πέραν τοῦ χειμάρρου Ἰαβὸκ, εἶτα γεγονότος τε ὄρθρου λοιπὸν, καὶ διαυγαζούσης ἡμέρας, ὁ μὲν Θεὸς ἀπαίρειν 2 ἤθελε λέγων “Ἀπόλυσόν με, ἀνέβη γὰρ ὁ ὄρθρος,” ὁ δὲ οὐκ ἀνήσειν ἔφασκεν, εἰ μὴ αὐτὸν εὐλογήσειεν, ἤκουε 3 δὴ τότε “Ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων
4 “δυνατός.” τοῦτό που τάχα πρὸς τὸ παρὸν ὁ τῆς προφητείας ἡμῖν ὑποσημαίνει λόγος, ἐναργέστατα τιθεὶς τὸ ἐνισχύσει αὐτῷ Ἰακώβ. ἄθρει δὲ τῆς ἐπαγγελίας τὸ ἀκριβές· οὐ γὰρ ὅτι κατισχύσει τῶν Ἀσσυρίων ὁ Ἰακὼβ, ἀλλ’ ἐνισχύσει, φησίν· ἐν Θεῷ γὰρ ἴσχυσεν, οὐ δι’ ἑαυτόν.
5
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.