ἀνῄρηνται γὰρ δι’ ἀγγέλου ἐν μιᾷ νυκτὶ ἑκατὸν 2 ὀγδοήκοντα πέντε χιλιάδες. τοῦτό τοι, καθάπερ ἐγᾦμαι, προαπαγγέλλει νυνὶ λέγων ἐνισχύσει αὐτῷ Ἰσκώβ. αὐτῷ δὴ τίνι; ἢ δῆλον, ὅτι τῷ πολιορκήσειν μέλλοντι Ῥαψάκῃ; κέκληκε δὲ Ἰακὼβ τοὺς ἐξ αἵματος Ἰακὼβ, Ἰούδαν τε φημὶ καὶ Βενιαμίν. ἴοι δ’ ἂν εἴπερ ἕλοιτό τις καὶ κατὰ παντὸς
τοῦ Ἰσραὴλ ἡ λέξις.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.