ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
5 “ κατέφαγέ με, ἐμερίσατό με, κατέλαβέ με σκότος 5 “ λεπτὸν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατέπιέ με 6 “ δράκων, ἔπλησε τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου.” Ἀληθὲς δὲ καὶ ἑτέρως, ὡς καταρροφεῖ τρόπον τινὰ τοὺς τῆς εἰς Θεὸν ἀγάπης ἐκπίπτοντας, καὶ ἰδίαν ποιεῖται τροφὴν
ὁ πολυκέφαλος δράκων, ὃν καὶ ἡ τοῦ ψάλλοντος φωνὴ βρῶμα δεδόσθαι φησὶ λαοῖς τοῖς Αἰθίοψι. “ Σὺ γάρ φησι, συν- 7 “ ἔθλασας τὴν κεφαλὴν τοῦ δράκοντος· ἔδωκας αὐτὸν “ βρῶμα λαοῖς τοῖς Αἰθίοψιν. οἱ γὰρ μελάντατον ἔχοντες ἐν γε δή σφισιν αὐτοῖς καὶ ἀφεγγῆ τὸν νοῦν, Αἰθίοπες 8 9 εἰκότως καὶ νοοῖντ’ ἂν καὶ λέγοιντο πρός τε ἡμῶν αὐτῶν, καὶ παρὰ Θεοῦ. οὗτοι τρέφουσι τὸν πολυκέφαλον δράκοντα, καὶ αὐτοὶ δὲ αὐτὸν σιτοῦνται πάλιν.
Μήδους, ἠχρειώθη παντελῶς, τὰ ἐκείνοις δοκοῦντα φρονεῖν τάχα που βεβιασμένος. ἤγουν, ὅτι γέγονε σκεῦος ἄχρηστον, ταύτῃτοι καὶ κατεόθη, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, μετεφοίτησεν εἰς τὰ ἔθνη. τοιοῦτο τί φησιν ὁ πάντων Δεσπότης 10 καὶ διὰ φωνῆς Ἱερεμίουπερί τινος τῶν ἐν Σαμαρείᾳ βεβασιλευκότων
11 ἐπὶ τὸν Ἰσραήλ “ Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος “ οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς “ γῆν ἢν οὐκ ἤδει. γῆ γῆ, ἄκουε λόγον κυρίου, γράψον τὸν “ ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον.’’ ἠχρειώθη τοίνυν ὁ Ισραήλ. ποία γὰρ χρεία ψυχῆς τῷ Θεῷ πλανωμένης,
καὶ φιλαμαρτήμονος καὶ ἀποτρεχούσης εὐκόλως εἰς πᾶν 12 ὁτιοῦν τῶν ἐκτόπων καὶ εἰς, τὸ πάντων ἐπέκεινα τῶν κακῶν, τῆς ὑπὸ Θεῷ δουλείας τὴν ἀποστροφὴν ; τίς οὖν ἡ αἰτία τοῦ τὰ τοιάδε πάσχειν τὸν Ἰσραήλ ; ὅτι ιιὐτοὶ ἀωεβησαν εἰς Ἀσσυρίους. μονονουχὶ γάρ φησιν, αὐτόμολοι δεδραμήκασι
πρὸς ἐχθρούς. πῶς ἢ τίνα τρόπον ; δεδιότες γὰρ τὴν ἐκείνων ἔφοδον, οὐ τὴν Θεοῦ μᾶλλον ἐπικουρίαν ἐζήτουν μεταγινώσκοντες, δώροις δὲ μᾶλλον μεταπεπείκασι κατηρεμῆσαι βραχύ. εἶτα τὴν τοιάνδε σκέψιν, ὡς εἰκαίαν αὐτοῖς ἐσομένην καὶ ἄχρηστον, διαγελᾷ τρόπον τινὰ, λέγων περὶ
13 τῶν ἐκ φυλῆς Ἐφραΐμ βεβασιλευκότων, οἳ καὶ πεπόμφασι τοῖς Ἀσσυρίων τυράννοις, τυράννοις, ἀνεθαλε ἑαυτὸν Ἐφραΐμ.
14 πυρὸς τῆς θείας ὀργῆς καταμαραίνεσθαι, ἀωέθαλε καθ’ ἑαυτὰν, τουτέστιν, ἐμοῦ δίχα, καὶ σύμπνοιαν τὴν ἐμὴν οὐκ ἔχων, ᾠήθη φησὶν, ὅτι ζήσεται καὶ δώσει ῥίζαν εἰς βάθος, καὶ τῶν ἰδίων οὐκ ἀπολισθήσεται θρόνων. ἐξεπρίατο γὰρ 15
πρόσ’ καιρόν τε καὶ ὀλίγην ἀνάβλησιν τοῦ κακοῦ, δῶρα ἀγαπησας· οὐ δέχεσθαι μᾶλλον, ἀλλὰ διδόναι. καὶ τί τὸ ἐντεῦθεν ὄφελος μὲν οὐδὲν, παραδοθήσονται δὲ τοῖς ἔθνεσι, καὶ δι’ αὐτῶν μάθοι τῶν συμβησομένων, ὡς οὐκ ἄν τις ἀναθάλοι καθ’ ἑαυτόν· οὐδ’ ἂν ὀνήσειε τοὺς Θεῷ προσκρούοντας τὸ
δῶρα διδόναι τοῖς ἐχθροῖς. ὑποκείσονται γὰρ, καὶ οὐκ εἰς μακρὰν, τῇ δίκῃ.
φυλῆς Λευΐ, ἀλλ’ ὅσοι μᾶλλον “ ἐπλήρουν τὴν χεῖρα αὐτων, 17 κάτα τὸ γεγραμμένον. εἶτα μετ’ ἐκεῖνον, τῶν Ἀσσυρίων προσδοκωμένων, ἐν καιρῷ τῆς βασιλείας Μαναειμ, 18 πεπόμφασι χρήματα, πείθοντες ἀποσχέσθαι τῆς γῆς. Ταύτῃτοι δικαίως ἡ θεία γέγονεν ἀπειλὴ κατὰ τῆς βασιλίας
τῆς ἐκ φυλῆς Ἐφραΐμ γεγενημένης ἐπὶ τὸν Ἰσραήλ. Νῦν γὰρ αὐτοὺς εἰσδεξομαι φησιν, οὐχ ὡς τρόπον ἔχοντας ἀγαθὸν, οὐδὲ ὡς ἄριστα βιοῦν ἑλομένους, οὔτε μὴν τῆς κατὰ τὸν νόμον πολιτείας ἐφιεμένους, ἀλλ’ ὡς παιδευτὴς, καὶ δίκας αἰτῶν, καὶ ὑπὸ κρίσιν ἤδη καλῶν. παρῆκα μὲν γὰρ ἐξ ἡμερότητος
εἰς ὑπέρθεσιν τὰ ἐκ θείας ὀργῆς, κατὰ τὸν ἤδη e 19 παρωχηκότα καιρὸν, ἀλλὰ νῦν αὐτοὺς εἰςδέξουαί φησιν, ἵνα τῇ τῶν δεινῶν πείρᾳ μανθάνωσι μόλις, ὅτι καὶ ὑπὸ Δεσπότην εἰσὶ, καὶ τῆς ἐμῆς οὐκ ἔξω χειρός. ὅτι δὲ οὐκ εἰς ἀνάβλησιν τὰ ἐξ ὀργῆς ἔτι, πεπληροφόρηκε λέγων τὸ νῦν. εἰσδεχθεντες δὴ οὖν ἵνα παιδεύωνται, πεπαύσονται λοιπὸν τού
χρίειν βασιλέι καὶ ἄρχοντας. δουλεύοντες γὰρ Ἀσσυρίοις καὶ Μήδοις, ποίαν ἂν ἔσχον σχολὴν τὰ τῆς ἀποστασίας 20 ἔργα πληροῦν ; οἵγε καὶ κατοιμώζοντες διετέλουν, καὶ τὴν ἀδόκητον κατεθρήνουν συμφοράν. ἰστέον δὲ, ὅτι μετὰ τὸ ἀνεῖναι Κῦρον τὸν Καμβύσου τῆς αἰχμαλωσίας τὸν Ἰσραὴλ,
οὐκέτι κεχρίκασιν ἐν Σαμαρείᾳ τοὺς ἐκ φυλῆς Ἐφραΐυ, ἁλλ’ ὑφ’ ἕνα πάντες γεγόνασι ζυγὸν, βασιλευόντων ἐν ‘Ιεροσολύμοις τῶν ἐξ Ἰούδα φυλῆς. κατῳκήκασι γὰρ οὐκέτι διῃρημένως, ἀλλ’ ἐν τοῖς ‘Ιεροσολύμοις ἅπαντες. ἄρχεται δὲ πρῶτος μετὰ τοὺς τῆς αἰχμαλωσίας καιροὺς τῆς ἐπ’ ἀμφοῖν
21 βασιλείας, φημὶ δὴ τοῦ τε Ἰσραὴλ καὶ τοῦ Ἰούδα, ἤτοι πασῶν ἁπαξαπλῶς τῶν δυοκαίδεκα φυλῶν Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, τῶν Λευιτικῶν καθηγου- μένου ταγμάτων καὶ τὴν τῆς ἀρχιερωσύνης διέποντος λειτουργίαν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου.
22
ἀποπεσεῖσθαι δεῖν τῆς ἀρχῆς ἐπιφέρει λοιπόν. πλεῖστα μὲν γὰρ ὅσα θυσιαστήρια, τὰ εἰς αμαρτιας πεποίηται τῷ ’Εφραΐμ. ἄττει δὲ ὁ λόγος καὶ ἐπὶ τὸν πρῶτον Ἱεροβοὰμ, τὸν ἐκ φυλῆς ’Εφραΐμ βασιλεύσαντα, καὶ μετ’ ἐκεῖνον εἰς τοὺς ἐφεξῆς, οἳ 25 ἐν ὄρει παντὶ καὶ βουνῷ βωμοὺς ἀνιστάντες τοῖς δαίμοσι, θύειν ἀνέπειθον τοὺς ἐξ Ἰσραήλ. εἶτα λυπεῖσθαι δέον ἐπὶ τοῖς οὕτως ἐκτόποις ἐπιχειρήμασιν· ἐπλήθυναν γὰρ θυσιαστήρια τὰ εἰς ἁμαρτιας· ἐποιήσαντό φησιν αὐτὰ καὶ ἠγαπημένα, καὶ 26
προσέτι τούτοις εἰς όἰλλότρια ἐλογισθησαν αὐτῷ· δῆλον δὲ ὅτι τῷ Ἐφραΐμ· θυσιαστήρια τὰ ἠγαπημένα. δηλοῖ δὲ δὴ πάντως τὰ ἐν τῇ ἀρχαίᾳ σκηνῇ, ἤγουν ἐν τοῖς Ἰεροσολύμοις, ἐν τῷ θείῳ κείμενα ναῷ. δύο δὲ ἦσαν ταυτί· τὸ μὲν τῶν καρπωμάτων 27 ἐν τῆ πρώτῃ σκηνῇ, τὸ δὲ ἕτερον τοῦ θυμιάματος τὸ
χρυσοῦν, ἐν τῇ δευτέρᾳ καὶ ἐσωτάτω. Πόλλα τοιγαροῦν τῶν ἐξ Ἐφραΐμ βεβασιλευκότων τὰ ἐγκλήματα· πρῶτον μὲν ὅτι ἐπλήθυναν θυσιαστήρια εἰς ἁμαρτίας· εἶτα ὅτι καὶ ἠγαπημένα πεποίηνται, τὰ ἐφ’ οἷς ἦν εἰκὸς ὀλοφύρεσθαι καὶ θρηνεῖν, ὡς προσκεκρουκότας· καὶ τὸ
ἔτι μεῖζον, ὡς ἀπονενευκὼς εἰς ἀπόνοιαν, ἀλλότπια πεποίηται τοι ἠγαπημένα θυσιαστήρια, ἃ ἐχρῆν ὄντως ἀγαπᾶν καὶ ἐν παντὶ ποιεῖσθαι λόγῳ. προσέρριπτε δὲ διὰ μέσου, τὸ καταγράψω αὐτῷ πλῇθος καὶ τὰ νόμιμα αὐτοῦ. καί τι τοιοῦτον ὑποδηλοῖ· τὸ γάρ τοι πλῆθός φησι τῶν εἰς ἁμαρτίας αὐτοῖς 28
πεποιημένων θυτιαττηριων, καὶ τα νομίμῳ νομιμα τουτέστι πάλιν, τὰς αὐτοῖς νενομισμένας θυσίας, ἤτοι τοὺς τῶν θυσιῶν καιροὺς ἢ τρόπους, καθ’ οὓς τὰς βεβήλους προσῆγον τελετάς· κατετέμνοντο γὰρ ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ ἕτερα ἅττα τούτοις 29 ἐοικότα δρᾶν ἐσπούδαζον εἰς αμαρτιας αὐτοῖς καταυραψω
καὶ εἰς ἐγκλήματα.
βάπτισμα πρὸς ἔθη καὶ παρατηρήσεις Ἑλληνικὰς, οἷς ἀκόἕπειθον 30 31 λουθον εἰπεῖν τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς α Ου δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων· καὶ μὴν καὶ οἱ τοῖς ἀνοσίοις αἱρετικοῖς συναπτόμενοι, καὶ τῶν παρ’ αὐτοῖς θυσιιιστηρ́ων μετέχοντες, οἷς καὶ κατὰ ἀλήθειαν ζίς ‘ἰλλότριι ἐγενηἠησιιν θυσιιιστήριόι τ‘ὶ ἠγιιπημένόι. ἐπλή-
32 θυνaaιι γὰρ ἑαυτοῖς τὰ εἰς ιἱμηιιτίιις, ἔξω θύοντες τὸν ἀμνὸν τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς, τουτέστι τῆς Ἐκκλησίας.
χρῆμα οὐδέν. οὐ γὰρ αὐτῷ τελοῦσι τὴν πανήγυριν, ὅτι τὰ εἰς δόξαν δαιμονίων πραττόμενα, κατ’ οὐδένα τρόπον παρα- δέξαιτο ἃν ἡ θεία τε καὶ ἀκήρατος φύσις, παροξύνεται δὲ μᾶλλον ὡς ὑβρισμένη· μόνον δὲ οὐχὶ καὶ οὐχ ἑκοῦσα κατα- βιάζεται πρός γε τὸ χρῆναι λοιπὸν τοῖς εἰς τοῦτο καλοῦσιν
ὀργῆς ἐπάγειν τὰς δίκας, καὶ λοιπὸν ἰέναι πρὸς ἀνάμνησιν 35 πάντων, ὡς ἔπος εἰπεῖν, τῶν τοῖς προσκρούουσι πεπλημμε- λημένων. οὗ δὴ γεγονότος, ὀξεῖς οἱ θυμοὶ, παρὰ πόδας ἡ 36 δίκη, καὶ οὐδεὶς ὁ ἐξαιρούμενος. " Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.’’ προσήκει δὲ μᾶλλον,
καὶ ἄμεινον ἀσυγκρίτως, καὶ πάσης ἡμῖν εὐημερίας πρόξενον, τὸ Θεῷ προσάγειν θυσίας, πνευματικὰς δηλονότι, καὶ αὐτῷ 37 πληροῦν ἑορτὰς, διαβιοῦν ὀρθῶς ᾑρημένους, καὶ τὸ κατά τι γοῦν ὅλως διαπίπτειν ἀποσπουδάζοντας.
τὰς ἀνομίας αὐτῶν. καὶ ἦν ἐν ἀρχαῖς τὸ συμβήσεσθαι προσδοκώμενον, καταπτοοῦντος ἤδη τὸν Ίσραὴλ τοῦ πολέμου, καὶ μονονουχὶ τῆ χώρᾳ προσβάλλοντος. εἶτα, δέον 39 αὐτοὺς λιταῖς τε καὶ μεταγνώσεσιν ἐκμειλίσσεσθαι Θεὸν, καὶ μεταπαιδεύεσθαι μὲν τὸ δοκοῦν αὐτῷ, ταῖς δὲ εἰς τὸ
ἄμεινον ἀναδρομαῖς ἐκδυσωπεῖν τὴν ὀργὴν, ὡς ἐπί τι τῶν ἄγαν χρησίμων, ἐξελέσθαι τε δυναμένων αὐτοὺς, ἀπέστρεψαν εἰς Αἴγυπτον, καλοῦντες εἰς ἐπικουρίαν “Αἰγύπτιον Αἰγύπτιον ἄνθρωπον 40 “ καὶ οὐ Θεόν, ἵππων σάρκας,’’ κατὰ τὸ γεγραμμένον. ἀλλ’ “ Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας 41
“ οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. ψευδὴς ἵππος εἰς 42 “ σωτηρίαν. ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ’ “ ἄνθρωπον. ἀγαθὸν τὸ ἐλπίζειν ἐπὶ κύριον ἢ ἐλπίζειν ἐπ’ “ ἄρχοντας.’’ ὅτι δὲ εἰς οὐδὲν αὐτοῖς τῶν ἀναγκαίων τὰ τῆς τοιᾶσδέ φησιν εἰκαιοβουλίας ἐκβέβηκεν, ἐξ αὐτῆς εἴσονται
τῆς πείρας· ἀποκομισθέντες γὰρ εἰς Ἀσσυρίους καὶ Μήδους, ἐκεῖ ἀκάθαρτα θάηονται, τουτέστι, διαβιώσονται τῆς εἰς τὸν νόμον αἰδοῦς ἀποβαλόντες τὸ λείψανον, καὶ ἀφυλάκτως ἐσθίοντες τὸ παρατυχόν.
45 Ἠλιοὺ, ὡς δυσὶν ἰγνύαις ἐπιχωλεύοντας κατῃτιᾶτό ποτε, καὶ μήτε τῷ Βάαλ ὁλοτρόπως, μήτε μὴν Θεῷ τελείως προσκῖσθαι βεβουλημένους. οὐκοῦν γεγονὼς αἰχμάλωτος ὁ Ἰσραὴλ, ἀποβέβληκε παντελῶς τὴν εἰς τὸν νόμον αἰδὼ, τοῖς τῶν 46 κρατούντων ἔθεσί τε καὶ νόμοις, ὡς ἐξ ἀνάγκης ἑπόμενος.
47 καὶ τοῦτο οἶμαί ἐστιν ὃ καὶ αὐτὸς ἔφη Χριστὸς, ὅτι “ Παωτὶ “ τῷ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ “μὴ ἔχοντος, καὶ ο δόκει ἔχειν, ἀρθήσεται ἀπ’ αὐτοῦ.
ποιεῖσθαι λόγον· πεφροντικόσι μὲν γὰρ ἐμφιλοχωρήσει τὸ χάρισμα· εἰ δὲ ῥᾴθυμοι καὶ ἀναπεπτωκότες περὶ αὐτὸ γινοίμεθα, καὶ αὐτὸ δὴ πάντως ἀποπτήσεται.
πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ Θενέλια αὐτῶν.
49 εἰπεῖν ἀναγκαῖον. προσδοκωμένου γὰρ ἔσεσθαι τοῦ πολέμου, μονονουχὶ δὲ καὶ ἐπ’ αὐταῖς ἤδη γεγονότος ταῖς θύραις τοῦ 50 δείματος, δέον αὐτοὺς τούς τε ἐν τῆ Σαμαρείᾳ, καὶ τοὺς βασιλεύοντας ἐκ φυλῆς Ἰούδα, τὴν παρὰ Θεοῦ τοῦ σώζοντος ἐπικουρίαν ζητεῖν, εἰς ἐκτόπους καὶ ἀνωφελεῖς ἐτράποντο γνώμας καὶ, ταῖς μεταγνώσεσι θεραπεύειν ὀφείλοντες, κατηρέθιζον
ἐφ’ ἑαυτοῖς καὶ ἔτι μειζόνως τὸν τῶν ὅλων κρατοῦντα Θεόν. ὁ μὲν γὰρ Ἰσριιὴλ, τουτέστιν αἱ δέκα φυλαὶ καὶ οἱ τούτων ἀνημμένοι τὸ κράτος, ὡς λελυπημένοις τοῖς δαίμοσιν ἤγουν ἀποστῆσαι δυναμένοις τὴν ἅλωσιν, καὶ τὰς τῶν πολεμίων ἀνατρέψαι φάλαγγας, καὶ πλείονας ἔτι τὰς 51
θεραπείας προσῆγον· ἐκμειλισσόμενοι δὲ ὥσπερ, καὶ καθιστάντες εὐμενεῖς, ῷκοδ'ομουν τεμένη, καὶ βωμοὺς δὲ ἐναπετίθεντο, καὶ πλείοσιν ἔτι θυσίαις ἐτίμων· ὁ δέ γε Ἰούδας ὀχυρωτέρας ἐποίει τὰς ἑαυτοῦ πόλεις, λίθοις μᾶλλον ἐπιθαρσήσας, οὐ Θεῷ, καίτοι λέγοντι σαφῶς περὶ τῆς Ἱερουσαλὴμ,
ὅτι “Ἐγὲ ἔσομαι αὐτῇ, λέγει κύριος, τεῖχος πυρὸς κυκλόθεν, 52 “ καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.’’ ἀλλ’ οὐδὲν μὲν ὤνησε τὸ χρῆμα τὸν Ἰσραήλ· πῦρ δὲ ταῖς πόλεσιν ἐπαφήσειν 53 ταῖς Ἰούδα, λοιπὸν ἐπηπείλει ὁ Θεός, καταπιμπράντων αὐτὰς δηλονότι τῶν Βαβυλωνίων, οἳ τῆς εἰς αὐτοὺς ὀργῆς
γεγόνασιν ὑπουργοί. διασώσει δὴ οὖν παντελῶς οὐδὲν τὸν Θεῷ προσκρούοντα· καὶ ζημία μὲν ὁμολογουμένως καὶ ἀμαθίας ἔγκλημα λοιπὸν, μᾶλλον δὲ δυσσεβείας τῆς ἀνωτάτω, τὸ ταῖς τῶν δαιμονίων ἐπιθαρσῆσαι δυνάμεσι· Θεοῦ δὲ λελυπημένου καὶ παραλύοντος, οὐδὲν ἧττον ἀμαθὲς τὸ γηίνοις ἐπικουρήμασι
διαπαίζεσθαι. δεῖ δὲ δὴ μᾶλλον εὐχαῖς τε καὶ μεταγνώσεσιν ἀποκρούεσθαι τὴν ὀργήν· ἔστι γὰρ “ “οἰκτίρ- 54 “ μῶν καὶ ἀγαθὸς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις’’ κατὰ τὸ γεγραμμένον.
τῷ Κυρίῳ οἶνον, κω οὐχ ἥδυναν αὐτῷ· αἱ Θύμα αὐτῶ ὡς ἄρτος πένθους αὐτοῖς, πάντες οἱ ἐσθίοντες αὐτὰ μιανθήσονται, διότι οἱ ἄρτοι αὐτῶι ταῖς ψυχαῖς αu̓τῶv οὐκ είσελεύσονται εἰς τὸν οἶκον Κυπίου.
τὴν ἀβουλίαν· πεπλάνηντο γὰρ ὁμολογουμένως· ἔθος ἦν ἀρχομένοις τῆς γεωπονίας καὶ ἀροῦν μέλλουσι τὴν γῆν, θυσίας ἐπιτελεῖν τοῖς δαίμοσι, καὶ παρ’ αὐτῶν αἰτεῖν τὰς τῶν ἀγρῶν εὐκαρπίας· ἀμῶντες δὲ πάλιν, καιροῦ καλοῦντος εἰς τοῦτο, καὶ μὴν καὶ ληνοῖς ἐντιθέντες τὸν βότρυν, ἔσπενδον, ἔθυον
ταῖς ὥραις, ἦδον τὰς ἐπιληνίους ᾠδὰς, ἀναφέροντες τὰ χαριστήρια, 61 χαίροντές τε καὶ εὐφραινόμενοι διετέλουν. τοῦτο δρῶντας τοὺς ἐξ Ἰσραὴλ ἐπαιτιᾶται Θεός. μὴ γὰρ δὴ χρῆναι χαίρειν αὐτὸν διισχυρίζεται σαφῶς, καθὰ καὶ τὰ λοιπὰ τῶν ἐθνῶν. διὰ ποίαν αἰτίαν ; οἱ μὲν γὰρ ἠγνοηκότες
παντελῶς τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, γεννηθέντες δὲ μᾶλλον ἐν πλάνῃ, τάχα που τῆς ἀρρωστίας ἤγουν ἀμαθίας οὐκ ἀπίθανον ἔχουσι λόγον· ὁ ’δε γε Ἰσραὴλ, καίτοι νόμῳ παιδαγωγούμενος, καὶ τὸν τῶν ὅλων Δεσπότην ἐπεγνωκὼς, πεπόρνευκεν εἰς ἀπόστασιν. οὐκοῦν νοοῖτ’ ἃν
εἰκότως καὶ ἐν αἰτίᾳ γεγονὼς τῆ φορτικωτέρᾳ, καὶ δυσδιἁφυκτον 62 ἔχων τῆς δυσσεβείας τὸ ἔγκλημα· εἰδὼς γὰρ τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, κατημέλησεν, οὐ πεποίηκε. δαρήμηδ’ 63 σεται δὴ οὖν πολλάς· τοῦ μὴ εἰδότος, εἶτα μὴ δεδρακότος, ὀλίγας δαρησομένου, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν.
νευκας ἀπὸ Θεοῦ. καὶ τίς αὐτῷ γέγονε τῆς πορνείας ὁ τρόπος; ἠγάπησε δοματά φησιν, οὐ παρὰ Θεοῦ μᾶλλον, ἀλλὰ τὰ ἐκ τῶν δαμάλεων καὶ Βάαλ· καίτοι διδόντων τοῖς αἰτοῦσιν 65 οὐδέν. ἐπὶ τίσι δὲ τὰ παρ’ αὐτῶν ἐζήτει δόματα; ἐπὶ πτάντα, ἅλωνιι σίτου. ἐδόκει γὰρ ἀνοσίως αὐτοῖς καὶ ἀβούλως τὰς
ἐξ ἀγρῶν αἰτεῖν εὐκαρπίας, ὡς ἔφην, ἐκ τῶν διακένων σεβασμάτων. ἄρ οὖν ἐζήτει μὲν ὁ Ἰσραὴλ παρὰ τῶν εἰδώλων τὰ δόματα· ἐκβέβηκε δὲ αὐτῷ κατ’ εὐχὴν τὰ αἰτήματα ; οὐμενοῦν· ἅλων γὰρ καὶ ληνὸς οὐκ ἔγνω εγνω καὶ ο οἶνος ἐψεύσατο αὐτούς. ἔστι δὲ οὐδενὶ τῶν φιλομαθεστέρων ἀμφίλογον,
ὅτι λιμοὶ γεγόνασιν ἐν τῇ Σαμαρείᾳ, ἀφορίαι τε καὶ 66 ἀβροχίαι μακραί. ἡμάρτηκε δὴ οὖν τῆς ἐλπίδος, οὐ λαβὼν τὰ αἰτήματα· καὶ προσέτι τούτῳ, καὶ αὐτῆς ἀπῴχοντο τῆς ἁγίας γῆς, καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὡς εἰς χώραν τετειχισμένην καὶ τοῖς ἔτι πλείοσι θεοῖς· μυρία γὰρ ἢν ἐν Αἰγύπτῳ
τὰ σεβάσματα, καὶ τῶν θεραπευόντων αὐτὰ θαυμαστή τις ὑπόληψις ἐπὶ δυναστείαις, ὡς ταῖς μαγικαῖς ἐμπειρίαις πάντα 67 κατορθοῦν εὐκόλως δεδυνημένων. ἀπειρήκασι δὴ οὖν καὶ τὸ κατοικεῖν ἐν τῆ ἀπολέκτῳ παρὰ Θεῷ γῆ, καὶ τὴν τῶν εἰδώλων ἠλλάξαντο χώραν. ἀλλ’ εἰ καὶ τοῦτο δεδράκασι,
βαδιοῦνται πρὸς Ἀσσυρίους. οὐκ ἔδπενδσν τῶ Κυρίῳ συωεωεγκόντες γὰρ ἐν ληνοῖς τὸν ἐξ ἀμπέλου καρπὸν, ἔσπενδον τοῖς δαίμοσι τὰς ἀπαρχὰς, καὶ οὐχὶ τῷ δόντι Θεῷ. ἀνέφερον δὲ καὶ ἄρτους, ὡς ἐν ἀπαρχῇ θερισμοῦ. πλὴν εἰς μολυσμὸν καὶ βεβήλωσιν τὸ 68
χρῆμα αὐτοῖς γενήσεταί φησι, καὶ ὡς απτους πένθους κατααὺτῷ 69 λογισθήσεται τὰ προσκομιζόμενα, τουτέστι, βδελυρά τε καὶ 70 βέβηλα καὶ ἀπηχθημένα. διὰ ποίαν αἰτίαν; ὁ νόμος μὲν 71 γὰρ ἀκάθαρτον ἐποίει τὸν ἐγγίζοντα νεκρῷ· ἐγγίζοντα δὲ, ἢ καθ’ αἵματος οἰκειότητα, ἤγουν καὶ κατ’ αὐτὴν τὴν τοῦ σώματος ἁφήν. ἦν οὖν ἀνάγκη τοὺς κατὰ γένος ἐγγὺς, ἢ φίλους
τῶν τετελευτηκότων ἐπὶ τῷ πένθει μιαίνεσθαι, περιέποντας τὸν νεκρὸν, καὶ δρᾶν ἐθέλοντας ἐπ’ αὐτῷ τὰ νενομισμένα· 72 πάντα δὲ ἦν ἀκάθαρτα ὧν ἃν αὐτοὺς συνέβη θιγεῖν. ἄρτος οὖν πένθους ὁ τοῖς πενθοῦσι νεκρὸν παρακείμενος εἰς τροφήν· οὗ καὶ ἀπογεύεσθαι, πάνδεινον ἐδόκει τοῖς παραιτεῖσθαι
μεμελετηκόσι τὸν ἐπὶ νεκρῷ μολυσμόν. μιαροὶ τοιγαροῦν καὶ ἀπόβλητοι καὶ αὐτοί φησιν οἱ ἄρτοι, οἵπερ ἃν προσκομισθεῖεν ὡς ἐν ἀπαρχῇ θερῶν, καὶ οἱ ἐσθίοντες αὐτοὺς μιανθήσονται. ἔσονται δὲ χρήσιμοι μᾶλλον ταῖς ψυχαῖς αὐτῶν, τουτέστιν εἰς βρῶσιν αὐτοῖς. οὐκ εἰσελεύσονται γὰρ εἰς οἶκον
73 κυροῦ. εἰδέναι δὲ χρὴ, ὅτι καὶ ὁ νόμος ἀπαρχὴν θερισμοῦ δραγματα τε καὶ ἄρτον προσάγειν ἐκέλευεν εἰς θυσίαν. μετεκόμισε δὲ ὁ Ἰσραὴλ τὰ εἰς δόξαν Θεοῦ τοῖς γλυπτοῖς, καίτοι Θεοῦ λέγοντος ἐναργῶς “τὴν δόξαν μου ἑτέρῳ οὐ 74 “δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.’
οὐκοῦν ἀναγκαῖον αἰτεῖν παρὰ Θεοῦ τὰ ζωαρκῆ, καὶ αὐτὸν ὁμολογεῖν δοτῆρα καὶ χορηγὸν ἁπάσης ἡμῖν εὐκαρπίας 75 σωματικῆς καὶ πνευματικῆς. οὐ γὰρ ἐστιν ἕτερος παρ’ ἀν’ τον ὑετίζων, κάτα τὸ γεγραμμένον, ἄλλα τοῖς αὐτοῦ νεύμασι, 76 καὶ τὰ ἐξ ὡρῶν ἀνίσχει κατ’ ἀγροὺς, καὶ τῆς ἄνωθεν εὐλογίας ἀναπιμπλάμεθα, τὸν νοητὸν ἄρτον τρεφόμενοι, καὶ οἶνον 77 ἔχοντες τὸν ἐξ οὐρανοῦ, “ τὸν εὐφραίνοντα καρδίαν ἀνθρώ- “που.” ταῦτα φρονεῖν ᾑρημένοι, κατοικήσομεν τὴν γῆν. ἐσόμεθα γὰρ μετὰ Θεοῦ, καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα οὐ γαγόμεθα. καταβόσκουσι γὰρ ἐν ἀκαθαρσίαις τοὺς
78 προσίοντας αὐτοῖς οἱ “ κοσμοκράτορες τοῦ αἰῶνος “τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.”
ποῖος ὑμῖν ἄρα βοηθήσει τρόπος ; ἢ τί πεπραχότες καὶ βου- λευσάμενοι τῆς οὕτω δεινῆς καὶ ἀγρίας ἐκνεύσετε συμφορᾶς, ὅταν ἡ ἐμὴ τελῆται πανηγυρις, δαπανῶντος τοῦ πολέμου τοὺς λελυπηκότας ; οὐκοῦν ἑορτὴν ἰδίαν ὀνομάζει Θεὸς, τὸν καιρὸν 81 δηλονότι, καθ’ ὃν ὁ Ἰσραὴλ ἐξαιτοῖτο δίκας τῶν εἰς αὐτὸν
πεπλημμελημένων.
ἐσόμεθα γὰρ οὕτω σοφοὶ, καὶ τῶν συμφερόντων ἐπιστημονες.
τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίν. οὗτοί τε εἰσῆλθον εἰς 84 Αἴγυπτον, καίτοι παρεγγυῶντος Θεοῦ διὰ φωνῆς Ἱερεμίου, καὶ λέγοντος ἐναργῶς, μὴ χρῆναι βαδίζειν αὐτοὺς τὴν ἐνεγ- 85 κοῦσαν ἀφέντας εἰς τὴν Αἰγυπτίων, ἠπειληκότος δὲ, ὅτι κἂν εἰ τοῦτο δρῷεν παρὰ τὸ αὐτῷ δοκοῦν, περιπεσοῦνται τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι φορτικωτέροις. ἔχει δὲ οὕτω τὸ γεγραμμένον 86 “ Οὕτως εἶπε κύριος Ἐὰν ὑμεῖς δῶτε τὸ
6. “ ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ τοῦ κατοικεῖν, καὶ
“ ἔσται ἡ ῥομφαία ἢν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς, 87 “ εὑρήσει ὑμᾶς ἐν Αἰγύπτῳ.” ἐπειδὴ γὰρ ταῖς Αἰγυπτίων ἐπικουρίαις ἐπιθαρσήσαντες ἀντεφέροντο τοῖς Βαβυλωνίοις, ταύτῃτοι λελυπημένοι, μετὰ τὴν τῶν ‘Ιεροσογύμων καὶ τῆς Σαμαρείας ἅλωσιν, ἐτράποντο κατὰ τῶν Αἰγυπτίων οἱ
Βαβυλώνιοι, καὶ ἀμογητὶ νενικήκασι, τότε συμβέβηκε τοὺς περιλειφθέντας ἐξ Ἰουδαίων συνδιολέσθαι τοῖς Αἰγυπτίοις. οἱ δὲ δὴ διαφυγεῖν τὴν ἐν Αἰγύπτῳ ταλαιπωρίαν ἰσχύσαντες, μόλις ἐπέκεινα δεδραμήκασιν, ἐπὶ τὴν Ἀρκάδων ἰόντες χώραν, καὶ ὡς εἰς πόλιν ὀχυρωτάτην κατῳκήκασι τὴν Μέμφιν καὶ
88 τὴν Μακμάς· ἑτέρα δὲ αὕτη γείτων που πάντως, καὶ τῶν ἄλλων ἐπισημοτέρα πόλις· ἐκεῖ καὶ τετελευτήκασι, μακροὺς δηλονότι διατελέσαντες χρόνους, ὑπονοστῆσαί τε μὴ δυνηθέντες εἰς τὴν Ἰουδαίαν. ἔφη δὲ οὕτω πάλιν ὁ προφήτης 89 Ἱερεμίας “ Διὰ τοῦτο οὕτως εἶπε κύριος Ἰδοὺ ἐγὼ ἐφίστημι
“τὸ πρόσωπόν μου τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους “τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, 90 “ἐκλείψουσιν ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἔσονται εἰς “ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν. καὶ ἐπι- “σκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκε-
“ψάμην ἐπὶ Ἱερουσαγὴμ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν “θανάτω, καὶ οὐκ ἔσται σεσωσμένος οὐδεὶς τῶν ἐπιλοίπων “’Ιούδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ, τοῦ ἐπιστρέψαι “εἰς γῆν Ἰούδα, ἐφ’ ἢν αὐτοὶ ἐλπίζουσι ταῖς ψυχαῖς αὐτῶν “τοῦ ἐπιστρέψαι ἐκεῖ· οὐ μὴ ἐπιστρέψωσιν. ἀκούεις ὅτι
91 τετελευτήκασιν ἐν Αἰγύπτῳ, κἀκεῖ τῆς θείας αὐτοῖς ὀργῆς ἐπενηνεγμένης ; ὅταν τοίνυν τὴν ἐν Αἰγύπτῳ ταλαιπωρίαν παραιτούμενοι, καθάπερ εἰς ἐπίσημον πόλιν ἀφίκοιντο τὴν 92 Μέμφιν, ἐκδεξεται μὲν όιὐτοὺς, πλὴν ἐν Μακμας τεθνήξονται.
τοῦτο γὰρ τὸ θιίψει αὐτοὺς Μαχμάς. ὅταν τοίνυν διώκῃ Θεὸς, οὐδεὶς ἀνασώσει τὸν κινδυνεύοντα, ἁλλ’ ἔνθαπερ ἃν ἴοι τις, ἐκεῖ περιτεύξεται τῷ θυμῷ. καὶ ταυτὶ μὲν αὐτοῖς ἐν Αἰγύπτῳ συμβήσεσθαι λέγει.
“ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον ἐποίησαν ἑαυτοῖς εἴδωλα, φησί· ταύτῃτοι δικαίως ὄλεθρος αὐτὸ κληρονομήσει, τουτέστι, κλῆρος ἔσται τῷ ὀλοθρευτῇ. ὄλεθρον γὰρ ἀποκαλεῖ τὸν Ασσύ- 94 ῥίον, ὡς ἀγρίως τε καὶ ἀπηνῶς ἀνελόντα καὶ μεμαχημένον. ἀναφυήσονται δὲ καὶ ἄκανθαι φησιν ἐν τοῖς σκηνώμασιν αὐτωι.
ἐρημίας γὰρ εἰς τοῦτο κατηντήκασιν αἱ πόλεις, ὡς ἀκάνθης γενέσθαι μεστάς· σημεῖον δὲ τοῦτο γῆς ἀβάτου καὶ κεχεπσωμενηυς.
δόξαν αὐτοῦ, πράττοι δὲ ἀπερισκέπτως τὰ δι’ ὧν ἃν προσ- κρούοι, καὶ ἁλίσκοιτο λυπῶν, κατοιχήσεται μὲν εἰς ὄλεθρον, ἔσται δὲ κλῆρος τοῦ διαρπάζοντος σατανᾶ, καὶ ἀκάνθης ἐν- αύλισμα, ἀγρίων δηλονότι καὶ ἐκτόπων ἐπιθυμιῶν· καὶ καρ- ποὺς ἡμέρους οὐκ ἃν ἔχοι κατὰ τὸν νοῦν. πάθοιεν δ’ ἃν
τοῦτο καὶ πρό γε τῶν ἄλλων αἱρετικοὶ, τὴν τοῦ λόγου χρείαν δαπανῶντες δυσσεβῶς εἰς τὸ παραλύειν ἀδελφούς· καὶ 96 “ τύπτειν αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, καίτοι Χποσ- 97 τοῦ παθόντος ὑπὲρ ἡμῶν.
100 προηγορευκότος. καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς προσπεφώνηκέ 101 που τῷ προφήτῃ λέγων Ἱεςεκιήλ “Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ “οἶκος Ἰσραὴλ ὁ παραπικραίνων λέγοντες λέγουσιν Ἡ “ὅρασις ἢν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς “οὗτος προφητεύει. διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε
“λέγει Ἀδωναΐ κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ “λόγοι μου, οὓς ἃν λαλήσω· ὅτι λαλήσω λόγον καὶ “ποιήσω, λέγει Ἀδωναΐ Κύριος ” τοιοῦτον τί φησι κὰνθάδε· 102 ηκασι γάρ φησιν αἱ ἡμέραι τῆς ἐκδικήσεως. ὅμοιον ὡς εἰ λέγοι Ἐγγὺς ἡ δίκη, καὶ ἐπ’ αὐταῖς ἤδη θύραις ὁ ἀγὼν,
γείτων ἡ συμφορὰ, καὶ ἐν ὀφθαλμοῖς ὁ πόλεμος. ἐνέστηκεν ἡ τῆς ἀνταποδόσεως ἡμέρα. κακουμένῳ δέ σοι, φησὶν, ὦ Ἰσραὴλ, συγκακωθήσεται πάντως, καὶ ἐν ἴσῳ τρόπῳ μεθέξει τῆς δίκης, πᾶς ὁ ἐν σοὶ ψευδοπροφήτης, ὁ παρεξεστηκὼς ἄνθρωπος, τουτέστιν, ὁ ἔνθους καὶ μαινόμενος, καὶ ἀπολωλεκὼς
τὰς φρένας, ὃν σὺ νενόμικας εἰναι πωευματοφόρον. 103 ὁμοῦ γὰρ τοῖς ἄλλοις διολώλασι οἵ τε ἱερεῖς τῶν ὑψηλῶν, καὶ οἱ τῶν εἰδώλων θεραπευταὶ, καὶ πάντες ὅσοι ψευδοεπεῖς τε καὶ ψευδομάντεις ἦσαν ἐν τῷ Ἰσραήλ. ἐπειδὴ γὰρ μαίνεσθαι προσεποιοῦντο τὰς μαντείας ποιούμενοι, καὶ φοιβᾶν ὑπεκρίνοντο, ταύτῃτοι καὶ ἄνθρωπον παρεξεστηκότα τὸν τοιοῦτον ὀνομάζει.
τοὺς τῆς πλανήσεως τρόπους, ἄλλοι τε ἄλλοις προσῆγον ῆγον τὰς τελετὰς, καὶ τοῖς προσιοῦσιν ἐποιοῦντο τὰς ψευδομαντείας. οἱ μὲν γὰρ ταῖς δαμάλεσιν ἐλάτρευον· οἱ δὲ τῷ Χαμὼς, εἰδώλῳ Μωάβ· ἕτεροι δὲ τῆ Ἀστάρτῃ. ἦσαν δὲ, οἳ καὶ τῷ Βάαλ καὶ τῆ στρατιᾷ τοῦ οὐρανοῦ. ταύτητοι
Θεὸς ἐπῃτιᾶτο λέγων διὰ φωνῆς Ἱερεμίου “ Ὅτι κατὰ 106 ἀριθμὸν πόλεων σου ἤσαν θεοί σου Ἰούδα. ἑκάστη γὰρ 107 πόλις τῶν παρ’ αὐτοῖς ἴδιον ἔχειν ὡμολόγει θεόν. τοῦτο αὐτὸ πλῆθος ἀδικιας ὀνομάζει δικαίως. ἀδίκημα γὰρ ἀληθῶς καὶ ὕβρις εἰς Θεὸν, τὸ ἀποφοιτᾶν μὲν αὐτοῦ, προσκεῖσθαι δὲ
ξύλοις τε καὶ λίθοις, καὶ “τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν,” 108 καθάπερ γέγραπται. μανίαν δὲ λέγει τὴν μαντείαν. οὐκοῦν ἐπειδήπερ πλῆθος ἀδικίας ηὕρηται ἐν σοί φησι, ταύτῃτοι καὶ παρὰ σοὶ πεπλήθυνται μανία, τουτέστιν ἡ ψευδομαντεία, 109 ἑκάστου κατὰ τὸ εἰκὸς τῶν ψευδομάντεων ἴδιον ἔχοντος
τρόπον, καθ’ ὃν ἐμαντεύετο. ἔκτοπον οὖν ἄρα καὶ παράνομον καὶ βέβηλον ἀληθῶς, καὶ οὐκ ἀνικάνως ἔχον εἴς γε τὸ δύνασθαι λυπεῖν καὶ παροτρύναι δεινῶς τὸν τῶν ὅλων Θεὸν, τὸ ψευδοεπείαις προσκεῖσθαι φιλεῖν τῶν λαλεῖν εἰω- θότων τὰ " ἀπὸ καρδίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ Ib. xxiii.
“ ἀπὸ στόματος κυρίου. παραφυλακτέον δὴ οὖν Χριστιανοῖς τὸ πλημμέλημα. μόνοις γὰρ ἂν πρέποι τὸ τοιάδε νοσεῖν τοῖς τῶν δαιμόνων θεραπευταῖς.
ἀνεπίπληκτον διαζῆσαι βίον. καὶ γοῦν ἔφη που Θεὸς πρὸς 113 τὸν μακάριον προφήτην Ἰεζεκιήλ “ Υἱὲ ἀνθρώπου, σκοπὸν “ δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός 114 “ “μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρ’ ἐμοῦ.’’ ἔθος γὰρ τοῖς τοιοῖςδε σκοποῖς, οὐχὶ μόνον τοῖς παιδευομένοις πρὸς
ὑποτύπωσιν ἀρετῆς ἤτοι πολιτείας συννόμου τὸν ἑαυτῶν προτιθέναι βίον, ἀλλὰ γὰρ καὶ εἰσηγεῖσθαι τὰ χρήσιμα, καὶ τὸ τῷ Θεῷ δοκοῦν διερμηνεύειν ὀρθῶς. ἀλλ’ οἱ μὲν ὑπὸ σκοποὺς ὄντες ἀγαθοὺς, κατ’ εὐθὺ τοῦ πρέποντος ἰόντες, ἐσώζοντο· ζοντο· οἱ δὲ πονηροῖς καὶ φαύλοις ἀνδράσι τῆς ἑαυτῶν διανοίας
115 προσνέμοντες τὴν ῥοπὴν, “ πλανῶντές τε καὶ πλανώ- 116 “μένοι” διετέλουν, καὶ ἁπάσης ἀγαθουργίας καὶ γνώσεως ἀληθοῦς ἐξῳκισμένον ἔχοντες νοῦν. τοῦτο πεπονθότας καταιτιᾶται αιτιᾶται καὶ νῦν τοὺς ἐκ φυλῆς Ἐφραΐμ, ἤτοι τὸν Ἰσραήλ. γέγονε γὰρ αὐτῷ φησὶ σκοπὸς μετὰ θεῶ προφήτης. ὅμοιον
ὡς εἰ λέγοι, καθ’ ἕκαστον τῶν ψευδωνύμων θεῶν, καὶ ψευδό 117 μάντις ἰδικός. ὡς γὰρ ἤδη προεῖπον, εἰς πολύτροπον ἐμερίζοντο ζοντο πλάνην. καὶ οἱ μὲν λελατρεύκασι τῷ Βάαλ· οἱ δὲ τῷ 118 Χαμὼς, ἤγουν τῷ Βεελφεγώρ· καὶ ἐν ἑκάστῳ τεμένει πεπλαστούργητό πλαστούργητό τι, καὶ χειρόκμητον ἦν ἄγαλμά τε καὶ βρέτας,
καὶ ὁ προσεδρεύων ἑκάστῳ ψευδοπροφήτης ἰδικός. καὶ διάφορος φόρος παρ’ αὐτοῖς ὁ τῆς μαντείας ἦν τρόπος. ἠρεύγοντο δὲ τοῖς προσερχομένοις τὸ δοκοῦν ἁπλῶς ὡς χρήσιμόν τε καὶ 119 ἀναγκαῖον. οὐκοῦν ἐπειδήπερ γέγονε σκοπὸς τοῖς ἐξ Ἐφραΐμ μεθ’ ἑκάστου τῶν ψευδωνύμων θεῶν καὶ προφήτης ἰδικὸς, λοιπὸν λοιπὸν πρὸς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀσχέτως ἀπονενεύκασι. τοῦτο γέγονεν αὐτῷ καὶ καὶ σκολιοί. 120
γὰρ ἦν κατευθύνεσθαι καὶ ὀρθῶς βαδίζειν δύνασθαί ποτε τοὺς εἰς τοσαύτην πολυθείαν ὠλισθηκότας, ὡς σὺν ἑκάστῳ θεῷ καὶ προφήτην ἔχειν ἰδικόν· καὶ προσέτι, ποιεῖσθαι σκοπὸν, τὸν τῆς εἰς Θεὸν εὐσεβείας ἀποκομίζοντα, καὶ τοῖς τῆς ἀπωλείας ἐνιέντα βόθροις.
“χονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι 123 “ “λύκοι ἅρπαγες.’’ θηρῶν γὰρ ἀγρίων ὀλίγα διενεγκεῖν φαμὲν ἀληθεύοντες, τοὺς τῶν ἀνοσίων αἱρέσεων εὑρετὰς καὶ προεστηκότας, “ Τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ 124 “ στόματι.’’ δαπανῶσι γὰρ ὥσπερ τὰς τῶν ἁπλουστέρων
ψυχὰς, τοῖς τῆς ἀπάτης ὀδοῦσι συντρίβοντες. εἰρήσθω δὴ οὖν καὶ πρὸς ἡμῶν “ Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν 125 “ “ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν “ “ὁ κύριος. ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον, ἐν- 126 “ “τενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν. ὡς ὁ κηρὸς
“ ὁ τακεὶς ἀνταναιρεθήσονται.”
τὴν ὑπερβολήν. ἐληλάκασι γὰρ πρὸς τοῦτο λοιπὸν ἀνοσιότητός φησιν, ὡς μανίαν ἐν οἴκῳ κυρίου καταπῆξαι, τουτέστι, ψευδομαντείαν, καὶ τὰ τοῖς θείοις νόμοις ἀπηγορευμένα πλημμελεῖν. εὖ δὲ δὴ καὶ τὸ κατέπηξάν φησιν· οὐ γὰρ πέπαυται 131 τολμηθὲν εἰσάπαξ, ἀλλ’ οἱονεὶ πέπηγε καὶ ἐνεβοθρεύθη λοιπὸν
τῆς δυσσεβείας τὸ χρῆμα. οὐ γὰρ κατεληξε ψευδομάντεις μάντεις ἔχων καὶ ψευδοπροφήτας ὁ Ἰσραήλ. ἐπειδὴ δὲ τὰ τοιάδε τετολμήκασιν, εἰκότως ὧν ἔδρασαν ἐξαιτούμενοι δίκας, εφθαρησαν κατα τας ημερας του βουνοῦ. μεμνησεται γὰρ ἀδολὀας αὐτῶν, καὶ ἐκδικήσει πάσας τὰς ἁμαρτίας αὐτῶν.
καὶ τί δὴ τοῦτό ἐστι τὸ ἀφαίρησόν κατὰ τὰς ἡμέροις τοῦ βουνοῦ, φέρε, διὰ βραχέων ὑπομνήσωμεν. γέγραπταί τι τοιοῦτον ἐν τῆ βίβλῳ τῶν κριτῶν· ἐπιδρομάδην δὲ ἅπασαν, 132 ὡς ἔνι, ποιήσομαι τὴν ἀφήγησιν, καὶ μακροτέραν οὖσαν 133 συστελῶ. “ Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶν, οὐκ ἦν βασι-
“ λεὺς ἐν Ἰσραήλ, ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει. “ “καὶ ἐγενήθη νεανίας ἐκ Βηθλεὲμ, δήμου Ἰούδα, καὶ αὐτὸς “ Λευΐτης, καὶ οὗτος παρῴκει ἐκεῖ. καὶ ἐπορεύθη ὁ ἀνὴρ “ Βηθλεὲμ Βηθλεὲμ τῆς πόλεως Ἰούδα παροικῆσαι ἐν ᾧ ἂν εὕρῃ “ “τόπῳ, καὶ ἦλθεν ἕως ὄρους Ἐφραΐμ, καὶ ἕως οἴκου Μιχαία,
“ “τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ. καὶ εἶπεν αὐτῷ Μιχαίας Πόθεν 134 " ἔρχῃ; καὶ εἶπε πρὸς αὐτόν Λευΐτης Ἐγώ εἰμι ἀπὸ Βηθλεὲμ " Ἰούδα, καὶ ἐγὼ πορεύομαι κατοικῆσαι ἐν ᾧ ἃν εὕ ῥὼ τόπῳ. “ καὶ εἶπεν αὐτῷ Μιχαίας Κάθου μετ’ ἐμοῦ, καὶ γίνου μοι " “εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίους
" εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου. 135 “ καὶ ἐπορεύθη ὁ Λευΐτης, καὶ ἤρξατο παροικεῖν παρὰ τῷ " “ἀνδρί. καὶ ἐγενήθη ὁ νεανίας παρ’ αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν " αὐτοῦ. καὶ ἐπλήρωσε Μιχαίας τὴν χεῖρα τοῦ Λςυΐτου, " καὶ ἐγενήθη αὐτῷ εἰς ἱερέα, καὶ ἐγένετο ἐν οἴκῳ Μιχαίου.
εἰδωλολάτρης μὲν οὖν ὁ Μιχαίας, κατεμισθοῦτο γεμὴν τὸν 136 ἐξ αἵματος τοῦ Λευΐ, καὶ θεραπευτὴν ἐποίει γλυπτοῦ, καὶ ταῖς τῶν εἰδώλων ἀνετίθει χρείαις. καὶ τί μετὰ τοῦτο γενέσθαι συμβέβηκεν ; ἔφη πάλιν ὡδὶ τὸ γράμμα τὸ ἱερόν “ “καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δὰν ἐζήτει ἑαυτῇ 137
“ “κληρονομίαν τοῦ κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως “ τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν Ἰσραὴλ κληρονομία.” εἶτα πέντε τινὰς ἐπιλεξάμενοι, προβαδίζειν ἑαυτῶν ἀναπείθουσι, 138 θουσι, καὶ κατερευνῆσαι τὴν γῆν ἢν ἂν δύνοιντο λαβεῖν καὶ οἰκεῖον ποιεῖσθαι κλῆρον. οἱ δὲ ἀφίκοντό φησιν " “ἕως ὄρους 139
“ Ἐφραΐμ, ἕως οἴκου Μιχαίου, καὶ ηὐλίσθησαν ἐκεῖ.’’ αὐτῶν ὄντων ἐν τῷ οἴκῳ Μιχαία, καὶ τὸν Λευΐτην ἐπιγινώσκουσιν, ὡς ὁμογενῆ, διά τοι τὸ γλώττῃ χρῆσθαι τῆ κατ’ αὐτούς. Ἑβραίοις γὰρ οὖσιν ὡς Ἑβραῖος ἐλάλει. ἐρόμενοι δὲ τὴν αἰτίαν, καὶ ἀναμαθόντες, ὅπως ἐκ φυλῆς ὄντα Λευΐ κατεμισθοῦτο
μὲν ὁ Μιχαίας, ἱερουργὸν δὲ τῶν ἑαυτοῦ κεχειροτόνηκε σεβασμάτων, συναλγῆσαι δέον, ὡς αἰχμαλώτῳ καὶ ἠπατημένῳ μένῳ καὶ ἀλητεύοντι, συγκατώλισθον εὐθὺς εἰς τοὺς τῆς 140 ἀπάτης βρόχους, καὶ ἀγορεύειν αὐτὸν ἠξίουν, ἐπερωτῶντα τὸ 141 εἴδωλον εἰ κατὰ γνώμην αὐτοῖς ἐκβήσεται τὸ ἐγχείρημα, τὸ
κατακρατῆσαί φημι τῆς χώρας, ἣν ἀφίκοντο καταθρήσοντες. ὁ δὲ τὸ δοκοῦν λελάληκεν ὡς παρὰ Θεοῦ. κατασκεψάμενοι 142 δὲ τὴν γῆν οἱ ἀπεσταλμένοι, τοῖς πεπομφόσιν ἀπήγελλον, ὡς ἀγαθὴ καὶ πίων, καὶ οὐ σὺν ἱδρῶτι ληπτή. ἐπειδὴ δὲ τῶν τοιούτων ἐπύθοντο λόγων οἱ ἀπὸ φυλῆς τῆς Δὰν, 143 144 ἑξακόσιοι τὸν ἀριθμὸν, ἐν ὅπλοις ὄντες ἀνέβαινον. ἀφίκοντο 145 δὲ καὶ αὐτοὶ μέχρις οἴκου Μιχαία. “ Καὶ ἀπεκρίθησαν, φησὶν, “ οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν “ Λαϊσὰ καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν Ἔγνωτε ὅτι “ “ἐστὶν ἐν τῷ οἴκῳ τούτῳ Ἐφοὺδ καὶ Θεραφεὶμ καὶ γλυπτὸν
“ καὶ χωνευτόν ; καὶ νῦν γνῶτε τί ποιήσετε.’’ τὸ μὲν οὖν Εφοὺδ ἑρμηνεύεται λύτρωτις, Θεραφεὶμ δὲ πάλιν πάλιν ἣ ἰώμενος αὐτούς. αὐτούς. εἴδωλον γὰρ ἦν ὑπόληψιν ἔχον ἐφ’ ἑαυτῷ ψευδῆ, τοῦ θεραπεύειν δύνασθαί τινας. περιπλάττουσι γὰρ Ἑλ 146 ληνῶν παῖδες ἔσθ’ ὅτε ταῖς τοιαύταις δόξαις τὰ χειροποίητα.
147 τοῦτο μεμαθηκότες οἱ ἀπὸ Δὰν, ἀναλαμβάνουσι τὸ γλυπτὸν, ἀναπείθουσι δὲ καὶ τὸν ἐξ αἵματος τοῦ Λευΐ κατακολουθῆσαί σφισιν, ἀποφοιτῶντα Μιχαίου. παραταξάμενοι δὲ καὶ νενι- κηκότες, καὶ ὑπὸ χεῖρα λαβόντες τὴν γῆν, ἀνεδείμαντο πόλιν, ἢν ἐπωνόμασαν Δὰν, τὸ τοῦ προπάτορος ὄνομα καταγρά.
Φοντες αὐτῇ. φυλῆς γὰρ ἦσαν καὶ αἵματος τῆς ἀπὸ Δὰν, ὡς ἔφην. ἱδρυσάμενοι δὲ καὶ τὸ εἴδωλον ἐν αὐτῇ, θυσίας προσῆγον, καὶ ὁμοῦ τῆ γῇ καὶ θεὸν ἐκτήσαντο. πρὸς τοῦτο 148 αὐτοῖς ἀβουλίας κατεκομίσθη τὸ φρόνημα.
ὑβρισμένος. εἶτα δέον πάντας τοὺς ἐξ Ἰσραὴλ ἐχθροὺς ἡγεῖσθαι καὶ πολεμιωτάτους τοὺς ἀπὸ Δὰν, καὶ τῆς εἰς Θεὸν δυσσεβείας ἐξαιτῆσαι λόγους, τάχα που καὶ συνηνέχθησαν, θησαν, καὶ ἐπαινεῖν ἠξίουν, ὡς κατ’ οὐδὲν ὅλως ἡμαρτηκότας. κότας. καὶ ποῖα γέγονεν αὐτοῖς τῆς εἰς τοῦτο ῥᾳθυμίας τὰ 2
149 ὀψώνια, φέρε λέγωμεν ἐφεξῆς. ἀβασιλεύτου μεμενηκότος 150 τοῦ Ἰσραὴλ, ἀνήρ τις Λευΐτης, παροικῶν ἐν μηροῖς ὄρους ΕΦραΐμ, σύνοικον ἐποιήσατό τινα τῶν ἐκ Βηθλέεμ. ἐπειδὴ δὲ τὸ γύναιον ἀπέδρα πρὸς τὸν πατέρα, εἵπετο μὲν ὁ Λευΐτης· 151 ἀναπείθει δὲ αὖθις ὑπονοστῆσαι σὺν αὐτῷ, καὶ οἴκοι γενέσθαι λοιπόν. οὗ δὴ γεγονότος, κατὰ μέσην ἰὼν τὴν ὁδὸν, ὁμοῦ τῷ γυναίῳ κατέλυσεν ἐν Γαβαὰ, ἣ διερμηνεύεται βουνός. ᾤκουν δὲ τὴν Γαβαὰ, ἤτοι τὸν βουνὸν οἱ ἐκ φυλῆς Βενιαμίν.
ἐπειδὴ δὲ παρά τινι κατηυλίζετο πρεσβύτη, κατὰ μέσην 152 ἐλθόντες τὴν νύκτα τῶν ἐκ φυλῆς Βενιαμὶν ἄνδρες παρά- νομοι, καθὰ γέγραπται, καταβιάζεσθαι πρὸς ἀσέλγειαν τόν 153 τε Λευΐτην, καὶ αὐτὸν, καὶ ἑτέρους ἤθελον. δυσωπηθέντες δὲ μόλις τῆς ἀτοπίας τὴν ὑπερβολὴν, τὴν τοῦ Λευΐτου συλλαμβάνουσι
παλλακίδα, καὶ δὴ καὶ ἀπεκτόνασι, δι’ ὅλης νυκτὸς εἰς τὸ γύναιον ἀσελγαίνοντες. ὁ δὲ διελὼν εἰς μέλη τὸ σῶμα διένειμε τοῖς ἐκ φυλῆς Ἰσραὴλ, καταφανῆ καθιστὰς τῶν ἐκ φυλῆς Βενιαμὶν τήν τε εἰς τοὺς ξένους ἁμαρτίαν, καὶ 154 τὸ ἀχάλινον εἰς ἀσέλγειαν· καὶ ὅτι τὰ Σοδομιτῶν μεμίμηνται
πλημμελήματα. ἐντεῦθεν ἀγανακτήσας συναγήγερται πᾶς 155 Ἰσραὴλ, καὶ κατεστρατεύοντο τῆς φυλῆς Βενιαμὶν ἐν Γαβαὰ, τουτέστιν, ἐν τῶ βουνῷ· οὕτω τε αὐτὴν ἀνῃρήκασι, καίτοι πολυανδροῦσαν λίαν, ὡς ὀλίγους κομιδῆ περισωθέντας, μόλις ἀναφυγεῖν εἰς τὴν ἔρημον. διολώλασι δὲ καὶ ἐκ παντὸς
Ἰσραὴλ τῶν μαχίμων οὐκ εὐαρίθμητοι. ἀλλ’ οὐκ ἂν ἠφίει Θεὸς ἀλλήλοις συμπλέκεσθαι τοὺς ἐξ Ἰσραὴλ, εἰ μὴ τὸ ἐξ 156 οἴκου Μιχαία γλυπτὸν οἱ μὲν ἀπὸ Δὰν τετιμήκασι, κατηρέμησαν μησαν δὲ παραλόγως οἱ ἐκ τῶν ἑτέρων φυλῶν. τοιοῦτόν τι γέγονε καὶ ἐπὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς λελυπημένου
Θεοῦ. συνεπλάκησαν γὰρ ἀλλήλαις αἵ τε τοῦ Ἰούδα φυλαὶ δύο, καὶ αἱ δέκα τοῦ Ἐφραΐμ· καὶ ὡς ἐν ταῖς ἡμέραις τοῦ μυρίοι μὲν ὅσοι πεπτώκασι, συνωλοθρεύοντο δὲ τοῖς νικῶσιν οἱ ἡττημένοι, θείας εἰς τοῦτο καλούσης ὀργῆς. πέπρακται δὲ ταῦτα Ἀμεσίου μὲν βασιλεύοντος ἐπὶ τὸν Ἰούδαν, τοῦ 157
γεμὴν Ἰωὰς ἐπὶ τὸν Ἰσραὴλ, ὃς εἷλεν οὕτω τὰ Ἱεροσόδὴ 158 159 λύμα, ὡς καὶ καθελεῖν τοῦ τείχους μέρος εἰς πήχεις τετρακοσιας.
οἱ ἠγαπημένοι ὡς ὣ ἐβδελυγμένοι.
χώρας, εἰδωλολατρούσης ὅλης καὶ πεπλανημένης, καὶ πολλὴν νοσούσης τὴν ἐρημίαν παντὸς ἀγαθοῦ. τί οὖν οἱ ἀπόλεκτοι, οἱ διὰ τῆς ἐμῆς ἡρπαγμένοι χειρός; προσκέκλινται τῷ Βεελφεγὼρ, ἐξῆλθον οἰκειότητος τῆς πρός με εἰς αἰσχύωην. τοῦτό 162 ἐστι τὸ ἀπηλλοτριώθημεν εἰς αἰσχύνην. αἰσχύνην δὲ ὀνομάζει
τὸν εελφεγώρ. ἦν γὰρ ἐν ἀκαλλεστάτῳ σχήματι τῶν ἄλλων μάλιστα, καὶ ἄσεμνον ἰδεῖν.
στάσεως, ὡς σταφυλην τε καὶ σῦκον ἠγαπηκότα πρώιμον, διασώσομεν ἀρραγῆ τὴν πρὸς αὐτὸν ἕνωσιν, δῆλον δὲ ὅτι 163 τὴν πνευματικήν. εἰ δὲ δὴ γένοιτό τις ἀπόνευσις εἰς τὸ ἀκαλλὲς, καὶ εἰς τὸ λυποῦν αὐτὸν, οὐδὲν ἔτι διοίσομεν τῶν ἐθνῶν. ἐσόμεθα γὰρ οἱ ἠγόιπημένοι ὡς οἱ ἐβδελυγμένοι οἳ
164 καὶ εὐλόγως μεμίσηνται. “ Δικαιοσύνη γὰρ, φησὶ, δικαίου “ οὐ μὴ ἐξέληται αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ ἁμάρτῃ.’’ καὶ 165 σφόδρα σοφῶς ὁ μακάριος γράφει Παῦλος “ Ὥστε ὁ “ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.’’
καὶ ὀξείᾳ φέρεται πτήσει πρὸς τὸ αὐτοῖς σύνηθες ἐνδιαίτημα. οὐκοῦν τεθήρευτο μὲν τρόπον τινὰ διὰ Μωυσέως ὀρνέου δίκην ὁ Ἰσραὴλ, καὶ προσκεκόμιστο τῷ Θεῷ, καὶ ἦν ἐν καλῷ τῆς εὐημερίας, νόμῳ παιδαγωγοῦ μένος καὶ φροντίδος ἀπολαύων καὶ φειδοῦς τῆς ἄνωθεν. ἀπέπτη δὲ πάλιν ἐφ’ ὅπερ ἦν ἐν
ἀρχαῖς, μονονουχὶ τὴν τοῦ λαβόντος χεῖρα διεκφυγών. ἢ καὶ καθ’ ἕτερον τρόπον συνήσεις τὸ εἰρημένον. πολλὰ τῶν ὀρνέων τοὺς ἐπιχωρίους χειμῶνας οὐ φέροντα, πρὸς ἑτέρας d μεθίστανται χώρας, ἀδιδάκτως ἔχοντα τὴν τοῦ συμφέροντος γνῶσιν, κατὰ τὸ δοκοῦν τῶ πεποιηκότι. ἀλλ’ ἐν ἴσῳ τρόπῳ
καὶ ὁ Ἐφραΐμ τὰς ἐκ τοῦ πολέμου δεδιὼς συμφορὰς ἀπέπτη πρὸς Αἰγυπτίους.
τὰ τοιάδε παθεῖν τοὺς ἐξ Ἐφραΐμ, ἤτοι τὸν Ἰσραὴλ, ὅτι Θεὸν ἀφέντες τὸν σώζοντα, καὶ τὸ ἐπ’ αὐτῷ δὴ καὶ μόνῳ μεγάλα φρονεῖν διαγελῶντες ὡς ἕωλον, ᾤοντο κατὰ σφᾶς 169 170 δεινοὶ καὶ ἀνάλωτοι γενήσεσθαι τοῖς ἐχθροῖς, διά τοι τὸ εἰς πληθὺν ἐκτετάσθαι πολλὴν, καὶ ἀναρίθμητον ἔχειν τὴν πολυπαιδίαν. ἔτικτον μὲν γὰρ αἱ παρ’ αὐτοῖς γυναῖκες κατ’ ἐπαγγελίαν, καὶ ἐν εὐλογίας τάξει, Μωυσέως προειπηκότος 171 εἰρηκότος “ Οὐκ ἔσται ἄγονος, οὐδὲ στεῖρα ἐν υἱοῖς Ἰσ-
"ραήλ.’’ ἀλλ’ ἦν εὔηθες κομιδῇ, διὰ πληθὺν σωμάτων ἀφειδῆσαι βοηθείας τῆς παρὰ Θεοῦ· ἐννοῆσαι δὲ μᾶλλον ὀρθὰ φρονοῦντας ἐχρῆν, ὅτι σὺν αὐτῷ τε καὶ δι’ αὐτοῦ 172 “ Διώξεται μὲν εἷς χιλίους, δύο δὲ μετακινήσουσι μυριάδας.” ἀποσεμνύνονται τοίνυν φησὶν οὐκ ἐπὶ Θεῷ μᾶλλον, ποιοῦνται
δὲ δοξαν τόκους καὶ συλλήψεις καὶ ὠδῖνας τῶν παρ’ αὐτοῖς γυναικῶν. ἴστωσαν δὴ οὖν, ὅτι κἂν εἰ τέκοιεν υἱοὺς, κἂν εἰ κάμοιεν ἐκτρέφοντες τεκνα, μεταγνώσονται πονοῦντες εἰκῇ. θρηνήσουσι γὰρ πάντη τε καὶ πάντως τὴν ἀπαιδίαν. ἀρκέσει δὲ ξίφος αὐτοῖς τὸ Βαβυλώνιον εἰς τὸ δαπανῆσαι
ῥᾳδίως πᾶν ὅσον αὐτῶν ἐστὶ γένος. Διότι καὶ οὐαὶ αὐτοῖς 173 ἐστίν. ὅμοιον ὡς εἰ λέγοι, Θεοῦ αὐτοῖς ἐπιρριπτοῦντος τὸ 174 οὐαὶ, τίς ἐπιδώσει τὴν εὐθυμίαν ; “ Ἐὰν γὰρ κλείση κατὰ ἀνθρώπου, τις ἀνοίξει; κάτα τὸ γεγραμμένον. 175 “ Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος·’
καὶ δεῖ ταῖς ἐπιεικείαις λελυπημένον ἐξημεροῦν, καὶ παρ’ αὐτοῦ τὸ σώζεσθαι ζητεῖν, ἐπ’ οὐδενὶ πεποιθότας, ἀναφω- 176 νοῦντας δὲ μᾶλλον “ καυχήσομαι ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί "μου· Κύριος ὁ Θεὸς δύναμίς μου.’
ἐσθ’ ὅτε καὶ τὸ γένος ἡ σαρξ. ἐκδεξόμεθα γὰρ οὕτω καὶ τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς ὀρθῶς εἰρημένον. γέγραφε γὰρ ὡδί “ ‘Υμῖν δὲ λέγω τοῖς ἔθνεσίν ἐφ’ ὅσον μὲν οὖν ἐγώ 179 “ εἰμι ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, εἴπως “ “παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.” 180
ἔθος δὲ τοῖς ἁγίοις προφήταις, ὅταν ἴδωσι πολλάκις δεινὰ καὶ δυσφόρητα τὰ τινῶν ἐγκλήματα, λοιπὸν τὰ καθ’ ἑαυτοὺς τῆς ἐκείνων βδελυρίας ἀλλοτριοῦν. καὶ γοῦν ὁ προφήτης Ἰουδαίους πλείστοις ὅσοις αἰτιάμασιν ἐμπεπτωκότας τοὺς Ἰουδαίους καὶ Θεῷ προσκεκρουκότας ὁρῶν, “ κύριε, φησὶ, 181
“ παντοκράτορ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, “ ἀλλ’ ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας “ ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην.” δεῖ δὴ οὖν ἄρα θαυ- 182 μάσαι τὸν μακάριον Παῦλον, ὅταν ἡμῖν ἐπιστέλλῃ λέγων “ “Σεαυτὸν ἁγνὸν τήρει, καὶ μὴ κοινώνει ἁμαρτίαις ἀλλο- 183
“ τρίαις.’’ εἴποι δ’ ἃν εἰκότως ἅπας τις οὖν εὐσεβὴς περὶ τῶν προσκρουόντων τῷ Θεῷ, καὶ ὅσον οὐδέπω κολασθησομένων, Σάρξ Σαρξ μου ἐξ αὐτῶν.
187 λίαν καὶ ἀπόστασιν. ἐπειδὴ γὰρ λελύπηκεν οὐ μετρίως τὸν ἐπαμύνοντά τε καὶ σώζοντα Θεὸν, μονονουχὶ καὶ ἰδίᾳ χειρὶ παραδέδωκεν ἑκὼν τῆ τῶν ἐθνῶν ἀγριότητι τὸ ἴδιον σπέρμα, καὶ παρέστησεν εἰς ἀπαγωγὴν καὶ αἰχμαλωσίαν. τοῦτο γάρ ἐστι τὸ εἰς θήραν, καὶ μὴν καὶ εἰς ἀποκέντησιν, ὅ ἐστι εἰς
σφαγὴν· οὕς μὲν γὰρ ἀνεῖλον οἱ Βαβυλώνιοι τῶν ἐξ Ἰσραήλ· οὕς δὲ ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν.
γενήμεθα περὶ τὸ ἁνδάνον τῷ Θεῷ. κολάζεσθαι δὲ ἀνάγκη τὸν ὑβριστὴν καὶ ἐξήνιον, καὶ μονονουχὶ λέγοντα τῷ πάν- 189 τῶν Δεσπότη, “ Ἀπόστα ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι.”
ὄα καὶ μασθαύς ξηρούς.
τῆς αἰτίας οὐκ ἀναγκαῖον αὐτοῖς τὸ παρὰ τῆς σῆς ἐπικουρεῖσθαι ρεῖσθαι χειρὸς, μηδὲ τικτέτωσαν ὅλως αἱ παρ’ αὐτοῖς γυναῖκες. ναῖκες. τοῦτο γὰρ ἡ ἀτεκνοῦσόι μήτρα. κἂν εἰ τέκοιεν δὲ, 192 μὴ ἀνατρεφέτωσαν, τουτέστι, δαπανάσθωσαν πρὸ ὥρας, καὶ πρὶν εἰς ἥβην ἐλθεῖν, πιπτέτω τὸ γένος. περιτεμνομένης γὰρ οὕτω τῆς ἐνούσης αὐτοῖς ἐντεῦθεν ὑπεροψίας, καὶ λοιπὸν ἀνῃρημένης τῆς ἐπὶ τῷ πλήθει τῶν μαχομένων ἐλπίδος, τὴν 193
αἠν ὑποδραμοῦνται φειδὼ, καί σε Σωτῆρα καὶ λυτρωτὴν ἐπιγράψονται. ἐκ φιλοφεΐας δὲ τὰ τοιάδε καὶ νῦν ὁ προφήτης φησίν. ἐν τἀυτῷ δὲ ζητεῖ καὶ τοῦ ἰδίου Δεσπότου τὴν δόξαν, καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ τὴν ὡς ἐξ ἀνάγκης ἐπιστροφὴν, εἰ μὴ προαιρέσεως ἀγαθῆς ἔχουσι τὸ χρῆμα
καρπόν.
ουδεν γὰρ αὐτοῖς τικτούσης τῆς διανοίας, οὐ λόγον ψευδῆ, οὐ θεώρημα νόθον, οὐδ’ ἂν ἐκθρέψειαν ἐν πλάνῃ τὰ ἴδια τέκνα, τὰ κατὰ μάθησιν λέγω, καὶ ξηροὺς ἔχουσαι τοὺς μόισθοὺς αἱ τῶν πονηρευομένων ἐκκλησίαι, οὐκ ἂν γένοιντο μητέρες τῶν ηπατημένων. ηπατημένων.
τας κακίας τῶν ἐπιτηδευμάτων αὐτῶι· ἐκ τοῦ οἴκου μου 196 ἐκβαλῶ αὐτοὺς, οὐ μὴ προσθήτω τοῦ ἀγαπῆσαι αὐτούς.
καθ’ ἢν ὅτι μάλιστα δεινῶς καὶ ἐκτόπως ἐθρησκεύετο τὰ χειρόκμητα. ἔστι δὲ ὅ φησι τοιουτονί τι πάλιν. βδελυροὶ μὲν γὰρ κατὰ πολλοὺς τρόπους οἱ ἐξ Ἰσραήλ· ἴδοι δ’ ἄν 197 τις τῆς ἐνούσης αὐτοῖς φαυλότητος τὴν ὑπερβολὴν, ἐννενογκὼς 198 κὼς τὴν Γαλγάλ. ἐκεῖ πᾶσαν αὐτῶν τεθέαμαι τὴν κακίαν, ἐκεῖ μεμίσηκα αὐτοῦς. οὐ διά γε τὸν τόπον· εὔηθες γάρ· κατεστυγηκὼς δὲ μᾶλλον τὰ ἐν αὐτῷ γεγονότα. τοιγάρτοι, φησὶν, ἐξοικιῶ μὲν αὐτοὺς, καὶ αὐλῆς ἀποσοβήσω τῆς ἐμῆς,
καὶ οἰκειότητος ἐκβαλῶν. μεμισηκὼς δὲ δικαίως, ἐνστήσομαί τε λοιπὸν, καὶ οὐκ ἂν μεταθοίμην ἔτι πρὸς τὸ ἀγαπᾶν ἑλέσθαι ποτὲ τοὺς τὰ τοιάδε πεπλημμεληκότας.
ἀρ’ οὐχὶ μετατεθειμένος εἰς ἡμερότητα, καὶ φειδοῦς καὶ ἀγάπης πης ἀξιώσας αὐτούς ; ναὶ φαίην ἂν ἀληθῆ καὶ αὐτὸς τὸν λόγον. ἠλέηνται γὰρ ἐξ ἡμερότητος, ὁμολογουμένως. ἀλλ’ οἵγε καθ’ ὧν ὁ λόγος ἀπῴχοντο μὲν εἰς αἰχμαλωσίαν, ἐντεθνήκασι τεθνήκασι δὲ τῆ δίκῃ, χρόνου μακροῦ διιππεύσαντος. καὶ
ὥσπερ ἐπηγγέλλετο μὲν διὰ Μωυσέως κατὰ τὴν Αἴγυπτον τοῖς ἐξ Ἰσραὴλ, εἰσάξειν ἅπαντας εἰς τὴν γῆν, ἢν ὤμοσε 200 τοῖς πατράσιν αὐτῶν, οὐκ εἰσέβησαν δὲ ἀπειθήσαντές τινες, Heb. iii. “ ὧν καὶ τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ,’’ κατεκληροδοτήθη δὲ μᾶλλον ἡ γῆ τοῖς ἐξ αὐτῶν γεγονόσιν· οὕτω κἀνθάδε νοήσεις.
τετελευτήκασι μὲν γὰρ οἱ καθ’ ὧν ὁ λόγος, ὑπενόστησαν δὲ κατὰ καιροὺς οἱ ἐξ αὐτῶν εἰς τὴν Ἰουδαίαν, Κύρου μόλις ἀνέντος, ὅτε τὸ ἑβδομηκοστὸν ἔτος αὐτοῖς πεπλήρωτο διατρίβουσιν τρίβουσιν ἐν ἀλλοδαπῇ.
201 ἐκβέεβληνται, καὶ οἱ κατὰ Κριστοῦ τολμήσαντες τὰ δεινὰ, καὶ πέρα λόγου παντὸς δυσσεβήματα, καὶ οἱ πικρὰν καὶ παλίμφημον ἐπ’ αὐτῷ τὴν γλῶτταν ἀνέντες, ὑπομενοῦσι δὲ καὶ ἀμετάθετον τὴν ὀργήν. οὐ γὰρ εἰς ἕνα τῶν προφητῶν, ἀλλ’ εἰς αὐτὸν πεπαροινηκότες ἁλίσκονται τὸν τῶν προφηκατεστυγηκῶς]
202 τῶν Δεσπότην. σεσιγημένων δὴ οὖν τῶν ἑτέρων πλημ- μελημάτων ἃ δεδράκασι κατὰ σφᾶς αὐτοὺς, ττα,ΤΛν ἄν τις ιιὐτῶν τὴν aaκίιιν ἴδοι καὶ τὴν τῆς φαυλότητος ὑπερβολὴν, 203 καὶ ὡς ἔν γε δὴ μόνοις τοῖς κατὰ Kριστοῦ γεγονόσιν.
Ηάvτεc οἱ dρνιτεc αὐτῶι άπειθοΰντεο. ἐnόvε0ε ’εΤραΥι· τάο pi^ac αὐτοῦ ἐε̈μΘH, καρnὸ οὐκ εΥ οὐ μΗ ἐvέΓκΤ Μου κα ἐdι ΓεννΗσωσιν, ἀποκτενῶ τά ἐmΘομH́μαTα thc κοιλίαο αυτών, ἀnώ0εται αὐτοùc δ Θεδc, οΥ οὐκ είοΗκουααν αύτοΰ, κὼ ἐ6οTαι 204 πλαvH-ται ἐι τοῖό ἐΘιεωι.
αινομένοις καὶ πεπληγόσι τῶν ξύλων, ἃ καὶ μόνης δεῖται τομῆς, ἀναφανδὸν ὥσπερ ὁμολογοῦντα τὴν ἀκαρπίαν. ὅτι δὲ τοῖς ἀκάρποις ξύλοις τὸ ἀποκείρεσθαι πρέπει, καὶ αὐτὸς ἐδίδαξεν ὁ Σωτῆρ’, τὴν καρπὸν οὐκ ἔχουσαν συκῆν ὡς ἐν εἴδει τῆς Ἰουδαίων Συναγωγῆς ἐκκόπτεσθαι δεῖν ἐπιτάττων·
" Ἱνατί γάρ φησι καὶ τὴν γῆν καταργεῖ ;" ἄκαρπος δὴ οὖν S. Luc. εὑρεθεὶς ὁ Ἰσραὴλ, φησὶν, ἐκκόπτοιτο ἂν εἰκότως· οὐ γὰρ 206 ἐκδώσει κηόιπόν. ἀλλὰ κἂν εἰ τοῦτο γένοιτό φησιν, ἀπολῶ τὰ ἐξ αὐτῶν γενόμενα. καὶ τοῦτό ἐστι τοὶ ἐπιθυμήμιιτω τῆς κοιλίόις ‘ιὐτων.
πλημμέλημα, συνέτριψε τὸν μόσχον, ἀγανακτοῦντα Θεὸν ἐδυσώπει τρόπον τινὰ τῇ ἰδίᾳ γνησιότητι καὶ ἀρετῇ. προσεπιπτε ἔπιπτε γὰρ καὶ ἐξελιπάρει λέγων “Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς “βίβλου βίβλου σου ταύτης, ἧς ἔγραψας. κατένευε δὲ τῷ προφήτῃ
Νum. Θεὸς τὴν εἰς ἅπαντας ἡμερότητα, καὶ δὴ καὶ ἔφασκεν “Ἵλεως 209 “ αὐτοῖς εἰμὶ κατὰ τὸ ῥῆμά σου.’’ ὁρᾶς ὅσον ὤνησε τὸν Ἰσραὴλ ἡ τοῦ προεστηκότος φιλοθεΐα, καὶ εἷς ὑπὲρ πάντων ἀρκέσας εἰς τὸ ἀναπεῖσαι Θεὸν, δι’ ὑποταγήν τε καὶ εὐπείθειαν ; αἰτιᾶται τοίνυν εἰκότως, ὡς ὀλοτρόπως ἐκκεκλικότα τὸν Ἰσραήλ.
εἶτα μὴ ἔχοντά τινα τῶν παρ’ αὐτοῖς ἡγουμένων, ’τον ἐπιτιμῶντα τοῖς πταίουσι, τὸν ἀφιστάντα τῆς πλάνης, ἤγουν τῆ ἰδίᾳ λαμπρότητι τῆ κατὰ τρόπον καὶ ἀρετὴν ἀποστῆσαι δυνάμενον τὴν ὀργὴν, Θεοῦ παρακεκλημένου, μένου, 210 καθάπερ ἀμελεῖ καὶ ἐν καιροῖς γέγονε τοῖς κατὰ Μωυσέα,
τοιγάρτοι καὶ ἐξωσθήσονταί φησι καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσι. τοῦτο συνέβη παθεῖν αὐτοῖς καὶ τότε μὲν, ἀποκομισθεῖσιν εἰς Ἀσσυρίους, καὶ νῦν δὲ οὐδὲν ἧττον ἐπὶ ταῖς εἰς Κριστὸν παροινίαις κατεστυγημένοις. ἀνέστιοι γὰρ καὶ ἐπηλύται πανταχῆ, καὶ πόλιν οὐκ ἔχοντες οἱ ἐξ Ἰσραὴλ
Ezech. διατελοῦσιν ἐν κόσμῳ. “ Λικμιῶ γὰρ αὐτοὺς εἰς πάντα " ἄνεμον, ” καὶ διὰ προφητῶν ἁγίων ἔφασκε Θεός. Εἰ τοίνυν ἐστὶ τῆς πρὸς Θεὸν οἰκειότητος φροντὶς ἡμῖν 211 καὶ λόγος, ὑποφέρωμεν αὐτῷ τὸν αὐχένα, καὶ προσίωμεν ὡς ἐξ ἀγαθῆς εὐπειθείας λέγοντι τῷ Xριστῷ “ “Δεῦτε πρός με
212 “ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω 213 “ὑμὰς. ἄρατε ’τον ζυγὸν μου ἐφ’ ὑμὰς. ἐσόμεθα γὰρ οὕτως ἔγκαρποι τε καὶ ἀπλῆγες, οὐκ αὐαινομένης ἡμῖν τῆς ῥίζης, οὐ καρποῦ πίπτοντος εἰς τὸ μηδὲν, οὐ πλανηται καὶ
ἀποτάτω Θεοῦ, ἀλλ’ ἐγγύς τε αὐτοῦ καὶ σὺν αὐτῷ, καὶ πόλιν ἔχοντες τὴν ἄνω καὶ ἐν οὐρανοῖς, τὴν τῶν πρωτοτόκων τόκων μητέρα, τὴν τῶν ἁγίων τροφὸν, τῶν ἄνω πνευμάτων τὸ καθαρὸν ἐνδιαίτημα.
ἄκαρπον καὶ ἐν ἴσῳ τοῖς μὴ τεκοῦσιν ὅλως, τῆς Ἀσσυρίων ἀγριότητος δαπανώσης τὰ γεννώμενα, δείκνυσιν ἀναγκαίως καὶ ἐν οἷς ἦν πάλαι, καὶ ὅτι γέγονεν εὔκαρπος, ὅτε τῆς ἐν νόμῳ ζωῆς μετεποιεῖτο σοφῶς. οἷα γάρ τις αμπελος καλὴ καὶ εὐκληματοῦσα τοῖς τῶν ἐθνῶν περιοίκοις ὁρώμενος, εἰκότως
κατεθαυμάζετο. καὶ περὶ αὐτῆς που φησὶν ὁ μακάριος Δαυεὶδ ἐν βίβλῳ ψαλμῶν πρὸς τὸν τῶν ὅλων Σωτῆρα 218 Θεόν “Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ 219 “ κατεφύτευσας αὐτήν· ὡδοποίησας ἔμπροσθεν αὐτῆς. ἐξετεινε 220 ἔτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως ποταμῶν
25 “ τὰς παραφυάδας αὐτῆς.” πεφύτευτο μὲν γὰρ “ ἐν κέρατι 221 “ καὶ ἐν τόπῳ πίονι, κατὰ τὴν τοῦ προφήτου φωνήν. πλὴν 222 οὐ τέτοκε σταφυλὴν, ἤνεγκε δὲ μᾶλλον ἀκάνθας. τῷ γὰρ πλήθει τῶν δοθέντων ἀγαθῶν αὐτῇ σύνδρομον ὥσπερ τινὰ καὶ ἰσοπαλῆ τὴν ἀδικίαν ἐπεδείξατο· δῆλον δὲ ὅτι τὴν κατὰ 223 Θεοῦ. ἐπλήθυνε γὰρ θυσιαστήρια καὶ ᾠδοδόμησε στήλας· καὶ ὅσον ἐπλούτει τοῖς ἄνωθεν ἀγαθοῖς, τοσοῦτον ἦν πρό-
θύμος εἰς βεβήλωσιν, διὰ τοῦ προσκυνεῖν τοῖς δαίμοσι καὶ βωμοὺς ἐγείρειν καὶ εἰς πολύθεον πλάνην τὴν ἰδίαν ὥσπερ καταμρίζειν καρδίαν. ἀλλ’ οὕτω ταῦτά φησιν οὐκ ἔσται· πόθεν ; κατασδάψει γὰρ αὐτὸς τὰ θυσιαστήρια αὐτῶν, καὶ ταλαιπωρήσουσιν αἱ στηλαι αὐτῶν, συνθραυόμεναι δηλονότι
καὶ κατασπώμεναι. τὸ δὲ αὐτὸς ἀνοίσεις ἐμφρόνως ἢ εἰς τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, ἤγουν εἰς τὸ τοῦ 224 Βαβυλωνίου πρόσωπον, ὡς ἤδη πλειστάκις προδεδειγμένου. συμβέβηκε γὰρ ταῖς ἐν Σαμαρείᾳ πόλεσι καὶ αὐτοὺς συγκαταπίμπρασθαι τοὺς ναοὺς, καὶ διαρπάζεσθαι τὰ
γλυπτά.
προθύμως, τὰ εἰς ἀρετὴν αὐχήματα, μὴ μεριζομένους πρὸς 225 τὰ ἐν κόσμῳ πάθη, καὶ ὑποφέροντας τὸν αὐχένα τῷ σατανᾷ. καὶ γάρ ἐστιν ἀληθὲς, ὅπερ ἔφη Χριστός “ Οὐδεὶς “ δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει “ καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου
“ καταφρονήσει·” εἰ δὲ μερζόμεθα, καὶ “ μερίδες ἀλωπέ- “ ἐσόμεθα,” ἐσόμεθα,’’ κατὰ τὴν τοῦ ψαλμῳδοῦ φωντίν· ἐσόμεθα δὲ πάντη τε καὶ πάντως ἐν ἐνδείᾳ τοῦ κατευφραίνειν εἰδότος.
ταλαιπωρήσειν ἔφη τὰς στήλας, προσεπάγει δὲ, ὅτι καὶ μεταγνώσονται καὶ θρηνήσουσιν ἐπί γε ταῖς σφῶν δυσβουλίαις. βουλίαις. ἡμαρτηκότες δὲ τῆς ἐλπίδος, καὶ ἠπατημένοι τοῖς ἐκ τῶν κρατούντων ψεθδηγορήμασιν, ὀψὲ καὶ μόλις συνήσουσιν. οἱ μὲν γὰρ παρ’ αὐτοῖς τοὺς τῆς βασιλείας διἐποντες
θρόνους, ἀρκέσειν ἔφασκον αὐτοῖς εἰς ἐπικουρίαν τάς τε χρυσᾶς δαμάλεις, καὶ τὴν ἐκ τῶν ἄλλων εἰδώλων ἀσφάλειαν, λειαν, κἂν εἰ μὴ τὸν θεῖον ἔχοιεν νόμον, κἂν εἰ μὴ δρᾶν 230 ἕλοιντο τὰ διὰ Μωυσέως. ἡ δὲ πεῖρα δέδειχε ψευδοεποῦντας αὐτούς. τεθέανται γὰρ τοὺς τὰ τοιάδε πάλαι διατιθεμένους
αὐτοῖς, καὶ ἀσυνέτως λέγοντας, ὑπὸ χεῖρα πεσόντας ἐχθρῶν. ταύτῃοί φασιν οὐκ ἔστι βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐφοβήθημεν τὸν Κύριον. ἰδοὺ γὰρ ἰδοὺ, φασὶν, ὁ ἐπαμύνων οὐδεὶς, ἤγουν ταῖς τῶν Βαβυλωνίων ἐφόδοις ἀντανιστάμενος· ἀλλ’ ἠτονήκασιν ἅπαντες, λέλυνται καὶ πεπτώκασιν οἱ προεστηκότες.
πρόφασις δὲ τῆς ἀρρωστίας αὐτοῖς τε καὶ ἡμῖν, 231 τὸ μὴ πεφοβῆσθαι τὸν Κῦρον. ποία τοίνυν ἢ ὄνησις ἡ ἐκ τῶν κρατούντων; φησίν· οὐδὲν ἦν ἄρα τὰ παρ’ αὐτοῖς, εἰ μὴ λόγοι ψεθδεῖς, καὶ ματαιότης διαθηκῶν, ἤγουν ὑποσχέσεων. ἔθος γὰρ τῆ θείᾳ γραφῇ, διαθήκας ἀποκαλεῖν τὰς
ἐπαγγελίας.
τοίνυν φησί· δῆλον δὲ ὅτι παρ’ αὐτοῦ τοῦ Θεοῦ· καθάπερ τις ἄγρωστις ἐπ’ ἀγροῦ χέρσον ἀνατελεῖ τῷ μόσχῳ τού οἴκου ὤν. ὅμοιον ὡς εἰ λέγοι ψῆφος ὀλέθρου καὶ νεῦμα κολάζον ἔσται παρ’ ἐμοῦ, καταδράξεται δὲ ὡς ἄγρωστις τοῦ μόσχου, ἤτοι τῶν σεβασμάτων τοῦ ὄντος ναοῦ κατὰ τὴν Βαιθήλ.
σημαίνει γὰρ τοῦτο ὁ οἶκος τοῦ ὤν. ἐκδεδώκασι μὲν γὰρ οἱ ἕτεροι πάλιν ἑρμηνευταὶ τοῦ μόσχου τοῦ οἴκου Βαιθήλ· οἱ 236 δέ γε ἑβδομήκοντα ἀντὶ τοῦ οἴκου Βαιθὴλ, οἴκου ὢν εἰρήκασι. καὶ τὴν αἰτίαν ἤδη προείπομεν ἐν τοῖς ἀνωτέρω, πλὴν οὐδὲν ὀκνοῦντες ὑπομνήσομεν. σελήνης μὲν γὰρ τέκνον, ἔκγονον
δὲ ἡλίου τὸν Ἄπιν Αἰγύπτιοι μυθοπλαστοῦντες ἔλεγον. ὢν δέ ἐστι κατ’ αὐτοὺς ὁ ἥλιος. εἰς τύπον δὲ τοῦ παρ’ Αἰγυπτίοις τίοις Ἄπιδος ἡ δάμαλις ἦν, ἢν ἐποίησεν Ἱεροβοάμ. οὐκοῦν, ὡς ἄηρωστις καταδραττομένη, φησὶ, καὶ νικῶσα πᾶν ὅσον 237 ἐστὶ παρακείμενον, κρῖμα γενήσεται παρ’ ἐμοῦ, τῷ μόσχῳ τοῦ οἰκοῦ ὢν, ἤτοι Βαιθήλ. παναλκὲς γὰρ τὸ θεῖον ἀεὶ, καὶ τοῖς 238 αὐτοῦ νεύμασιν οὐδὲν ἔσται τὸ ἀντιστατοῦν. “ Τὴν γὰρ 239 "χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει ;” κατὰ τὸ
γεγραμμένον.
τοῦ μόσχου, καὶ ἀγρώστεως δίκην ἐξευρύνεσθαι πεφυκὸς, καθ’ ὧνπερ ἂν βούλοιτο Θεός· ἱστορίας δὲ διαμέμνηται καὶ 240 νῦν, ἢν ἀναγκαῖον εἰπεῖν· συνήσομεν γὰρ ὡδὶ, καὶ οὐχ ἑτέρως, τὸ χρησμῳδούμενον. ἔθος ἦν ἅπασι τοῖς εἰδώλων προσκυνηταῖς, κυνηταῖς, καιροῦ καταθλίβοντος καὶ πολεμίων ἐφεστηκότων,
εἰ ἐν ἐνδείᾳ γένοιντο χρημάτων, ἅπτεσθαι καὶ αὐτῶν τῶν ἐν τοῖς τεμένεσιν ἀναθημάτων. γέγραπται τοίνυν ἐν ταῖς βασιλείαις, λείαις, ὅτι πολιορκοῦντος τὰς ἐν Σαμαρείᾳ πόλεις τοῦ βασιλέως Συρίας, Μαναεΐμ, τὸ τηνικάδε βασιλεύων ἐπὶ τὸν Ισραὴλ, εἶτα ταῖς ἴσαις δυνάμεσιν ἀντιφέρεσθαι πρὸς ἐκεῖνον 241
οὐκ ἔχων, ἐπρεσβεύετο πρὸς Φούλαν τὸν τῶν Ἀσσυρίων βασιλέα, καὶ δώροις ἀνέπειθεν ἐπαμύναι τε οἱ, καὶ ἀποστῆσαι τὸν Σύρον, ὃ δὴ καὶ τετέλεσται. εἷλε γὰρ ἐκεῖνος κατὰ κράτος τὴν Δαμασκὸν, ἀποσφάττει δὲ καὶ αὐτὸν τὸν Ἄδερ. φασὶ τοίνυν, ὅτι πλείστης ὅσης ὁλκῆς ζητουμένης χρυσίου,
περιέστη λοιπὸν εἰς τοῦτο τῷ Mαναεΐμ ἀνάγκης τὰ πράγματα, ὡς καὶ μίαν δάμαλιν ὑφελέσθαι χρυσῆν, καὶ συναποστεῖλαι διὰ τῶν πρέσβεων. καὶ τεθρήνηκε μὲν ὁ Ἰσραὴλ, 242 ἢν ἐνόμιζεν εἶναι θεὸν, ἐκπεμπομένην ὁρῶν. ᾤετο γεμὴν, ψυχροῖς ἑαυτὸν λογισμοῖς παραμυθούμενος, ὡς ἐν μείζοσιν 243 ἔσται, καὶ λαμπροτέροις αὐτὴν ἐνιδρύσει ναοῖς ὁ Βαβυλώνιος. διέκειτο δὲ πρὸς τούτοις, ὅτι προσκυνηθήσεται καὶ παρὰ πλειόνων ἐθνῶν· μυρία γὰρ ὅσα ἐστὶ τὰ Περσῶν τε καὶ Μηδῶν ἔθνη. ὁ μὲν οὖν Μαναεΐμ, ὡς ὅλην οὖσαν δι’ ὅλου 244 χρυσῆν, πέπομφε τὴν δάμαλιν· ὁ ’δε γε Φούλα συνέθλασε
λαβών· ἕτερον γὰρ παρ’ ἐκείνοις τὸ σέβας, καὶ δαμάλεως οὐκ ἀνέχονται. εἶτα, φασὶν, οὐχ ηὑρῆσθαι χρυσῆν, ἡπόχαλκον χαλκον δὲ μᾶλλον, χρυσῷ διαπεπασμένην. ἐντεῦθεν, φησὶν, ὁ Ἀσσύριος ἐγέλασε τὸν Ἐφραΐμ, τουτέστι, τὸν Μαναεΐμ τὸν ἐκ φυλῆς Ἐφραΐμ βασιλεύοντα . διέπτυσε δὲ πρὸς
τούτῳ καὶ τὰς τοῦ Ἰσραὴλ εἰκαιοβουλίας.
οἰκοῦντες Σαμάρειαν· τὸ παροικήσουσιν, ἀντὶ τοῦ μετοικήσουσιν, σιν, ἤτοι μετοικισθήσονται, φησὶν, οἱ νῦν ὄντες ἐν Σαμαρείᾳ· λέγει δὲ τοὺς μόσχους, ἤτοι τὰς δαμάλεις. ἐξεπέμφθησαν γὰρ, ὡς ἔφην, εἰς Βαβυλωνίους. καὶ ἐπένθησε μὲν ἐπ’ αὐτοῖς ὁ λαὸς αὐτοῦ. τίνος δὲ αὐτοῦ ; ἢ δῆλον, ὅτι τοῦ ὤν, ὅ ἐστι,
τοῦ Ἄπιδος ; πλὴν ὡς ὤφθησαν, φησὶ, παραπικραίνοντες καὶ ἀτιμάζοντες αὐτὸν διὰ τοῦ πέμπειν ἑτέροις, οὕτω καὶ 246 ἡσθήσονται ἐπὶ τὴν δόξαν αὐτοῦ. νομιοῦσι γὰρ ὅτι καὶ πολὺ λίαν εὐκλεέστερος ἔσται, παρὰ πλειόνων ἐθνῶν προσκυνούμενος. μένος. ἀλλ’ ἡμαρτήκασι τῆς ἐλπίδος· συντέθραυσται
γὰρ, καὶ γέλωτος ἀφορμὴ τοῖς Βαβυλωνίοις ἦν. οὐκοῦν 247 τεταλαιπώρηκεν ἡ στήλη αὐτῶν κατὰ τὴν αὐτοῦ τοῦ προφήτου φήτου φωνήν. παρεπίκραναν δὲ τὸν μόσχον, οὐχ ὅτι παρ- 248 ἐπικράνθη κατὰ τὸ ἀληθές· πῶς γὰρ ἂν τοῦτο πέπονθεν ἀναίσθητος ὕλη; ἀλλ’ ὅτι τῶν ἐγχειρημάτων ἡ δύναμις παρώργισεν ἂν αὐτὸν, εἴπερ ἦν ὄντως Θεὸς, καὶ ἐν αἰσθήσει τοῦ παθεῖν τὰ συμβεβηκότα.
γὰρ ὁ μόσχος ἀπὸ τοῦ Ἰσραὴλ, καὶ δήσαντες αὐτόν· χαριεντίζεται δὲ ὁ λόγος· ἀπεκόμισαν ξένια τῷ βατιλεῖ Ἰαρεὶμ, ὅ ἐστιν, ἐκδίκῳ. ἐκαλεῖτο γὰρ εἰς ἐπικουρίαν, καὶ οἱονείπως 250 εἰς τὸ ἐκδικῆσαι τὴν Σαμάρειαν ὀλοθρευομένην ὑπὸ τῶν Σύρων. ἀλλὰ δέξεται μὲν ὁ Φούλα ὡς ἐν δόματι παρὰ
τοῦ Ἐφραῒμ τὴν δάμαλιν. Ἐφραῒμ δέ φησι τὸν βασιλέα. πλὴν αἰσχυνθήσεταί φησιν ὁ Ἰσραὴλ ἐπὶ ταῖς ἑαυτοῦ βουλαῖς. ὅτι γὰρ, ὡς ἔφην, ἀπέστη μὲν τοῦ πάντα ἰσχύοντος Θεοῦ, εἵλετο δὲ μᾶλλον δαμάλεσι προσκυνεῖν, καταγέλαστος ἦν, καὶ κατεφωρᾶτο πεσὼν εἰς γραώδη 251
καὶ ψυχρὰν καὶ ἀνόνητον εἰκαιοβουλίαν. ἀληθεύει δὴ οὖν ὁ προφήτης, μᾶλλον δὲ Θεὸς, εἰ λέγοι διὰ φωνῆς ἁγίων περὶ τῶν λελατρευκότων τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, “Ἴδετε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται.” 252 Αρμόσειε δ’ ἃν ὁ λόγος καὶ τοῖς τὰ ὀρθὰ τῆς Ἐκκλησίας
παραλύουσι δόγματα. ὥσπερ γὰρ ἡ δάμαλις συντριβομένη τοῖς τοῦ Ἰσραὴλ ἤλεγξεν εἰκαιοβουλίαν, οὕτω καὶ τὰ ἐκείνων 253 δόγματα ταῖς ἐρεύναις συντριβόμενα, καὶ τῇ δυνάμει τῆς ἀληθείας συντεθραυσμένα, πρὸς αἰσχύνης ἔσονται καὶ ἐνκαὶ] 254 τροπῆς τοῖς συντεθεικόσιν αὐτὰ, καὶ ἀνοσίως ἐξηυρηκόσι, καὶ ἀβουλότατα δεχομένοις εἰς νοῦν καὶ καρδίαν.
ἀποδρομαῖς ἀνοσίως περιυβρίσαντες, πῶς ἃν ἐγένοντο γνήσιοι περὶ πολλούς τε καὶ ψευδωνύμους καὶ λίθων πεποιημένους 258 ἢ ξύλων θεούς; ἀπεῤῥίφθαι δὴ οὖν φησὶ παρὰ τῶν ἐν Σαμαρείᾳ τὸν μόσχον, τὸν ἐν δόξη τῆ παρ’ αὐτοῖς Θεοῦ τε καὶ βασιλέως· ἀπεῤῥίφθαι δὲ οὕτως, ὡσανεὶ καὶ κάρφος
ταῖς τῶν ὑδάτων δίναις ἐμπεπτωκὸς, ἀποφέροιτο λοιπὸν πρὸς τὸ τοῖς διωθοῦσι δοκοῦν. ὅτι δὲ αὐτοῖς τοῖς σεβάσμασι τὰ τεμένη συνοιχήσεται, βωμοί τε λυθήσονται, καὶ ἀκάνθης ἔσονται τόποι, καταδῃωθείσης αὐτοῖς ἁπάσης τῆς χώρας, πῶς ἦν ἀμφίβολον; ἁμαρτήματα δὲ τοῦ Ἰσραὴλ τοὺς βωμοὺς ἀποκαλεῖ, καὶ μάλα εἰκότως, οἷον ὑπόμνημα τῆς εἰς 259 Θεὸν δυσσεβείας αὐτῶν ἀνοσίως ἐγηγερμένους· ὢν δὲ πάλιν, τὸν Ἄπιν ὠνόμασεν, ἤτοι τὰς δαμάλεις τὰς ἐν Βαιθήλ τε καὶ Δὰν, ὧν εἰς δόξαν καὶ οἱ βωμοί. οὐκοῦν, ὃ μὴ ἵστησι Θεὸς, τοῦτο πάντη τε καὶ πάντως λυθήσεται. καί τι τοιοῦτον
ὑποδηλοῦν ὑπολαμβάνω τὸ δι’ ἑτέρου προφήτου σαφῶς 260 εἰρημένον “Αὐτοὶ οἰκοδομήσουσι καὶ ἐγὼ καταστρέψω.”
δαμάλεις αἱ χρυσαῖ, ἐν δέ γε τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς, τὰ τῶν περιοίκων ἐθνῶν σεβάσματα, ὁ Βάαλ, ὁ Βεελφεγὼρ, ἡ Ἀστάρτη καὶ ὁ Χαμώς. ὅτι τοίνυν οὐχὶ μόνοι κατασεισθήσονται τοῦ ὢν οἱ βωμοὶ, τουτέστι, τοῦ Ἄπιδος, ἤτοι τῶν δαμάλεων, ἀλλὰ γὰρ πάντη τε καὶ πάντως καὶ τὰ ἐν
βουνοῖς καὶ ὄρεσι τεμένη πεσοῦνται, διὰ τούτων ὑποδηλοῖ. περιεστήξει γὰρ εἰς τοῦτο αὐτοῖς ἀθλιότητός τε καὶ δειμάτων τὰ πράγματα, ὡς ὑπ’ αὐτοῖς γενέσθαι τοῖς ὄρεσι καὶ βουνοῖς 263 ἑλέσθαι μᾶλλον, ἢ ζῶντας ἰδεῖν ἃ παθεῖν ἦν ἀνάγκη καὶ οὐχ ἑκόντας αὐτούς. ἰστέον δὲ, ὅτι καὶ αὐτὸς ὁ Χριστὸς ἀπαγγέλλων
Ἰουδαίοις τὰς ἐπενεχθησομένας αὐτοῖς συμφορὰς διά γε τὰ εἰς αὐτὸν τολμήματα, τοῖς ἴσοις ἐχρήσατο λόγοις. “τότε γὰρ ἐρεῖτε, φησὶ, τοῖς ὄρεσι καλύψατε ἡμᾶς, καὶ 264 “τοῖς βουνοῖς Πέσατε ἐφ’ ἡμᾶς.” τὰ γὰρ εἰς λῆξιν ἥκοντα τῶν κακῶν, καὶ τῶν δεινῶν αἱ ὑπερβολαὶ, καίτοι πικρὸν
ὄντα τὸν θάνατον, τριπόθητον ἔσθ’ ὅτε δεικνύουσι τοῖς πολλοῖς. αὐτοῖς δὴ οὖν ἄρα τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς, ἐν c οἷς αἱ ψευδολατρείαι, καὶ τῆς κατὰ Θεοῦ δυσσεβείας τετόλμηται τὰ ἐγκλήματα, μονονουχὶ καὶ ἐροῦσί φησι Πεσατε εφ ἡμᾶς, καὶ φθάσατε τοῦ Βαβυλωνίου ξίφους τὴν ἀγριότητα,
καὶ τῆς εἰς αἰχμαλωσίαν ἀπαγωγῆς τὴν ἀκλεᾶ καὶ δύσοιστον ἀθλιότητα.
τὴν ἐν ὄρεσί τε καὶ βουνοῖς γεγενημένην ἀπόστασιν. καὶ γοῦν ὅτε τὴν Σαμάρειαν κατειλήφασιν αἱ δέκα φυλαὶ, τῆς 268 Ῥοβοὰμ βασιλείας ἀποσεισάμεναι τὸν ζυγὸν, τότε τὰς δαμάλεις εἰσκεκόμικεν Ἱεροβοάμ· ἐν δέ γε τοῖς 269 ὄντες, τὴν ἐν ὄρεσί τε καὶ βουνοῖς ἐπετήδευον πλάνην,
270 ταῖς ἀλλοφύλοις γυναιξὶν εἴκοντος καὶ κατανεύοντος τοῦ Σολομῶνος, τὸ τηνικάδε καὶ βωμοὺς ἀνιστάντος καὶ τεμένη λοιπὸν τοῖς ἐκείνων σεβάσμασιν. ἐξ οὗ τοίνυν ἐπενοήθησαν οἱ βουνοὶ καὶ τὰ ἐν αὐτοῖς ἀθύρματα, καὶ αἱ ψευδολατρείαι, ἐξ ἐκείνου τοῦ καιροῦ προσκέκρουκεν ὁ Ἰσραήλ, ἔνδειξις δὲ
καὶ τοῦτο τῆς θείας ἡμερότητος γένοιτ’ ἃν οὐκ ἀσυμφανὴς, 271 οὐδὲ ἐν χρόνῳ μακρῷ κολάζειν ἀνεχομένης τοὺς ἠσεβηκότας, ἀνιείσης δὲ μᾶλλον καὶ περιμενούσης τάχα που τῶν πεπλανημένων τὴν μετάγνωσιν. οἱ δὲ ἦσαν ἀπηνέστεροί τε καὶ τὰ ἔτι χείρω νοσοῦντες ἡλίσκοντο. προσέθεσαν γὰρ τοῖς
βουνοῖς καὶ τὰ ἐπὶ ταῖς δαμάλεσιν εὑρήματα. θύοντες δὲ τοῖς δαίμοσιν ἐν ὄρεσί τε καὶ βουνοῖς, καὶ δοκοῦντες εὐσεβεῖν περὶ τὰ μάταια, τάχα που καὶ ᾤοντο κατὰ σφᾶς, μᾶλλον δὲ καὶ ἀραρότως ἐνόμιζον, ὅτι καὶ ἐν βεβαίῳ στήσονται τῆς 272 εὐημερίας, ἔσονται δὲ καὶ ἀμείνους τῶν ἀνθεστηκότων, καὶ
ἀνάλωτοι τοῖς ἐχθροῖς. σύνηθες δὲ τοῖς πλανωμένοις νόσημα τοῦτο.
δεινοῖς, ὅτι δὴ κατέληξαν τοῦ πληροῦν ἐθέλειν τὰ νενομισμένα, καὶ ὀλιγωροῦντες ἠλέγχοντο τῆς εἰς τὰ μάταια τιμῆς. 274 γέγραπται δὲ οὕτως “Καὶ ἀπεκρίθησαν τῷ Ἱερεμίᾳ πάντες 275 “οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιῶσιν αἱ γυναῖκες αὐτῶν θεοῖς “ἑτέροις, καὶ πᾶσαι αἱ γυναῖκες, συναγωγὴ μεγάλη, καὶ πᾶς
“ὁ λαὸς, οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ, ἐν γῇ Παθουρῇ, “ λέγοντες Τὸν λόγον ὃν λελάληκας πρὸς ἡμᾶς τῷ ὀνόματι “ Κυρίου, οὐκ ἀκουσόμεθα. ὅτι ποιοῦντες ποιήσομεν πάντα “ τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾶν “ τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπονδὰς,
“ καθὰ ἐποιήσαμεν ἡμεῖς, καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασι- 276 “ λεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ἰούδα, καὶ “ ἔξωθεν Ἱερουσαλήμ· καὶ ἐπλήσθημεν ἄρτων, καὶ ἐγενόμεθα “ χρηστοὶ, καὶ κακὰ οὐκ εἴδομεν. καὶ ὡς διελίπομεν “ θυμιῶντες τῆ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες
“ ἡμεῖς, καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν. Αἰτιᾶται τοίνυν τῶν ἐξ Ἰσραὴλ αὐτό τε τὸ εἰκαιόμυθον, καὶ τὸ σαθρὸν τῆς ἐλπίδος, καί φησι περὶ τῶν βουνῶν, ὅτι εκεῖ ἔστησαν, τουτέστιν, ὅτι καθάπερ αὐτοί φασιν, ἤγουν 277 οἴονται κατὰ σφᾶς, ἐκεῖ τοῖς γλυπτοῖς λατρεύσαντες, τὸ
ἀσφαλὲς ἐσχήκασι τῆς εὐημερίας, καὶ ἐν ἀκλονήτοις ἔστησαν ἀγαθοῖς. καὶ ὥς γε οἴονται πάλιν, οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ, τὸ κατά τι γοῦν ὅλως λυπεῖν εἰωθὸς, εἰ πληροῦν ἕλοιντο τοῖς γλυπτοῖς τὰ νενομισμένα. ἀλλ’ ἠπάτηνταί φησι καὶ διημαρτήκασι τῆς ἐλπίδος. ἀφῖκται γὰρ δὴ πόλεμος
ἐπ’ αὐτοὺς, ἀδικίας ὄντας τέκνα, καὶ διὰ πείρας αὐτῆς παιδευθήσονται, πικρὸν ὅτι τὸ ἐξήνιον. καὶ τίνες ἂν εἶεν, οἱ 278 279 δι’ ὧν ἔσονται τὰ εἰς παιδείαν αὐτοῖς; πλείστη τις ὅση πολεμίων ὁμήγυρις. τοῦτο γάρ ἐστι τὸ συνχθήσονται ἐπ αὐτοὺς λαοὶ, καὶ τὰ ἐκ τοῦ πολέμου δεινὰ συμβήσεται πάντως, ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐπὶ ταῖς δυσὶν ἀδικίαις καὶ ποῖα δὴ ταῦτά ἐστι, σαφέστερον ἡμῖν διὰ φωνῆς Ἱερεμίου
280 παρέδειξεν εἰπών “ Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ “ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει κύριος, ὅτι δύο καὶ 281 “ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν “ ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμ- “ μένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.
283 ὅτῳ ποιοῖτο τυχὸν, ἤγουν τιθασεύεσθαι μὴ ἀνεχομένῳ, ζητοῦντι δὲ μᾶλλον ἀεὶ τὸ νικᾶν, καὶ πρὸς τὸ αὐτῷ δοκοῦν ἀνεπιπλήκτοις ἵεσθαι ταῖς ὁρμαῖς. ἀλλ’ εἰ καί ἐστι τοιοῦτός φησιν, ἐνδώσει καὶ οὐχ ἑκών. δαμασθήσεται γὰρ ταῖς τῶν συμφορῶν ἐφόδοις, ὑποζευγνύντος Θεοῦ, μόνον δὲ οὐχὶ καὶ
αὐτουργοῦντος εἰς τοῦτο, καὶ τὸ κάλλος τού· τραχήλου αὐτοῦ παραλύοντος, τουτέστι, τὸ ἐξαιρέτως ἀφηνιῶν μέρος ἐν τῷ Ἰσραὴλ. τοῦτο δὲ ἢν ἡ παρ’ αὐτοῖς βασιλεία, κατερεθίζουσα πρὸς ἀπόστασιν τοὺς ὑπὸ χεῖρα λαούς. οὐκοῦν 284 καταρριφθήσεται, Θεοῦ καταβρίθοντος. τοῦτο γὰρ οἶμαι
δηλοῦν τὸ ἐπιβιβῶ Ἐφραΐμ. οἰκονομικῶς δέ φησιν, ὅτι παρασιωπήσομαι Ἰσύδαν, ἀντὶ τοῦ, μικρὸν ὑπερθήσομαι τὸν Ἰούδαν, οὐ ποιναῖς ἐνιείς· οὐκ ἐπάγων ἤδη τὰ ἐξ ὀργῆς· 285 διακαρτερῶν δὲ μᾶλλον, καὶ ὑπενδιδοὺς ἠρέμα. καὶ διὰ ποίαν αἰτίαν; ὁ μὲν γὰρ Ἐφραῒμ, τουτέστιν αἱ δέκα καθάπερ ἤδη προεῖπον, ἀπονενεύκασιν ὁλοτρόπως ἐπὶ τὸ δεῖν ἑλέσθαι πληροῦν τὰ τῆς πλανήσεως ἔργα· αἱ δὲ ἐν τοῖς
Ἱεροσολύμοις δύο φυλαὶ, Ἰούδας τε φημὶ καὶ Βενιαμὶν, γεγόνασι πολλάκις ὑπὸ βασιλέας ὀρθούς τε καὶ εὐσεβεῖς, 286 καὶ τὰ τῆς εἰδωλολατρείας ἀθύρματα κατασείοντας, οἳ ζῆν ἀνέπειθον ἐπιεικῶς καὶ ἐννόμως· ὁποῖος γέγονεν Ἀμεσίας ὁ τοῦ Ἰωὰς, εὐσεβὴς καὶ δίκαιος ἀνήρ· ὁμοίως Ἐζεκίας,
αὐτὸς ἐν ἴσῳ τεθαυμασμένος τῷ προειρημένῳ, ζηλωτὴς καὶ θεοφιλής. ταύτῃτοι προπεπόνθασι μὲν αἱ δέκα φυλαὶ τὴν αἰχμαλωσίαν· καταστρατεύσας δὲ τῶν Ἱεροσολύμων ὁ Βαβυλώνιος, 287 ἠδίκησεν οὐδὲν, ᾤχετο δὲ μᾶλλον εἰς τὴν ἑαυτοῦ, φυγὰς καὶ περιδεὴς, ὅτε καὶ πεπτώκασιν ἐν μιᾷ νυκτὶ διὰ 288
χειρὸς ἀγγέλου τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδες. ἀνεξικακοῦντος δὴ οὖν τοῦ Θεοῦ, καὶ φέροντος ἡμῶν τὰς ἀσθενείας, μὴ ῥᾳθυμῶμεν ἡμεῖς, μηδὲ ἀναπεπτωκότες ἁλισκώμεθα περὶ τὸ χρῆναι πληροῦν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα.
ἀνῄρηνται γὰρ δι’ ἀγγέλου ἐν μιᾷ νυκτὶ ἑκατὸν 290 ὀγδοήκοντα πέντε χιλιάδες. τοῦτό τοι, καθάπερ ἐγᾦμαι, προαπαγγέλλει νυνὶ λέγων ἐνισχύσει αὐτῷ Ἰσκώβ. αὐτῷ δὴ τίνι; ἢ δῆλον, ὅτι τῷ πολιορκήσειν μέλλοντι Ῥαψάκῃ; κέκληκε δὲ Ἰακὼβ τοὺς ἐξ αἵματος Ἰακὼβ, Ἰούδαν τε φημὶ καὶ Βενιαμίν. ἴοι δ’ ἂν εἴπερ ἕλοιτό τις καὶ κατὰ παντὸς
τοῦ Ἰσραὴλ ἡ λέξις.
πέραν τοῦ χειμάρρου Ἰαβὸκ, εἶτα γεγονότος τε ὄρθρου λοιπὸν, καὶ διαυγαζούσης ἡμέρας, ὁ μὲν Θεὸς ἀπαίρειν 293 ἤθελε λέγων “Ἀπόλυσόν με, ἀνέβη γὰρ ὁ ὄρθρος,” ὁ δὲ οὐκ ἀνήσειν ἔφασκεν, εἰ μὴ αὐτὸν εὐλογήσειεν, ἤκουε 294 δὴ τότε “Ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων
295 “δυνατός.” τοῦτό που τάχα πρὸς τὸ παρὸν ὁ τῆς προφητείας ἡμῖν ὑποσημαίνει λόγος, ἐναργέστατα τιθεὶς τὸ ἐνισχύσει αὐτῷ Ἰακώβ. ἄθρει δὲ τῆς ἐπαγγελίας τὸ ἀκριβές· οὐ γὰρ ὅτι κατισχύσει τῶν Ἀσσυρίων ὁ Ἰακὼβ, ἀλλ’ ἐνισχύσει, φησίν· ἐν Θεῷ γὰρ ἴσχυσεν, οὐ δι’ ἑαυτόν.
296
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.