐκ ἦν λαμπρὸν, ἢ καὶ ἑτέρως ἐπίσημον ἰδεῖν, ἀλλ’ οὐδὲ ἐν εὐπαθείᾳ ὄντας τινὰς, κατηφεῖς δὲ ἅπαντας, λιμῷ καὶ πενίᾳ κατηχθισμένους. τούτων ἁπάντων ἔσεσθαι πέρας 93
ἐπαγγέλλεται. διαχυθήσονται γάρ φησι πόλεις ἐν ἀγαθοῖς, τουτέστιν, ἐν ταῖς ἀρχαίαις εὐημερίαις ἔσονται, καὶ παρακειμένων αὐταῖς τῶν εἰς ἀφθονίαν ἀγαθῶν, μεταβαλοῦσι τὴν ὄψιν, καὶ ἀναδραμοῦνται πάλιν ἐν τοῖς κατ’ εὐχήν. ἐλεήσει γὰρ κύριος ἔτι τὴν Σιῶν καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ.
κακοῖς, ἐπὶ ταῖς εἰς Χριστὸν παροινίαις κατεγνωσμένη. οὐκοῦν τό Ἔτι μονονουχὶ καὶ ἐπιμετρεῖ τὸν τῆς ἡμερότητος χρόνον, ἀπειλὴν ἔχον ἀσυμφανῆ τῶν συμβησομένων αὐτῇ κατὰ τοὺς καιροὺς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας.
καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστι ταῦτα,
Κύριε; καὶ εἶπε πρὸς μέ ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸ Ἰσραήλ. κω ἔδειξέ μοι Κύριος τέσσαρας
τέκτονας. καὶ εἶπα Τί οὖτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε πρὸς
μέ Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸ Ἰούδαν κα τὸ
Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρε κεφαλήν· καὶ εἰσῆλθον οὖτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶ τά τέσσαρα 96 97 κέρατα, τὰ ἔθνη τά ἐπαιρόμενα κέρας ἐπὶ τὴν τῆν τοῦ τοῦ διασκορπίσαι αὐτὴν.
τε καὶ ἀκριβῶς εἰδείη τὰ σημαινόμενα. τίς οὖν ἄρα ἐστὶν ὁ τῆς ὁράσεως νοῦς, ὡς ἃν οἷός τε ὦ, διειπεῖν πειράσομαι. τὸ 98 κερας ἀεὶ παρὰ τῇ θεοπνεύστῳ γραφῇ λαμβάνεται τὰ μὲν εἰς εἰκόνα καὶ ὑποτύπωσιν ἰσχύος, ἤγουν βασιλείας· κατα- σημαίνει δὲ πλειστάκις καὶ ὑπεροψίαν, ὡς ἔν γε τῷ φάναι
99 τισὶ τὸν μακάριον Δαυείδ ‘‘Εἶπα τοῖς παρανομοῦσι Μὴ “παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι Μῆ ὑψοῦτε κέρας· μὴ “ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν μηδὲ λαλεῖτε κατὰ τοῦ 100 “Θεοῦ ἀδικίαν.“ ψάλλει ’δε που καὶ περὶ Χριστοῦ “κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόζη,’’ τουτέστιν, ἡ βασιλεία,
καὶ ἡ τοῦ κατάρχειν τῶν ὅλων ἰσχύς τε καὶ ἐξουσία.
τῇδε τὴν τῶν Βαβυλωνίων, καὶ τρίτην τὴν Μακεδόνων. Ἀντίοχος γὰρ ᾧ ἐπίκλην ἐπιφανὴς, ἐκ Μακεδονίας ὣν, πεπόρθηκε τὴν Ἰουδαίαν. ἐπαριθμοῦσι δὲ ταύτῃ καὶ τὴν Ρωμαίων, ἢ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, εἷλε κατὰ κράτος τὰ Ἱεροσόλυμα. ἐπειδὴ δὲ διερμηνεύων τῷ Προφήτῃ
τὴν ὅρασιν ὁ θεσπέσιος ἄγγελος, ἔφησε περὶ τῶν 102 κεράτων, ὅτι ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν 103 καὶ τὸν Ἰσραὴλ κατέαξαν, ἀναγκαῖον οἶμαι καὶ νῦν ἐκεῖνα παρέντας, ἐπ’ ἔθνη μᾶλλον ἐλθεῖν τὰ συντετριφότα τὸν Ισραήλ. τέσσαρες δὴ οὖν γεγόνασιν ἀρχαὶ, δι’ ὧν τοῦτο παθοῦσαν τὴν Ἰουδαίαν εὑρήσομεν. Φουλὰ μὲν γὰρ πρῶτος
τὰς ἐπέκεινα, ὡς ἔφην, τῶν Ἰορδάνου ναμάτων εἷλε φυλάς· εἶτα μετ’ ἐκεῖνον ὁ Σαλμανασὰρ, καὶ τρίτος Σεναχηρεὶμ, καὶ τελευταῖος ἐπ’ ἐκείνοις ὁ Ναβουχοδονόσορ. οὐκοῦν οἰκειότερον τερον νοηθείη ἂν ἐπ’ αὐτῶν, ὅτι ταῦτά ἐστι τὰ τέσσαρα κερατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραήλ. εἶτα 104
Θεοῦ καταδεικνύοντός τε καὶ ἀνευρύνοντος τῷ Προφήτῃ τὴν ὅρασιν, τέσσαρες ὁρῶνται τέκτονες. ἤρετο δὲ πάλιν, ὅποι τε καὶ ἐφ’ ὅτῳ βαδίζουσιν· εἶτά φησιν ὁ λαλῶν ἄγγελος ἐν αὐτῷ, ὅτι τοὶ τέσσαρα κέρατα τὰ συντετριφότα τε καὶ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ εἰσῆλθον ὀξῦναι.
“καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτι. “θέμενα, ἀνθ’ ὧν μὲν ὠργίσθην ἐγὼ ὀλίγα, αὐτοὶ δὲ “συνεπέθεντο εἰς κακά.” ὁ δὲ ὀλίγα καὶ συμμέτρως ὠργισμένος, καὶ ζῆλον ἐπαφιεὶς τοῖς πεπορθηκόσιν, ὅτι πέρα λόγου δεδράκασι τὰ εἰς τοὺς ἁλόντας τολμήματα, πῶς
ὀξύνεσθαι κατ’ αὐτῶν κελεύει τὰ κέρατα; οὐκοῦν ὀξύνονται μὲν, πλὴν οὐ κατά γε τοῦ Ἰσραὴλ, ἀλλὰ κατὰ σφῶν αὐτῶν. 107 κατεξανέστησαν γὰρ ἀλλήλων, καὶ πεπολεμήκασιν Ἀσσυρίοις τε καὶ Βαβυλωνίοις Πέρσα καὶ Μῆδοι, Κύρου Βεβασιλευκότος, καθάπερ ἤδη προείρηται.
Περσῶν νοῶμεν βεβασιλευκότας· νοηθεῖεν νοηθεῖεν ἂν ἄγγελοι, τὸ Θεῷ δοκοῦν ἀποπεραίνειν εὖ μάλα προστεταγμένοι. μένοι. τοῦτο δὲ ἦν ἄρα τὸ ἁλῶναι τὴν Βαβυλωνίων, καὶ ὑπὸ χεῖρα γενέσθαι Περσῶν τε καὶ Μήδων, περὶ ὧν ἑτέρωθί που φησὶν ὁ τῶν 110 ὅλων δεσπότης Θεός ‘‘Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτοὺς,
“γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα “καὶ ὑβρίζοντες.”
χειρὶ αὐτοῦ σχοίνιον γεωμετρικόν. καὶ εἶπα πρὸς σὺ πορεύῃ; καὶ εἶπε πρὸς μέ Διαμετρῆσαι τὴν Ἱερουσαλὴμ,
τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστι καὶ πηλίκον τὸ μῆκος.
καὶ ἰδοὺ ὁ ἄγγελος ἑ λαλῶν ἐν ἐμοὶ ἱστήκει, καὶ 113
ρος ἐξεπορεύετο εἰς ἁπάντησιν αὐτοῦ, καὶ εἶπε λέγων Δράμε καὶ λάλησον πρὸς τόν νεανίαν ἐκεῖνον Κατάκαρπος κατοικηθήσεται ‘Ιερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων
πων καὶ κτηνῶν τῶν ἐν μέσῳ αὐτῆς· καὶ ἐγὼ ἔσομαι αὐτῇ, φησὶ Κύριος, τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν μέσῳ αὐτῆς.
τοιάδε τῶν θεωρημάτων τοῖς σαρκὸς ὀφθαλμοῖς· τοὺς ἔσω δὲ μᾶλλον καὶ νοητοὺς, δῆλον δὲ ὅτι τοὺς ἐν καρδίᾳ καὶ νῷ. εἶτά τινα τεθεᾶσθαί φησιν ἐν ἀνδρὸς σχήματι, αχοινίον ἔχοντος γεωμετρικὸν, ἤρετο δὲ πάλιν ἐφ’ ὅτῳ τε βαδίζοι, καὶ τίς ὁ σκοπὸς αὐτῷ. τοῦ δὲ δὴ φάσκοντος Διαμετρῆσαι τὴν
Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος ἐστὶν καὶ πηλίκον τὸ μῆκος, ἄγγελος ἕτερος ἑτέρῳ πάλιν ἀγγέλῳ βαδίζειν ἐκέλευε καὶ ἀπαγγελεῖν αὐτῷ ὅτι κατάκαρπος κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων κα.) κτηνῶν τῶν ὄντων ἐν μέσῳ αὐτῆς. ἐπειδὴ γὰρ ἠρημωμένης τῆς Ἱερουσαλὴμ, προσεμπρησθέντος
πρησθέντος δὲ καὶ αὐτοῦ τοῦ θείου νεὼ, καὶ τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν οἴκων τε καὶ πόλεων ἀνατετραμμένων, ἀνῄρητό 116 πὼς ἡ ἐλπὶς τοῦ καὶ εἰσαῦθις αὐτὴν ἀνασφῆλαι δύνασθαι. δείκνυσι δὲ Θεὸς, ὅτι τῶν κεράτων παρωξυμμένων, τουτέστι τῶν ἐθνῶν, ἤτοι τῶν βασιλειῶν, καὶ τὸν πρὸς ἄλληλα πόλεμον
λεμον συγκεκροτηκότων, ἀνεθήσεται μὲν ὁ Ἰσραὴλ, οἰκήσει δὲ πάλιν κατευρυνθεῖσαν τὴν Ἱερουσαλὴμ καὶ θείᾳ πεπυργωμένην, καὶ οἷον ἀμάχῳ φλογὶ ταῖς ἄνωθεν εὐμενείαις διεζωσμένην. τρέχει τοίνυν ὁ ἄγγελος ἐκμετρῆσαι τὴν Ἱερουταλὴμ, 117 καὶ οἷον ὁρίσαι πλατεῖαν αὐτὴν καὶ εὐμηκεστάτην.
γὰρ ἀρχάς τε καὶ ἐξουσίας τοῦ κοσμοκράτορος καὶ ἀντικειμένας 120 μένας δυνάμεις. ἐξείλετο δὲ ἡμᾶς, καὶ τῶν ἐκείνου δεσμῶν ἀπέλυσεν· ἤγειρεν ἡμῖν τὴν Ἐκκλησίαν, τὴν ἁγίαν ἀληθῶς καὶ διαβόητον πόλιν, τὴν εὐρεῖαν καὶ εὐμηκεστάτην, ἢν κατακάρπως ᾠκήκαμεν ἄνθρωποί τε καὶ κτήνη, τουτέστιν, οἱ
λελογισμένοι τε ἤδη, καὶ οἱ μήπω πρὸς τοῦτο ἥκοντες μέτρου, μέλλοντες δὲ καὶ μυσταγωγούμενοι· δὲ πόλιν, ἢν αὐτὸς τειχίζει Χριστὸς, ἀῤῥήτοις δυνάμεσι καταφλέγων τοὺς ἀνθεστηκότας, καὶ τῆς ἑαυτοῦ δόξης ἀνα- 121 πιμπλὰς, καὶ οἷον ἑστηκὼς ἐν μέσῳ τῶν οἰκούντων αὐτήν·
122 ἐπηγγέλλετο γὰρ λέγων “Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας “τὰς ἡμέρας καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος. ταύτης 123 λέγων “Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις “πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν
“ οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ “ μὴ διαῤῥαγῶσι,” καὶ πρὸς αὐτὴν δέ φησι “Πλάτυνον τὸν “ τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου· πῆξον, μὴ “ φείσῃ, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.” 124 κατευρύνεται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ εἰς ἄπλετον
ἐκτείνεται μέτρον, ἀναριθμήτους ἀεὶ δεχομένη τοὺς προσκυνοῦντας αὐτόν.
ἀνέμων τοῦ οὐρανοῦ συνάεω ὑμᾶc, λέγει Κύριος· εἰς Σιὼν
ἀνασώζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνες.
ὡς δύσοιστον ἀνατλᾶσι τὴν ταλαιπωρίαν, καὶ δὴ καὶ ἀπονοσφίζεσθαι 126 κελεύει λοιπὸν τῆς Χαλδαίων χώρας, ὡς ἐνὸν ἤδη τοῦτο δρᾶν αὐτοῖς, ἐξείργοντος οὐδενὸς, αὐτοῦ τε συλλέγοντος ἐκ τόπου παντὸς τοὺς τῇ τοῦ πολέμου προσβολῇ κατεσκεδασμένους. θυγατέρα δὲ Βαβυλῶνος καὶ γῆν τοῦ
βοῤῥᾶ τὴν τῶν Χαλδαίων ὀνομάζει χώραν αἱ γὰρ μητροπόλεις ἐν τάξει μητέρων τέθεινται ταῖς ἄλλαις, αἳ πράττοιεν ἃν ὑπ’ αὐταῖς. βορειοτέρα ’δε πὼς καὶ πρὸς ἠῶ κειμένη τῶν Χαλδαίων ἡ χώρα.
εἰρήσθω πάλιν. μεταφοιτᾷ δὲ ὁ λόγος εἰς θεωρίαν τὴν πνευματικὴν, καὶ τὸ τοῦ Σωτῆρος ἤδη πὼς εἰσκρίνεται πρόσωπον, καταλγυνομένου τρόπον τινὰ, μόνον δὲ οὐχὶ καὶ ἐπιδακρύοντος τοῖς ἐπὶ τῆς γῆς, διάτοι τὸ πάντας τὴν τοῦ τυραννήσαντος σατανᾶ λατρείαν ὑποδραμεῖν, καὶ δουλείαν
ἀνατλῆναι τὴν οὕτω σκληρὰν, ὡς τοῖς ἐκείνου θελήμασιν ὁρᾶσθαι κατηχθισμένους. μένους. προτρέπει τοίνυν ἀποδραμεῖν ὡς 128 ἐκ γῆς βοῤῥα, τουτέστιν, ὡς ἀπὸ χώρας τῆς ἵνα διὰ τούτου πλαγίως διάθεσίν τινα καὶ ἠθῶν κατάστασιν ἐννοῶμεν κοσμικὴν, ἢν εἴπερ τις ἔχοι, καὶ αὐτὴν ὁρῷτο
κατοικῶν, οὐκ ἂν εἴη τῷ πνεύματι ζέων, οὐδ’ ἂν ἔχοι κάτοικον 129 ἐν ἑαυτῷ τὸν διάπυρον τοῦ Θεοῦ λόγον. ψάλλει γάρ που πρὸς Θεὸν ὁ μακάριος Δαυείδ ‘‘Πεπυρωμένον τὸ λόγιόν 130 “σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. ἔφη 131 δέ που καὶ αὐτὸς πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν 132 “Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον λέγει Κύριος, καὶ “ὡς πέλυξ κόπτων πέτραν ;” οὐκοῦν ὁ τὸν ζέοντα καὶ 133 πυρον τοῦ Θεοῦ λόγον οὐκ ἔχων, ἀπεψυγμένος ἂν εἴη καὶ νεκρός. καταψυχθήσεσθαι γὰρ τὴν ἀγάπην τῶν πολλῶν
134 διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, καὶ ὁ μακάριος ἔφη Παῦλος θυγάτηρ δὲ Βαβυλῶνος ἡ ἁμαρτία λελέξεται, καὶ μάλα εἰκότως, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἑρμηνεύεται μὲν σύγχυσις ἡ Βαβυλών· εἴη δ’ ἃν ἔργον τὸ πλημμελεῖν, οὐχὶ νοῦ καθεστηκότος καὶ ἐρηρεισμένου, συγκεχυμένου δὲ μᾶλλον,
καὶ οἱονεί πὼς καταμεθύοντος ταῖς εἰς φαυλότητα ῥοπαῖς. δεῖ δὴ οὖν ἄρα τῶν τοιούτων ἀποφοιτᾶν καὶ ὡς ἐκ γῆς 135 ἀλλοτρίας τῆς ἀπεψυγμένης καὶ νεκρᾶς τοῦ νοῦ διαθέσεως μεταφοιτᾶν εἰς Σιῶν, τουτέστιν, εἰς τὸ ἀληθὲς, ἵνα νοῶμεν τὴν Ἐκκλησίαν Χριστοῦ, ἐν ᾗ γεγονότες κατοψόμεθα μὲν τὸ
Θεῷ δοκοῦν, καὶ τοὺς ἐπὶ τῇ ἁγίᾳ τε καὶ ὁμοουσίῳ τριάδι περιαθρήσομεν λόγους, καὶ αὐτὸν εὑρήσομεν ἐκ παντὸς ἡμᾶς τρόπου συναγείροντα Χριστὸν, καὶ συνδέοντα πνευματικῶς 136 εἰς ὁμοψυχίαν. ἔφη γάρ που περὶ ἡμῶν, ὅτι “Καὶ ἄλλα “πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα
137 “δεῖ με ἀγαγεῖν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.”
138 πάλαι λαοὺς, ἐνδοιάσειεν ἃν οὐδεὶς, εἴ γε νοῦν ἔχοι τῆς ἀτρεκείας τὸν ἐραστήν. εἰ γὰρ αὐτὸς ἦν ἡ πετρὰ δεδιψηκότα κατὰ τὴν ἔρημον ποτίζων τὸν Ἰσραὴλ, καὶ αὐτός ἐστιν ὁ δι’ οὗ τὰ πάντα παρὰ Θεοῦ καὶ Πατρὸς, πῶς ἐστιν ἀμφιβάλλειν, 139
ὅτι δι’ αὐτοῦ καὶ πᾶσα λύτρωσις κατὰ καιρὸν, καὶ ἅπας ἐπικουρίας ἐπράττετο τρόπος; πλὴν ἔν γε τούτῳ φαμὲν τοῖς ἐν πίστει δεδικαιωμένοις καὶ ἡγιασμένοις ἐν Πνεύματι προσφωνεῖν αὐτὸν, καὶ τὸν τῆς ἐνανθρωπήσεως κατασημαίνειν τρόπον. ὀπίσω γὰρ δόξης ἀπεστάλθαι φησί.
καὶ ψευδοεπήσειεν ἃν οὐδαμῶς. εἰ γὰρ ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεὸς Λόγος, ‘‘οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, καθὰ γέγραπται, 140 καθίκετο δὲ καὶ εἰς δούλου μορφὴν, καὶ τεταπείνωκεν 141 ἑαυτὸν, γενόμενος καθ’ ἧμας, πὼς οὐκ ὀπίσω γέγονε
τῆς ὅτι μάλιστα πρεπούσης ἀξίας αὐτῷ;
ἀσχέτως κατεληίζοντο. σκυλεύονται δὲ νυνὶ, τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ συγκομίζοντος ἡμᾶς διὰ τῆς πίστεως 142 εἰς ἑαυτὸν, καὶ ἰδίους ἱστάντος προσκυνητὰς τοὺς ταῖς παρ’ ἐκείνων πλεονεξίαις πεφορτισμένους, καὶ τοσαύτην ἡμῖν ὀρέγοντος τὴν ἀσφάλειαν, ὥστε τὸν ἐθέλοντα λυπεῖν, μονονουχὶ
τῆς ἰδίας ἅπτεσθαι κόρης· περιτρέπεται γὰρ ἀεί πὼς εἰς πᾶν τοὐναντίον τῶν πραγμάτων ἡ ἔκβασις. τοῖς διώκουσι τὴν Ἐκκλησίαν λέγοιτο δ’ ἂν ἐφ’ ἑκάστῳ τὸ ἐν ψαλμοῖς “Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς 143 “βόθρον ὃν εἰργάσατο, ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς 144 145 “κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ “καταβήσεται.” ἅψεται δὴ οὖν ἑαυτοῦ, φησὶν, ὁ ταῖς τῶν ἐμοὶ πεπιστευκότων ἐπιβουλεύων ψυχαῖς. τοῦτό τοι φησὶ 146 καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς “Μὴ ἅπτεσθε “χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονη-
147 “ρεύεσθε.” εἰ γάρ ἐσμεν ‘‘σῶμα Χριστοῦ καὶ μέλη ἐκ “μέρους, πῶς ἃν πρόοιτο τοῖς φιλαμαρτήμοσι τὸ ἴδιον σῶμα; ἢ πῶς ἔξεσται κακοῦ ἀναπιμπλᾶν τὰ μέλη Χριστοῦ; μᾶλλον δὲ, πῶς οὐκ ἃν τὴν ἐσχάτην ἀποτίσειαν δίκην, οἱ 148 τοῖς ὑπ’ αὐτῷ γεγονόσιν ἀνοσίως ἐπιβουλεύοντες;
150 συνέθλασε κεφαλὰς, καὶ δέδωκεν ἡμῖν “πατεῖν ἐπάνω ὄφεων 151 “καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. καὶ οἱ ποτὲ δεινοὶ καὶ παγχάλεποι, καὶ δυσάντητον ἔχοντες τὴν προσβολὴν, γεγόνασι σκῦλα τοῖς δεδουλευκόσιν αὐτοῦ. ἡμεῖς γὰρ οἱ πάλαι ταῖς ἁμαρτίαις τυραννούμενοι, δεδικαιώμεθα 152 μὲν ἐν Χριστῷ, ἀφίγμεθα δὲ ἤδη πρὸς τοῦτο λοιπὸν εὐσθενείας πνευματικῆς, ὡς διαπρέπειν μὲν δύνασθαι διὰ πάσης ἀρετῆς, καὶ τὸν ἐν Χριστῷ τε καὶ εὐαγγελικὸν κατοπθῶσαι βίον, εἶτα χαρισμάτων ἀναπίμπλασθαι τῶν παρ’ 153 αὐτοῦ, καὶ λαβεῖν ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, καὶ δαίμοσιν ἀνοσίοις ἐπιτιμᾶν, ὑποστρωννύντος τοῦ Χριστοῦ 154 καὶ συντρίβοντος ὑπὸ πόδας ἁγίων αὐτόν τε τὸν σατανᾶν καὶ τὰς ὐπ’ αὐτὸν δυνάμεις πονηράς.
ἴδωμεν ἑαυτοὺς γεγονότας ἐν τούτοις, τότε δὴ τότε γνωσόμεθα καὶ διὰ πείρας αὐτῆς, ὅτι Θεὸς ὣν ὁ Λόγος, ἀπεστάλη μετὰ σαρκὸς εἰς τόνδε τὸν κόσμον παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, 155 καὶ ὀπίσω δόξης γέγονεν οὐχ ἑτέρου του χάριν, ἢ ἵνα δεσμεύσῃ τὸ συντετριμμένον, καὶ νευρώσῃ τὸ ἠσθενηκὸς, ἀνορθώσῃ τὸ
κατερριμμένον, εὐσθενὲς ἀποφήνῃ τὸ ἄναλκι, θεραπεύσῃ τὸ ἠσθενηκὸς, ἵνα σώσῃ τὸ ἀπολωλός.
κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. καὶ καταφεύξονται
ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται 156
αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ. καὶ 157 κατακληρονομήσει Κύριος τὸς Ἰούδαν, τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν, καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ.
ὑπόθεσις τοῖς ἐπὶ τῆς γῆς τοῦ Σωτῆρος ἡ παρουσία. τέρπεσθαι γὰρ καὶ εὐφραίνεσθαι προστέταχεν ἀναγκαίως τὴν 158 159 160 Tim. iii 15 νοητὴν Σιῶν, ‘‘ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος,” ἤγουν καὶ αὐτὴ τῶν διὰ πίστεως σεσωσμένων ἡ ἱερωτάτη πληθύς. κατεπηγγέλλετο δὲ, ὅτι καὶ ἥξει καὶ ἔσται δὴ πάντως ἐν 161 μέσῳ αὐτῆς. ἡμῖν γάρ φησιν ὁ θεσπέσιος Ἰωάννης “Ἐν “τῷ κόσμῳ ἦν,” καὶ τῶν ἑαυτοῦ κτισμάτων οὐκ ἀπενοσφίζετο
Θεὸς ὢν ὁ Λόγος, ἀλλ’ ἦν αὐτὸς ὁ ζωοποιῶν τὰ ζωῆς μέτοχα, καὶ συνέχων τὰ πάντα πρὸς τὸ εὖ εἶναι καὶ ζῆν· 162 ἀλλ’ “ὁ κόσμος αὐτὸν οὐκ ἔγνω·” προσκεκύνηκε γὰρ παρ 163 αὐτὸν τῇ κτίσει. γέγονε δὲ μεθ’ ἡμῶν, ὅτε τὴν καθ’ ἡμᾶς ὁμοίωσιν ἀναλαβὼν, διὰ τῆς ἁγίας παρθένου ἐγεννήθη· τότε
164 καὶ “Ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη·” 165 καὶ μαρτυρήσει λέγων ὁ θεσπέσιος Δαυείδ “Ὁ Θεὸς ἐμ- “φανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται·” τότε γέγονε καὶ καταφυγὴ τοῖς ἔθνεσιν. οὐδὲ γὰρ ἔτι μόνον τὸ ἐξ Ἰσραὴλ ἐπαιδεύετο γένος, διὰ τῆς ἀρχαίας ἐκείνης ἐντολῆς·
κατεχρυσοῦτο δὲ μᾶλλον τοῖς εὐαγγελικοῖς κηρύγ- 166 μασιν ἡ ὑπ’ οὐρανὸν, καὶ γέγονεν ἐν ἔθνει παντὶ καὶ πάση δὲ χώρᾳ “μέγα τὸ ὄνομα αὐτοῦ.” αὐτὸς γὰρ ἦν ἢ 167 “προσδοκία τῶν ἐθνῶν,” κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ αὐτῷ “κάμψει πᾶν γόνυ, ἐπουρανίων καὶ ἐπιγείων καὶ
“καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος “ριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.” γὰρ διὰ πίστεως ἐπ’ αὐτὸν, καὶ σὺν αὐτῷ κατῳκήκασιν ἐν τῇ ἁγίᾳ καὶ νοητῇ Σιῶν, οἱ ἐκ περάτων τῆς 168 γῆς, ἐγνώκασί τε σαφῶς, ὅτι “Οὕτως ἠγάπησεν ὁ Θεὸς
169 “τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, “ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχη ζωὴν “αἰώνιον.” ἐξαπέστειλε γὰρ ἡμῖν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ 170 Πατὴρ, Σωτῆρα καὶ λυτρωτὴν, ἵνα πιστεύσαντες εἰς αὐτὸν, ἐν αὐτῷ τὸν Πατέρα θαυμάσωμεν καὶ ὡς εἰκόνα βλέποντες ἀκριβῆ τοῦ γεγεννηκότος τὸν ἐξ αὐτοῦ κατὰ φύσιν, ἐννοῶμεν τὸ ἀρχέτυπον. τότε δὴ τότε καὶ κλῆρος γέγονεν Ἰούδας
Χριστοῦ, τουτέστι, πᾶς ὁ ἐξομολογούμενός τε καὶ δοξολογῶν αὐτόν· ἐξομολόγησις γὰρ Ἰούδας ἑρμηνεύεται· ὡς γὰρ ὁ Παῦλός φησιν “Οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος, οὐδὲ ἡ ἐν 171 “τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ 172 “Ἰουδαῖός ἐστι, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμ-
“ματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ Θεοῦ. ὅσοι τοιγαροῦν τὴν ἐν πνεύματι περιτομὴν διὰ Χριστοῦ κλῆρος αυτου γεγόναμεν ἐπὶ τὴν γῆν τὴν αγιαν, ἵνα τὴν ἄνω νοῶμεν πόλιν, τὴν νοητὴν Ἱερουσαλὴμ, “ἧς τεχνί- 173 “της καὶ δημιουργὸς ὁ Θεὸς,” ὁ φίλην τε αὐτὴν καὶ αἱρετὴν
ποιούμενος. αἰρετιεῖ γάρ φησιν ἔτι τὴν Ἰερουσαλήμ. οὐκ ἀπίθανον δὲ πάλιν εἴπερ ἕλοιτό τις Ἱερουσαλὴμ οἴεσθαι καὶ νῦν ὠνομάσθαι τὴν Ἐκκλησίαν, ἢν καὶ Θεοῦ πόλιν ἀποκαλεῖ 174 λέγων ὁ θεσπέσιος Δαυείδ “Καθάπερ ἠκούσαμεν, 175 “οὕτω εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ
“Θεου ἡμῶν.”
ἐκ νεφελῶν ἁγίων αὐτοῦ.
γέγονε τοῦ Χριστοῦ, ἢ ὡς ἐκ προσώπου τοῦ Προφητοῦ. πλὴν ἐκεῖνο περιαθρητέον. ὡς γὰρ πάντη τε καὶ πάντως 176 177 ἀπολουμένων οἵπερ ἃν αὐτῷ μὴ πιστεύσειαν, εὐλαβεῖσθαι προστέταχε. τοῦτο καὶ αὐτὸς ὁ Χριστὸς τὴν εἰς αὐτὸν 178 πίστιν οὐ προσιεμένοις ἐπεφώνει τοῖς ἐξ Ἰσραήλ “Ἀμὴν “ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς 179 “ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.” καὶ πάλιν “Ὁ πιστεύων
“εἰς τὸν Υἱὸν, οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, “ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ.” 180 ταύτῃτοι καὶ “λίθος προσκόμματος καὶ πέτρα σκανδάλου κατωνόμασται Χριστὸς. ὥσπερ γάρ καλὸν καὶ σωτήριον τὸ τῇ πίστει στεφανοῦν αὐτὸν, οὕτω
καὶ ὀλέθρου πρόξενον, τὸ μὴ εὐλαβεῖσθαι τὸν δι’ ἡμᾶς ἐν τοῖς καθ’ ἡμᾶς γεγονότα, καὶ οὐχ ἑτέρου του χάριν, ἣ ἵνα σώσῃ τὸ ἀπολωλός, ἐπιστρέψῃ τὸ πλανώμενον, ζωοποιήσῃ τὸ κατεφθαρμένον, φωτίσῃ τὸ ἐν σκότῳ, καθαρὸν ἀποφήνῃ πλημμελημάτων τὸ ταῖς ἁμαρτίαις ἔνοχον, ὑγιὲς καὶ εὔρωστον
ἀποτελέσῃ τὸ ἠσθενηκός.
γενεαλόγου μένων, οὓς καὶ νεφέλας ἀποκαλεῖ, διά τοι τὸ ὑψοῦ φέρεσθαι τῶν ἁγίων τὸν νοῦν, καὶ παραιτεῖσθαι μὲν τὰ ἐπὶ τῆς γῆς καὶ φρόνημα τὸ κατερριμμένον, ζητεῖν δὲ μᾶλλον τὰ ἄνω καὶ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ μὴν καὶ τὸ ἐν τάξει νεφῶν, τοῖς νοητοῖς ὑετοῖς κατάρδειν ἑτέρους. ὅτι δὲ τὴν ἀνάστασιν
τὴν ἐν γε τούτῳ φημὶ, τὴν εἰς φροντίδα κίνησιν τῆς ἀῤῥήτου φύσεως οὐκ ἀπίθανον ἐννοεῖν, πληροφορήσει πάλιν αὐτὸς 182 ὁ Σωτῆρ’, διὰ τῆς τοῦ ψάλλοντος φωνῆς οὕτω λέγων “Ἀπὸ 183 “τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν “πενήτων νῦν ἀναστήσομαι λέγει Κύριος.” ἐγήγερται τοίνυν, 184 τουτέστι, κεκίνηται λοιπὸν εἰς ἐπικουρίαν τοῖς ἐπὶ τῆς
γῆς πεπραχόσιν ἀθλίως. αὐτὸς δὲ ἡ πάντων λύσις, καὶ τῆς ἀρχαίας ἀρᾶς τὸ πέρας, καὶ ἀρχὴ τοῦ παντὸς ἀγαθοῦ, καὶ δοτὴρ ἐλπίδος τῆς εἰς αἰῶνα τὸν μέλλοντα.
αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπε πρὸς τὸν διάβολον
Ἐπιτιμήσαι Κύριος ἐν σοὶ, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;
αἰνιγματωδῶς εἰσβάλλοντα, καὶ ὡς ἐν εἰκόνι πάλιν τῷ Ἰησοῦ προδιαγραφόμενον. ἰστέον δὲ, ὅτι τῶν ἐν ταῖς 187 ὁράσεσιν εἰς πέρας ἐκβεβηκότων, τοὺς περὶ αὐτῶν ὁ Προφήτης ποιεῖται λόγους, εἰκαιομυθεῖ δὲ οὐδαμῶς, οὐδὲ μὴν κατόπιν τῶν ἀποτελεσμάτων ἔρχεται καὶ περιττῶν ἡμῖν
διηγημάτων ἐπισωρεύει ὄχλον· ἀλλ’, ὡς ἔφην ἐν ἀρχαῖς, ἃ πρὸ τῶν πραγμάτων τεθέαται, ταῦτα καὶ ἀπαγγέλλειν ποιεῖται περὶ πολλοῦ, σοφόν τε καὶ ἀσφαλῆ καθιστὰς τὸν Ἰσραὴλ, ἵνα μὴ τοῖς ἴσοις πταίσμασι περιπεσὼν, ἁλοίη καὶ δεύτερον, εἰδὼς, ὅτι σέσωσται μετὰ πόνου, καὶ μονονουχὶ
φροντὶς γέγονε καὶ τοῖς ἐν οὐρανῷ ἀγγέλοις ἡ ἐπ’ αὐτοῖς 188 189 λύτρωσίς τε καὶ χάρις. ἔφη τοίνυν, ὅτι τεθέαται μὲν ἑστῶτα τὸν ἄγγελον, πρὸ προσώπου δὲ αὐτοῦ καὶ τὸν Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν· καὶ ὁ μὲν ἄγγελος εἰς εἰκόνα καὶ τύπον ἱστήκει Χριστοῦ· ὁ δέ γε ἱερεὺς νοηθείη ἂν ἀντὶ παντὸς τοῦ λαοῦ· λαμβάνεται γὰρ οὕτω παρὰ ταῖς θείαις
190 γραφαῖς. καὶ γοῦν ἔφη που πρὸς Μωυσέα ὁ Θεός “Καὶ ἐγὼ 191 “ἰδοὺ εἴληφα τοὺς Λευίτας ἀντὶ πάντων τῶν υἱῶν Ἰσραὴλ, 192 “δόμα δεδομένοι μοί εἰσιν·” ἔρχεται δὴ οὖν ὁ λόγος ἡμῖν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος, ἀντὶ παντὸς τοῦ λαοῦ τὸν ἱερέα δεχόμενος. ἐπειδὴ γὰρ γέγονεν ὁ Ἰσραὴλ ἐκ προσώπου
Θεοῦ, λελατρευκὼς εἰδώλοις, καὶ αὐτὸν δὲ τὸν διὰ Μωυσέως ἀτιμάσας νόμον, εἶτα πληρωθείσης τῆς ἐπ’ αὐτῷ δικαίας ὀργῆς, ἠλέηται παρὰ Θεοῦ, κέκληται δὲ πάλιν εἰς ὄψιν αὐτοῦ. καὶ τοῦτο οἶμαί ἐστιν αἰνιγματωδῶς τὸ ἑστάναι τὸν ἱερέα πρὸ 193 προσώπου ἀγγέλου Κυρίου. ἐν ὀργῇ μὲν γὰρ ἀποστρέφεται
καὶ ἀποκομίζει τοὺς ὀφθαλμοὺς τῶν εἰωθότων καταφρονεῖν· οἰκτείρων γεμὴν ἐφορᾷ καὶ ἐπισκέπτεται. καὶ γοῦν ὁ θεσπέ- 194 σιὸς ψαλμῳδὸς προσηύχετο λέγων “Μὴ ἀποστρέψῃς τὸ “πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ 195 “δούλου σου.” καὶ πάλιν “Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν
“με.” ἀλλ’ ὁ μὲν φύσει χρηστὸς καὶ φιλοικτίρμων Θεὸς ἠλευθέρου τῆς ἁμαρτίας τὸν Ἰσραήλ· ὁ δὲ εἰς ταύτην ἐμ- 196 βεβληκὼς σατανᾶς ἱστήκει πάλιν ἀντικείμενός τε καὶ ἀντεξάγων αὐτῷ, καὶ καταγορεύων ἔτι, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς τὸ αὐτῷ δοκοῦν, κατοικτείρεσθαι μὴ ἐφιεὶς, ὡς ἐν πλημμελείαις
ὄντα, καὶ τοῖς τῆς δυσσεβείας ἐγκλήμασιν ἐνεχόμενον, καὶ οὐδὲν ἔχοντα δεξιόν. ἱστήκει γάρ φησιν ἐκ δεξιῶν αὐτοῦ, 197 τρόπον τινὰ παραλύων τὰ δεξιά· πολεμεῖ γὰρ οὐχὶ τοῖς σκαιοῖς ἡμῶν πράγμασιν, ἀλλὰ τοῖς δεξιοῖς καὶ ἐπαινουμένοις. τοῦτό τοι παθεῖν ἐπηρᾶτό τινα τῶν εἰς Χριστὸν δεδυσσεβηκότων ὁ μακάριος Δαυεὶδ οὕτω λέγων “Καὶ διά- 198
“βολος στήτω ἐκ δεξιῶν αὐτοῦ.” ἀντέκειτο τοίνυν ὁ 199 σατανᾶς, πλὴν ἐπετιμᾶτο διὰ φωνῆς ἀγγέλου· ἤκουε γὰρ λέγοντος Ἐπιτιμήσαι Κύριος ἐν σοὶ διάβολε καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ.
ψήφοις ἀνοσίως ἀντιταττόμενον. Θεοῦ γὰρ οἰκτείροντος καὶ ἀπαλλάττοντος ἤδη πλημμελείας τὸν Ἰσραὴλ, εἰσδεξαμένου τε καὶ ἀπόλεκτον ἤδη πὼς ποιουμένου τὴν ‘lερουσαλὴμ, κατηγορῶν οὐ παύεται, καὶ κατακρίνειν ἀποτολμᾷ τοὺς ἠλεημένους. 200 οὐκοῦν ἀκόρεστον εἰς ὀργὰς διελέγχει δὴ λέγων
Οὐκ ὶδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; ὅμοιον ὡς εἰ λέγοι τυχόν Πεπλημμέληκεν ὁμολογουμένως ὁ Ἰσραὴλ, καὶ ταῖς σαῖς φιλοψογίαις ἐνεσχημένος ὁρᾶται. πλὴν ἐκτέτικε δίκας οὐ μετρίας, ἀνέτλη τὰς συμφορὰς, καὶ ἐξεσπάσθη μόλις, ὡς ἐκ πυρὸς δᾳδίον ἡμίφλεκτον· οὔπω γὰρ τὰ ἐκ τῆς
αἰχμαλωσίας ἀπεκονίσατο βλάβη· ἄρτι καὶ μόλις τῆς ἀνηκέστου 201 ταλαιπωρίας διέδρα τὴν φλόγα. παῦσαι δὴ οὖν ἐγκαλῶν τοῖς ἠλεημένοις “Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ 202 κατακρινων;
προσῶπου τοῦ ἀγγέλου. καὶ ἀπεκρίοη καὶ εἶπε πρὸς τοὺς
203 ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων Ἀφέλετε 204 τὰ ῥυπαρὰ ἀπ᾿ αὐτοῦ. καὶ εἶπε πρὸς αὐτό Ἰδοὺ
τὰς ἀνομίας σου. καὶ ἐνδύσατε αὐτὸν ποδήρη, καὶ ἐπίθετε κίδαριν καΘαρὰ ἐΜ τὴν κεφαλὴν αὐτοῦ. κω περιέβαλον αὐτὸν ἱμάτια, καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν
αὐτοῦ.
ὥσπερ ταῖς σφῶν αὐτῶν ἁμαρτίαις, καὶ δυσαπόνιπτον ἔχον- 205 τες τῆς ἀσεβείας τὸν μῶμον, διετέλουν ἐν αἰχμαλωσία, ποιναῖς ὑπενηνεγμένοι, καὶ τῶν ἀνοσίως αὐτοῖς πεπλημμελημένων ἀποτινύντες δίκας. ἐπειδὴ δὲ κατηλέει Θεὸς, ἀπαλλάττεσθαι τῆς ἁμαρτίας προστέταχεν, ἐλευθεροῦσθαι
τῶν ῥυπαρῶν, καὶ μεταμφιέννυσθαι τρόπον τινὰ τὴν δικαιοῦσαν χάριν. κατανεύει δὲ αὐτοῖς τοῦ πόνου τὸ πέρας καὶ τῶν συμβεβηκότων τὴν λύσιν. ὅπου γὰρ ἁμαρτίας ἄφεσις, ἕψεταί που πάντως καὶ τὸ ἀπαλλάττεσθαι δεῖν τῶν δι’ αὐτὴν ἐπενηνεγμένων. οὐκοῦν ἐν σχήματι Θεοῦ τοῖς ἑστηκόσι
206 καὶ λειτουργοῦσιν αὐτῷ προστέταχεν ὁ μακάριος ἄγγελος ἀφαιρεῖν ἀπ᾿ αὐτῶν τὴν ῥυπῶσαν ἐσθῆτα, καὶ δὴ καί φησιν Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου. εἶτα δεῖν ἔφη ποδήρη τε αὐτῷ καὶ κίδαριν ἐπὶ τὴν κεφαλὴν δοθῆναι κεκαθαρμένην, διὰ τούτου νοῶμεν ὡς ἀεί πὼς συντρέχει ταῖς τῶν λαῶν
καταστάσεσι καὶ τῆς ἱερωσύνης ἡ δόξα. καύχημα μὲν γὰρ 207 τοῖς ἱερουργοῖς ἡ τῶν ὑπὸ χεῖρα καθαρότης, καὶ ἐν λαμπροῖς αὐχήμασι τὸ τῆς ἱερωσύνης ἔχουσιν εὐκλεὲς, εὐδοκιμοῦντος 208 λαοῦ, καὶ ἀμωμήτως ἰόντος ἐπὶ τὸ Θεῷ δοκοῦν, καὶ τρυφερὸν ὑποφέροντος τοῖς παρ’ αὐτοῦ θεσπίσμασι τὸν τῆς διανοίας
αὐχένα, ταύτῃτοι καὶ εὐμενῆ καὶ φίλον ἔχοντι ὁρᾷ Θεόν. ἐπίκλημα δὲ καὶ μῶμος τῶν ὑπεζευγμένων ἡ ῥᾳθυμία καὶ τὸ ἀπερισκέπτως ἵεσθαι πρὸς τὸ πλημμελές. ὥσπερ γὰρ ἐν ἁμαρτίαις ὄντος τοῦ λαοῦ, ῥυπαρά πὼς ἦν καὶ τὰ τοῦ ἱερέως ἐσθήματα· οὕτως εἰ ὁρῷτο πάλιν εὐδόκιμος, καθαρὸν
ἔσται καὶ διαφανὲς τῆς ἱερωσύνης τὸ σχῆμα, καὶ ἐν πολλῇ 209 παρρησίᾳ τῆ παρὰ Θεῷ. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἱερουργήσας τοῖς ἔθνεσι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν εὐδοκιμοῦντα βλέπων, καὶ βεβαίαν ἔχοντα τὴν ἐπ’ αὐτῷ πίστιν, ἐπιστέλλει λέγων
“Νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοὶ, ἢν ἔχω ἐν Χριστῷ 210 “Ἰησοῦ,” καὶ πάλιν “Χαρὰ καὶ στέφανός μου.”
πρὸς Ἰησοῦν λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Ἐὰν ἐν 211 ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐν τοῖς προστάγμασί μου φυλάσσῃ,
καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου, καὶ ἐὰν φυλάξῃς καὶ γε αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.
μου, καὶ τὰ τούτοις ἑπόμενα. οὐ γὰρ ἃν εἴρητο τὰ τοιάδε Χριστῶ· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, αὐτὸς τὰ δικαιώματα τοῦ Θεοῦ καὶ Πατρὸς, αὐτὸς διέκρινε τὸν οἶκον αὐτοῦ, κατεξουσιάζων ὡς υἱός.
“ἐν ὅλῳ τῷ οἴκῳ τοῦ Θεοῦ· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν 216 “οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς.’’ οὐκοῦν εἰρήσθω μὲν τὰ τοιάδε πρὸς τὸν Ἰωσεδὲκ, πρὸς δέ γε Χριστὸν οὐκέτι. ἐπηγγέλλετο δὲ Θεὸς τῇ κατὰ νόμον ἱερωσύνῃ κρατήσειν ἔτι καὶ μετά γε τοὺς τῆς αἰχμαλωσίας καιροὺς, ὥστε τοὺς
ἱερατεύοντας κατάρχειν τοῦ Ἰσραὴλ, καὶ τὴν ἁγίαν διέπειν σκηνήν. ἐπειδὴ γὰρ συμβάσης τῆς αἰχμαλωσίας, καὶ τῶν ἁγίων ἐμπεπρησμένων, μένων, καὶ θυσίας οὐκέτι προσκεκομισμένης, ᾤοντό τινες πρὸς ἀνατροπὴν οἰχήσεσθαι παντελῶς τὰ Μωυ- 217 σέως, καὶ ἀπρακτήσειν ἔτι τὸν νόμον, καίτοι μήπω παρόντος
τοῦ καιροῦ, καθ’ ὃν ἀναδείκνυσθαι ἐχρῆν ἐνηνθρωπηκότα τὸν Μονογενῆ, ταύτῃτοι Θεὸς ἀναπείθων ὅτι τοῖς ἀρχαίοις ἔθεσιν ὑποκείσεται πάλιν ὁ Ἰσραὴλ, καὶ ὑπὸ χεῖρα πράξει τὴν ἱερέων, καθὰ καὶ πρὸ τῆς αἰχμαλωσίας, ἀναγκαίως φησὶν, ὡς εἰ γένοιτο γνήσιος νομοφύλαξ ὁ Ἰησοῦς, αὐτὸς πάλιν
διακρινεῖ τὸν οἶκον αὐτοῦ, καὶ ἐν δόξη κείσεται τῇ πρώτῃ, συλλειτουργούντων αὐτῷ καὶ ἁγίων ἀγγέλων. οὐ γάρ που 218 φαμὲν, ὡς ἔρημος ἦν δυνάμεων λογικῶν ὁ πάλαι νόμος. εἰ 219 γὰρ καὶ ἦν ἐν τύποις καὶ σκιαῖς τὰ ἐν νόμῳ, ἁλλ’ οὖν εἰς δόξαν ἐτελεῖτο Θεοῦ. τοῦτο οἶμαι δηλοῦν τό Δώσω σοι αναστρεφομενους ἐν μέσῳ τῶν ἑστηκότων τούτων, τουτέστι, μονονουχὶ συνιερατεύοντας καὶ συλλειτουργοῦντας ἀγγέλους.
ἄθρει δὲ ὅπως πανταχοῦ τοὺς ἁγίους ἀγγέλους ἑστάναι φησὶ τὸ γράμμα τὸ ἱερὸν, τῷ τῆς στάσεως ὀνόματι καταδηλοῦν, τὸ μὴ ὀκλάζειν αὐτοὺς εἰς τὸ ῥᾴθυμον, ἀλλ’ οἷον ὀρθὴν ἀεὶ καὶ ἀσθενεῖν οὐκ ἀνεχομένην τὴν διάνοιαν ἔχειν, ἑστῶσαν δὲ 220 μετὰ Θεοῦ. οὕτω καὶ ἐν τῷ Ἰεζεκιὴλ γεγραμμένον εὑρήσομεν
περὶ τῶν Χερουβὶμ, ὅτι ἦν “τὰ σκέλη αὐτῶν ὀρθά.” 221 κάμπτεται μὲν γὰρ, καὶ λίαν εὐκόλως, ἡ ἀνθρώπου διάνοια, καὶ ἔστιν εὐπετὴς εἴς γε τὸ θέλειν ἀρρωστῆσαι τὸ ῥᾴθυμον. ἕστηκε δὲ ὥσπερ τῶν ἄνω πνευμάτων ἡ ἁγία πληθύς. ταύτῃτοι καὶ πρὸς τὴν Σιῶν ἐλέγετο παρὰ Θεοῦ “Στῆσον 222
“σεαυτὴν Σιών.” ἀνετίθει ’δε που καὶ ὁ μακάριος Δαυεὶδ τὰς χαριστηρίους ᾠδὰς, οὕτω λέγων “Ἔστησεν ἐπὶ πέτραν 223 “τοὺς πόδας μου.’’ τὸ γὰρ ἀκλινὲς ἐν τούτοις καὶ τὸ πεπηγος τῆς γνώμης τῳ τῆς στάσεως ὀνόματι κατεσήμανεν ο πνευματοφόρος.
καθήμενοι πρὸ προσώπου ὅου, διότι ἄνδρες τερατοσκόποι εἰσὶ, διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλοι μου Ἀνατολήν; διότι ὁ λίθος ἃν δέδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν.
μακρὰν, μετατεθήσεσθαι τὰ ἐν νόμῳ πρὸς λατρείαν τὴν 225 ἀληθῆ, καὶ τῶν τύπων τὸ ἀκαλλὲς μεταπλάττεσθαί τε πρὸς ἀξιέραστόν τε καὶ πνευματικὴν πολιτείαν. ἔμελλον ἀποσοβείσθαι τοῦ ἀμπελῶνος οἱ κυριοκτονήσαντες γεωργοὶ, καὶ 226 ἐκδοθήσεσθαι τὸ χωρίον ἐτέροις, τοῖς ἁγίοις ἀποστόλοις δηλονότι
καὶ εὐαγγελισταῖς, οἳ καρποφόρον αὐτὸ καὶ εὐανθὲς ἀποφαίνειν ἔμελλον, τῆς προὐργιαιτάτης ἀξιοῦντες φροντίδος· 227 ἔμελλε “Βασιλεὺς δίκαιος βασιλεύειν, καὶ ἄρχοντες μετὰ “κρίσεως ἄρχειν,’ κατὰ τὴν τοῦ προφήτου φωνήν· ἔμελλεν 228 ἕτερος ἀνίστασθαι ἀρχιερεὺς, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν,
229 ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, “τῶν ἁγίων λειτουργὸς, “ καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, καὶ οὐκ “ἄνθρωπος.” εἰσῆλθε γὰρ εἰς τὰ ἅγια τῶν ἁγίων ὁ Κύριος 230 ἡμῶν Ἰνσοῦς ὁ Χριστὸς “οὐ δι’ αἵματος τράγων καὶ μόσχων, “διὰ δὲ τοῦ ἰδίου αἵματος, αἰωνίαν λύτρωσιν εὑράμενος,” 231 καὶ “μιᾷ προσφορᾷ μιᾷ προσφορᾷ τελειώσας εἰς τὸ διηνεκὲς, κατὰ “δησιν τοὺς ἁγιαζομενους.” ἵνα τοίνυν μὴ ψευδοέπης τε καὶ εἰκαιόμυθος ἀναφαίνηται ὁ Θεὸς, ἀεὶ καὶ διηνεκῶς τῇ c κατὰ νόμον ἱερωσύνῃ καθυπισχνούμενος ἰσχνοῦ μένος ἐποπτεύσειν τε καὶ διακρίνειν τὸν οἶκον αὐτοῦ, ἀναγκαίαν ποιεῖται τοῦ κατὰ
Χριστὸν μυστηρίου τὴν προαγόρευσιν καὶ ὅτι καταλήξει μὲν τὰ ἐν νόμῳ, διακρινεῖ δὲ αὐτὸς τὸν ἴδιον οἶκον διὰ τοῦ ἰδίου γεννήματος, τουτέστι, τοῦ Υἱοῦ. ταύτῃτοι μονονουχὶ 232 καὶ διαμαρτύρεται αὐτόν τε τὸν Ἰνσοῦν καὶ τοὺς πλησίον αὐτοῦ καὶ τοὺς καθημενους πρὸ προσώπου αὐτοῦ, ἴνα Λευίτας νοῶμεν καὶ ἱερέας. λειτουργοῦντι μὲν γὰρ τῷ ἀρχιερεῖ παριστήκει τὸ τάγμα τὸ Λευιτικόν· οἱ ’δε γε πρεσβύτεροι 233
καὶ ἱερεῖς, ὡς ἐκείνων ἀμείνους ἔτι καὶ ἱερώτεροι κατὰ τὸν νόμον, καὶ τῇ συνεδρείᾳ τετίμηντο. τερατοσκόπους γεμὴν αὐτοὺς ὀνομάζει, τουτέστιν, ἀεὶ σὴ μεῖα ζητοῦντας ὁρᾶν τῶν τεράτων ἐφιεμένους. φύσει γάρ πὼς ἀεὶ τοιοῦτόν ἐστι τὸ τῶν Ἰουδαίων ἔθνος. καὶ γοῦν, ὅτε ὁ Χριστός “Ποιήσας 234
“ὡσεὶ φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ “ἱεροῦ λέγων Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον 235 “τοῦ Πατρός μου οἶκον ἐμπορίου,” προσῄεσαν λέγοντες “Τί 236 σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς; “Καὶ τίς εδωκε 237 “σοι τὴν ἐξουσίαν ταύτην;” εὑρήσομεν δὲ καὶ ἑτέρους 238
προσιόντας τε καὶ λέγοντας αὐτῷ “Διδάσκαλε, θέλομεν ἀπὸ 239 “σοῦ σημεῖον ἰδεῖν.” οὐκοῦν ἐπειδήπερ, φησὶν, ἄνδρες τερατοσκόποι, μανθανέτωσαν ἅμα σοι τὰ ἐσόμενα, καὶ σημείων ὧν αἰτοῦσιν ἀεὶ τὸν παναλκέστατον ἀποτελεστήν. καὶ τίς δὴ οὗτός ἐστιν; ἰδοὺ ἐγὼ ἄγω τὸν λοῦλόν μου ἀνατολήν.
Θεὸς μὲν οὖν κατὰ φύσιν καὶ ἐκ Θεοῦ Πατρὸς πέφηνεν ὁ Μονογενὴς, καὶ ὡς τοῦτο ὑπάρχων, ἐλεύθερος, ἁλλὰ κεκένωκεν Phil. ii. 7. ἑαυτὸν, κατὰ τὰς γραφὰς, καθιεὶς εἰς ὅπερ οὐκ ἦν, καὶ κεχρημάτικε 240 δοῦλος, διὰ τὸ ἀνθρώπινον, καίτοι κύριος πάντων ὑπάρχων ὡς Θεός. ἁλλ’ ἦν καὶ οὕτως ἀνατολὴ, τουτέστι
Δικαιοσύνης ἥλιος. ἄνισχε γὰρ καὶ ἐπέλαμψεν οἷαπερ ἐν σκότῳ διατελοῦσιν ἡμῖν, μόνον δὲ οὐχὶ καὶ ὡς ἐν νυκτὶ καὶ ὕπνῳ κεκαρωμένους ταῖς κοσμικαῖς ἡδοναῖς, καὶ τῆς διανοίας 241 τὸν ὀφθαλμὸν κατεσκοτισμένους, ἤγειρέ τε πρὸς νῆψιν, καὶ 242 λαμπροὺς ἀπέφηνε τῇ παρ’ ἑαυτοῦ χάριτι. τοιγάρτοι καὶ ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος, αὐτὸ δὴ τοῦτο καταμηνύων 243 “Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγισεν· ἀποθώμεθα οὖν
“τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτὸς,
“ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.” καὶ πάλιν 244 “Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπι- “φαύσει σοι ὁ Χριστός.” προανακηρύττει τοιγαροῦν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὰ λαμπρὰ κατορθώματα. δοῦλον δέ φησιν αὐτὸν, διάτοι τὸ ἐν δούλου καθικέσθαι
245 μορφῇ· ἀνατολὴν δὲ, ὅτι φῶς ἐστὶ τὸ ἀληθινὸν, αὐγὴ καὶ ἡμέρα, καὶ λαμπρὸς ἑωσφόρος, εἰς νοῦν ἀνατέλλων, καὶ καταφαιδρύνων καρδίας. ὀνομάζει δὲ πρὸς τούτῳ καὶ λίθον αὐτὸν, καὶ μὴν καὶ δεδόσθαι φησὶ πρὸ προσώπου Ἰησοῦ, ἑπτά τε ἔχειν τοὺς ὀφθαλμοὺς εὖ μάλα διισχυρίζεται. ἔδει γὰρ
μάλιστα τὴν κατὰ νόμον ἱερωσύνην, ἧς εἰς τύπον τεθείκαμεν τὸν Ἰησοῦν, οἱονεὶ πρὸ προσώπου καὶ πρὸ ὀφθαλμῶν ἔχειν 246 διὰ παντὸς τὸν λίθον τὸν ἐκλεκτὸν, τὸν ἀκρογωνιαῖον, τὸν ἔντιμον, τὸν εἰς τὰ θεμέλια Σιῶν, τὸν πολυτίμητον μαργαρίτην, τουτέστι Χριστὸν, τὸν πολλοῖς πολλοῖς ἐφορῶντα τὰ
247 πάντα. τὸ γὰρ ἑπτὰ τοῦ τελείως ἔχοντος ἀεί πὼς ἐστὶ 248 σημαντικόν. στεῖρα γοῦν λέγεται τεκεῖν ἑπτά. ὅτι δὲ μυρίοις ὄμμασιν ἐφορᾷ τὰ πάντα, καὶ ἐπισκέπτεται τὰ καθ’ ἡμᾶς ἡ θεία τε καὶ ἀπόρρητος τοῦ Υἱοῦ φύσις, οὐκ ἃν ἐν- 249 δοιάσειέ τις· “Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ “τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνού- “μενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε “μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ 250 “οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ “καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ,’’ κατὰ τὸ 251 γεγραμμένον.
πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ.
τουτέστι, τὸν ὑπὲρ ἡμῶν ἁπάντων θάνατον, ὃν ἑκὼν ἀνέτλη, σταυρῷ παραδοὺς τὸ ἴδιον σῶμα, ἐφ’ ᾧ καὶ τὸ τῶν Ἰουδαίων προσκέκρουκεν ἔθνος, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποβέβληται. ἐπειδὴ γὰρ οὐ συνέντες οἱ δείλαιοι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, κυριοκτόνοι γεγόνασι, ταυτῄτοι
καὶ μαλὰ εἰκότως ἀπώλισθον τῆς ἐλπίδος, καὶ κακοὶ κακῶς ἀπολώλασι, δειναῖς καὶ ἀφύκτοις ἐναλόντες συμφοραῖς. βόθρῳ δὴ οὖν παρεικάζει τὸν τοῦ Σωτῆρος σταυρόν. πεπτώκασι γὰρ ὥσπερ εἰς βόθρον οἱ τὸ δεσποτικὸν ἐκχέοντες 254 αἷμα, καὶ σταυρῷ παραδοῦναι τολμήσαντες τὸν ἀρχηγὸν τῆς 255
ζωῆς. εἰ δὲ αὐτὸς ὁ Πατὴρ τὸν βόθρον ὀρωρυχέναι λέγοιτο,
σκανδαλιζέσθω μηδείς· ἐννοείτω δὲ μᾶλλον, ὡς ἐκμεμέστωταί πὼς οἰκονομίας ὁ λόγος. ὅμοιον γὰρ τοῦτό ἐστι τῷ διὰ Χριστοῦ σοφῶς τε καὶ ἀτρεκῶς εἰρημένῳ “Εἰς κρῖμα ἐγὼ 256 “εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέ-
“πωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. καίτοι, πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς οὐ ταύτης ἕνεκα παραγέγονε τῆς 257 αἰτίας, ἵνα τυφλοὶ γένωνταί τινες· ἀλλ’ ἡ τῶν μὴ νοούντων 258 φαυλότης μονονουχὶ καὶ διαβέβληκε τῆς ἀρίστης οἰκονομίας τὸν τρόπον. οὐ γὰρ ἤθελον βλέπειν, καίτοι μετὸν αὐτοῖς τοῦ θείου μετασχεῖν φωτός. οὕτω κἀνθάδε νοήσεις. 259 πέπομφε μὲν γὰρ τὸν Υἱὸν ὁ Πατὴρ, “ἵν᾿ ὁ κόσμος σωθῇ “ δι᾿ αὐτοῦ.” διὰ δὲ τὴν τῶν μὴ συνιέντων ἀπόνοιαν, γέγονε
βόθρος καὶ πάγη τοῖς σταυρώσασιν ὁ ἀπεσταλμένος· νενόμισται δὲ τάχα που καὶ ὀρύξαι τὸν βόθρον ὁ πεπομφώς. 260 ὀρύξω δὴ οὖν τὸν βοἠρον φησὶ καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ· τὸ ψηλαφήσω φησὶν, ἀντὶ τοῦ ζητήσω καὶ περιεργάσομαι λεπτῶς. ἀπεκτόνασι 10 μὲν γὰρ τοὺς ἁγίους προφήτας, ἐπέθρωσκον δὲ θηριοπρεπῶς καὶ τοῖς κατὰ καιροὺς ἀποστελλομένοις οἰκέταις. οὓς μὲν 261 γὰρ ὕβρισαν, οὓς δὲ ἐλιθοβόλησαν, οὓς δὲ ἀπέκτειναν. ἀλλ᾿ ἦν ἀνεξίκακος ἔτι Θεός· οἰκέται γὰρ ἦσαν καὶ ὁμόδουλοι τοῖς ἀπεκτονόσιν οἱ πεπονθότες. ἐπειδὴ δὴ ἀχαλίνοις ὁρμαῖς
εἰς τοῦτο διάττοντες, καὶ πολὺ βλέποντες εἰς ἀνοσίοτητα, καὶ 262 εἰς αὐτὸν ἐκτόπως πεπαρῳνήκασι τὸν Υἱὸν, καὶ εἰς τὸν ἐπὶ τῷ σταυρῷ κατώλισθον βοθρον, οὐκ ἀφῆκεν αὐτῶν ἀψηλάφητον ἔτι τὴν ἁμαρτίαν. ἐζήτησε γὰρ καὶ ποιναῖς ὑπέθηκε τοὺς ἠσεβηκότας, ἁπάσης τῆς Ἰουδαίων γῆς καθορίζων τὸν
ὄλεθρον ἐν ἡμέρᾳ μιᾷ, καθ᾿ ἢν ἔφασαν προσάγοντες αὐτὸν 263 τῷ Πιλάτῳ “Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα “ἡμῶν.” εἰ γὰρ μὴ καὶ συνεκβέβηκε παραχρῆμα τὰ ἐκ θείας ὀργῆς· εἰ μὴ ἐξῄτηνται δίκας ὑπερθέσεως δίχα, ἀλλ᾿ 264 οὖν ἡ παρὰ Θεοῦ δικαία ψῆφος γέγονεν ἐπ᾿ αὐτοῖς, ὄλεθρον,
ὡς ἔφην, τῆς Ἰουδαίων καταχέουσα γῆς. καὶ γοῦν ἀπε- 265 κομίζετο μὲν ὁ Σωτῆρ’ ἐπὶ τὸν σταυρὸν, εἵποντο δὲ καὶ γυναῖκες, θρηνοῦσαί τε καὶ κλαίουσαι· εἶτα τί πρὸς ταύτας ἔφασκεν ἐπιστραφείς; “Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε 266 “ἐπ’ ἐμὲ, πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.
παραδέδονται γὰρ εἰς ὄλεθρον καὶ σφαγὴν, καὶ συμβέβηκεν αὐτοῖς τὰ διὰ φωνῆς Ἡσαΐου “Ἡ γῆ ὑμῶν ἔρημος, αἱ 267 “πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν “ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρήμωται κατεστραμ- 268 “μένη ὑπὸ λαῶν ἀλλοτρίων.’’
ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκης.
τοῦ σταυρῶσαι Χριστὸν, προμεμήνυκεν ἐναργῶς. ὅτι δὲ τοῖς 269 πιστεύουσι καὶ ἠγαπηκόσιν αὐτὸν οὐκ ἀκερδὲς ἔσται τὸ χρῆμα, μᾶλλον δὲ καὶ πρὸς εὐφροσύνης καὶ τέρψεων ἁγιοπρεπῶν, προαγορεύει χρησίμως. μαρτυρήσει δὲ τούτοις καὶ ὁ δίκαιος Συμεών. ὅτε γὰρ τὸ θεῖον τεθέαται βρέφος καὶ
εἰς ἀγκάλας ἐδέξατο, προεφήτευσε λέγων “Ἰδοὺ οὗτος κεῖται 270 “εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ “εἰς σημεῖον ἀντιλεγόμενον.’ πεπτώκασι μὲν γὰρ οἱ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς, εἰς 271 γῆν δὲ ὥσπερ ἐρριμμένοι καὶ κείμενοι, καὶ ὑπὸ πόδας ὄντες
διαβολικούς· ὠρθώθησαν δὲ οἱ ἐξ ἐθνῶν. καὶ αὐτὸς ’δε που Χριστὸς προαναφωνεῖ μὲν τοῖς ἁγίοις μαθηταῖς τὸ ἐπὶ τῷ 272 σταυρῷ πάθος· ἐπειδὴ δὲ γεγονότας ἐν κατηφείᾳ τεθέαται, 273 παρεκάλει λέγων “Ἡ γυνὴ λύπην ἔχει, ὅταν τίκτῃ τὸ παιδίον, “ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ τέκῃ τὸ παιδίον χαρᾷ χαίρει, “ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. καὶ ὑμεῖς μὲν λύ- “πην ἔχετε, ὕστερον δὲ ὄψεσθέ με καὶ χαρήσεται ὑμῶν ἡ
274 “καρδία.” οὕτω καὶ ἐγηγερμένος ἐκ νεκρῶν ταῖς ἐν τῷ 275 κλαιούσαις γυναιξὶ προσεφώνει τό Χαίρετε. πρέποι δ᾿ ἃν καὶ ἕκαστον τῶν ἀγαπώντων αὐτὸν ἐπί τε τῷ σταυρῷ 276 καὶ τῇ ἀναστάσει λέγειν “Ἔστρεψας τὸν κοπετόν μου εἰς “ χαρὰν ἐμοὶ, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με
“ εὐφροσύνην. πῶς γὰρ οὐκ οἴχεται μὲν ἐκ ποδῶν τὸ πεν- 277 θεῖν, ἀφῄρηται δὲ “πᾶν δάκρυον ἀπὸ παντὸς κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἐγηγερμένου Χριστοῦ, καὶ 278 τὸ τοῦ θανάτου καταλύσαντος κράτος; ζωὴ γὰρ ἦν κατὰ φύσιν ὡς Θεὸς, κἂν εἰ πέφηνεν ἐν σαρκί. οὐκοῦν τῇ ἡμέρᾳ
ἐκείκῃ, φησὶ, τουτέστι, κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ἃν ἀναβιῴη ἐκ νεκρῶν καταβοθρευθέντων τῶν ἐσταυρωκότων, συγκαλέσετε ἔκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς. καὶ εἰ μὲν βούλοιτό τις ἁπλοῦν, καὶ πρόχειρον τὸν τοιοῦτον ἐκδέχεσθαι νοῦν, τέρψεων εἶναι τῶν πνευματικῶν
279 σύμβολα διαβεβαιώσεται τὰ ὠνομασμένα. οὐκ ἀπίθανον δὲ εἶναί φημι πρὸς τούτῳ κἀκεῖνο εἰπεῖν, ὅτι συκῆν καὶ ἄμπελον ἔοικεν ἀποκαλεῖν τὴν Ἐκκλησίαν, ἧς καὶ ὁ θεσπέσιος μελῳδὸς διαμέμνηται, λέγων αἰνιγματωδῶς πρὸς τὸν ἄνωθεν καὶ 280 ἐξ οὐρανοῦ νυμφίον, τουτέστι Χριστόν “Ἡ γυνή σου ὡς
“ἄμπελος εὐθηνοῦσα, ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου.’’ ἔφη 281 δέ που καὶ αὐτός “Αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμὴν, 282 “ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς.’’ ὡς γὰρ ἤδη τῶν ἐκκλησιῶν ἀρξαμένων ἐν κόσμῳ διὰ τῆς εἰς αὐτὸν εὐωδιάζειν πίστεως, τὰς ἀμπέλους ἔφη κυπρίζειν, καὶ μὴν καὶ ἐκφαίνεσθαι 283
τοὺς ὀλύνθους· νοηθεῖεν δ’ ἃν καὶ οὗτοι τῶν ἄρτι πεπιστευκότων ἡ οὔπω μὲν πέπειρος καὶ γλυκεῖα πληθὺς, ἐσομένη δὲ κατὰ βραχὺ, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν ἰοῦσα πρὸς τοῦτο. ἁδρυνθέντες γὰρ, καὶ “εἰς ἄνδρα τέλειον 284 “ἀναβεβηκότες τοῦ πληρώματος τοῦ Χριστοῦ, γλυκεῖς οἱάπερ
ἐσόμεθα καρποὶ τῷ Θεῷ, καθάπερ μητρί τινι τῆ Ἐκκλησίᾳ προσπεφυκότες. οὐκοῦν διά τε συκῆς καὶ ἀμπέλου νοουμένων τῶν ἐκκλησιῶν, ὑπ’ αὐταῖς ἐσόμεθα, καὶ ἐν αὐταῖς ταῖς καταλύσομεν, προτροπάδην ἀλλήλοις ἐκεῖνο λέγοντες τὸ προφητικόν “Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ 285
“εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν “ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.’’ εἰ δὲ δὴ γένοιτο καὶ τοῦδε τυχεῖν, ἐπαίνου παντὸς ἀξιώσομεν τοὺς εἰς τοῦτο κεκληκότας, πάλιν ἐκεῖνο λέγοντες “Εὐφράνθην ἐπὶ τοῖς 286 “εἰρηκόσι μοι Εἰς οἶκον κυρίου πορευσόμεθα. τέρψεως
γὰρ ἥμιν τῆς ἀνωτάτω τὸ χρῆμα καρπὸς νοοῖτ’ ἃν εἰκότως. 287 τοιγάρτοι πάλιν ἐροῦμεν κατὰ τὸν ἅγιον ψαλμῳδόν “Μίαν 288 “ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω, τοῦ κατοικεῖν “με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ “θεωρεῖν με τὴν τερπνότητα κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν
“ναὸν τὸν ἅγιον αὐτοῦ. ΤΟΜΟΣ α΄.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.