ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
ἔλῃ γεννήματα δικαιοσύνης ὑμῖν.
τιμὰς ἀπαγγέλλοντες προθυμοτέρους ἀποτελοῦμεν τοὺς παιδευομένους ἐπὶ τὸ δεῖν ἰέναι λοιπὸν πρὸς τὴν ἀμείνω τε καὶ ἐννομωτάτην ζωήν. τοιοῦτόν τι καὶ νῦν ὁ τῶν ὅλων Θεὸς ἐργάζεται. ἠπείλησε μὲν γὰρ τοῖς πεπλανημένοις τοὺς πολέμους, 3 τὰς συμφορὰς, τὴν εἰς ἀλλοφύλους ἀπαγωγὴν, τοὺς
τῶν πόλεων ἐμπρησμοὺς, τῶν μαχομένων τὴν ἀγριότητα. πλὴν οὐ μέχρι τούτων τὸν τῆς παραινέσεως ἵστησι λόγον, ἀλλ’ ἰδοὺ δὴ πάλιν, καὶ καθ’ ἕτερον αὐτοὺς ὀνίνησι τρόπον, καὶ δὴ, μεθέντας τὸ ἄχρηστον καὶ ἁπάσης αὐτοῖς ταλαιπωρίας πρόξενον, τὸ ὅτι μάλιστα πεφυκὸς ὠφελεῖν ἀνθελέσθαι
κελεύει, γηπόνοις ἐν ἴσῳ, σπέιροντας μὲν εἰς δικαιοσύνην, τρυγῶντας δὲ καὶ ἕλ’ καρπὸν ζωῆς. ὡς γὰρ ὁ μακάριος 4 γράφει Παῦλος “ Ὃ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερί- 5 “ σει.” καὶ “Ὁ μὲν σπείρων φαῦλα, θερίσει κακὰ,” κατὰ τὸ 6 7 γεγραμμένον· ὁ δὲ τῆς δικαιοσύνης ἐργάτης, σωτηρίας ἔσται καὶ ζωῆς ἔμπλεως, λαμπρὸς καὶ ἀξιοζήλωτος, καὶ οἶνον ἀποτρυγήσει 8 “τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου.” δεῖ δὲ πρὸς τούτῳ τοὺς ἐθελοντὰς εὐδοκιμεῖν, εἰς νοῦν καὶ καρδίαν τὸ τῆς ἀληθοῦς γνώσεως εἰσοικίζεσθαι φῶς, οὐκ ἐχόντων
9 αὐτὸ τῶν προσκυνούντων “τῇ κτίσει παρὰ τὸν πῶς δ’ ἃν γένοιτο καλῶς τὸ δύνασθαι σπείρειν εἰς δικαιοσύνην, καὶ μὴν καὶ ἀποτρυγᾶν εἰς καπρὸν ζωῆς, καὶ τὸ λαμπρὸν τῆς γνώσεως εἰςδέχεσθαι φῶς, αὐτὸς ὑπέδειξε προστιθείς Ζητήσατε τὸν Κῦρον ἑώς οὗ ἔλθῃ γεννήματα δικαιοσύνης ὑμῖν.
ζητοῖτο δ’ ἃν πρὸς ἡμῶν Θεὸς, οὐχὶ τοπικῶς· τοῦτο γὰρ εὔηθες, ἐπεὶ μὴ ἐν τόπω τὸ θεῖον· ἀλλ’ ὡς ἐν διαθέσει ψυχῆς, καὶ νοῦ προθυμίαις εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων 10 αὐτῷ διανενευκότος, καὶ εἰς εἴδησιν βλέποντος ὀρθὴν καὶ ἀπεξεσμένην, καὶ οὐδαμόθεν ἔχουσαν τὸ ἐπιτιμᾶσθαι δεῖν.
εὑρόντες γὰρ οὕτως αὐτὸν, καὶ τὴν τῶν ἑτέρων ἀγαθῶν καταπλουτήσομεν κτῆσιν. ἢ οὐκ ἀληθεύει Χριστὸς, ὅταν λέγῃ 11 “Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν;” ἀλλ’ ἔστιν οἶμαι τουτὶ τοῖς ὀρθὰ φρονεῖν εἰωθόσιν οὐδαμόθεν ἀμφίβολον. κτῆσις γὰρ ἡμῖν αὕτη παντὸς ἀγαθοῦ μετὰ Θεοῦ, καὶ διὰ
Θεοῦ, καὶ παρὰ Θεοῦ.
“ ἐν ὑποκρίσει δαιμονίων, κεκαυτηριασμένοις τὴν συνείδη- “σιν,” ὡς γοῦν ὁ σοφώτατος γράφει Παῦλος. οὗτοι σπείρουσι μὲν τοῖς εἰς γνῶσιν καὶ φιλομάθειαν ἐγκείμενοι πόνοις· πλὴν οὐκ εἰς ἔργα δικαιοσύνης, ἀλλ’ εἰς ἀδικίαν καὶ ἀσέβειαν 14 “ Πλανωντες καὶ πλανώμενοι, καὶ τύπτοντες ἀσθενοῦσαν
15 “τὴν συνείδησιν τῶν ἀδελφῶν, ὑπὲρ ὧν Χριστὸς ἀπέθανε. τρυγῶσι δὴ οὖν οὐκ εἰς καρπὸν ζωῆς· πόθεν; ἁλλ’ εἰς κόλασίν 16 τε καὶ κρίσιν. καὶ γοῦν ἔφασκεν ὁ Χριστὸς, ὅτι “Ὃς δ᾿ 17 “ἃν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων
“εἰς ἐμὲ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ “τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς “θαλάσσης.” οὐκοῦν ἀγαπάτωσαν τὴν ἀλήθειαν· τοῦτό ἐστι τὸ τῆς γνώσεως φῶς· οὕτω ζητεῖται Θεός· ἐντεῦθεν αὐτοῖς καρποὶ μὲν δικαιοσύνης ἀνατελοῦσιν εἰς ζωήν· τρυγηθήσεται
δὲ καὶ οἶνος, οὐ σωματικὸς, νοητὸς δὲ μᾶλλον καὶ 18 διὰ Πνεύματος, ὃς καὶ καρδίαν εὐφραίνει καὶ νοῦν.
δυσσέβειαν καὶ τοῖς τὰ αἰσχρὰ συμβουλεύουσι ἐπιτιμᾶν, τοῦτό τε δρῶντας ἐν παντὶ γενέσθαι καλῷ, σεσιγήκασι, παρεδέξαντο τοὺς τῆς πλανήσεως τρόπους· οὐκ ἦν ἐν αὐτοῖς ὁ τοῖς ἐκεῖνα καινοτομοῦσιν ἀνθεστηκώς, οὐκ ἀντιτιθεὶς τὰ ἐκ νόμου, καὶ εἰς ἀνάμνησιν ἀποφέρων τῶν τεθεσπισμένων.
γέγραπται γάρ “Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν 23 “ἐμοῦ·” καὶ πάλιν “Οὐ ποιήσεις σαυτῷ εἴδωλον.” ἁλλ’ 24 ὀλίγος αὐτοῖς παντελῶς ὁ περὶ τούτων ἦν λόγος. σεσιγήζωῆς· 25 26 κάσι γὰρ, τιμῶντες τὴν ἀσέβειαν, τουτέστι τὴν οὐκοῦν τετρυγηκασι τοὺς τῆς εἰς τοῦτο λοιπὸν ἀδικίας καρποὺς, κατεδηδόκασι καρπὸν ψευδῆ, τουτέστιν, ἀθρανῆ τε καὶ ἀνόνητον ἐσχήκασι τὴν ἐλπίδα. καρπὸς μὲν γὰρ ὁ ἀληθινὸς, ὁ σώζειν τε καὶ ὠφελεῖν δυνάμενος, ἡ εἰς Θεὸν
ἀγάπη, καὶ τὰ τῆς δικαιοσύνης αὐχήματα· καρπὸς δὲ ψευδὴς, 27 ὁ τῆς δυσσεβείας νοοῖτ᾿ ἂν εἰκότως· καταίρει γὰρ πάντως εἰς τέλος τὸ ἀπευκτόν. ποῖος οὖν ὁ ψευδὴς ἄρα καρπὸς, ὁ ἐκ τῆς δυσσεβείας αὐτοῖς γεγενημένος, παρέδειξεν εὐθύς. προσεπάγει γάρ Ὃτι ἤλπισας ἐν τοῖς ἥμασί σου, ἐν πλήθει
δυνάμεώς σου, καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ παντα τὰ περιτετειχισμένα σου οἰχήσεται. δεδυσσέβηκας μὲν γὰρ οὐ μετρίως, φησὶ, ξύλοις τε καὶ λίθοις λελατρευκὼς, καὶ τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ἀτιμάσας Θεόν. εἶτα τοῦ 28 πολέμου περιηγγελμένου, βεβηκότος δὲ ἤδη καὶ αὐτῶν εἴσω
θυρῶν, οὐ τὴν παρ’ ἐμοῦ μᾶλλον ἐζήτεις ἐπικουρίαν, ἀλλὰ ταῖς ἑαυτῶν δυνάμεσι, καὶ τῷ πλήθει τῶν ἁρμάτων ἐπεθαρσήσατε, καὶ τῆς τῶν πολεμίων ἰσχύος κρατήσειν ὑπελαμβάνετε, ἀρκούσης ὑμῖν εἰς τοῦτο τῆς τῶν ψευδωνύμων θεῶν φειδοῦς καὶ ἐπικουρίας. τοῦτο ὑμῖν γενήσεται καρπὸς
ψευδὴς ἔσται γὰρ ὄλεθρος κατὰ τῶν λαῶν, πᾶσά τε λαμπρὰ 29 καὶ εὐτειχεστάτη κατασεισθήσεται πόλις. ὃ γὰρ οὐχ ἵστησι Θεὸς, πάντη τε καὶ πάντως πεσεῖται.
μαθητιᾶν ὑποκρινομένοις τὰ εἰς ζωήν τε καὶ σύνεσιν. οὗτοι παρασιωπῶσιν ἀσέβειαν. ἀνέχονται γὰρ δυσφημούντων ἀκούοντες, καίτοι πλείστην ὅσην ὀφείλοντες τὴν κατ’ αὐτῶν ποιεῖσθαι κατάρρησιν. μεθέξουσι δὴ οὖν τῆς ἑαυτῶν δυσβουλίας, 30 καὶ τοὺς τῆς ἀδικίας ἐκθεριοῦσι καρπούς. φάγονται 31 γὰρ ψευδῆ, νόθην καὶ ἀπόβλητον δεχόμενοι γνῶσιν, διδασκόμενοί τε τὰ διεστραμμένα, καὶ ὅσα τῆς ἀληθείας τὸ κάλλος παραχαράττειν ἐπιχειρεῖ. ὅτι δὲ καὶ αὐτῶν πᾶσα πεσεῖται δύναμις, Θεοῦ καταστρέφοντος, οἰχήσονται δὲ καὶ εἰς ὄλεθρον
καὶ ἀπώλειαν, πῶς ἂν ἐνδοιάσειε τις;
ὁ Ἰσραὴλ ὀπίσω τῶν Βααλεὶμ κατὰ καιρούς. ταύτῃτοι Θεῷ προσκεκρούκασι, παραδέδονται δὲ καὶ εἰς χεῖρας Μαδιὰμ, 33 ἐφ’ ὅλοις ἔτεσιν ἑπτά. ἀπηνῆ δὲ οὕτως ὑπομεμενήκασι τὴν ἐκ τῶν κεκρατηκότων πλεονεξίαν, ὡς ἤδη καὶ πέτρας 34 οἰκεῖν, καὶ σώζεσθαι μόλις ἐν αὐταῖς καταδυομένους, καὶ
προτείχισμα ποιεῖσθαι τὰς δυσχωρίας, διά τοι τὸ παντελῶς 35 ἀπειπεῖν πρὸς μάχην. συμβέβηκε τοίνυν ὠμῶς ἀναιρεῖσθαι κατὰ καιροὺς τοὺς ἐμπίπτοντας τοῖς Μαδιηναίοις, ὥστε καὶ ἀθλίαις μητράσι συνδιόλλυσθαι τέκνα, φειδοῦς ἁπάσης ἐξῃρημένης. ἦρχον δὲ αὐτῶν Ὠρήβ τε καὶ Ζὴβ, καὶ Ζεβεὲ 36
καὶ Σαλμανά. παρετείνετο δὲ τὰ τῆς συμφορᾶς ἄχρις ἂν κατοικτείρας Θεὸς ταλαιπωροῦντα τὸν Ἰσραὴλ ἤγειρε τὸν Γεδεὼν, ὃς καὶ μετωνόμασται παρά τε τοῦ πατρὸς καὶ τῶν 37 ἐγχωρίων Ἱεροβάαλ, δι’ αἰτίαν τοιαύτην. χρήσαντος μὲν 38 γὰρ αὐτῷ τοῦ Θεοῦ διὰ φωνῆς ἀγγέλου, καθεῖλε τὴν στήλην
τοῦ Βάαλ, καὶ τὸ ἄλσος αὐτοῦ ἐξέκοψε, λεληθότως καὶ ἐν νυκτί. ἐπειδὴ δὲ οἱ τῆς πολίχνης οἰκήτορες τὰ συνήθη πληροῦν ὑπὸ τὴν ἕω σπουδάζοντες, παρῆσαν ἐν τῷ τεμένει, καὶ 39 κατεῤῥιμμένον τεθέανται τὸν Βαάλ, καὶ τὸν δρυμὸν ἐπ’ αὐτῷ πεπτωκότα, κατεστχάζοντο τῆς τοῦ Γεδεὼε ἤδη φιλοθεΐας, καὶ αὐτῷ τοῦ πράγματος ἐπέγραφον τὰς αἰτίας. εἶτα προςήεσαν τῷ πατρὶ λέγοντες Δὸς τὸν υἱόν σου, ἵνα ἀποκτείωμεν 40 αὐτὸν, “ὅτι καθεῖλε τὸν Βάλλ.” πρὸς ταῦτα
ἐκεῖνος· “Μὴ ὑμεῖς, φησὶν, ἐκδικήσετε τὸν Βάαλ; εἰ θεός “ἐστι, δικαςάσθω πρὸς τὸν καθελόντα αὐτόν.” ἐντεῦθεν ὁ Γεδεὼν μετωνόμαστοι λοιπὸν Ἱεροβαάλ, ὃ διερμηνεύεται “Δικαςάσθω ὁ Βαάλ.”
ὁ καθηγούμενος, ἐκ τοῦ οἴκου Γεδεὼν ἤτοι τοῦ Ἱεροβάαλ, μητέρα ἐπὶ τεκνοις ἠδάφισε, τὸν αὐτὸν τυοτονὶ τρόπον τῶν Ἀσσυρίων 41 ὁ στρατηγὸς ὠμῶς καὶ ἀπανθρώπως, καὶ οἰκτιρμοῦ παντὸς δίχα χρήσεται πολέμῳ τῷ καθ’ ὑμῶν, καὶ μητέρα σὺν τέκνοις ἐδαφιεῖ. συμβήσεται δὲ ταυτὸ διά γε τὰς ὑμῶν
κακίας. κολάξει γὰρ οὐ μάτην, κριτὴς ὢν δίκαιος ὁ τῶν ὅλων Θεός. ἀλλ’ εἰ ἐκτείνοιτο λοιπὸν εἰς τὸ ἐπέκεινα μέτρου τὰ τῶν προσκεκρουκότων αὐτῷ πλημμελήματα, τότε ἀναλόγως ἐπιφέρει τὰ ἐξ ὀργῆς. εἰ δὴ παραιτοίμεθα τὸν θυμὸν, προπαραιτητέον εὖ μάλα καὶ τὸ πλημμελεῖν, καὶ τὸ οἱονεὶ
καταθήγειν εἰς ἀγανάκτησιν τὴν θείαν τε καὶ ἡμερωτάτην 42 φύσιν, τάχα δέ που καὶ οὐχ ἑκοῦσαν εἰς τοῦτο καταβιάζεσθαι ταῖς τῶν πταισμάτων ὑπερβολαῖς. ἰστέον δὲ, ὅτι τῶν προλαβόντων ἐξηγτῶν τινες, οὐ τὸν τῶν Μαδιηναίων ἄρχοντα Σαλμανὰ μητέρα ἐπὶ τέκνοις ἐδαφίσαι φασὶν, ἐκ τοῦ
οἴκου Ἱεροβάαλ, ἤτοι τοῦ Ἰσραήλ· ἀπὸ γὰρ τῶν ἡγουμένων τὸ σύμπαν ἔσθ’ ὅτε κατασημαίνεται· ἀλλὰ μᾶλλον ἐν τῷ οἴκῳ Σαλμανὰ τὸν Γεδεὼν ἐδαφίσαι μητέρα ἐπὶ τέκνοις. ἀλλ’ οἶμαι κρεῖττον, καὶ τὴν ἀπὸ τοῦ πρέποντος ἐπικουρίαν 43 ἔχον εἴη ἂν οὐχὶ τοῦτο μᾶλλον, ἀλλὰ τὸ ἕτερον. ὥσπερ γὰρ
κα’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν προσκέκλιτο τοῖς Βααλεὶμ ὁ 44 Ἰσραὴλ ἠδαφίσθη παρ’ αὐτοῖς τὰ τέκνα μητράσιν ὁμοῦ διὰ χειρὸς ἀλλοφύλων, οὕτω καὶ νῦν ἀπονεύσαντος εἰς εἰδωλολατρείαν τοῦ Ἐφραῒμ, ἐδαφισθήσονται πάλιν διὰ βαρβάρων, τουτέστι τῶν Ἀσσυρίων, ὁμοῦ ταῖς τεκούσαις
τὰ γεγεννημένα. οἶμαι δὴ οὖν ὅτι τὸ πιθανὸν ὁ λόγος, καὶ τὴν ὁμοιότητα τὴν ὡς ἐξ εἰκόνος τῆς ἀρχαίας, ἐπὶ τὰ νεώτερα διασώσει μᾶλλον, εἰ τῇδε νοοῖτο τῶν προκειμένων ἡ δύναμις.
ἡ συγγραφὴ, τὸ ὡς ὄρθρος ἀπεῤῥίφησαν εἰρήκασιν ἐναργῶς, τὸ οἷον ὡς ἐν ὀλίγῳ κομιδῇ καιρῷ, ἤγουν ὀξέως καὶ ἀμελλητὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἀποπεπτωκέναι τὸν Ἰσραὴλ, 47 διὰ τούτου σημαίνοντες. βραχὺς δὲ λίαν ὁ τοῦ ὄρθρου καιρός· ἅμα τε γὰρ ἄρχεται διαυγασμοῦ τῆς ἡμέρας τὸ φῶς,
καὶ τὸν ὄρθρον ἐργάζεται· ἀνασχόντος γεμὴν ἡλίου, καὶ πρώτην ἀκτῖνα προέντος, λέλυται παραχρῆμα καὶ διελήλακεν. οὐκοῦν ὡς ὄρθρος, τουτέστιν, ἐν ὀλίγῳ καὶ βραχεῖ καὶ κομιδῆ συνεσταλμένῳ καιρῷ, τοῖς ἡγουμένοις ὁμοῦ συναπεῤῥίφησαν. ἢ γὰρ οὕτως συνήσομεν, ἤγουν καθ’ ἕτερον
τρόπον μεταληψόμεθα. ὅτε γὰρ τοῖς ἀνθρωπίνοις πταίσμασιν οὔπω τὰς δίκας ἐπιφέρει Θεὸς, ἢ καὶ μακροτέραν ποιεῖται 48 τῆς ἀνεξικακίας τὴν παράτασιν, τὸ ἀπεικὸς οὐδὲν, τοῖς ἐν νυκτὶ καθεύδουσι παρεικάζειν αὐτόν. καὶ γοῦν οἱ μακάριοι Προφῆται διακεκράγασι πολυτρόπως ἡμῖν, αὐτὸ δὴ τοῦτο
κατασημαίνοντες. Ἰερεμίας μὲν γὰρ ὁ σοφώτατος “Μὴ 49 “ἕσῃ, φησὶν, ὥσπερ ἄνθρωπος ὑπνῶν, ἢ ὡς ἀνὴρ οὐ δυνά- “μένος σώζειν· ὁ δὲ γε θεσπέσιος μελῳδὸς, ποτὲ μέν φησιν, ὅτι “Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς Κύριε Κύριε; ἀνάστηθι καὶ μὴ 50 51 “ἀπώσῃ εἰς τέλος· ποτὲ δὲ αὖ διεγηγερμένον βλέπων εἰς 52 ἐπικουρίαν τινῶν, “Καὶ ἐξηγέρθη, φησὶν, ὡς ὁ ὑπνῶν “Κύριος.”
ἠγρυπνηκότος δὴ οὖν ἐπ’ αὐτοῖς τοῦ Θεοῦ, καὶ μονονουχὶ διεγηγερμένου λοιπὸν εἰς ἐπίσκεψιν ὧν δεδράκασιν, ἀπόβλητοι καὶ ἀπεῤῥιμμένοι γενήσονται· καίτοι διὰ πλείστην ὅσην ἀνεξικακίαν μονονουχὶ καὶ νυστάξαντος ἐπ’ αὐτοῖς, κατὰ τὸν ἤδη παρωχηκότα καιρόν. συναπεῤῥίφθαι δὲ τοῖς
53 ὄχλοις καὶ τὸν βασιλέα, φησὶν, ὡς ὅσον οὐδέπω καὶ τῆς Εφραΐμ βασιλείας ἐσομένης ἐκ μέσου. ὑπονοστήσαντες γὰρ, ὡς ἔφην, εἰς τὴν Ἰουδαίαν μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, ὑφ’ ἕνα πάντες γεγόνασι βασιλέα, καθάπερ ἀμέλει καὶ ἐν ἀρχαῖς καὶ πρὸ τῶν τῆς ἁλώσεως χρόνων. ἐβασίλευον
γὰρ οἱ ἐκ φυλῆς Ἰούδα κατὰ τὴν Ἱερουσαλὴμ, ὄντος ἔτι παντὸς τοῦ Ἰσραὴλ.
τὴν ἀρχήν; πρὸς ταῦτα Θεὸς, καὶ μάλα εἰκότως, ἐξηγεῖται 56 τρόπον τινὰ, λέγων Νήπιος Ἰσραὴλ καὶ ἐγὼ ἠγάπησα αὐτὸν, Gen. Gen. xxv. 27. καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τοὶ τέκνα αὐτοῦ. ἀνὴρ ἄπλαστος 57 γέγονε φησιν Ἰακὼβ, ὃς μετωνομάσθη Ἰσραὴλ. ταύτῃτοι καὶ ἠγάπησα αὐτόν· ἔτι γὰρ ὄντων ἐν μήτρᾳ, “Tὸν Ἰακὼβ 58 “ἠγάπησα, φησί· τὸν δὲ Ἠσαῦ ἐμίσησα.” ἐπειδὴ τοίνυν ἠγάπηκα αὐτὸν, ταύτῃτοι καὶ ἐξειλόμην τῆς Αἰγυπτίων
πλεονεξίας τὰ τέκνα αὐτοῦ. “Ποιῶ γὰρ ἔλεος εἰς χιλιάδας 59 “τοῖς ἀγαπῶσί με. τί οὖν οἱ τετιμημένοι καὶ ἀπόλεκτοι διὰ τοὺς πατέρας, οἱ τῇ τῆς ἐλευθερίας τετιμημένοι χάριτι, 60 καὶ δουλείας καὶ πόνων ἀπηλλαγμένοι; ἆρα τετιμήκασιν; ἆρα ταῖς εὐνοίαις κατευφραίνειν ἐσπούδασαν τὸν ὑπερασπίσαντα
Θεόν; οὐδαμῶς, φησίν. ἀποδεδραμήκασι γὰρ τοῦ Δεσπότου, ἀπῴχοντο τοῦ τετιμηκότος, ὕβρισαν τὸν κεκληκότα. ἀπῴχοντο δὲ, τίνα τρόπον; ἆρα καθ’ ἕνα καὶ κατ’ ὀλίγους τοῦ φρονεῖν ὀρθῶς ἀπωλισθηκότες, καὶ ταῖς τινῶν ἀπάταις ὑποκλεπτόμενοι; οὐμενοῦν. ἀπέθορον γὰρ οὕτως,
ὥσπερ ἀμέλει καὶ κέκληνται, τουτέστι, κατὰ πληθὺν ὅλην καὶ κατὰ φυλὰς, παγγενῆ τε καὶ πανοικί. ἐξῆλθον γὰρ οὕτω 61 τῆς Αἰγυπτίων κατὰ καιρούς. μεμνήμεθα δὲ, ὅτι μόλις ἀνήσειν τὸν Ἰσραὴλ ὑπισχνουμένου τοῦ Φαραὼ, καὶ τὴν ἀπαίρουσαν αὐτοῦ πληθὺν ἀναμαθεῖν ἐθέλοντος, λέγοντός τε
σαφῶς “Τίνες καὶ τίνες εἰσὶν οἱ πορευόμενοι;” Μωυσῆς 62 ἀπεκρίνετο “Σὺν τοῖς νεανίσκοις ἡμῶν καὶ σὺν τοῖς πρεσ- “βυτέροις ἡμῶν πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσι, “καὶ προβάτοις καὶ βουσὶν ἡμῶν. οὐκοῦν κατὰ φυλὰς ὅλας καὶ κατὰ πληθὺν, κατὰ γένος τε καὶ οἴκους ἡ κλῆσις· 63
κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ἡ ἀπόστασις, ἧς τὸ ἀκαλλὲς ὅτι μάλιστα σημαίνει, λέγων τὸ ἀπῴχοντο ἐκ προσώπου μου. οὕς γὰρ ἂν ἕλοιτο μισεῖν ὁ τῶν ὅλων Δεσπότης, οὐδ’ ἂν ἐπισκέψαιτο, κατ’ ἐκεῖνό φημι τὸ ἐν ψαλμοῖς ὑμνούμενον 64 Επίβλεψον επ ἐμὲ καὶ ἐλέησόν με. γέγραπται γὰρ, ὅτι
“Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους·” καὶ αὐτὸς δέ που φησίν 65 66 67 “Καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἁλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ “ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους μου;”
ἔξω τοῦ εἰκότος τὸ χρῆμα κείσεται· τιμᾷ γάρ τις, εἴπερ ἕλοιτο δρᾶν ὀρθῶς, τὸν οἰκεῖον ἤδη καὶ προσδεδραμηκότα· τὸ δὲ καὶ τοῖς βεβήλοις ἔτι καὶ οὐκ εἰδόσιν αὐτὸν, παντὸς ἀγαθοῦ φαίνεσθαι χορηγὸν, ὑπερβολὴν ἂν ἔχοι φιλανθρωπίας καὶ θαύματος, καὶ θεοπρεποῦς ἀληθῶς ἀπόδειξιν ἡμερότητος.
τοιγάρτοι καὶ αὐτὸς ἔφασκεν ὁ Σωτῆρ’, κατοικτείρων τὰ καθ’ ἡμᾶς καὶ τὸν οὐδαμόθεν πρέποντα ταῖς φιλαμαρτήμοσιν 72 μοσιν ἔλεον ἀπονέμων ὡς Θεὸς, ποτὲ μὲν, ὅτι “Οὐ χρείαν “ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες, 73 ποτὲ δὲ πάλιν “Οὐκ ἦλθον κάλεσαι δικαίους, ἀλλὰ ἀμαρ-
“ τωλοὺς εἰς μετάνοιαν.” θαυμάζει δὲ σφόδρα καὶ ὁ σοφώτατος Παῦλος τὴν ἀσύγκριτον ἀνεξικακίαν τοῦ πάντων 74 κρατοῦντος Θεοῦ, καί φησιν ὅτι “ Χριστὸς ἦλθεν εἰς τὸν “κόσμον ἁμαρτωλοὺς σῶσαι· ὧν πρῶτός εἰμι ἐγώ.” αὐτοὶ τοίνυν φησὶ, τουτέστιν οἱ ἐξ Ἰσραὴλ, ἐπλανῶντο κατὰ τὴν
Αἴγυπτον, οὔπω Θεὸν ᾔδεσαν τὸν ἀληθινὸν, ἐμέ· κατεφωρῶντο δὲ μᾶλλον θυσίας προσάγοντες τοῖς Βααλεὶμ, 75 τουτέστι τοῖς εἰδώλοις, θυμιῶντες τοῖς γλυπτοῖς, ἤτοι τοῖς τῶν ἐγχωρίων σεβάσμασιν. ἐγὼ δὲ ἐπείπερ εἰμὶ χρηστός τε καὶ ἀγαθὸς, καίπερ οὕτως ἔχοντα σκαιότητος τὸν Ἐφραΐμ, ἤτοι καθ’ ὅλου τὸν Ἰσραὴλ, ὡς ἐκ μιᾶς ἐνθάδε φυλῆς δηλούμενον, 76
συνεπόδισά φησιν.
αὐτὰ, συνενεγκόντες τοὺς πόδας. δεῖ γὰρ οἶμαι συστέλλεσθαι μηρούς τε καὶ γόνατα παντὸς τοῦ συνιζηκότος· τοῦτό ἐστι τὸ συνεπόδισα· καθάπερ ἀμέλει καὶ περὶ τοῦ Ἀβραὰμ 77 γέγραπται, ὅτι συνεπόδισεν Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ὅτε καὶ 78 θύειν αὐτὸν προσεδόκησε τῷ Θεῷ. εἰδέναι δὲ ἀναγκαῖον, ὅτι
τῶν Ἑβραίων ἡ ἔκδοσις, καὶ μὴν καὶ ἡ τῶν ἑτέρων, οὐκ ἔχει τὸ συνεπόδισα· τεθείκασι δὲ μᾶλλον τὸ Γέγονα ὡς τιθηνὸς τῷ Ἐφραΐμ. οὐκοῦν ἐγὼ μὲν περὶ αὐτοὺς τοιοῦτος, αὐτοὶ δὲ οὐκ ἔγνωσαν, τουτέστιν οὐ συνῆκαν, οὐκ ἤσθοντο ὅτι καταφθείρων ἑτέρους τῶν κατ’ αὐτοὺς ποιοῦμαι τὴν ἐπανόρθωσιν. 79
τοῦτο γὰρ τὸ Ἴαμαι αὐτοὺς ἐν διαφθορᾷ κατεφθάρησαν μὲν γὰρ Αἰγύπτιοι πρῶτοι ταῖς δέκα πληγαῖς, οὐκ ἀνιέντος τοῦ Φαραώ. μετὰ δέ γε τὰς Αἰγυπτίων πληγὰς, διολώλασι Χετταῖοι, Εὐαῖοι καὶ Ἀμοῤῥαῖοι, Χαναναῖοι καὶ Ἰεβουσαῖοι, οὓος νενικηκὼς κατὰ κράτος ὁ Ἰσραὴλ κεκληρονόμηκε
τῆς ἐπαγγελίας τὴν γῆν, Θεοῦ πᾶν αὐτοῖς καταψιλοῦντος τὸ ἄναντες, καὶ τὸ δύνασθαι κατευμεγεθεῖν τῶν ἐχθρῶν ἀπονέμοντος. οὐκοῦν οὐκ αἰσθάνονταί φησιν, ὅτι 80 καταφθείρων ἀνθρώπους τοὺς ὁμογενεῖς αὐτοῖς, εὖ ἐτίθην τὰ κατ’ αὐτούς. καὶ ἐξέτεινα αὐτοὺς, τουτέστι, συνέσφιγξα καὶ
συνέσχον ὡς ἐν δεσμοῖς ἀγάπης. ἀλλ’ εἴπερ ἦσαν σοφοὶ, 81 πάντως που καὶ ἐνενόησαν καὶ ἐλογίζοντο κατὰ σφᾶς, ἀνθ’ ὅτου τὰ μὲν ἔθνη ταῦτα κατεφθάρη παρὰ Θεοῦ, ἀντεισκεκομίσμεθα δὲ ἡμεῖς. συνέντες γὰρ οὕτως, ὅτι μεμίσηκα τὸν ἀλιτήριον, καὶ οὐκ ἐν λόγῳ ποιοῦμαι τὸν τῶν δαιμονίων 82 θεραπευτὴν, κατέληξαν ἂν τάχα που τοῦ δρᾶν ἑλέσθαι τὰ
παραπλήσια.
κολάζοιτο ἂν εἰκότως ὁ τῇ νόσῳ περιπεσὼν, κἀντεῦθεν ἡμῖν εὔκολον ἰδεῖν. ὁ γὰρ ἀχάριστος, φησὶν, ὡς βλάσφημος.
εἰς βραχίονα λαβεῖν, συντεῖναι δὲ ὥσπερ καὶ ἐν δεσμοῖς ἀγάπης, καίτοι βέβηλον ἔτι καὶ ἀλιτήριον ὄντα τὸν Ἐφραΐμ, 84 ταύτῃτοι καὶ ἐπιστρέψειν πλημμελοῦντά φησιν· “Ὃν γὰρ “ἀγαπᾷ κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν πα- “ραδέχεται.” θέα δὲ ὅπως ἡμερότητος οὐκ ἀμοιρήσειν τῆς
θεοπρεποῦς καὶ τὸν τῆς ἐπιπλήξεως ὑπισχνεῖται τρόπον. ἐν 85 ἴσῳ γὰρ ἔσεσθαί φησι τοῖς εἰς σιαγόνα ῥαπίσμασι διὰ τῆς ἀνθρώπου χειρὸς τὰ ἐπ’ αὐτοὺς κινήματα. πατρὸς δ᾿ ἂν νοοῖτο κίνημα τουτὶ, φειδοῖ καὶ ἀγάπῃ κεραννύντος τὰ ἐξ ὀργῆς, καὶ οἷον ἠρέμα, καὶ χειρὶ πλήττοντος μόλις, ὡς ἂν μὴ
ἀνεπιτίμητος ὑπ’ ἄρχῃ παντελῶς.
σύμφερον τε ἡμῖν καὶ ἀναγκαῖον εἰς σωτηρίαν. ἀκουέτω δὴ οὖν πρὸς ἡμῶν ὁ τῶν ὅλων Θεός “ Κύριε, ἐν θλίψει μικρᾷ ἡ 88 “ παιδεία σου ἡμῖν·” τοῦτό ἐστι τὸ ῥάπισμα· καὶ πάλιν “ Παίδευσον ἡμᾶς, κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, 89 “ ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.” οὐ γὰρ τὸ παιδεύεσθαι 90
τοῖς εὖ φρονοῦσι πικρόν· τὸ δὲ ἐν ὀργῇ κολάζεσθαι, καὶ δεινὸν καὶ δύσοιστον, μᾶλλον δὲ καὶ ὀλέθρου τὸ χρῆμα μεστόν.
αὐτὸν, σαφηνιεῖ μὲν λέγων καὶ ὁ μακάριος Παῦλος “ Βλέπετε, 94 “ἀδελφοὶ, μὴ παραιτήσησθε τὸν καλοῦντα· οὐδὲν δὲ ἧττον καὶ διὰ τῶν προκειμένων ἡμῖν ἔσται καταφανές. καταλελοιπὼς γὰρ, φησὶ, τὴν ἐνεγκοῦσαν αὐτὸν ὁ παμμόχθηρος Εφραΐμ γῆν, ὥσπερ ἰδίαν τὴν Αἰγυπτίων ἐποιήσατο, τὰς ἐκ
τοῦ πολέμου δεδιὼς συμφοράς. γέγονε δὲ καὶ ὑπ’ αὐτὸν τὸν 95 Ἀσοὺρ, καὶ ὀθνείοις σκήπτροις ὑπήνεγκε τὸν αὐχένα· κατώλισθε γὰρ εἰς τοῦτο ταλαιπωρίας. κἂν εἴ τις ἔροιτο τὴν αἰτίαν, ἀκούσεται λέγοντος τοῦ πάντα εἰδότος Ὅτι 96 ἠθέλησεν ἐπιστρέψαι· Θεοῦ γὰρ προθέντος τὴν ἀμνηστίαν καὶ ἀνόπιν ὥσπερ ἰέναι προστάττοντος, ἐπανήκειν ’δε ουτως εἰς τὸ αὐτῷ δοκοῦν, μεταφοιτῶντα φαυλότητος καὶ τῶν τῆς εἰδωλολατρείας ἀποθρώσκοντα βόθρων, κατημέλησε δεινῶς καὶ οὐκ ἠθέλησεν ἐπιστρέψαι· ταύτῃτοι καὶ ἥλω
λοιπὸν, καὶ ὑπὸ χεῖρα γέγονε τῶν μεμισηκότων. ἠσθένησε γὰρ ἐν ταῖς πόλεσιν αὐτοῦ ῥομφαία, καὶ κατεπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ, τουτέστιν, ἐν οὐδεμιᾷ πόλει τοῦ Ἐφραΐμ ηὕρηταί τις ἀνὴρ, ὁ δεινὸς εἰς μάχην, καὶ ῥομφαίᾳ χρῆσθαι 97 δυνάμενος. παρείθησαν γὰρ, καὶ οἷον ἐλύθησαν τῶν κατέχειν
αὐτὴν εἰωθότων αἱ χεῖρες. ἐπειδὴ δὲ πονηρὰ καθ’ ἑαυτῶν καὶ πεφρονήκασι καὶ δεδράκασι, τῆς ἑαυτῶν δυσβουλίας ἔδονται τοὺς καρπούς.
πλημμελείας ἐξ ἡμερότητος τῆς παρὰ Θεοῦ, τὸ ῥᾳθυμεῖν οὐκ 98 ἀζήμιον. κατοικήσομεν γὰρ ἐν Αἰγύπτῳ, τουτεστιν, ἔξοικοι τε καὶ ἀλῆται πάντη τε καὶ πάντως ἐσόμεθα, καὶ οὐχὶ γῆν ἀφέντες τὴν αἰσθητὴν, καὶ εἰς ἑτέραν μετανιστάμενοι, ἀλλὰ τὸν τῶν ἁγίων ἀφέντες κλῆρον· ἐσόμεθα δὲ καὶ ὑπὸ τὸν Ἀσοὺρ, τὸν ο ἄρχοντα δηλονότι τοῦ αἰῶνος τούτου, ὑπ’ αὐτῷ τε κεισόμεθα δοῦλοι καὶ αἰχμάλωτοι, καὶ τοῖς αὐτοῦ θελήμασιν ὑποκύπτοντες, διά τοι τὸ ἀσθενῆσαι καὶ καταπαῦσαι παρ’ ἥμιν τὴν ῤομφαίαν. οὐ γὰρ ἔστιν, οὐκ ἐστι τοῖς φιλαμαρτήμοσιν ἑλεῖν 99 δύνασθαι “τὴν πανοπλίαν τοῦ Θεοῦ,” καὶ τὴν μάχαιραν
“τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.” μάχαιραν δὲ νοήσεις, καὶ τῆς διανοίας ἡμῶν οἱονεὶ τὴν μαχιμωτάτην τε καὶ φιλοθεωτάτην κίνησιν, ἢν τοῖς πάθεσιν ἀντεξάγοντες, καὶ τοῖς διαβολικοῖς κακουργήμασιν ἀντιτάττοντες, τὴν εὐσεβῆ καὶ ἀμώμητον διάττομεν τρίβον, καὶ τῆς εὐαγγελικῆς πολιτείας
ταῖς ἑαυτῶν κεφαλαῖς ἀνάπτομεν τὰ αὐχήματα.
τῶν λέξεων ἡ συνθήκη, καὶ πολλῆς ἃν δέοιτο τῆς σαφηνείας, τοῖς ἐθέλουσι νοεῖν. ἔστι δὲ ὃ βούλεται δηλοῦν ὡς ἐν ὀλίγῳ, τοιοῦτον. ἀπῴχετο, φησὶν, ὁ Ἐφραΐμ εἰς Αἰγυπτίους, γέγονε δὲ καὶ ὑπὸ βασιλέα, τὸν Ασούρ. εἶτα, ὥσπερ τινὸς πυνθανομένου τε καὶ λέγοντος Ἀνθ’ ὅτου καὶ τίνα τρόπον
συγκεχώρηται παθεῖν, ἢ πῶς ἀλλοφύλοις δεδούλευκεν ὁ Ισραὴλ; τίθησιν ἐφεξῆς τὰς ἀπολογίας, καί φησι, πρῶτον μὲν, ὅτι “οὐκ ἠθέλησεν ἐπιστρέψαι·” προκειμένης γὰρ 103 ἡμερότητος, ἥλω, φησὶ, καὶ πρὸς τοῦτο ῥᾴθυμος καὶ ἀπειθής· εἶτα, ὅτι “καὶ ἠσθένησε ῥομφαία ἐν ταῖς πόλεσιν αὐτοῦ.” 104
οὐ γὰρ ἦν, ὡς ἔφην, ὁ τοῖς Ἀσσυρίοις ἀντανιστάμενος, ἣ καὶ εὐδόκιμος τὰ τακτικὰ, Θεοῦ τὸ μάχιμον παραλύοντος, καὶ δειλίᾳ που τάχα προκατασείοντος καὶ τὸν εὐσθενῆ λίαν ἐν μάχαις. αἰτία δὲ καὶ ἑτέρα τοῦ πεσεῖν αὐτὸν ὑπὸ τὸν Ασούρ. ποία δὲ αὕτη; ὁ γὰρ λαὸς, τουτέστιν ὁ Ἐφραΐμ,
μονονουχὶ καὶ ἐξεκρέματο αὐτοῦ, τοῦ Ἀσούρ δηλονότι, καὶ ἐκ 105 της αὐτοῦ κατοικίας ἀπαίρειν ἠθέλησεν εἰς τὴν Περσῶν τε καὶ Μήδων. καὶ οὐ δήπου φαμὲν, ὅτι τοῦτο παθεῖν αὐτὸς ἃν ἠθέλησεν ὁ Ἐφραΐμ, ἀλλ’ ὅσον ἧκεν εἰς τὰ αὐτῷ πεπλημμελημένα, μονονουχὶ καὶ ἐζήτησε παθεῖν τὰ οὕτω δεινὰ, εἴπερ
ἐξὸν διαδρᾶναι τὴν ὀργὴν μεταφοιτᾶν ᾑρημένῳ πρὸς τὰ ἀμείνω καὶ πρεπωδέστερα, μονονουχὶ καὶ ἐξεκρέματο τοῦ Ασοὺρ. καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, τουτέστι τὴν κατοικίαν 106 αὐτοῦ, πρὸς τὴν ἐκείνου βαδίζειν ἀσυνέτως ἐγλίχετο, καίτοι Θεοῦ πάντη τε καὶ πάντως ἐπάξειν αὐτῷ τὰ τοιάδε διειρη- 107 κότος, εἰ μὴ βούλοιτο μετανοεῖν. ἐπειδὴ δὲ πρὸς τοῦτο αὐτοὶ κατώλισθον σκοποῦ, θυμωθήσεται Θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ. τίμια δὲ καὶ ἐξαίρετα καὶ προὔχοντα τῶν λαῶν, βασιλεῖς δηλονότι καὶ ἡγούμενοι, οἳ καὶ τοῖς ἀγελαίοις συναπεκομίσθησαν, ἐλεεινοί τε καὶ δοῦλοι, καὶ ἐν τάξει δορικτήτων, ὅτι
108 τοὺς ὑπὸ χεῖρα πεπλανήκασι, καὶ γεγόνασι παγὶς τοῖς, εἴπερ ἤθελον αὐτοὶ, καὶ διάττειν δυναμένοις τὴν ἐπ’ εὐθύ. καθηγεῖται γὰρ ἀεὶ τῶν ὑπεστρωμένων τὸ ἡγούμενον. ἔσονται δὴ οὖν ταπεινοὶ καὶ ἀπερριμμένοι, καίτοι πλείστην ὅσην ἐσχηκότες τὴν δόξαν. πρόσεστι γὰρ πάντως τοῖς τῆς
βασιλείας θώκοις τὸ εὐκλεές. ἀλλ’ οὐκ ἂν ὑψώσειεν αὐτοὺς ὁ Θεός. πέπαυται γὰρ, ὡς ἔφην ἤδη πλειστάκις, ἡ τοῦ Ἐφραΐμ βασιλεία.
109 ἢ εἰ μὴ τοῦτο δρῴημεν, ἑκόντες αὐτοὶ τὸν τοῦ διαβόλου ζυγὸν ἑαυτοῖς ἐπιθήσομεν, μονονουχὶ καὶ ἀποκρεμάμενοι τῆς εἰς αὐτὸν ἀγάπης, ὅλη τε βαδίζοντες προθυμίᾳ πρὸς τὸ ὑπ’ αὐτῷ γενέσθαι λοιπὸν, καὶ τὰ αὐτῷ δοκοῦντα πληροῦν. ἀλλ’ εἰ τοῦτο γένοιτο, παροξυνοῦμεν Θεὸν, οὕτω τε λοιπὸν 2
ἐσόμεθα ταπεινοὶ, χθαμαλὸν καὶ πεπατημένον ἔχοντες νοῦν, Θεοῦ παραλύοντος, καὶ ταῖς εἰς τὸ ἀγαθὸν ἀνδρείαις ἀνορθοῦν ἡμᾶς οὐκ ἀνεχομένου.
112 μου ἑ τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου· οὐ μὴ ποιήσω κατά τὴν ὀργὴν τοῦ Θυμοῦ μου, οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλει- 113 φθῆναι τὸν Ἐφραΐμ, διότι Θεὸς ἐγώ εἰμι κω οὐκ ἄνθρωπος, ἐν σοὶ ἅγιος.
ἀνόσια πεπραχόσι, καὶ ἐπέκεινα μέτρου κατὰ Θεοῦ δεδυσσεβηκόσιν, 114 ὡς μηδεμιᾶς ἔτι φειδοῦς αὐτοῖς περιλελεῖφθαι τρόπον. ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, ἡμερότητος πηγὴ καὶ γένεσις, ἀνακόπτει τὸ κίνημα, οὐχ ὡς παραλόγως γεγονότι τυχὸν ἐκ λογισμοῦ του κρείττονος ἐπιτίμων· οὐ γὰρ ἀν’ ἁμάρτοι
ποτὲ τῶν αὐτῇ πρεπωδεστάτων ἐννοιῶν ἢ πράξεων ἡ θεία τε καὶ ἄφραστος φύσις· ἀπείργων δὲ ὥσπερ τὸ κατ’ ἀξίαν, καὶ κατακωλύων ἐξ ἡμερότητος τὸ ὅτι μάλιστα πρέπον αὐτοῖς, τουτέστι, τὴν εἰσάπαν ἀπώλειαν, καὶ τὸ ἐκ ῥίζης ὥσπερ 115 αὐτῆς ἀναβοθρεύεσθαι δεῖν. ταύτῃτοί φησι Τί σε διαθῶ;
ποίᾳ, φησὶν, ὁδῷ χρήσομαι τὰ κατά σε συντιθείς; ὑπερασπιῶ σου καὶ ἐπαμυνῶ πάλιν, καὶ δυσκαταμάχητον ἀποδείξω τοῖς ἐπιβουλεύειν ἐθέλουσιν; εἶτα πῶς τοῦτο γενήσεται; πρέποι γὰρ ἂν τὸ κολάζεσθαι μᾶλλον ἢ εὐημερεῖν, τοῖς τὰ δεινὰ κατὰ Θεοῦ δεδρακόσιν. οὐκοῦν ἀπονέμων τὸ
πρὸς ἀξίαν, καὶ ἰσοστάθμους τοῖς πλημμελήμασι τοῖς σοῖς ὁρίζων δίκας, ὡς Ἀδαμὰ θήσομαί σε κα) ὡς Σεβοείμ· πόλεις 116 δὲ αὗται Σοδομιτικαὶ, ἃς μέχρις αὐτῶν κατεδήδοκε βάθρων τὸ καταιβάσιον πῦρ. ἀλλ’ οὐδὲ τοῦτο δράσω, φησὶ, καίτοι γενέσθαι δικαίως ὀφεῖλον. ὑπερθήσομαι δέ· μεταβεβούλευμαι
γάρ· καὶ οὐκ ἀκράτοις χρήσομαι τοῖς θυμοῖς, οὐκ ἃν δοίην εἰς ἐξάλειψιν παντελῆ, καίτοι πονηρὸν γεγονότα, τὸν Ἐφραΐμ. διὰ ποίαν αἰτίαν; οὐ γὰρ ἦσαν ἄξιοι τοῦ παθεῖν αὐτό; ναί φησιν, ἀλλ’ εἰμὶ Θεὸς καὶ οὐκ ’ν, ἀγαθὸς δηλονότι, καὶ οὐχὶ τοῖς ἐξ ὀργῆς κινήμασι παραχωρῶν τὸ νικᾶν· ἀνθρώπινον
γὰρ τὸ τοιόνδε πάθος. τί οὖν ἔτι κολάζεις, φησὶν, 117 118 εἴπερ εἶ Θεὸς ὀργαῖς μὴ κρατούμενος, ἐμφύτῳ δὲ μᾶλλον ἑπόμενος ἡμερότητι; κολάζω, φησὶν, εἰμὶ γὰρ οὐ μόνον ἀγαθὸς, ὡς Θεός· ἁλλὰ πρὸς τούτῳ καὶ ἅγιος, μισῶν ἀδικίας, ἀποστρεφόμενος τοὺς με μεμολυσμένους, παραιτούμενος τὸν θεομισῆ, καὶ ἐπιστρέφων τὸν ἀλιτήριον, διασμήχων
τὸ βέβηλον, ἵνα μοι πάλιν συνάπτηται.
“αὐτοῦ καὶ ἐπιστραφήτω πρὸς Κύριον, καὶ ἐλεηθήσεται. χρὴ γὰρ ἡμᾶς, εἰ περὶ πολλοῦ ποιούμεθα τὸ εἶναι μετὰ Θεοῦ, παντὶ σθένει παραιτεῖσθαι τὸ πλημμελεῖν, μεμνῆσθαί 120 τε λέγοντος “Ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιός εἰμι.”
ἢ ἀνασκιρτώντων ἐφ’ οἷς ἂν αὐτοὺς εὐφραίνειν ἐπαγγέλληται Θεός. τοιουτονί τι παθόντα καὶ νῦν τὸν 123 μακάριον εὑρήσομεν Ὠσηέ. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ὑπισχνεῖτο τὴν ἡμερότητα, καὶ οὐκ εἰσάπαν ἔφασκεν ὁλοθρεύσειν τοὺς ἡμαρτηκότας, ὅτι τε εἴη Θεὸς, ἀγαθὸς δηλονότι,
καὶ οὐκ ἄνθρωπος· οὐ γάρ τοι καθ’ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. οἱ δὲ ὥσπερ ἐπεγνωκότες τὰ οἰκεῖα πλημμελήματα, καὶ κατερυθριῶντες ἤδη πὼς ἐπὶ τῇ πλείστη τε καὶ ἀδοκήτῳ χάριτι, καταλήξειν ἐπαγγέλλονται τῶν σφίσιν ἐξηυρημένων, 124 δι’ ὧν καὶ προσκεκρούκασι. καὶ ποῖα ταῦτά ἐστι, δι’ αὐτοῦ πάλιν ἡμᾶς τοῦ προφήτου πεπληροφόρηκεν Θεός. ἔφη γὰρ 125 ἐν τοῖς ὀπίσω βραχὺ, τόν τε Ἰούδαν αὐτὸν καὶ τὸν Ἐφραΐμ αἰτιώμενος, “ Καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αὐτὸν 126
“καὶ ᾠκοδόμησε τεμένη, καὶ Ἰούδας ἐπλήθυνε πόλεις τετει- “χισμένας· καὶ ἀποστελῶ πῦρ ἐπὶ τὰς πόλεις αὐτοῦ, καὶ “καταφάγεται τὰ θεμέλια αὐτῶν.” ὁ μὲν γὰρ Ἐφραΐμ, ἤγουν ὁ Ἰσραὴλ, βωμοὺς καὶ τεμένη κατὰ τὴν Σαμάρειαν τοῖς εἰδώλοις ἀναδειμάμενοι, κατώλισθον εἰς ἀπόστασιν, ἐπελάθοντο
ελάθοντο τοῦ Θεοῦ, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὸ οὐδενὸς ἀξιοῦντες λόγου, παροτρύνοντες διετέλουν· Ἰούδας 127 δὲ αὖ, καίτοι πεποιθότες ἐπὶ τῷ Θεῷ, κατὰ τοὺς ἄνωθεν ἔτι χρόνους παρ’ αὐτοῦ τε καὶ δι’ αὐτοῦ σωζόμενοι, κατέθηγον εἰς ὀργὰς, κατὰ πολλοὺς μὲν καὶ ἑτέρους τρόπους, μάλιστα
δὲ δι’ ἑνὸς τούτου. Θεοῦ γὰρ ἠπειληκότος ἐπιπέμψειν αὐτοῖς τὸν Ἀσσύριον ἀφανιοῦντα τὴν γῆν, ἀνετείχιζε τὰς ἑαυτοῦ πόλεις, οἰηθεὶς ὅτι, κἂν εἰ μὴ βούλοιτο Θεὸς, τῆ τῶν πόλεων εὐτειχίᾳ σωθήσεται, καὶ τῆς τοῦ μαχομένου περιέσται χειρός.
Θεόν, ἀσφάλειαν ποιήσομαι τὴν εἰς αὐτὸν ἐλπίδα, τὴν τοῦ σώζοντος ὑποδραμοῦμαι δεξιὰν, αὐτὸς ἀρκέσει καὶ μόνος εἰς σωτηρίαν ἐμοί· εἰκαῖον ὁμολογήσω καὶ ἄχρηστον παντελῶς τὸ προσδοκᾶν, ὅτι πολέμου τὴν γῆν καταθέοντος, εἰσελθὼν εἰς πόλιν, σωθήσομαι· οὐκοῦν οὐκ εἰσελεύσομαι εἰς 129
πόλιν· Ἐσραὴλ δὲ πάλιν, ἤγουν ὁ Ἐφραΐμ, ἀναφωνείτω ἕτερον· τὸ δέ ἐστι, τὸ Ὀπίσω κυροῦ πορεύσομαι. ἀποπεπαύσομαι, φησὶ, τῶν ἀρχαίων αἰτιαμάτων, λοιπὸν τοῖς θείοις 130 ἕψομαι νόμοις, καθηγητὴν ποιήσομαι τὸν τῶν ὅλων Θεόν. εἰ δὲ δή τις ἴοι πρὸς τὸ δοκοῦν Θεῷ, πάντως που καὶ αὐτὸν εἴσεται μόνον, αὐτῷ τε τὸ σέβας ἀνάψει, προσκυνήσει τε ἕτερον ἐπ’ αὐτῷ παντελῶς οὐδένα.
132 ὑδάτων· κω ἐκπτήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου, καὶ ὠς περιστερὰ ἐκ γῆς Ἀσσυρίων· κω ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶ, λέΓει Κύριος.
Κῦρος ὁ Καμβύσου Περσῶν τε καὶ Μηδῶν ἀνημμένος τὸ κράτος, σὺν ὄχλῳ βαρεῖ καὶ δυσαντήτῳ δυνάμει, τῆς τε Βαβυλῶνος αὐτῆς, καὶ τῆς τῶν Ἀσσυρίων κατεστρατεύετο 133 χώρας, διανιστάντος αὐτὸν εἰς τοῦτο Θεοῦ. καὶ γοῦν ὁ προφήτης Ἱερεμίας προαναφωνῶν τῆς Βαβυλῶνος τὴν ἅλωσιν,
134 περί τε Μηδῶν φησὶ καὶ Περσῶν “Ἐπιθήσονταί σοι, καὶ “ἁλώσῃ Βαβυλὼν, καὶ οὐ γνώσῃ· εὑρέθης καὶ ἐλήφθης, 135 “ὅτι τῷ κυρίῳ ἀντέστης·” Κύρου δὲ πέρι “Ἀνέβη λέων “ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρε, καὶ “ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ, τοῦ θεῖναι τὴν γῆν σου εἰς
“ἐρήμωσιν, καὶ αἱ πόλεις σου καθαιρεθήσονται, παρὰ τὸ “μὴ κατοικεῖσθαι αὐτάς. ὅτι δὲ ἦν ὁ τῶν ὅλων Θεὸς, ὁ 136 τῷ Κύρῳ διδοὺς τὸ κρατεῖν, πληροφορήσει λέγων ὁ προφήτης 137 Ἡσαΐας “τάδε λέγει κύριος τῷ χριστῷ μου Κύρῳ, “οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη
138 “καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ “θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. ἐγὼ ἔμπροσθέν “σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ· θύρας χαλκᾶς συντρίψω, “καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς
“ σκοτεινοὺς ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι. νενικηκὼς τοιγαροῦν ὁ Κῦρος, καὶ κατὰ κράτος ἑλὼν τὴν Βαβυλωνίων, ἀνῆκε τὸν Ίσραὴλ, καὶ δὴ καὶ ὑπονοστήσαντες, κατῳκήκασι 139 τὴν ἑαυτῶν.
Ὡς λέων ἐρεύξεται. τίς ἐρεύξεται; Κῦρος δηλονότι. ὅμοιον ὡς εἰ λέγοι τυχὸν Δεῖνόν καὶ διαβριθὲς κατὰ τῆς Βαβυλωνίων, ὁ παρὰ Κύρου κτυπήσει πόλεμος. ὠρυομένου δὲ αὐτοῦ, καὶ οἱονεί τινος λέοντος κατακεκραγότος τῶν δι’ ἐναντίας ἐκστήσονται τέκνα ὑδάτων. καὶ τὸ μὲν ἐκστήσονταί
φησιν, ἀντὶ τοῦ καταπλαγήσονται. τέκνω δὲ ὑδάτων, τοὺς Βαβυλωνίους φησὶν, οἳ τοῖς τῶν ὑδάτων τέκνοις, τουτέστι, 140 τοῖς ἐν ὕδασι νηκτοῖς, ἤγουν ἰχθύσι παραχωροῦντες οὐδὲν εἰς δειλίαν, εὐπτόητοί τε καὶ ἄνανδροι διὰ πείρας αὐτῆς γεγονότες ἁλώσονται. ἑτοιμότατον δὲ πρὸς δειλίαν τῶν ἰχθύων
τὸ γένος, καὶ φεύγει μὲν κτύπους, παραιτεῖται δὲ καὶ τὴν τοῦ θηρῶντος σκιάν. ὅταν τοίνυν ἐρευγομένου Κύρου, φησὶ, καὶ δεινόν τι καὶ φρικῶδες τῆς Βαβυλωνίων καταλαλάζοντος, καταπλαγείη τῷ φόβῳ τὰ τῶν ὑδάτων τέκνα, τουτέστιν, οἱ Βαβυλώνιοι τοῖς ἰχθύσιν εἰς δειλίαν παραχωροῦντες 141
οὐδέν. τότε καὶ ὀρνέου δίκην καὶ περιστερᾶς ἀποπτησονται τῆς Αἰγύπτου καὶ οἱ πάλαι συμπεφευγότες ἐν αὐτῇ· ἀποδραμοῦνται δὲ τῆς Χαλδαίων καὶ οἱ τῆς αἰχμαλωσίας ἐναλόντες τοῖς βρόχοις. ἐπανήξουσί τε λοιπὸν, καὶ οἰκήσουσι τὴν ἑαυτῶν.
144
πέρα λόγου τε καὶ μετροῦ τὰ ἐγκλήματα. τοῦτο διδάσκει πάλιν ἡμᾶς διὰ τῶν προκειμένων. μονονουχὶ γάρ φησι τῇδε κἀκεῖσε, καὶ οἱονείπως ἐν κύκλῳ τὸν τῆς θεότητος ὀφ- θαλμὸν ἐνιέντι τε καὶ περιφέροντι, πανταχῆ τὸ ψεῦδος καὶ τὴν ἀσεβειαν ἦν ἰδεῖν τοῦ τε Ἐφραΐμ καὶ τοῦ Ἰούδα. ψεῦδος
δὲ ἀποκαλεῖ τὰ τῆς εἰδωλολατρείας παίγνια, καὶ τὴν τῶν ματαίων προσκύνησιν· ἀσεβειαν δὲ τάχα, τὴν ὕβριν τὴν 146 κατὰ Θεοῦ. πῶς γὰρ οὐκ ἀσέβεια δεινὴ καὶ ἐκτοπωτάτη, τὸ ἀποσείεσθαι μὲν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, προςκλίνεσθαι δὲ ἀμαθῶς ξύλοις τε καὶ λίθοις· ἤγουν προσκυνεῖν
τῇ κτίσει παρὰ τὸν ποιητὴν, καὶ δεσποτικοῖς ὑψώμασιν ἐπιχειρεῖν στεφανοῦν τὰ παρ’ αὐτοῦ πρὸς τὸ εἶναι παρενηνεγμενα;
147 Ἐφραΐμ καὶ Ἰούδα· πλὴν καὶ οὕτως ἔσομαι χρηστὸς, 148 σύμμετρον αὐτοῖς ἐπάγων τὴν κίνησιν. ἔγνων γὰρ αυτους, ὡς οὐκ ἂν ἑτέρως δύναιντο τὰ ἀμείνω μεταμαθεῖν, εἰ μή τι καὶ πάθοιεν τῶν ὅσα καταλυπεῖ καὶ καλεῖ πρὸς αἴσθησιν
τῶν ἡμαρτημένων. ἔγνω τοίνυν αὐτοὺς ὁ Θεὸς, τουτέστιν, οὐκ ἠγνόηκε τῆς ὠφελούσης αὐτοὺς ἐπιστρεφείας τὴν ὁδόν. καὶ οὐκ ἀνόνητον ἔσται τὸ χρῆμα αὐτοῖς. ἐκβήσεται γὰρ ἐντεῦθεν τὸ καὶ ἐν λαοῖς ἀγίοις κατατάττεσθαι Θεοῦ. ἐκτακείσης γὰρ ἅπαξ τῆς ἐνούσης αὐτοῖς φαυλότητος διὰ
πόνου καὶ θλίψεων, καθαροί τε ἔσονται καὶ ἡγιασμένοι, καὶ 149 πείρᾳ μαθόντες, ὅτι τὸ μὲν γνήσιον τῆς εἰς Θεὸν ἀγάπης πρόξενον αὐτοῖς ἁπάσης ἔσται τρυφῆς καὶ εὐημερίας, καθάπερ ἀμέλει τῆς ἀποστασίας τὰ ἐγκλήματα τοῖς τῆς δουλείας καὶ θλίψεως ἐνίησι βόθροις.
Σαμαρείᾳ, οὓς καὶ πνεῦμα πονηρὸν εἶναί φησι διά τοι τῆς γνώμης αὐτῶν τὸ δυσμετακόμιστον, καὶ τὸ λίαν ἀπονενευκὸς καὶ ἀκάθεκτον εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. ἐδίωξε γὰρ καύσωνά φησι· καίτοι γὰρ ἐξὸν ὑπὸ τὴν ἐμὴν εἶναι σκιὰν, 152 οἱονείπως αὐτόμολος ἀπεχώρει πρὸς καύσωνα. καύσωνα δὲ
ὀνομάζει τὴν ἐκ τῶν θλίψεων πύρωσιν, καὶ τὴν καταφλέγουσαν συμφοράν. καὶ γοῦν ὁ σοφὸς Παροιμιαστὴς αἰνιγματωδῶς τοὺς πόνους οὕτως ὀνομάζει, καί φησι “Διεσώθη 153 “ ἀπὸ καύματος υἱὸς νοήμων· ἀνεμοφθόρος δὲ γίνεται ἐν 154 “ἀμητῷ υἱὸς παράνομος.” οὐκοῦν ὁ μὲν Ἐφραΐμ, ἐπειδήπερ 155 ἐστὶ πνεῦμα πονηρὸν, ἐδίωξε καύσωνα, τουτέστιν, ἐζήτησε καὶ ἐθελοντὴς ἀπέδρα πρὸς καύσωνα· ἀλλ’ οἵγε συνετοὶ περὶ 156 Θεοῦ λέλουσιν “ Ἐν τῆ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκά- “θισα.” ἴσα. σκιὰν ’δε φασι τῆς παρὰ Θεοῦ καὶ ἄνωθεν ἐπικουρίας
τὴν σκέπην. ἀλλ’ οὐ τοῦτο δέδρακεν ὁ Ἐφραΐμ. ἐζήτησε γὰρ καυσωνα. πὼς, ἢ τίνα τρόπον; ὅλην τὴν ημεραν κενοὶ καὶ μάταια ἐπλήθυνε, τουτέστιν, ἐν παντὶ καιρῷ ψυχρὰ καὶ ἀνωφελῆ καὶ ἔδρα καὶ ἐβουλεύετο. ποῖα δὲ ταῦτά ἐστι; διαθήκην μετὰ Ἀσσυρίων διέθετο. ἔφην δὲ ἤδη προλαβὼν,
157 καὶ πλειστάκις, ὅτι τῶν βασιλέων τῶν ἐν Σαμαρείᾳ τινὲς, καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις, ποτὲ μὲν χρήμασι τὴν Ἀσσυρίους εἰρήνην καὶ τὴν ἐκεῖθεν ἀσφάλειαν ἀγοράζειν ἐπεχείρουν, ποτὲ δὲ τὴν Αἰγυπτίων ἐκάλουν ἐπικουρίαν, ἐμπορευόμενοί τε τῆς παρ’ αὐτῶν εὐνοίας τὴν ὑπόσχεσιν, τὰ
ἐκ τῆς ἰδίας ἔπεμπον χώρας, ὁμοῦ δηλονότι τοῖς ἄλλοις. ἐλαιοφόρος δὲ ἡ Σαμαρειτῶν, καὶ ἦν ἐν Αἰγύπτῳ ἐν τιμῇ τὸ ἔλαιον, οὐκ ἐχούσης αὐτὸ τῆς γῆς. κενὸν οὖν ἄρα καὶ 158 μάταιον ἡ εἰς ἀνθρώπους ἐλπίς. καὶ δὴ κατορχείσθω τοῦ πεποιθότος ἐπ’ ἀνθρώποις, ὁ ἐπὶ Θεῷ πεποιθὼς, τὸ ἐν
159 ψαλμοῖς ἐκεῖνο λέγων “ Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν “Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ’ ἤλπισεν ἐπὶ τῷ πλήθει τοῦ “πλούτου αὐτοῦ, καὶ ἐνεδυναμώθη ἐν τῆ ματαιότητι αὐτοῦ· “ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, “ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν
“αἰῶνα τοῦ αἰῶνος.”
160
Ἐφραΐμ βεβασιλευκότας, οὕτω κἀνθάδε τοὺς ἐκ Φυλῆς Ἰούδα κατὰ καιροὺς βασιλεύοντας, ὡς ἐξ ὀνόματος τῆς βασιλευούσης κατασημαίνει φυλῆς. ἐπιτιμήσας δὴ οὖν τῷ Ἐφραΐμ, ἤτοι τοῖς ἐξ Ἐφραΐμ κρατοῦσι τοῦ Ἰσραὴλ, πνεῦμά τε αὐτὸς ὀνομάσας πονηρὸν, καὶ κενὰ καὶ μάταια πληθύνειν
εἰπὼν, διά γε τοῦ διαθήκας μὲν τίθεσθαι πρὸς Ἀσσυρίους, ἐμπορεύεσθαι δὲ καὶ ἔλαιον εἰς Αἴγυπτον, καταιτιᾶται λοιπὸν τοὺς ἐξ Ἰούδα πάλιν, κριθήσεσθαί τε πρὸς αὐτοὺς τὸν τῶν 163 ὅλων Θεὸν εὖ μάλα φησὶν, οἱονεί πὼς ἐκδικοῦντα τὸν Ἰακὼβ, φημὶ δὴ τὸν Πατριάρχην, ὡς οὐ μετρίως ἠδικημένον, διάτοι
τὸ ἆτα μὴ ἑλέσθαι φρονεῖν τοὺς ἐξ αὐτοῦ γεγονότας, μήτε μὴν τῆς πατρῴας κατόπιν ἰέναι γνώμης, ἀποσείεσθαι δὲ ὥσπερ τι τῶν ἄγαν ἐκτόπων τὸ ἀπομιμεῖσθαι θέλειν αὐτόν. οὐκοῦν ὡς ἠδικημένον εἰς δόξαν διὰ τῆς τῶν τέκνων φαυλότητος τὸν Ἰακὼβ ἐκδικήσειν ἐπαγγέλλεται, τοῖς ἠδικηκόσιν
ἀποδιδοὺς κατὰ τὰς ὁδοὺς αὐτῶν, καὶ κατὰ τὰ ἐπιτηδεύματα 164 αὐτῶν.
ἐλέγχου δύναμιν παρατιθεὶς αὐτὰς τῶν ἕτερα ἅττα φρονεῖν τε καὶ δρᾶν ἡ ῥῆ μένων· ἀεὶ γάρ πὼς ἀντιπαραθέσει τοῦ ἀγαθοῦ, τὸ φαῦλον ἐλέγχεται, καὶ τῆ παραδείξει τῶν ἐπαινουμένων, 167 τὸ μὴ οὕτως ἔχον κατηγορεῖσθαι φιλεῖ. ὅτι τοίνυν καὶ ἐξ αὐτῶν σπαργάνων εὐφυὴς γέγονεν Ἰακὼβ, 168 μᾶλλον δὲ καὶ πρὸ ὠδῖνος, πειρᾶται δεικνύειν διὰ τοῦ πτερνίσαι τὸν ἀδελφὸν ἐν τῇ κοιλίᾳ. εἰ γὰρ καὶ θείας δυνάμεως ἐνέργημα τὸ δρώμενον ἦν· οὐ γάρ που τὸ βρέφος τὸ ἐν ἐμβρύῳ καὶ μήτρᾳ πτερνίσαι φαμὲν ἐξ ἑαυτοῦ τὸν Ἡσαὺ· ἀλλ’ οὖν κατὰ πρόγνωσιν ὡς ἐσομένῳ χρηστῷ, τὴν τοῦ
γεγονότος κατόρθωσιν ἐνετίθει Θεός. οὕτω καὶ ἔφασκε 169 “ Tὸν Ἰσκὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα.” τοῦτο δὲ 170 ἦν κατ’ ἐκλογὴν χάριτος, ἑλομένου Θεοῦ τὸν ἀμείνω που πάντως ἐσόμενον, ὡς ἐν προγνώσει δὴ πάλιν. ἀλλὰ ταυτὶ μὲν ἐν μήτρᾳ. ἐπειδὴ δὲ προῆλθεν εἰς ἥβην, μᾶλλον δὲ
καὶ ἐν ἀνδράσιν ἐτέλει λοιπὸν, Ἐν κόποις αὐτοῦ ἐνίσχυσε πρὸς Θεόν. Θεοῦ γὰρ πέμποντος οἰκονομικῶς εἰς ἱδρῶτας καὶ πόνους, οὐκ ἠσθένησε, φησίν. ἢ γὰρ οὐχ ἱδρὼς, τὸ τῆς πατρῴας μὲν ἀπαίρειν ἑστίας, ἀφικνεῖσθαι δὲ πρὸς λαβὰν, καὶ ἀνασχέσθαι θητείας, καὶ τοὺς ἐπὶ τῷ ποιμαίνειν ἀνατλῆναι
171 πόνους; καὶ πῶς ἢ τίνι τοῦτο ἀμφίβολον; οὐκοῦν ἐν πόνοις ἐνίσχυσε πρὸς Θεόν. οὐχ ὡς Θεῷ μαχόμενος, ὑπακούων δὲ μᾶλλον, καὶ οἱονεὶ περιγιγνόμενος μένος διὰ τοῦ πληροῦν τὰ κεκελευσμένα. ἐξὸν γὰρ ἀνιδρωτὶ πλουτεῖν, καὶ εὐημερεῖν οἴκοι μένοντα τὸν Ἰακὼβ, οὐκ ἀγύμναστον ἠφίει
Θεός· ἐπὶ προφάσει δὲ μᾶλλον τῶν ἐξ Ἡσαῦ δειμάτων ἐπ’ ἀλλοδαπὴν ἰόντα χώραν τε καὶ πόλιν, δύσοιστον ὑπενεγκεῖν παρεσκεύαζε πόνον, ἵνα καὶ ἐν αὐταῖς ταῖς θλίψεσι τῆς εἰς Θεὸν ἀγάπης τετηρηκὼς τὸ γνήσιον, εἰκότως θαυμάζοιτο. 172 οὐκοῦν ἐνίσχυσεν ἐν πόνοις αὐτοῦ πρὸς τὸν Θεόν. ἀλλ’ ἐνίσχυσε
173 καὶ μετὰ ἀγγέλου φησὶ καὶ ἠδυνάσθη. πεπάλαικε γὰρ ἄγ- γελος πρὸς αὐτὸν ὡς ἐν εἴδει Θεοῦ. τότε καὶ ἐνάρκησεν ὁ μηρὸς αὐτοῦ. πλὴν ὁ θεσπέσιος Ἰακὼβ πλείστην ὅσην 174 ὡμολόγει τῇ πάλῃ τὴν χάριν. ἔφη γάρ Ὃτι εἶδον Θεὸν “πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.”
175
παρ’ αὐτοῦ λύτρωσιν οὐ προσηκάμενοι· οἱ δὲ καὶ ὁμολογεῖν, ὅτι τεθέανται δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ πρόσωπον πρὸς προσωπον τὸν ἕνα τε καὶ φύσει, καὶ ἀληθῶς Θεόν. ἐν ἑαυτῷ γὰρ ἡμῖν ὑπέδειξε τὸν Πατέρα λέγων ὁ Ἐμμανουήλ “Ὁ 178 “ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.” οὐκοῦν προανετύπου
τὸ μυστήριον ῥίον ὁ τῆς ἀθλήσεως τρόπος. πλὴν εἰς κατόρθωμα τῷ Ἰακὼβ καταγράφει Θεὸς τὸ γεγενημένον.
Ἐμμὼρ ὁ Συχὲμ υἱός. εἶτα περιδεὴς ἐντεῦθεν ὁ μακάριος ἦν Ἰακώβ· καὶ αὐτίκα δὴ μάλα συνδιολεῖσθαι τοῖς τέκνοις, καὶ τοῖς κατ’ οἶκον ἅπασι προσδοκῶν, ἐπετίμα τοῖς ἐκεῖνα δεδρακόσιν, οὕτω τε ἔφη “Μισητόν με πεποιήκατε, 183 “ὥστε πονηρόν με εἶναι τοῖς κατοικοῦσι τὴν γῆν, ἐν τε τοῖς
“Χαναναίοις καὶ τοῖς Φερεζαίοις· ἐγὼ δὲ ὀλιγοστός εἰμι “ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ’ ἐμὲ συγκόψουσί με, καὶ “ἐκτριβήσομαι ἐγὼ καὶ ὁ οἶκός μου. καὶ κατέληγον μὲν οὐδαμῶς τοῦ θράσους οἱ νεανίαι, προσυπήντων γὰρ λέκλοντες 184 “ Ἀλλ᾿ ὡσεὶ πόρνη χρήσονται τῇ ἀδελφῇ ἡμῶν; ἐπειδὴ 185 186 δὲ, ὡς ἔφην, περιδεὴς ἦν ἄγαν ὁ δίκαιος, προσέπιπτε πάλιν τῷ διασώζοντι Θεῷ. εἶτα τῶν δειμάτων αὐτὸν ἀπαλλάττειν ὑπισχνεῖτο, καὶ οὐκ εἰς μακρὰν, οὕτω λέγων ὁ φιλοδίκαιος 187 Θεός “Ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει “ἐκεῖ, καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι
“σοι ἐν τῷ σε ἀποδιδράσκειν ἀπὸ προσώπου Ἡασῦ τοῦ “ἀδελφοῦ σου.” εἶτα, μέλλων ἀναβαίνειν εἰς Βαιθὴλ ὁ 188 μακάριος Ἰακὼβ, καὶ εἰς τὸν θεῖον οἶκον ἐλθεῖν· ἑρμηνεύεται γὰρ ἡ Βαιθὴλ, εἰς οἶκον Θεοῦ· προσεφώνει παντὶ τῷ οἴκῳ 189 αὐτοῦ καὶ πᾶσι τοῖς μετ’ αὐτοῦ “Ἄρατε τοὺς θεοὺς τοὺς
“ ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλά- “ξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς “Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ “ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ καὶ “ διέσωσέ με ἐν τῇ ὁδῷ ἧ ἐπορεύθην. καὶ ἔδωκαν τῷ Ἰακὼβ
“τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐ- 190 “τῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὦσιν αὐτῶν, καὶ κατέκρυψεν “αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώ- “λεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας. οὗ δὴ γεγονότος, ἐν καλῷ τῆς ἐλπίδος ἦν ὁ θεσπέσιος Ἰακώβ. ἀπηλλάττετο
γὰρ εἰσάπαν τῆς Σικιμιτῶν ὑποψίας, Θεοῦ κατευνάζοντος ἰδίᾳ δυνάμει τοὺς τὴν ἐπ’ αὐτῷ μάχην ὠδίνοντας. ἔφη γὰρ 191 τὸ γράμμα τὸ ἱερὸν ἐφεξῆς “ Καὶ ἐγένετο φόβος Κυρίου “ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω 192 “τῶν υἱῶν Ἰαραὴλ.” ἐπειδὴ δὲ ἐγήγερτο θυσιαστήριον ἐν
193 Λουζὰ, ἥ ἐστι Βαιθήλ “Ωφθη, φησὶν, ὁ Θεὸς τῷ Ἰακὼβ, “καὶ ηὐλόγησεν αὐτὸν, καὶ εἶπεν Ἐγὼ ὁ Θεός σου, αὐξάνου “καὶ πληθύνου· ἔθνη, καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, “καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται, καὶ τὴν “γῆν, ἢν ἔδωκα Ἁβραὰμ καὶ Ἰσαὰκ, σοὶ δέδωκα αὐτήν·
“καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην. 194 τούτων ἡμῖν διαμέμνηται τῶν ἱστοριῶν εἰς τὸ παρὸν χρησμῴδημα τὸ προφητικόν.
καὶ φιλοπονώτατος μὲν ἐκεῖνος, καὶ ἐν ἱδρῶσιν εὐδόκιμος καὶ 195 γνήσιος πρὸς Θεόν· ὑμεῖς δὲ τρυφῶντες ταῖς ἀποστασίαις ὑβρίζετε, τὸν ἁπάσης ὑμῖν εὐθυμίας οὐ τετιμήκατε χορηγόν. ἔκλαυσαν οἱ πατέρες ὑμῶν καὶ ἐδεήθησάν μου, φησίν. εἰ γάρ που γεγόνασιν ἐν ὑποψίαις τοῦ παθεῖν τὰ παρὰ τῆς τινῶν
ἐπιβουλῆς, ἔκλαιον καὶ ἐδέοντό μου. δι’ ἐμοῦ γὰρ καὶ μόνου σώζεσθαι προσεδόκων· ὑμεῖς δὲ πόλεις τειχίζετε, οἴεσθέ τε ὅτι, κἂν εἰ μὴ θέλοιμι, τάχα που σωθήσεσθε, καὶ κρατήσετε τῶν ἀνθεστηκότων. κἀκεῖνοι μὲν ἐν ἐν οἴκῳ μου εὓροσάν με. 196 ἀνέβη γὰρ, ὡς ἔφην, εἰς Βαιθὴλ ὁ Ἰακὼβ, ἐπεφάνη τε Θεὸς
αὐτῷ καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτὸν ἡ τῆς εὐλογίας ὑπόσχεσις, καθάπερ ἐδείξαμεν ἀρτίως· ὑμεῖς δὲ δὴ πάλιν οὐ ζητεῖτε Θεὸν ἐν τῷ οἴκῳ αὐτοῦ, εἰστρέχετε δὲ μᾶλλον, καὶ σφόδρα προθύμως ἐν τοῖς τεμένεσι τοῦ Βάαλ· ἐξαιτεῖτε λόγους οὐ παρὰ Θεοῦ, ἀλλὰ τὰ ἐκ τῶν δαιμόνων μαντεύματα. καὶ ὁ
μὲν θεσπέσιος Ἰακὼβ ἀναβαίνων εἰς Βαιθὴλ, τουτέστιν εἰς οἶκον Θεοῦ, κατηφάνισε τὰ εἴδωλα, ὑμεῖς δὲ τὸ ἐναντίον ἐν 197 οἴκῳ Θεοῦ θεὸν ἐστήσατε γλυπτόν· ἔστησαν γὰρ εἰς Βαιθὴλ τὴν δάμαλιν τὴν χρυσῆν, καίτοι τῆς Βαιθὴλ ἑρμηνευομένης, ὡς εἶπον, οἶκος Θεοῦ. διὰ τοῦτο καὶ διὰ φωνῆς Ἱερεμίου
φησὶν ὁ Θεὸς περὶ τῆς Ἰουδαίων Συναγωγῆς “Τί ἡ ἠγαπη- 198 “μένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;” τουτέστιν εἴδωλον. καὶ ὁ μὲν θεσπέσιος Ἰακὼβ καὶ εἰς οἶκον ἀναβαίνουσι Θεοῦ καθαρίζεσθαί τε καὶ αὐτὰς δὲ τὰς στολὰς 199 μεταμείβειν ἐκέλευσεν, ὑμεῖς δὲ ὁρᾶσθε βέβηλοι καὶ ἀκάθαρτοι, 200 καὶ ἀνίπτοις ἰόντες ποσὶν εἰς τὸν θεῖον οἶκον οὐκ ἐρυθριᾶτε, φησίν. ἐπειδὴ δὲ ἦν τοιοῦτος ὁ Ἰακὼβ, ταύτῃτοι καὶ Κύριος Παντοκράτωρ ἔσται μνημόσυνον αὐτῷ. σώζεται γὰρ ἐν μνήμαις Θεοῦ, ἔχει τε ἀειθαλῆ τὴν εὔκλειαν.
δοξάζει γὰρ ὁ Θεὸς τοὺς ἀγαπῶντας αὐτόν.
201 οὐχ ὡς εἰς μόνας ἠδικηκότες τὰς ἑαυτῶν ψυχὰς, ἀλλ’ οἱονείπως καὶ ταῖς τῶν πατέρων εὐκλείαις ἐπιβουλεύσαντες, καὶ προγονικὴν εὐγένειαν καταισχύναντες.
γνώμης ἰδίας ἔχων καρπὸν τὸ θεοφιλές. ἁλλ’ οὐκ ἐμιμήσω μὲν τὸν πατέρα. πλὴν ἐπιστρέψεις ἐν Θεῷ σου καὶ σὺ, τουτέστι, κἂν ἐξίτηλος ᾖς καὶ ἀποστάτης καὶ ὑβριστὴς, ἀλλ’ οὖν ἐπανήξεις, καὶ οὐχ ἑκὼν, εἰς τὸ ἑλέσθαι βιοῦν ὀρθῶς. ἐπανήξεις δὲ παιδευόμενος ἐν Θεῷ, τουτέστι, διὰ Θεοῦ. καὶ
204 ἐπειδή σε λογισμὸς οὐ πέπεικεν ἀγαθὸς ἐπ’ ὀρθὴν ἰέναι 205 τρίβον, καὶ ἀγαπῆσαι φρονεῖν ἃ δεῖ, περιγενήσεταί σου πάντη τε καὶ πάντως ἡ μάστιξ, μεταθήσει γοργῶς πρὸς τὴν τοῦ συμφέροντος αἵρεσίν τε καὶ γνῶσιν. ταυτὶ μὲν οὖν ἡμῖν, καθάπερ ὑπολαμβάνω, κατασημήνειεν ἂν εἰκότως
τὸ Καὶ σὺ ἐν Θεῷ σου ἐπιστρέψεις, ἀπειλὴν ἔχον, ὡς ἔφην, χρησταῖς ὑποσχέσεσιν εὖ μάλα κεκερασμένην. εἶτα λοιπὸν, ὡς ἤδη μαστιζομένῳ, καὶ ἐν αὐτῷ γεγονότι τῷ πλήττεσθαι, Θεὸς ἐπιφωνεῖ Ἔλεον κ.α) κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διαπαντός. ὥσπερ γὰρ εἴ τις δεσπότης οἰκέτῃ 206
παιδευομένῳ, καὶ ἐν αὐτῷ τῷ μαστίζεσθαι γεγονότι, λέγοι μετὰ φειδοῦς τε ἅμα καὶ ἀγανακτήσεως Σώφρων ἔσο καὶ εὐπειθὴς, καὶ μὴ καταφρόνει δεσποτικῶν ἐνταλμάτων· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῶν ὅλων Θεὸς τυπτομένῳ τρόπον τινὰ τῷ Ἐφραΐμ, καὶ ταῖς τοῦ πολέμου
ἐκπαιδευομένῳ φησίν Ἔλεον καὶ κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διαπαντός. ὅμοιον ὡς εἰ λέγοι τυχόν ταύτης ἕνεκα τῆς αἰτίας ἴσθι πληττόμενος, ὅτι μὴ ἐφυλάξω μηδὲ τετίμηκας τὰ ἐμοὶ φίλα καὶ ἠγαπημένα. τὸ μὲν οὖν 207 ἔλεος τὴν ἀγάπην δηλοῖ· ἀγάπη δὲ νόμου πλήρωσις, “Τῷ 208
“γὰρ πλησίον κακὸν οὐκ ἐγράζεται,” κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. τὸ δὲ κρῖμα τὴν δικαιοπραγίαν, ἤτοι τὴν δικαιοσύνην, καὶ τὴν τοῦ θείου νεύματος τήρησιν. κρῖμα γὰρ ὁ νόμος ὠνόμασται παρά γε τῆ θεοπνεύστῳ γραφῆ. τὸ δὲ ἐγγίζειν Θεῷ διαπαντὸς ὑπεμφήνειεν ἂν τὴν εἰς αὐτὸν
γνησίαν τῆς διανοίας ἔφεσίν τε καὶ ῥοπὴν, καὶ τὸ μὴ προσκεῖσθαι 209 φιλεῖν ἑτέροις τοῖς οὐκ οὖσι θεοῖς, ἢ τῆ κτίσει τυχὸν, ἤγουν ξύλοις τε καὶ λίθοις. ἐγγιεῖ δὲ Θεῷ καὶ πλησίον ἔσται κατὰ διάθεσιν, καὶ ὁ πράξεσιν ἀγαθαῖς ἐμπρέπειν εἰδὼς, καὶ ἀπαράφθορον ἐν ἑαυτῷ τηρήσας τὴν πίστιν. μεσολαβεῖ
γὰρ πολλάκις ἢ ἁμαρτία, καὶ διίστησι Θεοῦ. κατὰ 210 τὸν ἄτον δὲ τρόπον ἀποσοβεῖ πάλιν τῆς πρὸς αὐτὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, καὶ τὸ προσκεῖσθαι φωναῖς 211 ἀνοσίων ψευδοδιδασκάλων. παραιτητέον δὴ οὖν τοῖς ἐθέλουσιν ἐγγὺς εἶναι Θεοῦ, τὰ δι’ ὧν ἃν γένοιντο μακράν.
213 καὶ εἶπεν Ἐφραΐμ Πλὴν πεπλούτηκα, εὕπηκα ἀναψυχὴν ἐμαυτῷ. πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ Μᾶ ἀδικίας ἅς ημαρτεν.
Εφραΐμ. ἐπειδὴ δὲ φρενὸς ἀπώλισθεν ἀγαθῆς, καὶ δι’ οὐδενὸς πεποίηται λόγου τὰ οὕτω σεπτὰ καὶ τίμια, γέγονεν ἐν ἴσῳ τοῖς ἀλλογενέσι Χαναναίοις, ἄθεος τε καὶ δυσσεβὴς, καὶ ὅτι μάλιστα χαίρων ἐπὶ τοῖς τῆς φαυλότητος τρόποις, καὶ βαρβάρῳ γνώμῃ τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας ἀχαλίνως
ἡττώμενος. οὐκοῦν ἔδει μὲν τὸν Ἐφραΐμ ζηλωτὴν ὁρᾶσθαι τοῦ προπάτορος Ἰακὼβ, καὶ τῆς ἐκείνου δικαιοσύνης κατ’ 215 ἴχνος ἰέναι φιλεῖν. ἀλλὰ γέγονε Χαναναῖος, ηὕρηται γὰρ ζυγὸς ἀδικίας ἐν χερσὶν αὐτοῦ, τουτέστιν, ἀνισότης καὶ πλεονεξία. τετίμηκε γὰρ ἐν ἴσῳ τοῖς ἔθνεσι τοῖς οὐκ εἰδόσι
Θεὸν, τὴν ἐπάρατον καταδυναστείαν. καὶ ὅτι μὲν ἐπλημμέλει τοῦτο δρῶν, ἐννοεῖν οὐκ ἠξίου· ἐπετέρπετο δὲ μόνῳ τῷ πλουτεῖν καὶ τρυφᾶν, ὡς οὐκ ἐφορῶντος Θεοῦ, ὡς οὐκέτι κατασκεπτομένου τοὺς ἐπὶ τῆς γῆς, καὶ τοῖς ἀδικεῖν ἐθέλουσιν ἐπιτιμῶντος δικαίως. ἀπονοίας δὲ τῆς ἐσχάτης εἴη
ἂν ἀπόδειξις ἐναργὴς, τὸ ἐκ παντὸς μὲν τρόπου πλουτεῖν 216 ἐπείγεσθαι τὸν Ἐφραΐμ, οὐδὲν δὲ εἶναι νομίζειν τὰ ἐξ ἀρπαγῆς καὶ βίας ἐγκλήματα, σεμνολόγημα δὲ ὥσπερ ποιεῖσθαι 217 λοιπὸν ἐκ πολλῆς ἄγαν ἀποπληξίας τὰ οἷς ἔδει μᾶλλον ἐπερυθριᾶν. ἔφη γὰρ Πλὴν πεπλούτηκα, ηὓρηκα ἀναψυχην ἐμαυτῷ. τί οὖν πρὸς ταῦτα Θεός; Πάντες οἱ πόνοι αὐτου οὐχ εὑρεθήσονται αὐτῷ, διὰ ἀδικίας ἂς ἣμαρτε. καὶ γάρ ἐστιν
ἀληθὲς, ὅτι “Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, 218 κατὰ τὸ γεγραμμένον. καὶ δὴ τοῖς ἐθέλουσιν ἐξ ἀδικίας συλλέγειν, καὶ πλουτεῖν ἐκ πλεονεξίας, ἐπιφωνείτω τις ἤδη τὸ διὰ φωνῆς ἁγίου “ Βέλτιον ἦν σε ποιεῖν κρῖμα καὶ 219 “δικαιοσύνην καλήν·” προκειμένου γὰρ τοῦ θείου βήματος,
“Οὐκ ὠφελήσουσι μὲν θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύ- 220 “σεται ἐκ θανάτου.” καὶ ἧ φησὶ ὁ Παροιμιαστής “Κρεσσων 221 “μικρὰ μερὶς μετὰ φόβου κυρίου, ἢ θησαυροὶ μεγάλοι μετὰ “ ἀφοβίας.” καὶ πάλιν ὁ αὐτός “ Κρείσσων ὀλίγη λῆψις 222 “μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας.
πλὴν αἱ πράξεις ἡμᾶς, καὶ ἡ τῶν ἔργων ποιότης ἀξίους 223 ἔσθ’ ὅτε τῆς τῶν ἁγίων πατέρων εὐγενείας ἀποτελεῖ, ἀπονέμει δὲ καὶ πατράσιν ἁμαρτωλοῖς. διοίσομεν γὰρ κατ’ οὐδένα τρόπον τῶν ἐν ἀσεβείᾳ βεβιωκότων, εἰ τὰ αὐτῶν μιμοίμεθα. ταύτῃτοι κεκλῆσθαί φαμεν Χαναὰν τὸν Ἐφραΐμ·
πεφρόνηκε γὰρ τὰ ἀλλογενῶν. ἀλλογενεῖς δὲ οἱ Χαναναῖοι, καὶ ἐπ’ ἀθεότητι διαβεβλημένοι. τοιγάρτοι καὶ ὠνειδίζοντό τινες, τοῖς ἑαυτῶν τολμήμασι πρεπόντως ἀκούοντες “Σπέρμα 224 “Χαναὰν, καὶ οὐκ Ἰούδα.”
τὸν ἐξ οἴκου δουλείας ἐκκεκομικότα σημείοις τε καὶ τέρασι, καὶ ἐν δυνάμει μεγάλη, καὶ ἐν βραχίονι ὑψηλῷ. ἐγὼ γάρ φησιν ἀνήγαγον ὑμῶς ἐξ Αἰγύπτου. ἐν δὲ τῷ ἀνήγαγον εἰπεῖν, ἀποφέρει πρὸς ἀνάμνησιν τῶν ἐπ’ 230 αὐτοῖς γενομένων, ἄχρις ἂν εἰσελάσωσιν εἰς τὴν γῆν τὴν
τοῖς ἁγίοις πατράσιν ἐπηγγελμένην. μυρία δὲ ὅσα ταυτὶ, καὶ παντὸς ἐπέκεινα θαύματος. ὅτι δὲ ἀπροφάσιστον αὐτοῖς τὸ ἐπιλανθάνεσθαι τούτων, παρέδειξε προστιθείς Ἔτι κατοικιῶ σε ἐν σκηναῖς, καθὼς ἡμέρᾳ ἑορτῆς.
προστέταχε νόμος, ἐν τῷ ἑβδόμῳ μηνὶ, τῆ πεντεκαιδεκάτῃ ἡμέρᾳ, τῆς σκηνοπηγίας τελεῖσθαι τὴν ἑορτήν. καὶ τίς ἡ 231 τοῦδε πρόφασις, αὐτὸς ἡμῖν ὁ νομοθέτης διεσάφει, λέγων 232 περὶ τῆς σκηνοπηγίας, ἐν τῷ Λευιτικῷ “Ἐν τῷ μηνὶ τῷ “ἑβδόμῳ ἑορτάσετε αὐτήν. ἐν σκηναῖς κατοικήσετε ἑπτὰ
“ἡμέρας. πᾶς ὁ αὐτόχθων ἐν Ἰσραὴλ κατοικήσουσιν ἐν “σκηναῖς· ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν, ὅτι ἐν σκηναῖς “κατῴκισα τοὺς υἱοὺς Ἰσραὴλ, ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς “ἐκ γῆς Αἰγύπτου· ἐγὼ κύριος ὁ Θεὸς ὑμῶν.’ οὐκοῦν εἰς ἀνάμνησιν τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου γεγενημένης, ἐτέλουν
τὴν ἑορτήν. εἶτα πῶς ἂν δύναιο, φησὶν, ἐπιλανθάνεσθαί 233 μου τοῦ ἐξαγαγόντος σε ἐξ Αἰγύπτου, γινόμενος ἔτι καὶ ὑπὸ σκηναῖς, καὶ πρόφασιν ἑορτῆς τὸ χρῆμα προσποιούμενος; ετι γὰρ κατοικιω σε ἐν σκηναις καθως ημερᾳ ἑορτῆς. τὸ κατοικιῶ σε φησὶν, ἀντὶ τοῦ κατοικίζω, ἤτοι ποιῶ κατοικεῖν
234 ἐν σκηναῖς, ἐν ταῖς ἡμέραις τῆς ἐπὶ τούτοις ἑορτῆς. οὐκοῦν ἀπροφάσιτος ἱστὸς ἡ λήθη.
προσιέναι τοῖς ψευδομάντεσι τοῦ Βάαλ, ἤγουν τοῖς τῶν ψευδωνύμων θεῶν, καὶ παρ’ αὐτῶν τὰ τοιάδε ζητεῖν, καὶ οὐχὶ δὴ μᾶλλον ἀναμιμνήσκεσθαι σοφῶς, ὅτι λαλῶ μὲν ἐγὼ 235 πρὸς Προφήτας, ἐπλήθυνα δὲ καὶ ὁράσεις, τουτέστι, παρ’ ὠοῦ πᾶς ἔσται λόγος προφητείας, καὶ ἤδη γέγονεν, οὐ παρ’
ἑτέρου του τῶν ψευδωνύμων θεῶν. ἐμοὶ γὰρ ἀνακείσεται μόνῳ τὸ καὶ εἰδέναι τὰ ἐσόμενα, καὶ μεμνῆσθαι τῶν παρῳχημένων. ἀλλ’ ἐμιμήσαντό με, φησὶν, οἱ τετιμημένοι παρὰ σοῦ ψευδομάντεις καὶ ψευδοπροφῆται. τοῦτό ἐστι τὸ ἐν χερσὶ Προφητῶν ὡμοιώθην. ἐζήτεις παρ’ αὐτῶν εἰδέναι τὰ
μέλλοντα. εἶτα, τοὺς ἐμοὺς πλαττόμενοι λόγους, καὶ τὰ 236 τῶν ἐμῶν Προφητῶν ἔργα μιμούμενοι, τὰ ἀπὸ καρδίας αὐτων 237 τῶν ἠρεύγοντο σοι. καὶ γοῦν Ἰερρεμίας μὲν ὀ μὲν ὁ προφητης. κλοιοὺς ἐτίθει ξυλίνους περὶ τὸν τράχηλον αὐτοῦ, Θεοῦ τὸ 238 χρῆμα γενέσθαι προστάττοντος. ἀντιταττόμενος δὲ τοῖς
αὐτοῦ λόγοις ὁ ψευδοπροφήτης Ἀνανίας, λαβὼν συνέτριψε τοὺς κλοιοὺς, ἔφη τε “Οὓτως εἶπε κύριος Συνέτριψα τὸν 239 “ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος·” τοῦτό ἐστιν, ὡς ἔφην, τὸ ἐν χερσὶ προφητῶν ὡμοιώθην.
ἔχων τὴν ἀπό γε τῆς ἑορτῆς τῆς σκηνοπηγίας, τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου γεγενημένης, ἐπελανθάνετο Θεοῦ, καὶ ὅτι μὴ μᾶλλον αὐτὸν ἐζήτησεν, ὡς λαλοῦντα πρὸς Προφήτας, ὡς ὁράσεις πεπληθυκότα· προσέκειτο δὲ μᾶλλον ταῖς τῶν ψευδοπροφητῶν ἀπάταις πλαττομένων τὰ τοῦ Θεοῦ διά
τε λόγων καὶ πράξεων.
ἀπελέγχει διὰ τούτων· δέχεται δὲ πρὸς ἀπόδειξιν τὰς δύο μάλιστα ταυτασὶ πόλεις, ἐν αἷς ἦν ἐκτοπωτέρα τῶν ἄλλων ἡ πλάνη, καὶ ἅπας μὲν τρόπος τῆς εἰς Θεὸν εὐσεβείας ἀπεσπουδάζετο, πάντα δὲ ἦν ἐν λόγῳ τὰ παροτρύνοντα, καὶ 244 τῆς εἰς ἄκρον ἡκούσης ἀπονοίας ἔμπλεω. καὶ γοῦν ἐν τοῖς
245 ἀνωτέρω περὶ μὲν τῆς Γαλαὰδ ἔφη Θεός “Ἐκεῖ κατεφρό- “νῆσέ μου Γαλαὰδ, πόλις ἐργαζομένη μάταια,” τουτέστιν εἴδωλα· πλαστουργοὶ γὰρ εἰδώλων ἦσαν οἱ ἐν αὐτῇ· περὶ 246 ’δε γε τῆς ἑτέρας, “Πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γαλγάλ· “ὅτι ἐκεῖ αὐτοὺς ἐμίσησα διὰ τὰς κακίας τῶν ἐπιτηδευ-
“μάτων αὐτῶν.” ἐπειπεῖν δὲ ἀναγκαῖον τῶν συμβεβηκότων τινὰ τῇ Γαλααδιτῶν, συνήσομεν γὰρ οὕτω τῶν προκειμένων 247 τὸν νοῦν. Φούλα βασιλεὺς Ἀσσυρίων, πρῶτος ἐλθὼν κατὰ τῆς Σαμαρείας, πρωτόλειον ὥσπερ τι τὰς δύο φυλὰς ἐποιησατο τὰς πέραν τοῦ Ἰορδύνου, καὶ πάσας αὐτῶν εἷλε τὰς
πόλεις, καὶ πρό γε τῶν ἄλλων τὴν Γαλαὰδ. τούτου διαμέμνηται Θεὸς, ὡς ἐν παραδρομῇ, λέγων Εἰ μὴ Γαλαὰδ ἔστιν. εἰ μὴ ἔστι, φησὶ, καὶ σώζεται νῦν ἡ Γαλαὰδ· εἰ καὶ ἀπόλωλε, καὶ οὐκ ἔστιν ἐξ αὐτὴς τὴν τοῦ Ἐφραΐμ ἐλέγξαι παροινίαν, διὰ τὸ μὴ ὁρᾶσθαι νυνὶ, ἄρα καὶ οἱ θυσιάζοντες
ἄρχοντες ἐν τῆ Γαλγὰλ ψευδεῖς ἦσαν, καὶ οὐκ ἀληθεῖς; Γαλγὰλ 248 δὲ πόλις ἐστὶ τῶν Ἰορδάνου πέραν, ἐν ἧ μάλιστα συντρέχοντες μικροὶ καὶ μεγάλοι, τοῖς τῆς τῆς εἰδωλολατρείας 249 προσέκειντο μολυσμοῖς. οὐκοῦν εἰ μὴ ἔστιν ἡ Γαλαὰδ, ἄρα τίς ἐστιν ὁ φάναι τολμῶν, ὅτι καὶ οἱ θυσιάζοντες, ἄρχοντες ἕλ’ Γαλγὰλ ψευδεῖς ἦσαν, καὶ οὐκ ἀληθεῖς; ἀλλ’ οὐκ ὄναρ οὐδὲ σκιαὶ, ἀλλ’ οὐδὲ τῶν ἀσήμων τινὲς, λαμπροὶ καὶ περιφανεῖς
ἄρχοντες καὶ ἡγούμενοι, ὑψηλὰ καὶ ἀπόβλεπτα τοῖς γλυπτοῖς ἀνιστάντες θυσιαστήρια, χελώναις ἐν ἴσῳ ταῖς κατ’ ἀγρούς. χελώνας δὲ εἶναί φησιν, οὐχὶ δὴ τὰ ζῷα· μὴ τοῦτο νομίσῃς· ἀλλὰ γὰρ τὰς τῶν χωμάτων ἐγέρσεις, ἃς ποιοῖντό τινες, εἰς βουνοὺς ἀναλαμβάνοντες τοὺς ὑδραγωγούς· μυρία 250
δὲ ὅσα τοιαῦτα τοῖς γηπόνοις ἐσπούδασται. ἄρχοντας δέ φησι θυσιάζοντας, ἢ στρατηγοὺς καὶ τῶν τακτικῶν ἡγουμένους, ἤγουν τοὺς ἐξ αἵματος Λευΐ, τὴν ἐκ νόμου φοροῦντας ἡγεμονίαν. συναπώλισθον γὰρ καὶ αὐτοὶ τοῖς ἄλλοις, καὶ λελατρεύκασι τοῖς γλυπτοῖς οὐκ ὀλίγοι τὸν ἀριθμόν. γέγραπται
γοῦν ἐν τῷ Ἰεζεκιήλ “Διὰ τοῦτο τάδε λέγει κύριος 251 “ὁ Θεός Πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ “ἀπερίτμητος σαρκὶ οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου, ἐν 252 “πᾶσιν υἱοῖς ἀλλογενῶν τῶν ὄντων ἐν μέσῳ οἴκου Ἰσραὴλ· “ ἀλλ’ ἢ οἱ Λευῖται, οἵτινες ἀφείλαντο ἀπ’ ἐμοῦ ἐν τῷ πλα-
“νᾶσθαι τὸν Ἰσραὴλ οἳ ἐπλανήθησαν ἀπ’ ἐμοῦ κατόπισθεν “τῶν ἐνθυμημάτων αὐτῶν, καὶ λήψονται τὴν ἀδικίαν “αὐτων.”
ἦν, ὡς ἔφην· πλὴν ἐφυλάξατο καὶ τετήρηκε τὴν πίστιν τῷ τὸν γάμον ὑπεσχημένῳ. πεπόνηκε δὲ οὐδὲ ἐπὶ οἰκείας πόλεως ἢ γῆς ἢ ἑστίας, ἀλλ’ ὢν ἐπηλύτης, καὶ διατρίβων ἐπ’ ἀλλοδαπῆς. καὶ ἦν μὲν τοιοῦτος ὁ Ἰακὼβ, ἴδωμεν δὲ καὶ τὰ τῶν ἐξ Ἰσραὴλ ἐγκλήματα. οὐκ εἰς ὀθνείαν ἐπέμπετο
γῆν· ἀλλ’ ἐν δορικτήτου μοίρᾳ κείμενος, θητεύων Αἰγυπτίοις, καὶ ἄμισθον ὑπομένων ἱδρῶτά ποτε, δυνάμει Θεοῦ τῆς τῶν πλεονεκτούντων ἀπηλλάττετο χώρας, καὶ ἐκάθιζεν εἰς γῆν 257 τὴν τοῖς πατράσιν ἐπηγγελμένην . οὐ γάμος ἦν αὐτῷ γυναίου προκείμενος εἰς ἀντέκτισιν τετηρηκότι τὸν νόμον, χορηγία
258 δὲ μᾶλλον ἀμφιλαφὴς παντὸς ἀγαθοῦ, “γῆ ῥέουσα γάλα καὶ “μέλι,” τὸ καταθλεῖν δύνασθαι τῶν ἀνθεστηκότων, δόξα καὶ πλοῦτος, καὶ τὰ ἐντεῦθεν αὐχήματα, καὶ τί γὰρ οὐχὶ τῶν εἰς εὐημερίαν καὶ τρυφήν; ἁλλ’ οὐκ ἐφυλάξατο. παραβέβηκε γὰρ, ὀλίγου παντελῶς ἀξιώσας λόγου τὴν τήρησιν. πρόδηλον
259 οὖν, ὅτι τῆς τῶν πατέρων ἐπιεικείας κατόπιν ἰόντες, καὶ τοῦτο ἀμέτρως, οὐδὲ τῆς ἐκείνοις ἐκνεμηθείσης φειδοῦς ἐν μεθέξει γενήσονται· δίκαιος γὰρ ὁ κριτής.
ὑπὸ τὴν ἀνθρώπων βασιλείαν, καίτοι ἐλλελοιπότος αὐτῶν τοῦ Θεοῦ διὰ Προφητῶν ἁγίων, καὶ ἐλλελοιπότος αὐτοῖς οὐδενὸς, εἰς τὸ εἶναι μακαρίους. μεμνήμεθα γὰρ ὅτι περιόντος τε καὶ προφητεύοντος ἔτι τοῦ μακαρίου Σαμουὴλ, 264 ἐζήτησαν βασιλέα. καὶ πρός γε δὴ τοῦτο Θεὸς ὠργίζετο, 265
καὶ ὡς ὑβρισμένος οὐ μετρίως λελύπηται μὲν, πλὴν ἀνέδειξε τὸν Σαούλ. οὐκοῦν αἰτιᾶται λίαν, ὅτι γεγόνασιν ὅλως ὑπὸ τὴν ἀνθρώπων βασιλείαν, οὐκ ἀνασχόμενοι τὸ παρὰ Θεοῦ διὰ Προφητῶν βασιλεύεσθαι. σέσωκε μὲν γὰρ, φησὶν, ὁ Θεὸς τὸν Ἰσραὴλ, καὶ ἐξ οἴκου δουλείας ἐξήγαγεν, μεσιτεύοντος
τοῦ Μωυσέως, ὃς καὶ γέγονε προφήτης καὶ προφητῶν ἀπαρχή· καὶ οὐκ ἐξήγαγε μόνον ἐξ Αἰγύπτου, φησὶν, ἀλλὰ γὰρ καὶ τετήρηκε. μεμένηκε γὰρ ἑνὶ τῷ φύσει καὶ ἀληθῶς 266 λατρεύων Θεῷ. ἐπειδὴ δὲ γεγόνασιν ὑπὸ βασιλέας, τῆς εἰς Θεὸν ἀγάπης ἐξώκειλαν. πρῶτος μὲν γὰρ ᾠκοδόμησε Σολομῶν 267
καὶ βωμοὺς καὶ τεμένη τοῖς Βααλείμ· εἶτα μετ’ αὐτὸν ὁ ἐπάρατος Ἱεροβοὰμ τὰς χρυσᾶς ἐποίει δαμάλεις. αἰτιᾶται τοίνυν ὡς παγκάλην οἰκονομίαν οὐ τετηρηκότας, τὸ πάρα Θεοῦ, φημὶ, διὰ προφητῶν βασιλεύεσθαι, τὸ δὲ ὑπὸ χεῖρα πεσεῖν ἀνθρώπων ἄνθῃ ῥῆ μένους, ὃ δὴ καὶ γέγονεν αὐτοῖς
τῆς ἀποστασίας πρόξενον.
γὰρ, φησὶν, ὁ Ἐφραΐμ, τουτέστιν ὁ ἐκ φυλῆς Ἐφραΐμ Ἱεροβοὰμ, ἐμὲ τὸν τῶν ὅλων Δεσπότην τεθύμωκε καὶ παρώργισε, 271 καὶ εἰς πᾶν εἶδος ἐκάλεσε παροξυσμοῦ, καινοτομήσας δαμάλεις, καὶ τὸ ἐμὸν αὐταῖς αὔχημα περιθείς. τοιγάρτοι παραίτιος αὐτὸς τῆς ἑαυτοῦ γέγονεν ἀπωλείας· ἐπ’ αὐτὸν
ἥξει τὸ αἷμα αὐτοῦ. ἐπειδὴ δὲ, ὅτε τὰς δαμάλεις ἔστησεν εἰς Βαιθήλ τε καὶ Δὰν, προσπεφώνηκε τοῖς ἐξ Ἰσραήλ 272 “ Ἱκανούσθω ὑμῖν τοῦ ἀναβαίνειν εἰς Ἱεροσόλυμα· ἰδοὺ οἱ “ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου· 273 ταύτῃτοι λοιπὸν, καὶ μάλα εἰκότως, ἀποτίσει φησὶν ἐμοὶ τῷ
κρίνοντι τοῦ ὀνειδισμοῦ τὰς δίκας. ὕβρις γὰρ ἄντικρυς καὶ ὀνειδισμὸς ὁμολογουμένως εἰς Θεὸν, τὸ ὕλαις ἀψύχοις ἀναθεῖναι τολμᾶν τὰ δι’ αὐτοῦ γεγονότα λαμπρὰ καὶ ἀξιοθαύ- μαστα κατορθώματα. οὐκοῦν κατὰ τὸν αὐτοῦ τοῦ Ἐφραΐμ ὀνειδισμὸν, τουτέστιν, ἰσομέτρως ταῖς αὐτοῦ δυσφημίαις καὶ
ἀνοσίοις φωναῖς, τὰ ἐξ ὀργῆς ἀντεπενεχθήσεται. ὥσπερ γὰρ ὅσον ἧκεν εἰς ἐγχείρημά τε καὶ λόγους, τῆς αὐτῷ καὶ 274 μόνῳ πρεπούσης δόξης ἐξώσθη Θεός· οὕτω καὶ αὐτὸς τῆς ἰδίας ἀρχῆς ἐξωσθήσεται. πεπαύσεται γὰρ κατὰ καιροὺς ἡ βασιλεία τοῦ Ἐφραΐμ. ὡς γὰρ ἤδη προεῖπον, μετὰ τὴν ἐκ
Βαβυλῶνος ἐπάνοδον οὐδεὶς ἔτι βεβασίλευκεν ἐν Σαμαρείᾳ τῶν δέκα φυλῶν, ἀλλ’ ἦσαν ἐν τοῖς Ἱεροσολύμοις ὑφ’ ἕνα πάντες, τὸν ἐκ φυλῆς Ἰούδα κατὰ καιροὺς.
ἀπὸ μέρους γὰρ ἔσθ’ ὅτε σημαίνει τὸ πᾶν. τεθύκασι γὰρ Θεῷ μὲν οὐκέτι, μᾶλλον δὲ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν αὐτοῖς ἐτέλουν τὰς ἑορτὰς, καὶ προσῆγον τὴν λατρείαν, τὰς ἀπαρχὰς, τὴν προσκύνησιν, τὰ δῶρα, τὰ χαριστήρια· καὶ δόξης ἰδίας ἀποστεροῦντες Θεὸν, ταύτην ἀνέθεσαν τοῖς
γλυπτοῖς. ἀλλὰ τοῦτο ποίησας ὁ Ἰσραὴλ, ἀπέθανέ φησι, καὶ πάλιν προσέθετο τοῦ ἀμαρτάνειν. ὅμοιον ὡς εἰ λέγοι 279 Κεκόλασται δεδρακὼς, ὠλόθρευται τολμήσας, ἔγνω τοῦ Δεσπότου τὴν ἀγανάκτησιν, εἰς αἷμα τὴν δίκην τοῖς πλανωμένοις ἐπάγοντος· καὶ τῆς ἑαυτοῦ σκαιότητος κατέληξε μὲν
οὐδαμῶς, ἁλοίη δ’ ἂν μᾶλλον ἐφ’ ἑτέροις τε καὶ ἴσοις ἀνέγνωμεν γὰρ ἐν τοῖς Ἀριθμοῖς, ὅτι πεπορνεύκασιν οἱ υἱοὶ Ἰσραὴλ, ἐκκεκαυμένοι πρὸς ἐκτόπους ἡδονὰς, καὶ ταῖς τῶν Μωαβιτῶν προσέκειντο γυναιξίν. εἶτα, δίκας ἐπὶ τούτῳ τὰς ἁπασῶν ἐσχάτας ἐξῄτηνται. ἔχει δὲ οὕτω τὰ γεγραμμένα 280
“καὶ κατέλυσεν Ἰσραὴλ ἐν Σατὶμ, καὶ ἐβεβηλώθη ὁ 281 “λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωὰβ, καὶ ἐκάλεσαν “ αὐτοὺς εἰς τὰς θυσίας τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ “ λαὸς τῶν θυσιῶν αὐτῶν, καὶ προσεκύνησαν τοῖς εἰδώλοις 282 “αὐτῶν, καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγὼρ, καὶ ὠργίσθη “θυμῷ κύριος τῷ Ἰσραὴλ. καὶ εἶπε κύριος τῷ Μωσυῇ “Λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ, καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ, ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφή- 283 “σεται ὀργὴ θυμοῦ κυρίου ἀπὸ Ἰσραὴλ. καὶ εἶπε Μωυσῆς
“ταῖς φυλαῖς ’ Ἰσραὴλ Ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐ- “τοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ.” οὗ δὴ καὶ εἰς πέρας ἐνηνεγμένου, πέπτωκε πληθὺς οὐ μετρία τῶν ἐξ Ἰαεραὴλ. ἄθρει δὴ οὖν, ὅτι προσάγων εἰδώλοις τὰ τοῦ Θεοῦ δικαιώματα κατὰ τοὺς Μωυσέως χρόνους ὁ Ἱσραὴλ, ἀπέθανεν
οἰκτρῶς. ἀπεσφάζετο γὰρ ὁ πεπλανημένος τοῖς τῶν οἰκείων ξίφεσιν, οὐκ ὀθνείᾳ χειρί· ἀλλὰ προσέθετο τοῦ ἀμαρτάνειν. 284 πεποιήκασι γὰρ ἑαυτοῖς χώνευμα χρυσοῦν, καὶ ἔργα τέκτονος, καὶ τεχνουργῶν ἐπιστήμαις ἐκπεποιημένους μένους θεούς. ἐπιμειδιᾷ δὲ ὥσπερ ταῖς αὐτῶν εἰκαιοβουλίαις ὁ λόγος.
θεοὺς γὰρ εἶναι πεπιστεύκασιν, οὓς αὐτοὶ τεκταίνουσιν. ἐπιφωνείτω 285 δὴ οὖν καὶ τούτοις ὁ ψαλμῳδός “ὅμοιοι αὐτοῖς “γένοιντο πάντες οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποι- “ θότες ἐπ’ αὐτοῖς.”
τοῦτο ἔσονται ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος ὀρθρινὴ 287 πορευομένη, κα ὥσπερ χνοῦς ἀποφυσώμενος ἂψ ἅλωνος καὶ ὡς ἀτμὶς ἐκ καπνοδόχης.
τοῖς ἀπὸ ξύλου καὶ λίθων πεποιημένοις τὸ τῆς θείας δόξης 288 ἐπιφημίζοντες ὄνομα· ἀλλὰ γὰρ καὶ εἰς τοῦτο κατώλισθον ἀμαθίας, μᾶλλον δὲ καὶ σκαιότητος καὶ ἀπανθρωπίας καὶ θηριπρεποῦς ἀγριότητος, ἢ καὶ ἔτι τούτων ἐπέκεινα, ὡς μηδὲ αὐτῶν τῶν ἰδίων φείσασθαι τέκνων, ἀποσφάττειν δὲ αὐτὰ
τοῖς δαίμοσι· καίτοι κατεστυγηκότος τὸ χρῆμα Θεοῦ, καὶ 289 οὐδ’ ἃν αὐτὴν ἀνασχομένου ποτὲ τὴν φωνὴν ἢ εἰπεῖν ἑτέροις, ἤγουν ἀκοῦσαι παρά τινος. οὐ γὰρ φιλαίματος ὁ Δεσπότης, οὔτε μὴν ἐπὶ ταῖς τῶν ἀνθρώπων ἥδεται καταφθοραῖς· πολλοῦ γε καὶ δεῖ· “Ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, 290
κάτα τὸ γεγραμμένον, καὶ σωτήριοι αἰ γενέσεις του κοσ- “μου.” ἐπειδὴ δέ ἐστι θανάτου καὶ εὑρετὴς καὶ πρόξενος ὁ δράκων ὁ ἀποστάτης, ταύτῃτοι ταῖς ἀνθρώπων ἥδεται σφαγαῖς. ὅτι τοίνυν καὶ ψιλὸς ὁ ἐπὶ τούτῳ λόγος μεμίσηται 291 παρὰ Θεῷ, διατρανοῖ λέγων Αὐτοὶ λέγουσι Θύσατε ἀνθρώπους,
μόσχοι γὰρ ἐκλελοίπασιν. οὐκ ἐμὸς, φησὶν, ὁ λόγος, οὐδ’ ἃν εἴποιμί ποτε τοιάνδε φωνήν· αὐτοὶ δέ φασιν οἱ τῶν δαιμόνων θεραπευταὶ, τὸ δεῖν ἀνθρώπους καταθύειν αὐτοῖς. εἶτα διαγελᾷ τὴν σκέψιν καὶ διασύρει τὸ ἐγχείρημα, προστιεἰς καὶ λέγων Μόσχοι γὰρ, κατὰ τὸ εἰκὸς, οὐκ ἦσαν αὐτοῖς·
διὰ τοῦτο τετιμήκασι τὴν ἀνδροκτονίαν. ἀλλ’ ἔστω, φησὶ, πεπλάνησθε, καὶ τοὺς γλυπτούς τε καὶ χωνευτοὺς τετιμήκατε 292 θεούς. ἵνα τί καὶ ἀνθρωπίνοις αἵμασι τοὺς ἐκείνων βωμοὺς κατεδεύσατε ; ἀνέγνωμεν δὲ ἐν ταῖς βασιλείαις, ὅτι γέγονε μὲν ᾿Ιωνάθαν υἱὸς Ἄχαζ, ὃς ἐβασίλευσεν ἐπὶ τὸν Ἰούδαν·
πεπόρευται γεγὴν “ἐν ὁδῷ βασιλέων ᾿Ισραὴλ, καὶ ἐθυμία 293 “μὲν ἐν τοῖς ὑψηλοῖς, διήγαγε δὲ καὶ τὸν ἴδιον υἱὸν ἐν “πυρὶ,” καὶ τοῖς δαιμονίοις κατέθυσε τὸν ἐξ αὐτοῦ φύντα καὶ γεγεννημένον. ἐπειδὴ δὲ τοιαῦτα δεδράκασιν, ἔσονταί φησιν ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος, ὡς χνοῦς καὶ ὡς ἀτμὶς ἐκ 294 295 καπνοδόχης, τουτέστιν, ὀλίγον ὀφθέντες, οἰχήσονται πρὸς ἀπώλειαν καὶ βαδιοῦνται πρὸς τὸ μηδέν. νεφέλη γὰρ πρωϊνὴ, τουτέστιν ἀχλὺς, δρόσος τε καὶ χνοῦς καὶ ἀτμὶς ἐκ καπνοδόχης, εὐδιαρίπιστά τε ἐστὶ, καὶ ἐν ὀλιγοστῷ παντελῶς διασκίδναται χρόνῳ, μᾶλλον δὲ καὶ ἐν ὥρᾳ μιᾷ. ποία γὰρ ὑπόστασις
ἢ χνοὸς ἣ δρόσου, ἤγουν τῆς ἐκ καπνοῦ συνισταμένης ἀτμίδος ;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.