ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
1
δὲ λίαν ἐπιτηδείως καὶ εἰς τὸ φέρβειν δύνασθαι τὰς οἰῶν ἀγέλας· εὔβοτος γὰρ καὶ πλατεῖα καὶ πολυειδεῖ τῇ πόᾳ 2 κατεστεμμένη. ἦν δὲ ὁ Ἀμὼς ἐκ Θεκουὲ κώμης, πρὸς αὐτοῖς κειμένης τοῖς τῆς ἐρήμου ποσίν. ἐπειδὴ δὲ ἦν ἀνὴρ ἀγαθὸς, καὶ πάσης ἐπιεικείας ἐργάτης, τὸ τῆς προφητείας εὐθὺς
κατεπλούτει πνεῦμα, καὶ προεφήτευεν οὐκ ἐν τοῖς Ἱεροσολύμοις, ἀλλ’ ἐν αὐτοῖς μὲν ἔτι τοῖς ποιμνίοις, ἐν ἀρχαῖς τῶν ἐξ ἔθους τε αὐτῷ καὶ μελέτης ἐχόμενος φροντισμάτων, εἶτα 3 καὶ εἰς αὐτὴν ἀφικόμενος τὴν Βαιθήλ. καὶ γὰρ ἦν ἡ Θεκουὲ οὐχ ὑπὸ τὴν Ἰούδα μᾶλλον, ἀλλ’ ὑπὸ τὴν Ἐφραΐμ βασιλείαν. ὅτι δὲ ἀληθεῖς ἡμῖν οἱ περὶ τούτων γεγόνασι λόγοι, καταθρήσεις ἀκονιτὶ, καὶ διὰ τῶν αὐτοῦ πληροφορηθήσῃ
λόγων· προεφήτευε μὲν γὰρ ἐν Βαοιὴλ, ὡς ἔφην, ἀφανισθήσεσθαι 4 λέγων τοὺς βωμοὺς τοῦ γέλωτος, ἐρημωθήσεσθαι 5 δὲ καὶ τὰς τελετὰς τοῦ Ἰσραήλ· καὶ δὴ τούτοις προστιθείς “ Καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ῥομφαίᾳ. ὁ δέ γε τῆς Βαιθὴλ ἱερεύς· Ἀμεσίας οὗτος ἦν· ἐπέτριζε τῷ
Προφήτῃ τοὺς ὀδόντας. εἶτα πέμπει πρὸς Ἱεροβοὰμ βασιλέα Ἰσραὴλ λέγων “ Συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς 6 “ ἐν μέσῳ οἴκου Ἰσραὴλ, οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν “ ἅπαντας τοὺς λόγους αὐτοῦ· διότι τάδε λέγει Ἀμώς Ἐν 7 “ ῥομφαίᾳ τελευτήσει Ἱεροβοὰμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος
“ ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. καὶ εἶπεν Ἀκεσίας πρὸς “ Ἀμώς Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ “ καταβίου, καὶ ἐκεῖ προφητεύσεις. εἰς δὲ Βαιθὴλ οὐκέτι “ μὴ προσθῇς τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ, “ καὶ οἶκος βασιλέως ἐστί· καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε
“ πρὸς Ἀμεσίαν Οὐκ ἤμην προφήτης ἐγὼ, οὐδὲ υἱὸς προ- “φήτου, ἀλλ’ ἢ αἰπόλος ἤμην, κνίζων συκάμινα, καὶ ἀν- “ ἔλαβε με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε κύριος πρὸς 8 “ μέ βάδιζε, προφήτευσον ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ. ” εἴληπτο δὴ οὖν ἐκ ποιμνίων, καὶ προεφήτευεν ἐν Βαιθὴλ, ἐν 9
ᾗ καὶ δάμαλιν ἀπέθετο χρυσῆν ὁ πρῶτος Ἱεροβοὰμ ὁ Ναβὰτ υἱός. ἐπισημήνασθαι δὲ κἀκεῖνο οἶμαί που χρήσιμον, ὡς ἕτερος ἦν Ἀμὼς ὁ τοῦ Ἡσαΐου πατήρ. τίνες γεμὴν καὶ 10 ἐπὶ τίσιν ὅλως οἱ παρ’ αὐτοῦ γεγόνασι λόγοι, τῶν προκειμένων ἁψάμενοι σαφηνιοῦμεν ὡς ἔνι.
λόγοι οἶ γεγόνασιν ἐν Ἀκκαρείμ. ἰστέον δὲ, ὅτι τὴν τοιάνδε λέξιν, ἤτοι τὸ ἐν Ἀκκαρείμ, οὐκ οἶδεν ὅλως τῶν Ἑβραίων ἡ ἔκδοσις· μόνον γὰρ εἰρήκασι τὸ Λόγοι Ἀμὼς ἐκ Θεκουέ. οἵ γε μὴν ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ ἐν Ἀκκαρεὶμ τεθείκασιν, ἐν τοῖς κτηνοτρόφοις. οὗτοι τοίνυν φησὶν οἱ λόγοι
Αμὼς τοῦ ἐκ Θεκουὲ, οἵτινες γεγόνασιν ἐν καιρῷ τοῦ ποιμαίνειν ἔτι, καὶ ἐν αὐταῖς ταῖς τῶν προβάτων αὐλαῖς. ὑπὲρ αὐτῆς δὲ τῆς Ἱερουσαλὴμ οὐκ ἀκοῦσαι μᾶλλον, ἀλλ’ ἑωρακέναι 14 φησὶ τοὺς λόγους. ἐμφανῆ γὰρ τοῖς ἁγίοις προφήταις κατέστησεν ὁ Θεὸς ὁμοῦ ταῖς ἀποκαλύψεσι μονονουχὶ καὶ
αὐτὰ παρόντα τὰ πράγματα, ὥστε δοκεῖν καὶ ὁρατοὺς ἤδη πὼς γενέσθαι τοὺς λόγους, συνθεούσης τάχα που τῆς τῶν ἐκβησομένων θέας, οἷς ἃν λέγη Θεός. πλὴν ἐκεῖνο ζητήσεως ἄξιον, πῶς γὰρ ἄν τις οἰηθείη γενέσθαι τοὺς λόγους ὑπέρ γε τῆς Ἱερουσαλὴμ μόνον, καίτοι διὰ τῆς τοῦ αὐτοῦ προφήτου
φωνῆς καταιτιᾶται Θεὸς τόν τε Ἰούδαν καὶ τὸν Ἰσραήλ; 15 ἔφη γὰρ πάλιν “ Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν 16 “ ἀσεβείαις υἱῶν Ἰούδα, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀπο- “ στραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ ἀπώσασθαι αὐτοὺς τὸν “ νόμον Κυριοῦ, καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλά- “ ξαντο. καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν ἃ ἐποίη-
“ ’σαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· “ καὶ ἀποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια “ Ἱερουσαλήμ.” εἶτα τούτοις ἐφεξῆς “ τάδε λέγει Κύριος 17 “ Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ἰσραὴλ, καὶ ἐπὶ ταῖς τέσ- “ σαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν.’’ προσεπενεγκὼν δὲ
τῆς ἁμαρτίας τοὺς τρόπους, ἐπηπείλησε τὰ δεινὰ, καὶ ὡς πλείστην ὅσην κατ’ ἀμφοῖν ὁ λόγος αὐτῷ τὴν ἐπίπληξιν ἔχει. πῶς οὖν ὑπὲρ τῆς Ἱερουσαλὴμ γεγενῆσθαι λοιπὸν νοοῖντ’ ἂν οἱ λόγοι, καίτοι Θεοῦ λέγοντος “ Ἐξαποστελῶ “ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἰερουσαλήμ.
τίς οὖν ἔσται τῆς ἀπολογίας ὁ τρόπος, φέρε, διασκεψώμεθα. 18 φαμὲν οὖν ὅτι ἔθος τοῖς ἁγίοις προφήταις, ποτὲ μὲν διεσταλμένως τὰς δύο φυλὰς τὰς ἐν τοῖς Ἱεροσολύμοις, Ἰούδαν τε καὶ Βενιαμὶν Ἰσραὴλ ἀποκαλεῖν, ποτὲ δὲ δὴ αὖ τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς ἑτέρας Ἰσραὴλ ὀνομάζειν, ἤγουν
Ἐφραΐμ, ἀδιαφοροῦσι δὲ πλειστάκις. καὶ ἐπείπερ εἰσὶν οἱ πάντες ἐξ αἵματος Ἰσραήλ, οὕτω καὶ ὀνομάζουσι τὰς δυοκαίδεκα φυλάς. εἰ δὲ δὴ βούλοιντο καὶ ἅπασαν ἡμῖν κάτα, σημῆναι τυχὸν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὐκέτι διεσταλμένως τῷ τῆς Ἰερουσαλὴμ ὀνόματι κεχρημένους 19 εὑρησομεν.
γενήσεται αὐτῶν φειδὼ καὶ ἀνακαινισμὸς εἰς τὸ ἀπ’ ἀρχῆς. ἔφη γὰρ πάλιν αὐτὸς ὁ Ἀμὼς, ὡς ἐκ προσώπου τοῦ Θεοῦ 22 “ Πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ἰακὼβ, λέγει “ κύριος. διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμιῶ ἐν πᾶσι “ τοῖς ἔθνεσι τὸν οἶκον τοῦ Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν
“ τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ γῆν.” προκαταμηνύει δὲ ἀναγκαίως καὶ τὴν ἐσομένην λύτρωσιν διὰ Χριστοῦ, καὶ ὅτι μεταχωρήσουσι πρὸς ἀνακαινισμὸν, καὶ ἐν 23 εὐπαθείᾳ ἔσονται κατοικτείροντος Θεοῦ. ἔφη δὲ οὕτω πάλιν 24 “ Ἐν τῇ ἡμέρᾳ ἐκείνη ἀναστήσω τὴν σκηνὴν Δαυεὶδ τὴν
“ πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς, καὶ “ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐ- “ τὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος.’’ οὐκοῦν ὑπὲρ τῆς Ιερουσαλήμ οἱ λόγοι. καὶ καθ’ ἕτερον δὲ τρόπον ὑπὲρ αὐτῆς γενέσθαι νοοῖντ’ ἂν εἰκότως. Συρία τε γὰρ καὶ οἱ
Δαμάσκου βασιλεῖς, καὶ τῶν ὁμόρων ἐθνῶν οὐκ ὀλίγα τὴν τῶν Ἰουδαίων χώραν διελυμήναντο, ἄλλοτε ἄλλοι κατεξανιστάμενοί τε καὶ καταδῃοῦντες αὐτὴν, ἄγοντές τε καὶ 25 φέροντες, καὶ τὰ ἐξ ἀκράτου δρῶντες ὀργῆς, ὡς εἰς ἐσχάτην αὐτοὺς καθικέσθαι ταλαιπωρίαν. τούτοις δὴ οὖν ἅπασι τοῖς
πεπορθηκόσιν αὐτὴν εἰσκεκόμικεν ὁ Προφήτης ἀπειλοῦντα τὸν Θεὸν τὴν ἐρήμωσιν, καὶ δίκην ἔφη εἰσπραχθήσεσθαι τῶν ἀνοσίων ἐγχειρημάτων αὐτούς. οὐκοῦν ὑπὲρ τῆς Ἱερουτὰς 26 σαλὴμ, ἤγουν ὑπὲρ πάσης τῆς Ἰουδαίων συναγωγῆς οἱ τοῦ Ἀμὼς γεγόνασι λόγοι. εἰσόμεθα δὲ τοῦτο σαφῶς τοὺς τῆς προφητείας βασανίζοντες χρόνους· κεῖται γὰρ ἐφεξῆς·
τοῦ Ἰωὰς βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.
τοῦτό φαμεν, ὅτι τὸ χρῆμά ἐστιν ἀναγκαῖον, ὅλην ὥσπερ ὠδῖνον ἐφ’ ἑαυτῷ τῆς προφητείας οἱονεὶ τὴν περίστασιν. Συρίᾳ τε γὰρ καὶ Δαμασκῷ καὶ τοῖς προσοικοῦσι τὴν Ἰουδαίαν βαρβάροις ὄλεθρον ἀπειλεῖ καὶ ἐπαναστάσεις καὶ ἐμπρησμοὺς, καὶ τῶν θείων χρησμῳδημάτων ἐντεῦθεν αὐτῷ 28
γέγονεν ἢ ἀρχή. δεῖ δὴ οὖν ἄρα τὰς αἰτίας ἀναμαθεῖν τοῦ προστεθεῖσθαι τῆς βασιλείας τοὺς χρόνους, τίνα τε καὶ ὅσα τὰ ἑκατέρῳ κατωρθωμένα, διεβίω τε ὅπως, καὶ τί τὸ ἐν ἀμφοῖν ἀξιάκουστον. ἐκκεκλικότες δὴ οὖν εἰς ἀπόστασιν ὅ τε Ἰσραὴλ καὶ Ἰούδας κατὰ πολλοὺς ἐπαιδεύοντο τρόπους.
ὅτε μὲν γὰρ οἱ Δαμάσκου καὶ Σύρων ἡγούμενοι κατέτρεχον καὶ ἐπολιόρκουν, τὰς παρ’ αὐτοῖς τε κατεληίζοντο χώρας· ὅτε 29 δὲ αὖ Μωαβῖται καὶ Ἰδουμαῖοι, Γερηέσηνοί τε καὶ Ἐλαμῖται, Ἀζώτιοί τε καὶ οἱ τῆς Ἀκκαρὼν οἰκήτορες κατῃκίζοντο τὴν Σαμάρειαν, καὶ μέντοι καὶ τὴν Ἰούδα βασιλείαν, ἀχαλίνοις
ὁρμαῖς καὶ ἀπλήστῳ γνώμη χρώμενοι, καὶ εἰς ἐσχάτας ὀργὰς ἀποταυρούμενοι· καὶ γοῦν κατὰ διαφόρους τρόπους 30 τοῦτο δεδρακότας εὑρήσομεν· οἷον βασιλεύοντος Ἀχαὰβ τῆς Σαμαρείας καὶ ἐπὶ τὸν Ἰσραήλ. γέγραπται δὲ οὕτως ἐν 31 τῆ τρίτῃ τῶν βασιλειῶν “Καὶ συνήθροισεν υἱὸς “ Ἄδερ 32 “πᾶσαν τὴν δύναμιν αὐτοῦ, καὶ ἀνέβη καὶ περιεκάθισεν εἰς “ Σαμάρειαν, καὶ τριακονταδύο βασιλεῖς μετ’ αὐτοῦ καὶ
“ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν “ ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ’ αὐτήν.” ἄθρει δὴ οὖν ὅτι συνασπιστὰς ἐποιεῖτο κατὰ τοῦ Ἰσραὴλ ὁ Δαμάσκου βασιλεὺς, τουτέστιν ὁ Ἄδερ, ἑτέρους τριακονταδύο τῶν προσοίκων ἐθνῶν ἡγουμένους, πεπολέμηκε τε οὕτω τὴν
γῆν. ἀλλὰ καὶ ἐν χρόνοις Ἰωὰς βασιλέως Ἰούδα πεπολέμηκε τὴν Ἱερουσαλὴμ Ἀζαήλ ὁ Σύρος. γέγραπται δὲ 33 πάλιν ἐν τῆ τετάρτη τῶν βασιλείων “ τότε ἀνέβη ’Αζαὴλ “ βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γὲθ, καὶ προκατ- “ ἐλάβετο αὐτήν. καὶ ἔταξεν Ἀζαὴλ τὸ πρόσωπον αὖ,
“ τοῦ ἀναβῆναι ἐπὶ Ἱερουσαλήμ. καὶ ἔλαβεν Ἰωὰς βασι- “ λεὺς Ἰούδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ἰωσαφὰτ καὶ “ Ἱωρὰμ καὶ Ὁχοζίας, οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς “ Ἰούδα, καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρε- “ θὲν ἐν θησαυροῖς οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως
“ καὶ ἀπέστειλε τῷ Ἀζαὴλ βασιλεῖ Συρίας, καὶ ἀνέβη ἀπὸ 34 “ Ἱερουσαλήμ.’’ ἔδρων μὲν γὰρ τὰ τοιάδε κατὰ θείαν ὀρυὴν, προσκεκρουκότος τοῦ Ἰσραὴλ, διά τοι τὸ ἀπονεῦσαι λίαν καὶ ἀνεπτοῆσθαι δεινῶς εἰς τὰς τῶν εἰδώλων λατρείας. πλὴν νικῶντες οἱ ἀλλόφυλοι τῆ τοῦ Θεοῦ δόξη διελυμαίνοντο.
ᾤοντο γὰρ κατὰ σφᾶς οἱ δείλαιοι, τὴν ἐπαμύνουσαν 35 αὐτοῖς ἀτονῆσαι χεῖρα, καὶ τῆς τοῦ Θεοῦ δόξης κατανεανιεύεσθαι τεθαρσήκασι. καὶ γοῦν ἠσθενηκότες οἱ Σύροι, βραχὺ πολιορκοῦντος Σαμάρειαν τοῦ Ἄδερ, πρόφασιν ἐποιοῦντο τῆς κακανδρίας οὐκ ἀληθῆ λέγοντες “ Θεὸς ὀρέων Θεὸς 36
“ Ἰσραὴλ καὶ οὐχὶ Θεὸς κοιλάδων.’’ ᾤοντο γὰρ ὅτι νενικήκασιν 37 οἱ ἐξ Ἰσραὴλ, ἐν μόνοις τοῖς ὄρεσιν ἢ καὶ ἐν τοῖς βουνοῖς δυναμένου σώζειν Θεοῦ. ἡττήμεθα δὴ οὖν φασὶν, ὅτι Θεὸς ὀρέων Θεὸς Ἰσραήλ· εἰ δὲ δὴ γένοιτο συνελθεῖν εἰς μάχην ἐν πεδίοις ἐψιλωμένοις, περιεσόμεθα πάντως αὐτῶν,
ἀτονοῦντος ἐν κοιλάσι τοῦ Θεοῦ Ἰσραήλ· Ἑλληνικῆς δὲ ταῦτα φρενοβλαβείας ἐγκλήματα, καὶ τῶν οὐκ εἰδότων τὸν ἀληθῆ καὶ φύσει Θεὸν ἀθυροστομία δεινή. οὐκοῦν ἠγανάκτει κατὰ τῶν ἀλλοφύλων, καὶ σφόδρα εἰκότως, ὁ 38 πάντα ἰσχύων Θεὸς, ὅτι καὶ νικῶντες, ὡς ἔφην, τὸν Ἰσραὴλ,
τοῖς ἰδίοις θεοῖς· ἀνῆπτον τὰ χαριστήρια, καὶ ληροῦντες ᾤοντο καὶ αὐτοῦ κρατῆσαι Θεοῦ. προἰ·όντος δὲ τοῦ καιροῦ μετὰ τὴν τοῦ Ἀχαὰβ βασιλείαν, καὶ ἑτέρων τινῶν διὰ μέσου καὶ καθεξῆς, ἀναδείκνυται βασιλεὺς ἐπὶ τὸν Ἰσραὴλ ἐν τῆ Σαμαρείᾳ Ἱεροβοὰμ ἕτερος παρὰ τὸν πρῶτον, ὃς ἦν τοῦ Ναβὰτ,
πλὴν ὁμώνυμος ἐκείνῳ καὶ ὁμογνώμων καὶ δυσσεβής. Ἀλλ’ ἐν τοῖς χρόνοις τῆς αὐτοῦ βασιλείας ἠλέει λοιπὸν ὁ φιλοικτίρμων Θεὸς ἀφορήτῳ ταλαιπωρίᾳ κατηχθισμένον 39 τὸν Ἰσπαὴλ, ἠλευθέρου τε τῶν πόνων διὰ χειρὸς Ἱεροβοὰμ καίτοι πονηροῦ καὶ ἀποστάτου λίαν ὑπάρχοντος.
κατηνδρίσατο γὰρ οὕτω τῶν ἀλλοφύλων, ὡς καὶ πόλεις παρ’ ἐκείνων ἀπεσπασμένας ἐν καιροῖς βασιλέων τῶν παρ‘ω- χηκότων ἀνακομίσασθαι πάλιν, καὶ τοῖς ἰδίοις ὑποθεῖναι 40 σκήπτροις, πλεῖστά τε ὅσα τοὺς πάλαι νικῶντας ἐργά- 41 σαδθαι κακά. γέγραπται γὰρ περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ 42 τῶν βασιλειῶν “Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμασίου υἱοῦ “ Ἰωὰς βασιλέως Ἰούδα ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς Ἰωὰς “ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος· καὶ
“ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου· οὐκ ἀπέστη ἀπὸ “ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν “ Ἰσραήλ. αὐτὸς γὰρ αὖ κατέστησε τὸ ὅριον Ἰσραὴλ ἀπὸ “ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, κατὰ τὸ “ ῥῆμα κυρίου τοῦ Θεοῦ Ἰσραὴλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου
“ αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφήτου τοῦ ἐκ Γεὲθ ἀγχο- “ φέρ’. ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν “ σφόδρα, καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους “ καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ. “ καὶ οὐκ ἐλάλησε κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ἰσραὴλ
“ ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς “ Ἱεροβοὰμ υἱοῦ Ἰωάς. καὶ τὰ λοιπὰ τῶν λόγων Ἱεροβοὰμ “ καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα “ ἐπολέμησε καὶ ὅσα ἐπέστρεψε τὴν Δαμασκὸν καὶ τὴν “ Αἰμὰθ τῷ Ἰούδα ἐν Ἰσραὴλ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα
“ ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ ;" ἰδοὺ δὴ σαφῶς κατατεθλίφθαι φησὶ τοὺς ἐξ Ἰσραὴλ, οὐκ ὄντος τοῦ σώζοντος, ὡς ὀλιγοστοὺς εἶναι καὶ διεσπασμένους· σεσῶσθαι γεμὴν ἐκ χειρὸς Ἱεροβοάμ. τὸ δὲ ἐκ χειρὸς τέθεικεν, ἀντὶ τοῦ διὰ χειρός. οὐ γὰρ ἦν αὐτὸς ὁ
συντρίβων τὸν Ἰσραὴλ, μαχόμενος δὲ μᾶλλον καὶ προασπίζων αὐτοῦ· ἐπέστρεψε ’δε τὴν Δαμασκὸν, καὶ ἀπέσπασε τὸ ὅριον Ἰσραὴλ καὶ δυναστείας εἴργασται πολλάς. βασι- 43 λεύοντος δὲ τοῦ Ἱεροβοὰμ χρίεται Ἀζαρίας, ὁ καὶ ’Oζ́ͅας, βασιλεὺς ἐπὶ τὸν Ἰούδαν ἐν τοῖς Ἱεροσολύμοις. ὃς οὐδὲν ἧττον ἦν ἐν τοῖς ἔθνεσι φορτικώτατος, καὶ νεανικῶς ἐγκεί- 44 μένος τοῖς πεπορθηκόσι τὴν Ἰουδαίαν. γέγονε μὲν γὰρ
εὐσεβὴς καὶ φιλόθεος ἀνήρ. ἐπεὶ δὲ κεκράτηκε τῶν ἐχθρῶν Θεοῦ τὸ νικᾶν ἐπιτρέποντος, νενόσηκε τὴν ὑπεροψίαν, καὶ αὐτοκελεύστοις ᾔει βουλαῖς ἐπὶ τὸ χρῆναι λοιπὸν καὶ ἱερα- τεύειν Θεῷ, καὶ δὴ καὶ τετόλμηκεν ἐπ’ αὐτὸ τὸ θεῖον ἀνα- βῆναι θυσιαστή ῥίον, καὶ προσάγειν τὸ θυμίαμα. ἀλλ’ εὐ-
θὺς αὐτὸν ἤλεγξε Θεός. λέπρᾳ γὰρ κατεστίζετο, δεινῷ τε καὶ ἀνιάτῳ πάθει, ἵνα καὶ ὡς ἀκάθαρτος κατὰ νόμον ἐκ· 45 πέμπηται τῆς Ἰερουσαλὴμ, ἀποπαύσαιτό τε λοιπὸν καὶ ἱερατεύειν Θεῷ, καὶ τῆς παρανόμως ἐπιτετηδευμένης iερουρ- γίας αὐτῷ, καὶ τοῦ τὸν θεῖον καταμιαίνειν ναόν. ἔφη δὲ
οὕτω περὶ αὐτοῦ τὸ γράμμα τὸ ἱερὸν ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν ιι Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ 1εροβοὰμ 46 “βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσίου “ βασιλέως Ἰούδα. υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασι- “λεύειν αὐτὸν, καὶ πεντήκοντα καὶ δύο ἐτ́η ἐβασίλευσεν ἐν
Ἰερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιεχελία ἐξ Ἱερου- “σαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ “πάντα ὅσα ἐποίησεν Ἀμεσίας ὁ πατὴρ αὐτοῦ. πλὴν τῶν “ὑψηλῶν οὐκ ἐξῆρεν, ὅτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν “τοῖς ὑψηλοῖς. καὶ ἥψατο κύριος τοῦ βασιλέως, καὶ ἦν
α λελεπ ῥὼ μένος ἕως ἡμέρας θανάτου αὐτοῦ.’’ καὶ ταυτὶ μὲν ἐν ταῖς βασιλείαις, ἐν δὲ τῇ δευτέρᾳ τῶν παραλειπομένων 47 ἰσχνοτέρα κεῖται περὶ τούτων ἀφήγησις. ἔχει δὲ οὕτως “Καὶ 48 ἔλαβε πᾶς O λαὸς τῆς γῆς τὸν Οζίαν, καὶ αὐτὸς δέκα “καὶ ἓξ ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ “Ἀμεσίου. αὐτὸς ᾠκοδόμησε τὴν Ἐλὰθ, αὐτὸς ἐπέστρεψεν “αὐτὴν τῷ Ἰούδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ
“τῶν πατέρων αὐτοῦ. υἱὸς δέκα καὶ ἓξ ἐτῶν ἐβασίλευσεν “Ὀζίας, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερου- “σαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἀπὸ Ἰερου- “σαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα “ὅσα ἐποίησεν Ἀμεσίας ὁ πατὴρ αὐτοῦ. καὶ ἦν ἐκζητῶν
“τὸν κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος “ἐν φόβῳ κυρίου, ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησε τὸν “κύριον, καὶ εὐώδωσεν αὐτῷ Κύριος. καὶ ἐξῆλθε καὶ “ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους, καὶ κατέσπασε τὰ “τείχη Γὲθ καὶ τὰ τείχη Ἰαμνίαν καὶ τὰ τείχη Ἀζώτου,
“καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου, καὶ ἐν τοῖς ἀλλοφύλοις “κατίσχυσεν αὐτὸν Κύριος, ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ “τοὺς Ἄραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας, καὶ ἐπὶ “τοὺς Μιναίους. καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ Ὀζίᾳ, “καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσ-
49 “χυσεν ἕως ἄνω.’ εἶτά φησιν ἐφεξῆς περὶ αὐτοῦ “ἠδίκησεν ἐν κυρίῳ Θεῷ αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν “κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων. “καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεὺς, καὶ μετ’ αὐ- “τοῦ ἱερεῖς τοῦ κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοί. καὶ ἔστη.
“’σαν ἐπὶ Ὀζίαν τὸν βασιλέα καὶ εἶπον αὐτῷ Οὐ σοὶ Ὀζία 50 “θυμιάσαι τῷ Κυρίῳ ἀλλ’ ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν “τοῖς ἡγιασμένοις θυμιάσαι· ἔξελθε ἀπὸ τοῦ ἁγιάσματος “ὅτι ἀπέστης ἀπὸ κυρίου· καὶ οὐκ ἔσται σοι τοῦτο εἰς “δόξαν παρὰ Κυρίου Θεοῦ. καὶ ἐθυμώθη Ὁζίας, καὶ ἐν
“τῆ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ· “ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ ἡ λέπρα “ἀνέτειλεν ἐν τῶ μετώπω αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν “οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. “καὶ ἐπέστρεψεν ἐπ’ αὐτὸν ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς,
“καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ, καὶ κατέσπευσαν “αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι “ἤλεγξεν αὐτὸν Κύριος.”
χώραις, καὶ τοσοῦτος γέγονεν εἰς ἀλκὴν, ὡς καὶ ἀναδείμασθαι πόλεις παρ’ αὐτοῖς, καὶ δασμολογίας ἐπιθεῖναι, καὶ σκήπτροις ἰδίοις ὑπενεγκεῖν, καίτοι μεγάλα φυσῶντάς 51 ποτε, δεδίδαχεν ἀρκούντως τὸ γράμμα τὸ ἱερόν. οὐκοῦν, ἐπειδήπερ ὁ προφητικὸς ἡμῖν λόγος εἰσκεκόμικεν ἐν ἀρχαῖς
τὴν ἐσομένην κατὰ τῶν ἀλλοφύλων ἐρήμωσιν, ἀναγκαία γέγονεν ἡ μνήμη τῆς βασιλείας Ὀζίου τε καὶ Ἰεροβοὰμ, νενίκηνται γὰρ δι’ αὐτῶν ὡς γοῦν προλαβόντες εἰρήκαμεν. οἴδαμεν οὖν ὅτι καὶ διὰ χειρὸς Ἀσσυρίων ἐμπέπρησται Δαμασκὸς, δεδῄωνται δὲ οὐδὲν ἧττον καὶ τὰ τῶν ἀλλοφύλων
γένη. ἐπειδὴ δὲ τούτων ἐστὶν ἐκεῖνα μεταγενέστερα, 52 προσάψομεν ἀναγκαίως τῷ τε Ἱεροβοὰμ καὶ τοῖς Ὀζίου καιροῖς τὰ τοῖς ἀλλοφύλοις συμβεβηκότα, καὶ αὐτοῖς δὲ οὐδὲν ἧττον τοῖς τῶν Ἀσσυρίων καθηγηταῖς. ἐπειδὴ δὲ προστέθεικεν ὁ Προφήτης Πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ, 53 μνήμην ἀναγκαίως καὶ τοῦ λελεπρῶσθαι τὸν Ὀζίαν πεποιήμεθα. ἐπειδὴ γὰρ ἱερατεῦσαι τετόλμηκε παρανόμως, λελέπρωται μὲν ἐλέγχοντος Θεοῦ, κατεδονήθη δὲ σεισμῷ τὰ Ιεροσόλυμα καὶ διὰ τοῦδε σαφῶς τοῖς τὸ τηνικάδε Θεοῦ τὴν ἰδίαν ὀργὴν ὑπεμφαίνοντος.
54 55
καὶ προαφήγησις ἀσαφείᾳ πολλὴ κατεσκιασμένη, νοοῖτ᾿ ἃν εἰκότως ἡ τοῦ προκειμένου δύναμις. πεποίηται μὲν γὰρ ὡς 56 ἐξ ὁμοιότητός τε καὶ μεταφορᾶς ὁ λόγος, καὶ ὡς ἐκ τοῦ πεφυκότος συμβαίνειν ταῖς εὐπρέμνοις τῶν ὀρῶν κορυφαῖς, ἢ καὶ τοῖς ἐψιλωμένοις τῶν πεδίων ἔσθ’ ὅτε. ὄρη μὲν γὰρ
καίτοι δρυμοῖς κομῶντα καὶ ξύλοις, πεδιὰς δὲ αὖ πολλῇ καὶ ἀμφιλαφεῖ τῇ πόᾳ κατεστεμμένη, καταφθείροντός τινος ἢ λοιμοῦ τυχὸν, ἤγουν ἑτέρου του τῶν ἐξ ἀέρος ἀῤῥωστημάτων, ἀδοκήτως αὐαίνεται. διαπίπτει δὲ οὕτω καὶ τὰ ἀνθρώπινα, καὶ κατασκήπτουσιν ἔσθ᾿ ὅτε πόλεων καὶ χωρῶν
πικραὶ καὶ δύσοιστοι συμφοραὶ, διολλύουσαι καὶ καταφθείρουσαι 57 φθείρουσαι μικρόν τε καὶ μέγαν. τίνος γὰρ ἃν φείσαιτο πολεμίων ξίφος, ἢ, φέρε εἰπεῖν, λοιμὸς, ἄρδην ἀποκείρων καὶ τὸν ἐν πλούτῳ καὶ δόξαις καὶ δυναστείαις διαφανῆ, καὶ τὸν ἄσημόν τε καὶ κατεῤῥιμμένον; γέγονε τοίνυν τῷ Προφήτῃ
νυνὶ πρέπων ὅτι μάλιστα τοῖς αὐτῷ κατειθισμένοις ὁ 58 λόγος. ἦν γὰρ, ὡς ἔφην, αἰπόλος, καὶ πεποίηται τὴν παρατροπὴν ὡς ἐκ τοῦ καταφθείρεσθαι πολλάκις τὰς τῶν θρεμμάτων νομάς.
φησιν ἐκ Σιῶν ὁ Κύριος, ὡς ἐξ ἰδίου τόπου, καὶ ἐξ Ἱερουσαλὴμ, 59 ὡς ἐκ νεμηθείσης αὐτῷ· ἔστι μὲν γὰρ οὐκ ἐν τόπῳ τὸ ἀσώματον, ἐπειδὴ δὲ ἦν ἐν τοῖς Ἰεροσολύμοις ὁ διαβόητος ἐκεῖνος ναὸς, ἐδόκει πὼς ἴδιος ὑπάρχειν ὁ χῶρος αὐτοῦ, κατά γε τὴν τῶν ἀρχαιοτέρων ὑπόληψιν μικρὰ φρονούντων ἔτι περὶ Θεοῦ.
ἀντὶ δὲ τοῦ ἐφθέγξατο, τέθεικε τῶν Ἑβραίων ἡ ἔκδοσις Ὠρύσατο, ἤτοι ἐβρυχήσατο, τὸν τῶν λεόντων νόμον. οὗ δὴ γεγονότος, ἐπέθησάν φησιν αἱ νομαὶ τῶν ποιμνίων· νομὴ δὲ ποιμνίων τὰ τῶν ἀλλοφύλων ἔθνη φησὶ, καθάπερ τισὶ ποιμέσι τοῖς ἑαυτῶν κρατοῦσιν ὑπεστρωμένα, οἳ πρὸς πᾶν 60
ὁτιοῦν τῶν κατὰ γνώμην αὐτοῖς ἄγουσί τε καὶ φέρουσι τοὺς ὑπὸ χεῖρα λαούς. ἐπένθησαν τοίνυν, τουτέστιν ἐν κατηφείαις καὶ ἐν παντὶ γεγόνασι κακῷ· γίνεται γὰρ πένθος ἐπὶ νεκροῖς. αἴτιον δὲ τῆς συμφορᾶς αὐτοῖς τὸ καταβρυχήσασθαι τὸν Θεὸν, καὶ οἷον ἀπειλῆσαι τὸν ὄλεθρον. “Λέων γάρ φησιν 61
“ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται ” πλὴν οὐ μόνον ἐπένθησαν αἱ νομαὶ τῶν ποιμνίων, ἐξηρανθη δὲ πρὸς τούτῳ καὶ ἡ 62 κορυφὴ τοῦ Καρμήλου· Καρμηήλου δὲ κορυφὴν τὰ Ἱεροσόλυμά φησι. Κάρμηλος μὲν γὰρ ὄρος ἐστὶν ἐν τῇ τῶν Ἰουδαίων κείμενον χώρᾳ, ἐν ᾧ καὶ κατῴκηκεν ὁ Θεσβίτης Ἠλίας.
κατασημαίνεται μαίνεται δὲ πολλάκις ἡ πᾶσα τῶν Ἰουδαίων γῆ διὰ τῆς τοῦ Καρμήλου μήλου προσηγορίας. ὁποῖόν ἐστι τὸ διὰ φωνῆς ἑτέρου προφήτου πρὸς τοὺς υἱοὺς Ἰσραὴλ εἰρημένον παρὰ Θεοῦ “Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν 63 64 “τὰ ἀγαθὰ αὐτοῦ καὶ τοὺς καρποὺς αὐτοῦ, καὶ εἰσήλθετε 65 “καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε “εἰς βδέλυγμα.” ἐπειδὴ τοίνυν ἡ τῶν ἄλλων πόλεων τῶν κατὰ τὴν Ἰουδαίαν ἐπισημοτέρα καὶ διαφανὴς ὠνόμαστο τὰ Ἱεροσόλυμα, κορυφὴν αὐτὰ τοῦ Καρμήλου φησὶν, ὡς ἐπηρμένην
ἐν δόξη, ὡς προὔχουσαν ἐν ὑπεροχῇ, ὡς περίοπτον παρὰ τὰς ἄλλας, διάτοι τὸν θεῖον ἔχειν ναὸν, καὶ τοὺς ἐκ φυλῆς Ἰούδα κατὰ καιροὺς βασιλεύοντας. ἔθος δὲ τοῖς ἁγίοις προφήταις κατακρύπτειν οἰκονομικῶς ταῖς ἀσαφείαις τοὺς λόγους, διὰ τὸ ἀχάλινον εἰς ὁρμὰς τῶν ἀκροωμένων.
66 οὐ γὰρ ἂν ἠνέσχοντο λαλούντων ἀναφανδὸν πολὺ λίαν ἀνεπτοημένοι πρὸς θράσος, καὶ τοῖς ἁγίοις προφήταις ἐπιτι- 67 μῶντες καὶ λέγοντες “Ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε “ἡμῖν ἑτέραν πλάνησιν.”
τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθ᾿ ὧν ἔπριζον πρίοσι 69 σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶ ἐν Γαλαάδ. καὶ 70 τελῶ πῦρ εἰς τὸν οἶκον Ἀζαὴλ, καὶ καταφάγεται θεμέλια υἱοῦ 71 Ἄδερ. κω συντρίψω μοχλοὺς Δαμασκοῦ, κω ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου Ὢν, καὶ κατακόψω φυλὴν ἕε ἁδρῷ
χρῤῥὰν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος.
72 “Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς 73 “Αἰγύπτου,” προσκέκρουκε μὲν ἀναγκαίως· ἐπειδὴ δὲ ὀλοθρεύσειν 74 αὐτοὺς εἰσάπαξ ἠπείλει Θεὸς, εἶτα προσέπιπτε τε καὶ ἐλιπάρει Μωυσῆς καὶ δὴ καὶ ἀνεῖναι αὐτοῖς ἡμαρτηκόσιν τὴν δίκην ἀνέπειθε τὸν Δημιουργὸν, χαριστηρίους ᾠδὰς
ἀνετίθει λέγων “Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, 75 “μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ δικαιοσύνην “διατηρῶν καὶ ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ “ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων “ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων, ἐπὶ 76
“τρίτην καὶ τετάρτην γενεάν.” τοῦτο νενοήκασιν οὐκ ὀρθῶς τῶν Ἰουδαίων οἱ δῆμοι. ᾤοντο γὰρ εἶναι τὸν Θεὸν σκληρὸν οὕτω καὶ ἀτεράμονα καὶ μακρὸν εἰς ὀργὰς, ὡς τέκνοις τέκνων ἐπιφέρειν τὰ τῶν πατέρων ἐγκλήματα. καὶ γοῦν αὐτὸ δὴ τουτὶ διαγελῶντες ἔφασκον„ Οἰ πατέρες ἔφαγον ὄμφακα,
καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν.” ταύτῃτοι Θεὸς τῷ προφήτῃ φησὶν Ἰεζεκιήλ “Υἱὲ ἀνθρώπου, τίς ὑμῖν ἡ 77 “παραβολὴ αὕτη ἐν τῷ Ἰσραὴλ λέγοντες Οἱ πατέρες ἔφα- 78 “γον ὄμφακα καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν; ζῶ “ἐγὼ, λέγει Κύριος, ὅτι οὐ μὴ γένηται ἔτι ἡ παραβολὴ
“αὕτη λεγομένη ἐν τῷ Ἰσραὴλ ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμᾶι “εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς οὕτω καὶ τοῦ υἱοῦ, “ἐμαί εἰσι. ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. ὁ δὲ 79 “υἱὸς οὐ μὴ λήψεται τὴν ἁμαρτίαν τοῦ πατρὸς αὐτοῦ, οὐδὲ 80 “ὁ πατὴρ οὐ μὴ λήψεται τὴν ἁμαρτίαν τοῦ υἱοῦ αὐτοῦ. πῶς γὰρ ἔτι μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς ὁ τῶν ὅλων Δεσπότης, εἰ μὴ ἀνίησιν ἁμαρτίας, καὶ καθαρίζει τὸν ἔνοχον, παρατείνει δὲ μᾶλλον τὴν ἀγανάκτησιν ἐπὶ τρίτην 81 καὶ τετάρτην γενεάν; τίς οὖν ὁ λόγος; ἔστι μὲν, ὡς ἔφην,
ἀνεξίκακός τε καὶ ἀσυγκρίτως ἀγαθὸς, καὶ οὐκ εὐθὺς τοῖς ἡμαρτηκόσιν ἐπάγει τὴν κόλασιν. ὑπερτίθεται δὲ, καὶ εἰς δευτέραν γενεὰν, ἵνα τάχα τις μεταξὺ πάρεισ’ βάλλουσα μετά- γνωσις ἀνακόψειε τὴν ὀργήν. ἀλλ’ εἰ μὴ τοῦτο γένηται τυχὸν, οἱ δὲ ἐκ τοῦ πρώτου τρίτοι τε καὶ τέταρτοι τοῖς ἴσοις,
ἢ καὶ τοῖς ἔτι χείροσιν ἐναλοῖεν κακοῖς, καὶ προγονικῆς δυσσεβείας εὑρίσκοιντο μιμηταὶ, τότε δὴ τότε λοιπὸν ἐπάγει τὰς 82 δίκας, ἀποχρῶσαν τῷ γένει τὴν ἐπὶ τοῖς ἤδη παρῳχηκόσιν ἀνεξικακίαν ἐπιδιδούς· τοῦτό ἐστι τὸ ἐπιφέρειν ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν.
Ἀρ᾿ οὖν φησὶ, μακροθυμήσας τῇ Δαμασκῷ πλειστάκις, οὐκ ἀγανακτήσαιμι λοιπὸν, καὶ σφόδρα εἰκότως, ἐπὶ τρισὶ καὶ τέσσαρσιν ἁμαρτίαις; τί γὰρ δεδράκασι; πολλὰ μὲν καὶ ἕτερα. πλὴν τῆς ἄγαν ὠμότητος ἀποτιοῦσι δίκας· ἀποστραφήσομαι γὰρ αὐτοὺς, ἀνθ᾿ ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας
83 τῶν ἐν Γαλαάδ. ἔστι μὲν οὖν ἡ Γαλαὰδ πολίχνη τῆς Ἰουδαίας, ἐν μεθορίῳ τῆς Παλαιστίνων κειμένη. ταύτην οἱ Σύροι προκατελάβοντο, καὶ πανωλεθρίᾳ διέφθειραν, πρίοσι τέμνοντες σιδηροῖς τοῖς ἐν γαστρὶ ἐχούσας, καὶ ὁμοῦ νηπίοις ὠμὰ γυναικῶν ἐκτήκοντες ἔμβρυα. πρίονας δὲ σιδηροῦς τοὺς τῶν
84 ἁμαξῶν ὀνομάζει τροχοὺς, οἷς καταλεπτύνειν ἔθος τὴν ἅλω τοῖς Σύροις. καὶ γοῦν καὶ διὰ φωνῆς Ἡσαΐου φησί που ’ς πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγήν “Ἴδου ἐποίησά 85 “σε ὡς τροχοὺς ἁμάξης, ἀλοῶντας, καινοὺς, πριστηροει- 86
“δεῖς.” ὅμοιον οὖν ὡς εἰ λέγοι τυχὸν πρὸς τὴν Δαμασκόν καθοριῶ σου τὴν δίκην, ἀνθ’ ὧν κατηλόησας καὶ συνέτριψας τοὺς ἐν Γαλαὰδ, ὡς μηδὲ αὐτῶν φείσασθαι τῶν ἔτι κατὰ γαστρὸς, οἷς ὁ παρὰ πάντων ἔλεος ἀκολουθεῖ καὶ ὀφείλεται. Ὅτι δὲ ὠμῶς καὶ ἀγρίως τοῖς ἐξ Ἰσραὴλ κατεχρήσαντο
τῶν ἐκ Δαμασκοῦ τινὲς, ἀναμάθοις ἂν ἀκονιτὶ τοῖς Ἐλισσαιὲ τοῦ προφήτου λόγοις προσεσχηκώς. ἀφίκετο μὲν γὰρ 87 εἰς τὴν Δαμασκόν. ἐπειδὴ δὲ συνήντησε τῷ Ἀζαὴλ, ἀῤῥωστοῦτος ἔτι τοῦ Ἄδερ “Ἔκλαυσέ φησιν ὁ ἄνθρωπος τοῦ 88 “Θεοῦ, καὶ εἶπεν Ἀζαήλ Τί ὅτι ὁ κύριός μου κλαίει; καὶ
“εἰπεν Ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ “ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ, καὶ τοὺς ἐκλεκ- “τοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς, καὶ τὰ νήπια αὐτῶν “ἐνσείσεις, καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναῤῥήξεις.” ἐπειδὴ δὲ ταῦτα δέδρακε κατὰ τῆς Γαλαὰδ ἡ Δαμασκὸς,
μᾶλλον δὲ καὶ κατὰ πάσης τῆς Ἰουδαίων χώρας, καταφλέξειν 89 ἀπειλεῖ τὸν οἶκον Ἀζαὴλ καὶ Ἄδερ, καὶ συντρίψειν μαλοὺς Δαμασκοῦ. πέπρακται δὲ ταῦτα διὰ μὲν Ὀζίου καὶ Ἱεροβοὰμ ἀνὰ μέρος καὶ κατὰ καιρούς· εἷλον γὰρ καὶ αὐτοὶ τὴν Συρίαν καὶ νενικήκασι κατὰ κράτος· χρόνου δὲ
προἰόντος, καὶ παρὰ τοῦ βασιλέως Ἀσσυρίων. εἶτά φησι καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου ὥν. ὢν οἱ προφῆται τὴν Βαιθὴλ ὀνομάζουσιν, ἐν ἧ τὴν δάμαλιν ἀπέθετο τὴν χρυσῆν ὁ ἐπάρατος Ἱεροβοάμ. ἀλλ’ ὡς ἐξ ἐκείνου λοιπὸν 90 πᾶσαν χώραν εἰδωλολατροῦσαν, οὕτω καλεῖν ἔθος ἦν αὐτοῖς. 91 τοὺς κατοικοῦντας τοίνυν ἐν γῆ καὶ πεδιῳ ὢν, ἤτοι τῶν ματάίων, ὅ ἐστιν εἰδώλων· οὕτω γὰρ ἡρμήνευσαν οἱ λοιποί· καταφθερῶ καὶ ἐξολοθρεύσω φησὶ, κατακόψω δὲ οὐδὲν ἧττον καὶ φυλὴν ἐξ ἀνδρῶν χαῤῥὰν, ἥ ἐστι πολίχνη που πάντως προσοικοῦσα τῆ Δαμασκῷ, μαχιμωτάτους ἔχουσα τοὺς οἰκήτορας.
αἰχμαλωτευθήσεσθαι δέ φησι καὶ τὸν ἐπίκλητον τῆς 92 Συρίας λαόν. ἐπίκλητον λέγων, ἢ τὸν σφόδρα διαβόητον, ἢ τὸν μισθοφόρον καὶ συνειλεγμένον αὐτοῖς πρὸς ἐπικουρίαν· κατεμισθοῦντο γὰρ, ὡς ἔφην, τοὺς τῶν ἀλλοφύλων ὁμόρους, τῆς Ἰουδαίων καταστρατευόμενοι χώρας· ἤγουν ἐπίκλητον
τὸν ἔξωθεν κεκλημένον καὶ μέτοικον. ἰστέον γὰρ ὅτι τῶν Εβραίων ἡ ἔκδοσις, ἀντὶ τοῦ λαὸς Συρίας, Κυρήνης φησίν· ἄποικοι γὰρ Κυρηναίων οἱ Σύροι. μεμνήμεθα δὲ ὅτι καθὰ γέγραπται πάλιν ἐν τῇ τετάρτη τῶν βασιλειῶν, ἐβασίλευε 93 μὲν ὁ Ἄχαζ τῶν Ἱεροσολύμων, Φακεὲ δὲ καὶ Ῥαασσὼν οἱ
94 Συρίας τε καὶ Δαμάσκου βασιλεῖς, κατὰ τῶν Ἱεροσολυμῶν ἤεσαν, καταδῃοῦντες τὰς ὑπ’ αὐτὴν τοῦ Ἰούδα πόλεις. ἐπειδὴ δὲ ἦν ἐν δείμασιν οὐ φορητοῖς ὁ Ἄχαζ, βασιλεύων ἐπὶ τὸν Ιούδαν, κατεμισθοῦτο χρήμασι πρὸς ἐπικουρίαν Θεγλαφα- 95 λασὰρ τὸν Ἀσσύριον “Καὶ ἤκουσεν φησιν αὐτοῦ ὁ βασι-
“λεὺς Ἀσσυρίων, καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δα- “μασκὸν καὶ συνέλαβεν αὐτὴν, καὶ ἀπῴκισεν αὐτὴν, καὶ 96 “τὸν Ῥαασσὼν ἐθανάτωσε.”
98 τεῦσαι αὐτοὺς αἰχμαλωσίαν του Σαλομῶν, του συγκλεἳσαι εἰς Τήν Ἰδουμαίαν· καὶ ἐξαποστελῶ πῦρ ἐμ τὰ τείχη Γάζης, καὶ 99 καταφάγεται τὰ θεμέλια αὐτῆς· καὶ ἐξολοθρεύσω κατοικοῦντας 100 ἐξ Ἀζώτου, καὶ ἐξαρθήσεται φυλὴ ἐξ᾿ Ἀσκαλῶνος, καὶ ἐπάξω
τὴν χεῖρὰ μου ἐπ᾿ Ἀκκαρὼν, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν 101 ἀλλοφύλων, λέγει Κύριος.
τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν, οἱ δὲ λοιποὶ προσέθεσαν ἀντὶ τοῦ Σαλομῶν, ἀπηρτισμένην ἤτοι τελείαν. ἑψόμεθα δὲ ἀναγκαίως ἡμεῖς καὶ τῇ τῶν ἑβδομήκοντα γραφῆ. ἐγκαλεῖται δὴ οὖν ἡ Γάζα· πόλις δὲ αὕτη τῶν Φυλιστιεὶμ, ἢ νῦν ἐστι Παλαιστίνη· ὡς αἰχμαλωσίαν αἰχμαλωτεύσασα 102
τοῦ Σαλομῶν, τοῦ συγκλεῖσαι εἰς τὴν Ἰδουμαίαν. κἂν μὲν οὕτω νοῶμεν, ὡς γοῦν οἱ ἕτεροι ἐκδεδώκασιν ἑρμηνευταὶ, οὐ τὴν τυχοῦσαν πεποίηνται κάτα τῆς Ἰουδαίας τὴν πόρθησιν, ἀλλ’ αἰχμαλωσιαν ἑλόντες ἱκανὴν, ὑπὸ χεῖρα δεδώκασι τῶν Ἰδουμαίων αὐτήν. Ἰδουμαῖοι δὲ γεγόνασι
μὲν ἐξ αἵματος Ἡσαῦ, ἐχθρὰ γεμὴν πεφρονήκασιν ἀεὶ τοῖς ἐξ Ἰσραὴλ, οἷς συνεργασάμενοι καὶ σύνοπλοι γενόμενοι 103 Γαζαῖοί τε καὶ Ἀζώτιοι καὶ Ἀσκαλωνίται, καὶ οἱ τῆς λεγομένης Ἀκκαρὼν καὶ ἕτεροι δὲ τῶν ἀλλοφύλων τινὲς, κατὰ κράτος ἑλεῖν τῆς Ἰουδαίας τὰς πόλεις παρεσκεύασαν. εἰ δὲ
δὴ καὶ κατὰ τὴν τῶν ἑβδομήκοντα γραφὴν αἰχμαλωτευσαι λέγοιμεν αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλομῶν, ἐκεῖνό που πάναὐτοὺς 104 τὼς ἐννοεῖν ἀναγκαῖον. γέγονε μὲν γὰρ εὐσθενέστατος καὶ παναλκὴς βασιλεὺς ὁ Σαλομῶν, κατεκράτησε δὲ οὕτω τῶν 105 περιοίκων ἐθνῶν, ὡς καὶ πολλὰς παρ’ αὐτοῖς ἀναδείμασθαι πόλεις, καὶ ἐν αὐταῖς ἱδρύσαι τὸν Ἰσραὴλ, δόντος αὐτῷ τοῦ Χειράμ. γέγραπται δὲ οὕτως ἐν τῇ δευτέρᾳ τῶν Παραλει-
106 πομένων “Καὶ ἐγένετο μετὰ εἴκοσιν ἔτη ἐν οἷς ᾠκοδόμησε “Σαλομῶν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ, καὶ τὰς “πόλεις ἃς ἔδωκε Χειρὰμ τῷ Σαλομῶν, ᾠκοδόμησεν αὐτὰς “Σαλομῶν καὶ κατῴκισεν ἐκεῖ τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἦλθε “Σαλομῶν εἰς Ἐμὰθ Σοβὰ, καὶ κατίσχυσεν αὐτὴν, καὶ
107 “ᾠκοδόμησε τὴν Θεδμὸρ ἐν τῆ ἐρήμῳ, καὶ πάσας τὰς “πόλεις τὰς ὀχυρὰς ᾠκοδόμησεν ἐν Ημάθ.” καὶ μεθ’ ἕτερα 108 πάλιν “Καὶ ὅσα ἐπεθύμησε Σαλομῶν “τοῦ οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Λιβάνῳ, καὶ ἐν “πάση τῆ βασιλείᾳ αὐτοῦ. πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ
“τοῦ Χετταίου καὶ τοῦ Ἀμοῤῥαίου καὶ τοῦ Φερεζαίου καὶ “τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου οἳ οὐκ εἰσὶν ἐκ τοῦ Ἰσ- “ραὴλ, ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν καταλειφθέντες μετ’ “αὐτοὺς ἐν τῆ γῇ, οὓς οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ, 109 “καὶ ἀνήγαγεν αὐτοὺς Σαλομῶν εἰς φόρον ἕως τῆς ἡμέρας
“ταύτης.” συμφραξάμενοι τοίνυν τοῖς ἐκ τῆς Ἴδου μαίας Γαζαῖοί τε καὶ Ἀζώτιοι καὶ οἱ λοιποὶ ταύτας που τὰς πόλεις ἀνῃρήκασι, τὰς ὠνομασμένας τοῦ Σαλομῶν, ὡς μηκέτι μὲν αὐτὰς ὑπὸ τὴν Ἰούδα κεῖσθαι βασιλείαν, ἀπονεμεῖσθαι δὲ ὥσπερ τοῖς Μωαβιτῶν ἀνοσίοις καθηγηταῖς. ταύτῃτοι πυρὶ
δαπανηθήσεσθαι ταῖς ἄλλαις ὁμοῦ τὴν Γάζαν φησὶν, ἐξολο- 110 θρευθήσεσθαι δὲ καὶ Ἀζωτίους καὶ φυλὴν Ἀσκάλωνος, καὶ ὑπὸ χεῖρα γενέσθαι τοῦ πλήττοντος τὴν Ἀκκαρών· συνδιολεῖσθαι δὲ πάντως αὐταῖς καὶ τοὺς καταλοίπους τῶν ἀλλοφύλων. 111 μεμισθοφορήκασι γὰρ κατὰ τὸ εἰκὸς, καὶ κέκληνται
πρὸς ἐπικουρίαν τῶν περιοίκων βαρβάρων τινές.
παρὰ Θεοῦ, ἀλλ’ οὐκ ἀλογήσει παντελῶς τῶν οἰκειωθέντων αὐτῷ· καὶ παιδεύσας χρησίμως, ὀλέθρῳ περιβαλεῖ τὰ τῆς ὀργῆς σκεύη, τουτέστι, τοὺς ἀχαλίνῳ θυμῷ κατ’ αὐτῶν 112 ὁρμήσαντας, κατ’ ἐκεῖνό που πάντως τὸ πρὸς Βαβυλῶνα κάλως εἰρημένον πέρι τῶν ὑιῶν Ἰσραὴλ “ Εγω ἔδωκα αὐ- 113
“τοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος. ἀπᾴδει γὰρ λίαν καὶ ἀγανακτοῦντι τῷ Θεῷ τὸ φορτικὸν εἰς αἰκίας τῶν τοῦτο δρᾶν ἐπιτεταγμένων.
ἐξ Ἀκκαρὼν τὴν Θεῷ πρέπουσαν ἀνεξικακίαν ὑπεραλόμενοι, καὶ τρόπον τινὰ νενικηκότες ταῖς τῶν ἀσεβημάτων 117 118 ὑπερβολαῖς, ὑπενεχθήσονται ταῖς ὀργαῖς, κατά γε τὸν τοῦ χρησμῳδήματος νοῦν, καὶ ποινὴν ὑπομενοῦσι τὴν ἁπασῶν ἐσχάτην. ἐπίκλημα δὲ αὐτοῖς, ὅτι τὴν αἰχμαλωσίαν τοῦ Σαλομῶν συνεκλεισαν εἰς τὴν Ἰδουμαίαν, καὶ αὐτῆς ἀμνημονήσαντες τῆς τῶν ἀδελφῶν διαθηκης. τίς μὲν οὖν ἡ αἰχμα-
119 λωσία τοῦ Σαλομῶν, ἀποχρώντως ἡμῖν διέδειξεν ὁ λόγος· συνεκλείσθη δὲ ὅπως εἰς τὴν Ἰδουμαίαν καὶ πρός γε Τυρίων, εἰπεῖν ἀναγκαῖον. ἐξανδραποδισάμενοι γὰρ οὐκ εὐαρίθμητον πληθὺν τῶν ἐξ Ἰούδα καὶ Ἰσραὴλ, καταπεπράκασιν Ἰδουμαίοις, 120 οἱ δὲ τοὺς ἐξ αἵματος ἀδελφοὺς καὶ ἄνωθεν ἐλευθέρους
ἐν δορικτήτων μοίρᾳ πεποιημένοι, καὶ πικρῷ δουλείας κατέθλιβον ζυγῷ, καὶ τοῖς Ἑλλήνων νόμοις κατεβιάζοντο ζῆν, μονονουχὶ κατακερτομοῦντες οἱ δείλαιοι τὴν τοῦ Θεοῦ δόξαν, ὡς μήτε τὴν ἐκ πατέρων αὐτοῖς ἐλευθερίαν τηρήσαντος, μήτε μὴν ἰσχύσαντος παρασχεῖν τὸ ἐν καλῷ κεῖσθαι
τῆς εὐημερίας. καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ἑτέρου προφήτου φησὶ, τοὺς συγκλείσαντας εἰς τὴν Ἰδουμαίαν τὴν 121 αἰχμαλωσίαν τοῦ Σαλομῶν, οὐ μετρίως κατ’ αἰτιῶ μένος. “Καὶ 122 “τί καὶ ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδῶν καὶ πᾶσα Γαλιλαία “ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτε μοι, ἢ
“μνησικακεῖτε ὑμεῖς ἐπ’ ἐμοί; ὀξέως καὶ ταχέως ἀνταπο- “δώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς τὰς κεφαλὰς ὑμῶν, ἀνθ’ “ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ “ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς “ὑμῶν, καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπ-
“έδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ 123 “τῶν ὁρίων αὐτῶν.’’ ὅριον δὲ ὥσπερ τῶν ἐξ Ἰσραὴλ, σωματικὸν μὲν ἡ Ἰουδαία, ψυχικὸν δὲ ὁ νόμος, ὧν ἔξω 124 γεγόνασι τοῖς τῶν Ἑλλήνων υἱοῖς ἐκτόπως καταπωλούμενοι. δεδράκασι δὲ τοῦτο Τύριοι τοῖς ἄλλοις ὁμοῦ καὶ αὐτῆς ἀμνημονήσαντες
τῆς τῶν ἀδεφῶν διαθάχης.
ἦν τῷ θεσπεσίῳ Δαυείδ· εἶτα μετ’ ἐκεῖνον τῷ Σαλομῶν 126 γέγονεν ἀγαπητὸς, ὡς καὶ συνθήκας ὁμοψυχίας ποιήσασθαι 127 πρὸς αὐτὸν, συμπράξαι τε πρὸς ἅπαντα αὐτῷ, καὶ φροντίδα τὴν δέουσαν συνεισενεγκεῖν τὸν θεῖον ἀποτελοῦντι ναόν. καὶ πλεῖστα μὲν ὅσα προσκεκόμικε δῶρα, κεκέρδακε δὲ καὶ αὐτὸς
τὰ ἔτι μείζω καὶ πλουσιώτερα. ἢ τοίνυν ἐκεῖνό φησιν, 128 ὅτι Τύριοι πεπολεμήκασι τὸν Ἰσραὴλ, ἀμνημονήσαντες διαθήχης τῶν ἐξ ἀγαπήσεως ἀδελφῶν, καὶ εἰς τοῦτο λοιπὸν διαθέσεως καὶ φιλοστοργίας συνενηνεγμένων, ὡς δοκεῖν εἰναι 129 καὶ ὁμαίμονας· ἤγουν ὅτι γεγονότες ἐξ Ἡσαῦ Ἰδουμαῖοι,
ἀδελφοὶ μὲν ἦσαν τοῖς ἐξ Ἰσραὴλ, πεπολεμήκασι δὲ, τῆς τῶν ἀδελφῶν διαθηκης ἠφειδηκότες. πεφρόνηκε μὲν γὰρ ἐχθρὰ καὶ τὰ πολεμίων ὁ Ἡσαῦ κατὰ τοῦ Ἰακὼβ, τῶν πρωτοτοκίων ἕνεκα λελυπημένος ἐν ἀρχαῖς· ἀλλ’ ἐκ τῆς λαβὰν ἑστίας ἀπαίροντι κατὰ καιροὺς, καὶ οἴκοι πάλιν
ὑπονοστῆσαι ἐθέλοντι γυναιξί τε ὁμοῦ καὶ τέκνοις, συνήντησεν ὡς ἀδελφός. κατησπάσαντο γὰρ ἀλλήλους καὶ περιέφυσαν, καὶ τὰ φίλοις πρέποντα λελαλήκασι, καὶ τὴν 130 131 ἀρχαίαν πατοῦντες διαφορὰν, ὁμονοίας καὶ εἰρήνης πεποίηνται διαθήκας. ἀλλ’ ἐκεῖνοι μὲν ἐν τούτοις. Τύριοι δὲ τῆς τῶν ἀδελφῶν διαθήκης ἀμνημονήσαντες, τὰ γένη συνέβαλλον, καὶ δούλους ἔχειν ἀνέπειθον τοὺς ἐξ αἵματός τε καὶ ἀδελφοῦς, ταῖς παρὰ σφῶν συμπνοίαις πολὺ λίαν εὐσθενεστέρους
τῶν κεκρατηκότων ἀποφήναντες Ἰδουμαίους. εἰ δὲ δή τις καὶ ἐπ’ αὐτῶν τοῦτο λέγοι τῶν Μωαβιτῶν, οἳ ἐξ αἵματος ἦσαν τοῦ Λὼτ, ὅτι λελυπήκασι Τύριοι διαθηκην ἀδελφων, 132 δῆλον δὲ ὅτι τὴν ἐξ Ἀβραὰμ πρὸς τὸν Λώτ. ἐπειδὴ γὰρ οἱ 133 ἀμφοῖν ἐμαχέσαντο ποιμένες, “Εἶπέ φησιν Ἁβρὰμ τῷ Λώτ
“Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν “ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου, ὅτι ἀν- “θρωποι ἀδελφοὶ ἡμεῖς ἐσμέν.’ ἐμπρησθήσεσθαι δὴ οὖν ταύτῃτοι δικαίως φησὶν αὐτὴν, καὶ ἐξ αὐτῶν κατασεισθή- 134 σεσθαι βάθρων. τὸ γάρ “Οὐκ ἔση μετὰ πλειόνων ἐπὶ κακίᾳ”
135 χρησιμον πανταχῆ.
ὅτι τοὺς ἐξ Ἡσαῦ, ὑπενεχθήσεσθαι δὲ καὶ αὐτοὺς τοῖς ἐξ ὀργῆς συμβαίνουσιν εὖ μάλα φησί. πεπολεμήκασι γὰρ 137 ἀδελφὸν ὄντα τὸν Ἰσραὴλ, καὶ τοῖς ἐγγὺς καὶ ἐξ αἵματος τὸ θρασὺ καὶ ἀνήμερον οὐ κατέδεισαν ἐπανατεῖναι ξίφος, οὐ νόμου φύσεως πεφροντικότες, οὐ πεφρονηκότες τι τῶν 138 ἀνθρωπίνων, ἀλλὰ τοὺς ἔξω καὶ πολεμιωτάτους ταῖς εἰς
ἀδελφοὺς δυσμενείαις νικᾶν εἰθισμένοι, καὶ πεφρονηκότες που τάχα καὶ ἐπὶ τούτῳ μέγα. οὐκοῦν ἀκουόντων καὶ πρὸς ἡμῶν “Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός;” καὶ περὶ αὐτῶν 139 ἂν λέγοιτο, καὶ μάλα εἰκότως “Ὧν ἡ δόξα ἐν τῆ αἰσχύνῃ 140 “αὐτῶν.” ἃ γὰρ ἦν ἄμεινον ὡς ἀποτάτω ποιεῖσθαι φιλεῖν,
ταυτὶ δὴ παγκάκῳ τιμῶντες ψήφῳ, πάλιν ἀκούσονται “Οὐαὶ 141 “οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρὸν, οἱ “τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ λέγοντες “τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν.”
ἀφηγεῖται δὴ οὖν ὅτι καὶ ὁ προπάτωρ αὐτοῖς γεγονὼς Ἡσαῦ τοῖς ἐκ μήτρας καὶ γενέσεως ἀγαθοῖς προσγεγονόσιν αὐτῷ μονονουχὶ καὶ διελυμήνατο, καὶ κατέρριψεν εἰς γῆν τὸ ἐκ τῶν 144 πρωτοτοκίων ἀξίωμα, μικροῦ παντελῶς ἀξιώσας τὸ χρῆμα λόγου τροφῆς ἕνεκα σωματικῆς· ἕψημα γὰρ ἐζήτει φακοῦ,
καὶ λαβὼν ἐδίδου τὸ τῆς φύσεως δῶρον. “Ἕνεκα τούτου 145 “φησὶν ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ·’’ ὅ ἐστι γήινος, οὐ 146 ὅθεν οἶμαι καὶ Ἰδουμαῖοι κέκληνται λοιπὸν οἱ ἐξ αὐτοῦ γεγονότες. οὐκοῦν τὸ ἐκ τόκου καὶ μήτρας ἀξίωμα κατελυμήνατό 147 φησιν εἰς γῆν, ἀντὶ τοῦ γηΐνου πράγματος ἠλλάξατο. Ενσχεθεῖεν δ’ ἂν τοῖς ἴσοις ἐγκλήμασιν οἱ τῶν σαρκικῶν τὴν ἀπόλαυσιν προτάττοντες τῶν πνευματικῶν, καὶ ἀνθαιρούμενοι
τῶν αἰωνίων τὰ πρόσκαιρα, καὶ τῶν μὴ σαλευομένων τὰ σαλευόμενα, καὶ καταφρονοῦντες μὲν δόξης τῆς παρὰ Θεῷ, ἀβουλότατα δὲ προτετιμηκότες τὰ ἐν ἀνθρώποις λαμπρὰ, ἃ καὶ ἐν ἴσῳ σκιαῖς παρελαύνει τοὺς ἔχοντας. 148 χρησίμως δὲ λίαν καὶ ὁ θεσπέσιος Παῦλος βοᾷ “Μή τις
πόρνος, φησὶν, ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως 149 “μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.’ Καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ. Ἑτέρου πάλιν διαμέμνηται πράγματος, διαβάλλειν οἵου τε τὸν Ἰδουμαῖον, ὡς ἀεὶ γεγονότα σκαιόν τε καὶ πονηρὸν, καὶ
τοῖς ἐξ αἵματος ὅτι μάλιστα δυσμενῆ καὶ πολεμιώτατον. 150 γέγραπται τοίνυν ἐν τοῖς Ἀριθμοῖς “Καὶ ἀπέστειλε Μωυσῆς “ἀγγέλους ἐκ Κάδης πρὸς τὸν βασιλέα Ἐδὼμ λέγων τάδε 151 “λέγει ὁ ἀδελφός σου Ἰσραήλ Σὺ ἐπίστασαι πάντα τὸν “μόχθον τὸν εὑρόντα ἡμᾶς· καὶ κατέβησαν οἱ πατέρες
“ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας “πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέ- “ρας ἡμῶν καὶ ἀνεβοήσαμεν πρὸς κύριον, καὶ εἰσήκουσε “Κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξή- “γαγεν ἡμᾶς ἐξ Αἰγύπτου· καὶ νῦν ἐσμὲν ἐν Κάδης πόλει
“ἐκ μέρους τῶν ὁρίων σου· παρελευσόμεθα διὰ τῆς γῆς “σου· οὐ διελευσόμεθα δι’ ἀγρῶν οὐδὲ δι’ ἀμπελώνων, 152 “οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευ- “σόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν “παρέλθωμεν τὰ ὅριά σου· καὶ εἶπεν πρὸς αὐτὸν Ἐδώμ Οὐ “διελεύσῃ δι’ ἐμοῦ· εἰ δὲ μὴ, ἐν πολέμῳ ἐξελεύσομαι εἰς
“συνάντησίν σου. καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ 153 “Παρὰ τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου “πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω σοι τιμὴν, ἀλλὰ “τὸ πρᾶγμα οὐδέν ἐστι· παρὰ τὸ ὄρος παρελευσόμεθα. ὁ “δὲ εἶπεν Οὐ διελεύσῃ δι’ ἐμοῦ· καὶ ἐξῆλθεν Ἐδὼμ εἰς
“συνάντησιν αὐτῶν ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ. καὶ “οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ “τῶν ὁρίων αὐτοῦ, καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ’ αὐτοῦ. ἄθρει δὴ πάλιν ἐν τούτοις, ὡς δεινὰ καὶ πέρα λόγου παντὸς τὰ τῆς ἀφιλοστοργίας ἐγκλήματα. ὁ μὲν γὰρ Ἰσραὴλ οὐκ
ἀνάργυρον ὕδωρ ἐζήτει τὸν Ἐδὼμ, ὁ δὲ ἦν ἐν ὅπλοις, καὶ παρετάττετο, καὶ μόνης παρόδου διεφθονηκὼς, καὶ εἰς τοῦτο σκαιότητος διελάσας ἠλέγχετο, ὡς εἰ μὴ ἐκκέκλικεν ὁ Ἰσραὴλ, οὐδ’ ἂν αὐτῶν αἱμάτων ἐφείσατο. ἥρπασε τοίνυν εἰς μαρτύριον φρίκην αὐτοῦ. οἱ μὲν γὰρ παρῃτοῦντο καὶ ὑπεστέλλοντο, 154
τὸ πολεμεῖν δεδιότες, ἵνα μὴ τῆς εἰς ἀδελφοὺς δοκοῖεν ἀλογεῖν ἀγάπης· ὁ δὲ τὴν ὑποστολὴν, ἤτοι τὴν εἰς τοῦτο δειλίαν, ἢν καὶ τῷ τῆς φρίκης ὀνόματι καταδηλοῖ, πρόφασιν ἐποιεῖτο σκληρᾶς ὥσπερ διαμαρτυρίας αὐτοῖς. ἠπείλησε γὰρ ἐναργῶς, ὡς εἰ μὴ βούλοιτο τῶν αὐτῷ προσηκόντων ὁρίων
ἀποφοιτᾶν, ἐξελεύσεται κατ’ αὐτοῦ καὶ πολεμήσει λοιπόν. οὐκοῦν ἀφιλάλληλος ὁ Ἐδὼμ, καὶ τοῖς τῆς μισαδελφίας ἐγκλήμασιν οὐ μετρίως ἔνοχος· ταύτῃτοι δικαίως καὶ Θεῷ κατεστυγημένος· “Ὁ γὰρ Θεὸς ἀγάπη ἐστὶ,” κατὰ τὴν 155 156 Ἰωάννου φωνὴν, “καὶ καὶ ὁ μένων ἐν τῇ ἀγάπη, ἐν τῷ Θεῷ “μένει.’’ οὐκοῦν ὁ ἀγάπης δίχα διαζῆν ᾑρημένος, οὐκ ἐν τῷ Θεῷ· πόθεν; ἀλλ’ ἔξω κείσεται μᾶλλον τῆς πρὸς Θεὸν οἰκειότητος.
εἰς Θαιμάν, καὶ καταφάγεται Θεμέλια τειχέων αὐτῆς.
καίτοι, καθάπερ ἤδη προεῖπον, ἀποφοιτήσαντος τοῦ Ἡσαῦ τῆς ἀρχαίας ἐκείνης ἀνοσιότητος, καὶ φονῶντος μὲν οὐ̣κ ἔτι κατὰ τοῦ Ἰακὼβ, μετατιθεμένου δὲ μᾶλλον εἰς ἡμερότητα καὶ φιλαλληλίαν. ἐπιστρέφοντα γὰρ ἐκ τῆς λαβὰν ἑστίας, κατησπάζετο μὲν μετὰ κλαυθμοῦ· φιλεῖ δέ πὼς ἀεὶ
καὶ ἐπὶ ταῖς ἄγαν εὐθυμίαις ἐκχεῖσθαι τὸ δάκρυον· σκληροὶ δὲ λίαν οἱ ἐξ αὐτοῦ, τῇ τῶν τρόπων σκαιότητι καὶ αὐτὴν ὑπερ- 159 βαλλόμενοι τὴν τοῦ προγόνου φαυλότητα. ἀλλ’ ἔστιν ἀληθὲς, 160 ὅτι πάντη τε καὶ πάντως “Ὁδοὶ μνησικάκων εἰς θάνατον.” ταύτῃτοι καί φησιν ἐξαποστελῶ πῦρ εἰς Θαιμάν· μητρόπολις
δὲ τῆς Ἴδου μαίας αὕτη· καὶ καταφάγεται θεμέλιοι τειχεων αὐτης· ἐμπέπρησται γὰρ πολεμίων κεκρατηκότων, καὶ ὁμοῦ ταῖς ἄλλαις διόλωλεν ἡ Θαιμάν.
ἀγάπης αὐχήματα.
Ῥαββὰ, καὶ καταφάγεται φεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθύσεται ἐν ἡμέρᾳ συντελείας αὐτῆς, 165 καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῶ ἐν αἰχμαλωσίᾳ, οἱ 166 ἱερεῖς αὐτῶ καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ τὸ αὐτὸ, λέγει Κύριος.
βασιλείας τοὺς ὅρους, καταδῃωθείσης ἁπάσης τῆς Ἰουδαίων γῆς, καὶ ἀνατετραμμένων εἰσάπαν τῶν ἐξ Ἰσραὴλ, ὡς πεπονθότος Θεοῦ τὸ ἄναλκι, καὶ ἠσθενηκότος ἀληθῶς τοῦ διασώζειν ἐπηγγελμένου, καὶ τοῖς πολεμεῖν ἐθέλουσιν ἀνάλωτον ἀποφαίνοντος. ἑλόντες δὴ οὖν καὶ οὗτοι τὰς πόλεις, 168 καταμειδιᾶν ἀπετόλμων τοῦ προασπίζοντος Θεοῦ, καὶ τοῖς ψευδωνύμοις θεοῖς ἀνῆπτον τὰ χαριστήρια καὶ ᾠδὰς ἐπινικίους. ταύτῃτοί φησιν ἐμπρησθήσεσθαι τὴν Ῥαββά· μη- 169 τρόπολις δὲ καὶ αὕτη τῆς τῶν Ἀμμανιτῶν ἐστι χώρας· ἀπολέσθαι δὲ αὐτὴν μετὰ κραυγῆς φησὶ, τουτέστι, καταλαλαζόντων
αὐτῆς τὸν τοῦ πολέμου νόμον τῶν Βαβυλωνίων. ᾑρήκασι γὰρ αὐτὴν πανστρατιᾷ, καταθέοντος τῆς Ἀμμαντῶν τοῦ Ναβουχοδονόσορ. βαδιοῦνται δὲ καὶ αἰχμάλωτοι, φησὶν, ὁμοῦ τοῖς κρατοῦσιν οἱ ὑπὸ χεῖρα, καὶ τοῖς ἰδίοις θεοῖς οἱ ἱερᾶσθαι λαχόντες, οὐδὲν παρ’ ἐκείνων ἔχοντες εἰς ἐπικουρίαν.
τί γὰρ ἂν καὶ δράσειεν, ἢ πῶς ἂν ὀνήσαι τινὰς ἄγαλμα κωφόν;
ψυχὰς ἀθλίας, καὶ ταῖς ἐκ λόγων ἀπάταις ὠμὴν ὥσπερ τινὰ καὶ ἀτελεσφόρητον αὐτοὺς τὴν πίστιν ἀπαμβλίσκειν πα- 171 ρασκευαζουσι, λαλοῦντες αὐτοῖς τὰ διεστραμμένα, ερευγο- 172 μένοι τε τὰ “ἀπὸ καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ στόματος “Kυρίου.” λέγει γὰρ οὐδεὶς ὅτι “Κύριος Ἰησοῦς, εἰ μὴ
173 “ἐν Πνεύματι Ἁγίῳ, ἀλλ’ οὐδὲ ἀνάθεμα Ἰησοῦς” εἰ μὴ ἐν Βεελζεβούλ.
175 πῦρ ἐπὶ Μωὰβ. καὶ καταφάγεται θεμέλια τῶν πόλεων αὐτῶ, 176 κοὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωὰβ, μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγοψ. καὶ ἐξολοθρέύσω κριτὴν ἕε αὐτῆς, κω 177 πάντας τοὺς ἀρχοντας αὐτῆς ἀποκτενῶ μετ’ αὐτῆς, λέγει 178
Κύριος.
τῆς Ἰδουμαιας· ἐμπρῆσαι δὲ οὕτως, ὡς κατισχνῶσαι λοιπὸν εἰς χοῦν καὶ κονίαν. τί τοίνυν τὸ ἔγκλημα ; μῖσος καὶ ἀπανθρωπία 179 καὶ ἀχάλινος ἀγριότης κατὰ τῶν ἐξ Ἰσραήλ. ἐμ- πεπρῆσθαι γὰρ οὐχ ἑτέρου του χάριν τὰ τοῦ μνημονευθέντος βασιλέως ὀστᾶ φαίη τις ἃν, ἢ ὅτι μόνων ἕνεκα τῶν ἐξ Ἰσβαήλ.
σαφῆ δὲ οὖσαν τὴν ἱστορίαν διὰ βραχέων άφηγήσομαι. Ἐν τῆ τετάρτῃ γέγραπται τῶν βασιλειῶν “ καὶ ἐγένετο 180 “ μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ καὶ ἠθέτησε βασιλεὺς Μωὰβ 181 “ ἐν βασιλεῖ Ἰσραήλ. καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰωρὰμ ἐν τῆ
“ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ἰσραὴλ, “ καὶ ἐπορέυθη καὶ ἐξαπέστειλε πρὸς Ἰωσαφὰτ βασιλέα “ Ἰούδα λέγων βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί· εἰ “ πορεύση μετ’ ἐμοῦ ἐπὶ Μωὰβ εἰς πόλεμον ; καὶ εἶπεν “ Ἀναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός σου ὁ 182 “λαός μου, ὡς οἱ ἵπποι σου οἱ ἵπποι μου. καὶ εἶπε Ποίᾳ “ὁδῷ ἀναβῶ; καὶ εἶπεν Ὁδὸν ἔρημον Ἐδώμ. καὶ ἐπορεύθη “ὁ βασιλεὺς Ἰσραὴλ καὶ ὁ βασιλεὺς Ἰούδα καὶ ὁ βασιλεὺς “Εδὼμ, καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν· καὶ οὐκ ἦν “ὕδωρ τῆ παρεμβολῇ καὶ τοῖς κτήνεσι τοῖς ἐν τοῖς ποσὶν
“αὐτῶν.’’ ἄθρει δὴ οὖν ὅπως συνωπλίζετο τοῖς βασιλεῦσι καὶ ὁ βασιλεὺς Ἐδὼμ, τουτέστι τῆς Ἰδουμαίας· ἐπειδὴ δὲ ἦσαν ὑδάτων ἐν σπάνει, μετεπέμποντο τὸν μακάριον προφήτην Ἐλισσαῖον, καὶ παρεκάλουν δοθῆναι παρὰ Θεοῦ τὸ ζητούμενον. οὗ δὴ γεγονότος, ἥλωσαν Μωαβῖται· γέγραπται
183 γὰρ μεθ᾿ ἕτερα πάλιν “Καὶ Ἰσραὴλ ἀνέστησαν καὶ ἐπάτα- 184 “ξαν τὴν Μωὰβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν. καὶ “εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωὰβ, καὶ “τὰς πόλεις καθεῖλον, καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔῤῥιψαν “ἀνὴρ τὸν λίθον αὐτοῦ καὶ ἐνέπλησαν αὐτὴν, καὶ πᾶσαν
“πηγὴν ὕδατος ἐνέφραξαν, καὶ πᾶν ξύλον ἀγαθὸν “κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου “καθῃρημένους.’’ ἐπιμηνιῶντες τοίνυν οἱ ἀπὸ Μωὰβ ὅτι νενικήκασι κατὰ καιροὺς οἱ ἐξ Ἰσραὴλ, ἐπαμύνοντος αὐτοῖς καὶ συνεξάγοντος τοῦ βασιλέως Ἐδὼμ, ἐπειδὴ τεθνεῶτα
λυπεῖν οὐκ εἶχον ἑτέρως, πεπλημμελήκασιν εἰς τὸ λείψανον, πυρὶ δαπανῶντες αὐτὸ, καὶ μηδὲ ὀστέων ἔτι φειδόμενοι, προστιθέντες δὲ ὥσπερ ὠλοθρευμένοις τοῖς ἐξ Ἰσραὴλ τὸν ἐπίκουρον αὐτοῖς γεγονότα κατὰ καιρούς. οὐκοῦν ἐμπρησθήσεσθαι τὰς πόλεις αὐτῶν, καὶ αὐτοὺς δέ φησιν ἀπολεῖσθαι
185 ἐν ἀδυναμία, οὐ νόσῳ μαραινομένους, οὐδὲ ταῖς κοιναῖς ἀσθενείαις ἐντετηγμένους, ἀλλὰ μετά, κραυγης καὶ μετα φωνῆς 186 σάλπιγγος, τουτέστιν, ὡς ἐν πολέμῳ καὶ μάχη· ἀπειλεῖ δὲ ὅτι καὶ κριταὶ καὶ ἄρχοντες καὶ πάντες αὐτῆς οἱ ἡγούμενοι συναπολοῦνται τοῖς ὑπεστρωμένοις. αὐτοὶ γὰρ ἦρχον βουλῆς καὶ ἐγχειρημάτων, καὶ τῆς ὅλης δυσσεβείας πάντως που
γεγόνασι τοῖς ἄλλοις εἰσηγηταί.
ἐποίησαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· κα ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια 189 ‘Ιερουσαλήμ.
Κριτής. ὅτι δὲ ἀεὶ πλημμελοῦντος ἠνέσχετο, καὶ διεκαρτέρησε μακρὰν, τὸ ἐπὶ τρίτῃ μόλις ἁμαρτίᾳ καὶ μὴν καὶ 190 τετάρτη κεκινῆσθαι δηλοῖ. καίτοι ἐχρῆν δήπου, κατά γε τὸ εἰκὸς, τοῖς μὲν ἄλλοις ἔθνεσιν, ἅτε δὴ τὸν θεῖον οὐκ ἔχουσι νόμον, ἀμφιλαφεστέραν ἀπονέμειν τὴν ἡμερότητα, καὶ τὸ τῆς
συγγνώμης ἐπιδαψιλεύεσθαι μῆκος, ἐξαιτεῖν δὲ τῆς ῥᾳθυμίας τὰς δίκας παραχρῆμα τὸν Ἰσραὴλ, ἅτε δὴ καὶ ἐντεθραμμένον τοῖς θείοις ἐντάλμασι, καὶ τὴν τοῦ συμφέροντος οὐκ ἠγνοηκότα τρίβον, ἀλλ’ ἠνέσχετο καὶ τῶν εἰδότων τὸν νόμον, ὡς 191 μὴ ἐγνωκότων. ἐπειδὴ δὲ εἰς λῆξιν ἤδη φαυλότητος καὶ
λογισμῶν σκαιότητος ἀπενηνεγμένους κατεθεάσατο λοιπὸν, τότε καὶ αὐτοῖς φησὶν τοῖς Ἱεροσολύμοις ἐπαφήσειν τὸ πῦρ, 192 καὶ μέχρις αὐτῶν δαπανῆσαι βάθρων τὴν οὕτω λαμπράν τε καὶ περιώνυμον πόλιν. καὶ πλεῖστα μὲν ὅσα τῶν ἐξ Ἰσ- ραὴλ τὰ ἐγκλήματα· μάλιστα δὲ πάντων ἐπαιτιᾶται Θεὸς τὸ ταῖς τῶν πατέρων ἀκολουθῆσαι πλάναις. οἱ μὲν γὰρ 193 ἔτι ταῖς Αἰγυπτίων πλεονεξίαις ὑπεζευγμένοι, καὶ τοῖς ἐκεί-
νῶν ἔθεσί τε καὶ νόμοις ἐντεθ ραμμένοι, μόσχῳ τὸ σέβας ἀνῆπτον· οἱ δὲ τὴν παμμόχθηρον ἐκείνην διαφυγόντες δουλείαν, καὶ τοῖς θείοις ἐντάλμασι πολυτρόπως παι. δαγωγούμενοι πρὸς τὸ εἰδέναι σαφῶς τὸ τῷ Θεῷ δοκοῦν, ἀνόπιν ἰόντες ἡλίσκοντο, καὶ εἰς τὴν τῶν πατέ-
ρων κατασυρόμενοι πλάνησιν, καὶ τὸ μὴ ἐν ἴσοις ὁρᾶσθαι κακοῖς τάχα που καὶ δεδιότες ὡς ἀκαλλές. προσκεκυνή- 194 κάσι γὰρ καὶ αὐτοὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς. αἴτιον δὲ τῆς τοιαύτης αὐτοῖς γέγονε δυσσεβείας, τὸ ‘ἰπώaaιισθιιι τὸν νόμον κυροῦ, κόιὶ τὼ προττόίγμν̣aaιιι aa̓ιιτοῦ μὴ ἐθελῆσαι
τηρεῖν.
ῥᾴθυμον, καὶ τῶν θείων ἀλογήσαντες νόμων, περιενεχθη- 195 σόμεθα λοιπὸν ἀνέμῳ παντὶ, νοῦ καὶ φρενὸς τῆς ἀρίστης τη- 196 τώμενοι. ἐσόμεθα δὲ καὶ " μερίδες ἀλωπέκων,’’ τῇδε κἀκεῖσε περιελκόντων ἡμᾶς τῶν ἀκαθάρτων πνευμάτων. ὀρθῶς οὖν ἄρα καὶ σοφῶς περὶ δικαίου παντὸς ὁ θεσπέσιος ψάλλει
Δαυείδ α Ο νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδία αὐτοῦ, καὶ " οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.’’ 197 ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθ’ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον, καὶ πένηγα ἕνεκεν ὑποδημάτων τῶν πατούντων 198 ἐπὶ τὸν χοῦν τῆς γῆς.
Ἰσραὴλ, τουτέστι, τὰς ἐν τῇ Σαμαρείᾳ φυλάς. ὅτι δὲ καὶ αὐτοὶ πλημμελοῦντες ἀφυλάκτως, μονονουχὶ καὶ δεδαπανήκασι τὴν τοῖς ἀσθενοῦσιν ὀφειλομένην παρὰ Θεοῦ γαληνότητα, παραδείξειεν ἂν ἡ ἐπὶ τρισὶ καὶ τέτταρσιν ἁμαρτίαις ἀποστροφὴ, ἢν ἀνάγκη πεπονθότας ὑποφέρεσθαι τοῖς δεινοῖς, καὶ ἐν 200
παντὶ γενέσθαι κακῷ. τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαυεὶδ δεδιὼς τὸ χρῆμα, καὶ ὀλέθρου πρόξενον εἰδὼς, ἐλιπάρει λέγων “Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ 201 “μὴ ἐκκλίνης ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.’’ ἕπεται γὰρ πάντως, καὶ ἱονείπως συνομαρτεῖ ταῖς ἀποστροφαῖς ἡ ὀργή.
Τίνα δὲ δὴ τῶν ἐξ Ἰσραὴλ τὰ ἐγκλήματα, διαγορεύει σαφῶς. καταπεπράκασι γάρ φησιν ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων, τουτέστιν, ὀρθὰ καὶ δίκαια λαλεῖν οὐκ ἠνέσχοντο, καὶ συμβαίνουσαν τῷ νόμῳ τὴν ἐφ’ ἑκάστῳ 202 τῶν κρινομένων ποιεῖσθαι δίκην. ἀλλ’ εἰ συνέβη τυχὸν
ἄνδρα δίκαιον, σώφρονα καὶ ἐπιεικῆ, μετριόφρονά τε καὶ ἀφιλόκομπον· νοηθείη γὰρ ἂν τοιόσδε δίκαιός τε ὁμοῦ καὶ πένης ἤτοι πτωχὸς τῷ πνεύματι· παρενεχθῆναι πρὸς κρίσιν ὑπό του τῶν δυνατωτέρων, οὗτος καταπέπραται τοῖς ἐχθροῖς, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος τό “Οὐ λήψῃ 203
“πρόσωπον ἐν κρίσει.’ καὶ πάλιν “Ἀθῷον καὶ δίκαιον οὐκ 204 “ἀποκτενεῖς.” ὁ γάρ τοι τὸ κρίνειν πεπιστευμένος, μένος, καθιεῖταί 205 που πάντως ἐν τάξει Θεοῦ, ᾧ δὴ τὸ κρίνειν καὶ μόνῳ 206 207 οἰκεῖον. “Εἷς γάρ ἐστιν ὁ νομοθέτης καὶ κριτὴς,” κατὰ τὴν του ἁγίου φωνὴν. οὔκουν ο του δικαιου παρασημαίνων ’τον λόγον καὶ εἰς πρόσωπον βλέπων, ὑβριεῖ που πάντως τὸ 208 θεῖον ἀξίωμα, καὶ Θεῷ προσκρούει λέγοντι “ κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν
“ πλησίον αὐτοῦ. ” αἰτιᾶται τοίνυν ὡς καταπωλοῦντας ἐχθροῖς τὸν δίκαιόν τε καὶ πένητα, καὶ τοῦτο δρᾶν εἰωθότας 209 ὀλίγων ἕνεκα καὶ εὐτελεστάτων λημμάτων, ἃ καὶ μόλις τοῖς λαβοῦσιν ἀρκέσειεν ἂν πρὸς ὑποδημάτων κτῆσιν. ἀλλ’ ἦν ἄμεινον παρὰ πολὺ τὴν ὀρθότητά τε καὶ τὸ Θεῷ δοκοῦν
τιμᾶν ᾑρημένους ταῖς παρ’ αὐτοῦ μᾶλλον καταμεθύειν τιμαῖς, καὶ μέντοι καὶ πλοῦτον ἔχειν τὸν ἐξ ἀγαθῆς εὐφημίας. 210 “ Αἱρετὸν γὰρ, φησὶν, ὄνομα καλὸν ἢ πλοῦτος πολύς. ἰστέον δὲ ὅτι καὶ διὰ φωνῆς Ἡσαΐου τοιοῦτόν τι φησὶ πρὸς 211 τὴν τῶν Ἰουδαίων μητέρα, τουτέστι τὴν Ἱερουσαλήμ “ Τὸ
“ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν “ οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, “ ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ “ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες· διὰ δὲ 212 φωνῆς Ἱερεμίου πάλιν “ Οί ἡγούμενοι αὐτῆς μετὰ δώρων
“ ἔκρινον.’’ ἐπάρατον οὖν πανταχῆ τὸ μὴ ὀρθήν τε καὶ ἀδιάβλητον ποιεῖσθαι τὴν κρίσιν, ἀλλ’ ἐπαχθῆ τρόπον τινὰ καὶ ἐπ’ ἀνισότητι διαβεβλημένην.
καὶ τοῖς ἐξ ἀγάπης ἐπικοῦ ῥήμασιν ἀνακτᾶσθαι φιλεῖν, ἐκ τῶν ἐναντίων καὶ ἀδικεῖν εἰωθότας, ἀφορήτοις τε καὶ πικραῖς κατατήκοντας λύπαις, τοὺς τῆ πτωχείᾳ πεφορτισμένους. ἀλλ’ ὅ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς οἰκεῖον ἀναγράφει πρόσωπον τὰ εἰς αὐτοὺς πραττόμενα. φησὶ γὰρ “Ἐφ᾿ 215
“ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.” οὐκοῦν οὐ μετρίως Θεῷ προσκρούσομεν, πλεονεκτοῦντες τὸν ἀσθενῆ καὶ “Τύπτοντες μὲν πυγμαῖς ταπεινὸν, 216 καθὰ γέγραπται, καταπικραίνοντες δὲ ταῖς δυσθυμίαις τοὺς 217 τῆ πτωχείᾳ κατηχθισμένους, καίτοι χεῖρα μᾶλλον ὀφείλοντες
ὀρέγειν αὐτοῖς τὴν φιλάλληλον. “Πενία γὰρ, φησὶν, ἄνδρα 218 “ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσι·” γράφει δέ που καὶ ὁ Χριστοῦ μαθητὴς, ὅτι “Θρησκεία καθαρὰ καὶ ἀμί- 219 “αντος παρὰ τῷ Θεῷ καὶ Πατρὶ αὕτη ἐστὶν, ἐπισκέπτεσθαι “ὀρφανοὺς καὶ χήρας ἐν τῇ ταπεινώσει αὐτῶν, ἄσπιλον
“ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.”
ἤτοι τῶν ταπεινῶν, δῆλον δὲ ὅτι τῶν οἴκοθεν μὲν οὐκ ἐχόντων τὴν τοῦ συμφέροντος εἴδησιν ἀκριβῆ, προσκειμένων δὲ μᾶλλον ταῖς τῶν παιδαγωγούντων φωναῖς. πλείστη δὲ ὅση πληθὺς ἡ τοιάδε. ζῶσι μὲν γὰρ ἀπεριεργότερον καὶ ἐν ἁπλότητί τινες, ἀπήρτηνται δὲ τῆς τῶν διδασκόντων φωνῆς
ἤτοι παιδαγωγίας, καὶ ἥνπερ ἃν μάθοιεν εὖ ἔχειν ὁδὸν, ἀγαπῶσι λίαν. οὐκοῦν οἱ μὲν σοφοὶ καὶ θεοφιλεῖς τῶν καθηγεῖσθαι λαχόντων, τὴν ἐπ’ εὐθὺ δεικνύουσι τρίβον, δι’ ἧς μάλιστα 223 διάττοντες τὴν ἁνδάνουσαν τῷ Θεῷ κατορθοῦσι ζωήν. οἱ δὲ δὴ μικρὰ τοῦ θείου πεφροντικότες νόμου, παρευθύνουσι
τῶν ταπεινῶν τὴν ὁδὸν, ἔξω τοῦ εἰκότος καὶ τοῦ πρέποντος ἀληθῶς γενέσθαι παρασκευάζοντες· ὁποῖόν τι δέδρακεν Ἱεροβοὰμ, ἀναπεπεικὼς προσκυνεῖν ταῖς χειροκμήτοις δαμάλεσι· καὶ ἀποστήσας ὁδοῦ τῆς εἰς εὐθύ τε καὶ ἀγαθῆς, τοῦ προσκεῖσθαί φημι τῷ φύσει τε καὶ ἀληθῶς Θεῷ καὶ Δεσπότῃ.
Ἐκκλίνουσι τῶν ταπεινῶν τὴν ὁδὸν οἱ λέγειν οὐ παραιτούμενοι τῷ νηπίῳ τὰς φρένας “Ἐλθὲ μεθ᾿ ἡμῶν, κοινώνησον 224 “αἵματος ἀδίκου. ἐκκλίνουσι τῶν ταπεινῶν τὴν ὁδὸν καὶ οἱ τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ὀρθότητα παρατρέποντες ἔπι γε τό σφισι δοκοῦν, καὶ σκολιὰν καὶ διεστραμμένην
ἰέναι τρίβον τὸν τῶν ἁπλουστέρων ἀναπείθοντες νοῦν· καὶ. 225 γάρ ἐστι παρ’ αὐτοῖς ὀρθὸν μὲν οὐδὲν, ἐκτετραμμένα δὲ μᾶλλον καὶ ἀκαλλῆ ῥημάτια, καὶ συνθῆκαι λόγων, ἀσεβείας τε ὁμοῦ καὶ ἀμαθίας ἔμπλεα.
ὅπως βεβηλώσωσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν. Ἐπὶ θερμαῖς καὶ ἀνεπιπλήκτοις ἡδοναῖς καταιτιᾶται πάλιν, καὶ ἁπάσης εὐκοσμίας ἠφειδηκότας ἐφ’ ἑνὶ δὴ τούτῳ δέδειχε πλημμελήματι. ἦν μὲν γὰρ ἄμεινον τὸ κατανδρίζεσθαι παθῶν καὶ κατευμεγεθεῖν ἡδονῆς ἐκτόπου καὶ μυσαρᾶς
καὶ ἀποκόπτειν ἐπιθυμίας, καὶ τοῖς τῆς σαρκὸς θελήμασιν ἐπιτιμᾶν ἐγνωκότας καὶ κατηρεμεῖν ἀναπείθοντας τὸν ἐν 227 τοῖς μέλεσιν ἡμῶν ἀγριαίνοντα νόμον. ἀλλ’ ἦσαν ἐκεῖνοι τῆς οὕτω λαμπρᾶς κατόπιν ἀρετῆς, ἥττηντο δὲ τάχα που καὶ τῶν εἰς σάρκα παθῶν.
αἰσχρὸν, καὶ τοῖς ἐξ ὀργῆς κινήμασι καταδικάζειν ἀξιοῖ; καὶ 228 γοῦν ὁ Ῥουβεὶμ τὴν τοῦ πατρὸς ἀδικήσας εὐνὴν προσκέκρουκεν οὐ μετρίως· ἠγανάκτει δὲ σφόδρα καὶ ὁ θεσπέσιος Παῦλος ἐπὶ τοιῷδέ τινι πεπραγμένῳ παρά τισι· Κορίνθιοι δὲ οὗτοι· οἷς καὶ ἐπιστέλλει λέγων “ Ὅλως ἀκούεται ἐν ὑμῖν 229 230 “πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, “ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.’’ ἀλλ’ οὐ μέχρι 231 τούτων ἵστη τὴν ἀγανάκτησιν· παρεδίδου δὲ τὸν ἐργασάμένον “τῷ σατανᾶ, εἰς ὄλεθρον τῆς σαρκός.’’ βεβηλοῦσι δὴ οὖν τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν οἱ τοῖς τοιοῖσδε πταίσμασιν
ἔνοχοι. καὶ οὔ τι που φαμὲν, ὅτι βεβήλωσιν καὶ ἀκαθαρσίαν 232 τῇ θείᾳ προσέτριβον φύσει. πῶς γὰρ ἃν, ἢ πόθεν; δυσφημεῖσθαι δὲ μᾶλλον παρασκευάζουσι τὸν τῶν ὅλων Θεὸν, ὡς βελήλων ἄρχοντα λαῶν. καὶ γοῦν ἔφη που πρὸς Ἰου- 233 δαίους “ Δἰ ὑμᾶς τὸ ὄνομά μου διὰ παντὸς βλασφημεῖται
“ἐν τοῖς ἔθνεσιν.” ὥσπερ γὰρ ἁγιάζειν λέγονται τὸν Θεὸν οἱ ζῶντες ὀρθῶς, οὕτως ἂν νοοῖντο καὶ βεβηλοῦν οἱ τὴν ἀκάθαρτον καὶ ἀκλεᾶ ἐπιτηδεύοντες πολιτείαν.
ἔπινον ἐν τῶ οἴκω του Θεοῦ αὐτῶν.
ἐμπόροις· παρεκόμιζον γὰρ ἐν τῷ ἱερῷ πρόβατά τε 236 καὶ βοῦς καὶ περιστεράς· καὶ δὴ καὶ “ποιήσας φραγέλλιον 237 “ἐκ σχοινίων, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ λέγων Γέ- 238 “γραπται Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. ἐπεσημήνατο δὲ τὸ γράμμα τὸ ἱερὸν ὡς “Ἐμνήσθησαν οἱ 239 μαθηταὶ, ὅτι γεγραμμένον ἢν Ὁ ζηλος του οἴκου σου κατα- 240 “Φάγεταί με.” ἐπέπληττε δέ τισι καὶ ὁ θεσπέσιος Παῦλος
τοιάδε τινὰ τολμᾶν εἰωθόσι· γράφει γὰρ οὕτω “Μὴ γὰρ 241 “οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας “τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας. ἀλυσιτελὲς δὴ οὖν ὁρᾶται πανταχῆ τὸ τοῖς θείοις οἴκοις κατακεχρῆσθαι τολμᾶν, ὡσανεὶ καὶ κοινοῖς καὶ τοῖς ἑκάστῳ
προσήκουσιν ἰδικῶς. ποῦ γὰρ ἃν ἔτι τὸ Θεῷ προσῆκον τηροῖτο σέβας, εἰ σαρκὸς ἡδονὰς θεραπεύομεν ἐν ὀφθαλμοῖς 242 αὐτοῦ; καὶ ἐν οἷς ἔδει λαμπροὺς ὁρᾶσθαι διὰ σεμνότητος, ἐκεῖσε καταγελᾶσθαι κατ’ ὀλισθαίνοντας εἰς τὸ ἀκαλλὲς, καὶ δρᾶν ἐθέλοντας ἃ μὴ θέμις; ὃ δὴ ποιοῦντάς τινας οὐκ
ἀμωμήτους ἐᾷ, καὶ σφόδρα εἰκότως. οὐ γὰρ ἀπήλλαττον, φησὶ, περιτανυσμάτων τὸ θυσιαστήριον, ἀλλ’ ὑπ’ αὐτῶν πεπτωκότες, καταμεθύειν κατετόλμων καὶ τὰ ἡδονῆς ἔργα πληροῦν, ἵνα καὶ ἀκούσειαν Θεοῦ λέγοντος ἐναργῶς “Καὶ 243 “ἐγὼ μάρτυς, λέγει Κύριος.” τίνος δ’ ἃν ἀπόσχοιτο τῶν 244
ἀτόπων κάτοινος ἀνὴρ, καὶ τὰς φρένας παρενηνεγμένος καὶ πρὸς πᾶν ὁτιοῦν εὐκόλως τῶν κακῶν; ἐφόρα μὲν γὰρ ο τῶν ὅλων Θεὸς καὶ “τὰ ἐν τῶ σκότει,’’ κατὰ τὸ γεγραμμένον, 245 καὶ ἄποπτον αὐτῶ παντελῶς οὐδέν· δοκεῖ δέ πὼς τὰ ἐν ἐκκλησίαις μάλιστα, μονονουχὶ παρόντος τε καὶ θεωμένου,
πράττεσθαι πρὸς ἡμῶν. καὶ εἴπερ ἐστὶ πάναισχρον ἀληθῶς, 246 καὶ τὴν ἐσχάτην ἐκ νόμου κατάρρησιν ἔχον, τὸ μεθύειν ὅλως, πῶς οὐ παντὸς ἐπέκεινα λόγου τοῦ πρὸς φαυλότητα βλέποντος, 247 τὸ καὶ ἐν αὐταῖς ἐκκλησίαις ὁρᾶσθαι τοιούτους; καὶ τὸ ἔτι φορτικώτερον, εἰ ἐξ ἀδίκων καὶ πονηρῶν λημμάτων τὰ εἰς τρυφὴν συλλέγοιτο; οἱ τοῦτο δρῶντες ἀκούσονται
248 Θεοῦ λέγοντος ἐναργῶς “Μὴ σπήλαιον λῃστῶν ὁ οἶκός “μου;” οὐκοῦν τὰ ἑτέρων ἐγκλήματα πρὸς ὠφελείας ἡμῖν ἔσονται πολλῆς, καὶ δι’ ὧν ἕτεροι προσκεκρούκασιν, ἀμείνους ἡμεῖς ἐσόμεθα, εἰ παραιτοίμεθα τὰ ἐκείνων. ἀσφαλέστεροι γὰρ οἱ σώφρονες εἶεν ἂν εἰκότως, εἰ δὴ βούλοιντο διαζῆν
249 ἐννόμως, εἰ μὴ ζηλοῦν ἕλοιντο πονηρούς. Αλλ᾿ εἰ μὲν λέγοιτο πρὸς τὸν Ἰούσαν, ἤτοι ἤτοι ἃς δύο φυλὰς τὰς ἐν τοῖς Ἱεροσολύμοις Τὰ ἱμάτια Αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ ἔχοιεν ἂν ὀρθῶς τῆς πρὸς ἡμῶν ἀρτίως εἰρημένης θεωρίας
ὁ λόγος. εἰ δὲ δὴ φέροιτο καὶ κατὰ τοῦ Ἱσραὴλ τὸ πλημμέλημα, φαίην ἂν, ὅτι οὐκ ἐν τῷ οἴκῳ αὐτοῦ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθῶς, οὐδὲ ἐχόμενα τοῦ θυσιαστηρίου αἱ διὰ τῶν περιτανυσ μάτων ἐπλέκοντο σκηναὶ, ἤγουν τὰ ἐκ μέθης 250 ἐπράττετο, ἀλλ’ ἐν τῷ οἴκῳ τοῦ θεοῦ αὐτῶν, ἵνα λέγοι τὸν Βαὰλ,
ἤγουν ἕτερόν τινα τῶν ἐξ ἐπινοίας ἀνθρωπίνης εἰς τύπον εἰδώλου πεποιημένων. πῶς οὖν ἔτι καταλογισθεῖεν ἃν εἰς ἔγκλημα τῷ Ἱσραὴλ, τὸ ἐν οἴκῳ τυχὸν εἰδώλων, καὶ παρ’ αὐτὸ τὸ βέβηλον θυσιαστήριον οἴνῳ τε μεθύειν καὶ ἐξυφαίνειν σκηνάς; ὅτι ταῦτα τετιμήκασι, καὶ μέθης ὥσπερ καὶ αἰσχρᾶς
ἁπάσης ἡδονῆς ἐργαστήρια τῶν ἐν ὑπολήψει θεῶν ἐποιοῦντο 251 τοὺς ναοὺς, καίτοι δέον ἐφιέσθαι μᾶλλον καθαρῶς καὶ πανάγνως λατρεύειν Θεῷ, καὶ εἰς οἶκον εἰσιέναι τὸν ἅγιον ἀληθῶς, 252 καὶ σεπτὸν ἡγεῖσθαι τὸ θυσιαστήριον. οἱ δὲ καὶ τὰ οὕτω σεπτά τε καὶ ἀξιάγαστα παρ’ οὐδὲν ἡγεῖσθαι σπουδάζοντες,
τὰ πολὺ λίαν αἰσχίω τετιμηκότες, καὶ αὐτοῖς ἐμπαροινεῖν ἀπετόλμων τοῖς ἰδίοις θεοῖς, πανταχῆ τὸ θεῖον πατοῦντες ἀξίωμα, καὶ περιυβρίζοντες ἀδεῶς τὴν τῷ μόνῳ καὶ φύσει Θεῷ πρέπουσαν δόξαν, ὅτε καὶ τοῖς ψευδωνύμοις περιθέντες αὐτὴν, οὐδενὸς ἀξιοῦν ἠνέσχοντο λόγου.
ἑλομένους ἀποφαίνει λοιπὸν, καὶ ὂν ἐδεῖ μᾶλλον ταῖς χαριστηρίοις εὐφραίνειν ᾠδαῖς καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις, ἀνούστατά τε καὶ ἀβουλότατα λυπεῖν ᾑρημένους, διάτοι τὸ ἐκ πολλῆς ἄγαν σκαιότητος τρόπων, καὶ ὧν εὖ 255 πεπόνθασιν, ἐλάσαι πρὸς λήθην; ἐγὼ μὲν γάρ φησιν ἐξῆρα
τὸν Ἀμοῤῥαῖον ἀπὸ προσώπου αὐτῶν· τουτέστι, τὰ βάρβαρα καθεῖλον γένη, δι’ ἑνός που τάχα τοῦ Ἀμοῤῥαίου καταδηλούμενα, ὡς σκληροῦ τε καὶ ἁδροτέρου· ἐγὼ νικῆσαι παρεσκεύασα τὸν οὕτως ὑπερφυῆ καὶ ἄθραυστον, ὡς δοκεῖν ἤδη πὼς ἦρθαι μὲν κέδρου πρὸς ὕψος, δροὸς δὲ τῆς ἄγαν
εὐσθενοῦς ἀπομιμεῖσθαι τὴν δύναμιν. ἦν γὰρ οὐχ ἕτερος πλὴν ὅτι μόνος ἐγὼ, φησὶν, ὁ καταμαραίνων αὐτὸν, καὶ καταπλήττων εἰς ῥίζας, μόνον δὲ οὐχὶ καὶ ἀφαυαίνων αὐτοῦ e 256 τὸν καρπόν. ἐπειδὴ γὰρ ὡς περὶ δένδρου λελάληκεν, ἐπιμένει πιθανῶς ὁ λόγος τῇ τροπῇ, καὶ εἰς ῥίζαν αὐτῷ τὸ βλάβος γενέσθαι φησὶν, ἠφανίσθαι δὲ οὕτω καὶ τὸν καρπόν. ἀποθάνοι γὰρ ἂν οὐχ ἑτέρως τὸ ἐν δρυμοῖς ξύλον, πλὴν ὅτι κατὰ τοῦτον τὸν τρόπον. ὅτι γὰρ δεδαπάνηνται, πολεμούντων
αὐτοῖς τῶν ἐξ Ἰσραὴλ, Ἀμοῤῥαῖοί τε καὶ Εὐαῖοι, Γεργεσαῖοι 257 καὶ Φερεζαῖοι καὶ Ἰεβουσαῖοι, συνασπίζοντος δῆλον δὲ ὅτι Θεοῦ, ἐνδοιάσειεν ἂν οὐδείς.
“δύναμιν τοῦ ἐχθροῦ,” τοῦ καταστρέφοντος τοὺς 259 καὶ ὑποφέροντος τοὺς εὐσθενεστέρους· “Οὐ γάρ ἐστιν “ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, “πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους “τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν
“τοῖς ἐπουρανίοις.” καὶ τούτων ἁπάντων ἐν Χριστῷ κεκερατήκαμεν. καὶ εἰ μέλλομεν λυπεῖν, ἀποκλίνοντες εἰς τὸ ῥᾴθυμον, 260 τὸν ἑαυτῶν Σωτῆρα καὶ Λυτρωτὴν, ἀπορήσομεν, οἶδ’ ὅτι, καὶ λόγου καὶ ἀφορμῆς ἐξελέσθαι δυναμένης κολάσεως καὶ πυρός.
261
262 δουλείας μὲν γὰρ ἐξεῖλον, φησὶ, καὶ τῆς τῶν Αἰγυπτίων πλεονεξίας ἀπήλλαξα· ἔθρεψά τε κατὰ τὴν ἔρημον, καθιεὶς 263 μὲν ἄνωθεν τὸ μάννα αὐτοῖς, πηγὰς δὲ ὑδάτων θεοπρεπῶς ἀνιεὶς, καὶ ἐξ ἀκροτόμου πέτρας ἀδοκήτων ναμάτων ἐκδρομὰς
δωρούμενος. καὶ ἦν ὁ πόνος τῆς ὁδοιπορίας αὐτοῖς οὐκ ἐπὶ μικροῖς, ἀλλ’ ἵνα κληρονομήσειαν τῶν Ἀμοῤῥαίων τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην. οἱ δὲ καὶ πρὸς τοῦτο σκαιότητος ὠλισθήκασιν, ὡς μηδὲ εἰδέναι τάχα που τὴν ἐμὴν περὶ αὐτοὺς ἀγάπησιν καὶ φιλανθρωπίαν.
τὸν ἐξ οὐρανοῦ τὸν ζωὴν διδόντα τῷ κόσμῳ. 265 νευρούμεθα γὰρ ἐν χριστῳ, καὶ πηγὰς ἀκηράτων ὑδάτων ἐσχήκαμεν τῶν ἁγίων Ἀποστόλων τὰς συγγραφάς· οὕτω γὰρ αὐτὰς καὶ ὁ προφήτης Ἡσαΐας ὠνόμαζε λέγων “καὶ 266 “ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτη-
“ρίου.” σωτηρίου δὲ πηγαὶ τίνες ἂν εἶεν μᾶλλον ἢ ἐκεῖνοί που πάντως οἱ τὸν σωτήριον ἥμιν καὶ ζωοποιον ἀνιέντες λόγον, καὶ τὸ Χριστοῦ μυστήριον εὐαγγελιζόμενοι, μυσταγωγοῦντες τὴν ὑπ’ οὐρανόν.
ἐκάλει καὶ ἀνεκόμιζε Θεὸς, ὡς καὶ τῷ τῆς προφητείας ἀξιώματι 271 κατακαλλύνεσθαί τινας τοὺς τὸν εὐαγῆ τε καὶ ἐννομώτατον ἀγαπῶντας βίον, παραλαμβάνεσθαι δὲ καὶ εἰς αγιασμον τοὺς ἐν αὐτοῖς νεανισκους, τουτέστι, τοὺς ἁδροτέρους τὸ φρόνημα, καὶ νοητὴν ἔχοντας εὐρωστίαν. ἡγιάζοντο γάρ
272 τινες κατὰ νόμον, οἱ ἐπίκλην Ναζιραῖοι, τρέφοντες τρίχα 273 κόμης αὐτῶν τῷ κυρίῳ, οἶνον καὶ τὰ ἐξ αὐτοῦ, ὄξος δὴ λέγω καὶ σταφυλὴν καὶ σταφίδα καὶ γίγαρτον παραιτούμενοι, 274 ἀποφοιτῶντες δὲ λίαν καὶ νεκρῶν σωμάτων. καὶ βαθὺς μὲν ὁ λόγος ὁ περὶ τούτων ἐστί. πλὴν ἐτίμα Θεὸς καὶ εἰς προφήτας,
275 ὡς ἔφην, καὶ εἰς τὸ ἁγιάζεσθαι τυπικῶς ἀναφέρων τοὺς ἐξ αὐτῶν. οἱ δὲ καὶ τὴν οὕτω λαμπράν τε καὶ ἀξιόληπτον δόξαν ἐκτόπως ἀποσπουδάζοντες, ἐπότιζον οἶνον τοὺς ἡγιασμένους, τουτέστι τοὺς εὐχὴν ἔχοντας ἐφ’ ἑαυτοῖς ἁγιασμοῦ. ἀνέπειθον γὰρ καὶ αὐτοῦ τοῦ ἁγιάζεσθαι καταφρονεῖν,
πάντως που λέγοντες, οὐδὲν εἶναι παντελῶς τὸν τοῦ Θεοῦ νόμον, καὶ ἀνόνητον ἀνθρώποις τὸ ἁγιάζεσθαι θέλειν, καὶ πληροῦν ἐπὶ τούτῳ τὰ νενομισμένα. εἰ γὰρ καὶ ἦν ἐν σκιαῖς ὁ νόμος, ἀλλ’ οὐκ ἐστέρητο παντελῶς τῶν τῆς ἀληθείας 276 δογμάτων· ἐναστράπτει γὰρ τοῖς τύποις τῆς εὐσεβείας ἡ
μόρφωσις. τὸ δὲ καὶ αὐτοῖς τοῖς ἁγίοις προφήταις ἐπιτιμᾶν, ἀποσειομένων ἐστὶ παντελῶς τὸν τοῦ Θεοῦ λόγον, καὶ 277 παιδεύεσθαι μὴ ἀνεχομένων, καὶ ἠγνοηκότων ὅτι τετίμηνται, εἴπερ ὄντες ἐξ αὐτῶν παρελήφθησαν εἰς κοινολογίαν τὴν ὡς πρὸς Θεόν. προσεπερωτᾷ δὲ διὰ μεσοῦ καί φησι Μῆ οὐκ ἔστι ταῦτα υἱοὶ Ἰσραὴλ, λέγει Κύριος 5 ἆρα, φησὶ, καὶ
οὕτως ἐναργῶν πραγμάτων καθοριεῖτε τὸ ψεῦδος; ἆρα μαρτύρων δεήσει Θεῷ πρὸς τὸ ἐλέγχειν ὑμᾶς, καὶ τὰ οὕτως 278 ἐμφανῆ συκοφαντεῖν ᾑρημένους; χρὴ τοιγαροῦν ἁγιάζεσθαι, καὶ λογισμῷ πεπηγότι προσεδρεύειν Θεῷ τὰς τῶν πονηρῶν οὐ προσιεμένους γνώμας. “Φθείρουσι γὰρ ἤθη χρηστὰ 279
“ὁμιλίαι κακαὶ,” καὶ ἀποφέρουσιν ἁγιασμοῦ τε καὶ ἁπάσης ἐπιεικείας τῶν φιληδόνων οἱ λόγοι. οὐκοῦν προσκεισόμεθα μᾶλλον ἡμεῖς ταῖς τῶν θεηγόρων φωναῖς, οἷς καὶ αὐτὸς ὁ Σωτῆρ’ ἐπιμαρτυρεῖ, λέγων “Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, 280 “ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.
γῆν. κυλίονται δὲ ὁμοῦ τοῖς ἄξοσιν οἱ τροχοὶ, βαρύ τι καὶ δυσηχὲς ἀποτριζόντων τῶν ξύλων, καὶ μονονουχὶ κατακεκραγότων 283 τῶν ἐπικειμένων αὐτοῖς φορτίων. ἔσομαι τοίνυν καὶ αὐτὸς ἐγὼ, φησὶν, ὁ πάντων Δεσπότης, ὡς τὸ κολίον ὑπὸ τὴν ἅμαξαν, τουτέστιν ὁ ἄξων· αὐτὸς γὰρ, ὡς ἔφην,
ἑαυτῷ συγκυλίει τοὺς τροχοὺς, ἐμπεπηγότας τε καὶ ἐνηρμοσμένους ἔχων. κατακεκράξομαι δὲ ὥσπερ τῶν ἠσεβηκότων, 284 οὐκ ἔτι φέρειν δυνάμενος τῶν πλημμελημάτων τὸ δυσαχθές. 285 “Ἀπεώσαντο γὰρ τὸν νόμον Κυρίου, τὰ δὲ προστάγματα “αὐτοῦ οὐκ ἐφυλάξαντο, ἀλλ’ ἐπλάνησε μὲν αὐτοὺς τὰ “μάταια αὐτῶν, ἃ ἐποίησαν οἱ πατέρες αὐτῶν,” ἐπελάθοντο 286 δέ μου τοῦ ἐξαγαγόντος ἐκ γῆς Αἰγύπτου, τοῦ ἐξάραντος
τὸν Ἀμοῤῥαῖον ἀπὸ προσώπου αὐτῶν, τοῦ λαβόντος ἐκ τῶν υἱῶν αὐτῶν εἰς προφήτας καὶ ἐκ τῶν νεανίσκων αὐτῶν εἰς ἁγιασμόν. ἀλλὰ τετίμηκα μὲν ἐγὼ, καθίκοντο δὲ δυσβουλίας 287 εἰς τοῦτο αὐτοὶ, ὡς “Τὰ ἱμάτια αὐτῶν δεσμεύοντες “σχοινίοις παραπετάσματα ποιεῖν ἐχόμενα τοῦ θυσιαστη-
“ῥίου, καὶ οἶνον ἐκ συκοφαντιῶν πίνειν ἐν τῷ οἴκῳ τοῦ “Θεοῦ αὐτῶν,” καὶ ποτίζειν μὲν “οἶνον τοὺς ἡγιασμένους, 288 “ἐντέλλεσθαι δὲ τοῖς προφήταις καὶ λέγειν Οὐ μὴ προ- “φητεύσητε.” ταῖς οὖν τοιαύταις ὑμῶν ἀσεβείαις μονονουχὶ καὶ πεφορτισμένος, ὡς ἄξων ὑπὸ τὴν ἅμαξαν, ἢ καλάμης
ἐστὶ καὶ δραγμάτων ἔμπλεως, πλείστην ὅσην ποιήσομαι τὴν καταβοήν. καὶ τί τὸ ἐντεῦθεν ἐσόμενον βλάβος, ἢ ποῖα πάλιν αὐτοῖς συμβήσεται πάθη, διατρανοῖ μὲν εὐθὺς ἐν τοῖς ἐφεξῆς.
παροξύνειν Θεὸν, καὶ εἰς τοῦτο φαυλότητος κατολισθῆσαι λοιπὸν, ὡς ἀφόρητον αὐτῷ γενέσθαι τὴν παρ’ ἡμῶν ἁμαρτίαν, καίτοι χρηστῷ τε καὶ ἀγαθῷ καὶ ἡμερωτάτῳ λίαν ὑπάρχοντι κατὰ φύσιν. δεῖ δὴ οὖν ἄρα παραιτεῖσθαι μὲν ὅτι μάλιστα φιλεῖν τὸ προσκρούειν αὐτῷ· εἰ δὲ δή τι γένοιτο
καὶ παθεῖν ἀνθρώπινον, μὴ ὁρᾶσθαι μελλητὰς εἰς μετάγνωσιν, μήτε μὴν εἰς αὔξην ἰέναι παραχωρεῖν τοῖς διεπταισμένοις, νήψει δὲ μᾶλλον ἁγιοπρεπεῖ χρωμένους ἀνασειράζειν 290 αὐτὰ, καὶ μετακομίζειν ἐπείγεσθαι πρὸς τὸ ἄμεινον ἠῤῥωστηκότα 291 τὸν νοῦν. ἀνεξικακήσει γὰρ οὕτως Θεὸς, καὶ ἐπείπερ ἐστὶν ἀγαθὸς, ἐπιδώσει τὸν ἔλεον.
τῆς ισχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὁ ὀξὺς τοὶς ποσὶν αὐτοῦ οὐ 293 μὴ διασωθῇ, οὐδὲ ὁ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, καὶ εὑρήσει τὴν καρδίαι αὐτοῦ ἐν δυναστείαις· ὁ γυμνὸς διώξεται 294 ἐν ἐκείνῃ τῇ ἡμέραᾳ, λέγει Κύριος.
τοῖς χρωμένοις καὶ ἡ τῶν ἵππων ταχύτης, καὶ αὐτὸ δὴ πρὸς τούτῳ τὸ τὴν ἱππόκροτον εἰδέναι μάχην. ἀλλ’ ἕκαστος τούτων εὑρήσει φησὶ τὴν ἑαυτοῦ καρδίαν ἐν δυναστείαις, τουτέστι, καταδεδυναστευμένην τοῖς δείμασι καὶ παραχωροῦσαν ἀμαχεὶ 296 τοῖς καταδῃοῦν ἐθέλουσι τὸ νικᾶν. ἔσται γὰρ τότε δειλία
μὲν τῶν ἐξ Ἰσραὴλ, τοσαύτη δὲ δυναστεία τῶν Βαβυλωνίων, ὥστε καὶ διώκειν δύνασθαι τὸν γυμνὸν, τουτέστι, κατισχύσαι τῶν ἐν ὅπλοις, κἂν εἴ τις ἀθώρηκτος εἴη τῶν Βαβυλωνίων· καὶ διώκειν δύνασθαι τοὺς ἐν παντευχίαις τὸν ἄοπλόν τε καὶ ἄσκευον.
ἀνόνητα γὰρ τὰ τοιάδε παντελῶς, μὴ συναθλοῦντος Θεοῦ. αὐτὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων κύριος, ὁ νεῦρα διδοὺς τοῖς ἠσθενηκόσι, καὶ ἀπονευρῶν τοὺς λελυπηκότας, καὶ σὺν 301 αὐτῷ “διώξεται διώξεται μὲν εἷς χιλίους, δύο δὲ αὖ μετακινήσουσι “μυριάδας,” μυριάδας, δαπανηθήσεται δὲ πληθὺς πολλὴ καὶ ἀμέτρητος
302 δύο που τάχα καὶ τριῶν ἀνθεστηκότων, εἰ μὴ ἐπαμύνοι Θεός.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.