ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
1τοὺς πεπραχότας ἀθλίως, ζηλοῖ δὲ μᾶλλον καὶ ἐπεμήνισε τοῖς λελυπηκόσιν, οἳ καὶ τῆς ἐπενηνεγμένης αὐτοῖς ἀθλιότητος γεγόνασιν ὑπουργοί. ἐπισκήπτει δέ που τοῖς Βαβυλωνίοις ὁ τῶν ὅλων Θεὸς, ὡς ἀπηνέστερον ἤπερ ἐχρῆν τοῖς 5 ὑπὸ θείαν ὀργὴν ἐπενηνεγμένοις. ἔφη γὰρ ὅτι “Ἐγὼ δέδωκα
“ αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος·’’ 6 καὶ μὴν καὶ πρὸς τὸν μακάριον προφήτην Ζαχαρίαν “τάδε “ λέγει κύριος Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιῶν “ ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ 7 “ἔθνη τὰ συνεπιτιθέμενα ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, “αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.’’ ζηλώσας δὴ οὖν τὸν λαὸν αὐτοῦ, κατεπαγγέλλεται μὲν ἀφθόνως αὐτοῖς χορηγήσειν τὰ ζωαρκῆ, καὶ τῆς προλαβούσης συμφορᾶς ἰσοπαλῆ πὼς τὴν
εὐθυμίαν, καὶ τὰ ἐδώδιμα μὲν εἰς κόρον· ἀσφάλειαν δὲ πρὸς τούτοις καὶ τὸ μὴ εἰς χεῖρας δοθήσεσθαι τῶν ἐχθρῶν, μήτε 8 μὴν ὑποπεσόντας δουλείᾳ τῆ ἐπ’ αὐτοῖς, οἰκτρὸν καὶ ἐπ’ ἀθλιότητι διαζήσεσθαι βίον. ὑπισχνεῖται δὲ πρὸς τούτοις ἀφανίσαι τὸν ἀπὸ Βοῤῥᾶ, τουτέστι τὸν Ἀσσύριον· βορειοτέρα
γὰρ αὐτοῖς καὶ πρὸς ἀκτῖνα μᾶλλον ἡ χώρα. εἰ δὲ δή τις οἴοιτο καὶ ἐκ τῶν βορειοτέρων τῆς Ἰουδαίας γενέσθαι μερῶν τῆς ἀκρίδος τὴν ἔφοδον, τὸ κωλῦον οὐδὲν ὀρθῶς ἔχειν οἴεσθαι καὶ οὕτω τὸν λόγον.
καὶ τῆς νοητῆς εὐκαρπίας ὁ πλοῦτος, οἷαπερ ἀκρίδος ἐπιπηδώσης αὐτοῖς τῆς τῶν δαιμονίων ἀγέλης, καὶ καταθεουσῶν ἀρχῶν, δυνάμεων καὶ ἐξουσιῶν· δῆλον δὲ ὅτι τῶν πονηρῶν· ποιείτω τὸ πένθος, μελετάτω τὴν μετάγνωσιν, δακρυρροείτω πρὸς Θεόν. ἀκούσεται γὰρ εὐθὺς ἐκ φιλανθρωπίας λέγοντος
Ἰδοὺ ἐγὼ δίδωμι ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλανιον. ἀποφανεῖ γὰρ αὐτοῦ τὴν καρδίαν ὡς εὔσταχυν γῆν, ὡς σπέρμασιν ὡραίοις κομῶντα κῆπον, ὡς εὔβοτρυν ἀμπελῶνα, καὶ 10 μὴν καὶ ἐλαίῳ καταπιανεῖ, κατά γε τὸ ἐν ψαλμοῖς ὑμνούμενον “'Ελίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου.’’ ἐξελάσει δὲ ἀπ’ 11
αὐτοῦ τὸν ἀπὸ Βοῤῥᾶ, τουτέστι τὸν ἀποψύχοντα σατανᾶν, καὶ ζεῖν οὐκ ἐῶντα τῷ πνεύματι τοὺς ὑπ’ αὐτῷ γενομένους. 12 13 ψυγήσεσθαι δὲ καὶ ὁ Παῦλος ἔφασκε “τῶν πολλῶν τὴν ἀγά- “πην διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν.’’ ἀλλ’ οἵ γε χριστοῦ γνώριμοι τῷ πνεύματι ζέουσιν· ἀνέχονται δὲ οὐδαμῶς τὸ 14 ἀποψύχεσθαί ποι πρὸς ἐκτόπους ἡδονάς· “Τὴν γὰρ 15 σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.”
ἀρχαῖς ὡς ἐπ’ ἀκρίδος καὶ βρούχου, ἃ καὶ ἀφανισθήσεσθαί 16 φησιν, ἀπενηνεγμένα κατὰ βούλησιν Θεοῦ πρὸς αὐτάς που τάχα τῆς Ἰουδαίων γῆς τὰς ἐσχατιὰς, καὶ εἰς τοῦτο δυσωδίας ἐλθεῖν, ὡς καὶ φορτικὴν γενέσθαι τὴν διάδοσιν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν· μεθίστησι δὲ οὐδαμῶς ὁ λόγος τοῦ χρῆναι
νοεῖν καὶ τὰ τοιάδε δὴ πάλιν ὡς ἐπί γε τῶν Βαβυλωνίων. ἐν μὲν γὰρ τοῖς νοτίοις μέρεσι τῆς Ἰερουσαλὴμ βαθεῖά τις ἔρημος ἐξευρύνεται, τερματίζεται γεμὴν πρὸς ἠῶ τε καὶ νότον πελάγεσιν Ἰνδικοῖς· πρὸς δύσιν δ’ αὖ καὶ βορειότερα, τῇ 17 Παλαιστίνων γείτονι θαλάσσῃ, καὶ αὐτῇ δὲ προσκλυζούσῃ
τῆ Αἰγυπτίων. ἐκεῖ τὸν βροῦχον καὶ τὴν ἀκρίδα διολέσθαι φησὶ, δυσαχθῆ δὲ γενέσθαι τὸν βρόμον αὐτῶν, τῆς μὲν ἀκρίδος που τάχα, καθάπερ ἔφην ἀρτίως. ἀνῄρηνται δὲ καὶ οἱ Βαβυλώνιοι, τὴν βορειοτέραν οἰκοῦντες χώραν, καὶ πρὸς 18 ἠῶ κειμένην. ἀνῄρηνται δὲ καθὰ πλειστάκις εἰρήκαμεν ἐν και-
19 ροῖς τῆς Ἐζεκίου βασιλείας, καὶ ἦν δυσφόρητος τῶν τωμά- 20 τῶν ὁ βρόμος, ὡς καθαρισθῆναι μόλις ἐν ἑπταμήνῳ τὴν γῆν, καὶ τῆς τῶν πτωμάτων ἀπηλλάχθαι σαπρίας. οὕτω γάρ που φησὶν ὁ προφήτης Ἰεζεκιήλ. ὅτι δὲ προσκέκλιται τοῖς
βορειοτέροις τῶν Βαβυλωνίων ἡ γῆ, σαφὲς ἂν γένοιτο, 21 λέγοντος Θεοῦ διὰ φωνῆς ἁγίων τοῖς ἐξ αἵματος Ἰσραὴλ ἀπενηνεγμένοις εἰς αἰχμαλωσίαν “Ὢ, ὣ, φεύγετε ἐκ γῆς 22 “βορρᾶ, λέγει κύριος· εἰς Σιῶν ἀνασώζεσθε, οἱ κατοικοῦν- “τες θυγατέρα Βαβυλῶνος.”
καὶ γέγονεν ἡμῖν φορτικός τε καὶ κατεστυγημένος, καίτοι πάλαι μὴ τοιοῦτος εἶναι δοκῶν· δυσώδη γὰρ ὄντα τὸν σατανᾶν, νῦν δὴ καὶ μόλις ὅτι τοιοῦτός ἐστιν ἐγνώκαμεν. ᾠόμεθα γὰρ οἱ τάλανες εὐώδη τε εἶναι καὶ ἀξιέραστον, ὅτε τοῖς τῆς φαυλότητος ἐνειλημμένοι δεσμοῖς ὑπὸ χεῖρα τὴν ἐκείνου
πεπτώκαμεν. ἐπειδὴ δὲ ἐπέφανεν ἡμῖν ὁ Ἐμμανουήλ, ἀνακεκραγώς τε καὶ λέγων “Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν 24 “κοιλάδων,’’ τότε δὴ μόλις τῆς ἐνούσης εὐοσμίας αὐτῷ 25 κεκλημένοι πρὸς μέθεξιν, τῆς ἐκείνου δυσωδίας κατεγνάκαμεν.
σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου.
χρῆναι θαρσεῖν τῆ τῇ· πότε δὲ αὖ καὶ ἐμεγάλυνε Κύριος τοῦ 32 ποιῆσαι μεθ’ ἡμῶν; εἰ μὴ ὅτε Θεὸς ὣν ὁ Λόγος γέγονεν ἄνθρωπος, ἵνα τοῖς ἄνωθεν ἀγαθοῖς ἐπικλύζων τὴν ὑπ’ οὐρανὸν 33 εὑρίσκοιτο τοῖς εἰς αὐτὸν πιστεύουσιν “Ὡς ποταμὸς εἰρήνης, ὡς χειμάρρους τρυφῆς, ὡς πρώιμός τε καὶ ὄψιμος
ὑετὸς, καὶ ἁπάσης νοητῆς εὐκαρπίας δοτήρ. τότε δὴ τότε καὶ τοῖς ἄγαν ἀσυνετωτάτοις· οἳ καὶ κτήνη λέγονται τοῦ πεδίου· νοητή τις ἀνέφυ πόα, τῶν διδασκόντων ὁ λόγος· τότε βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου. καὶ ἔρημον μὲν ὀνομάζει 34 τὴν Ἐκκλησίαν κατὰ τὸ ἐν προφήταις περὶ αὐτῆς ἐν
35 ρημένον “Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω “καὶ ἀνθείτω ὡς κρῖνον.’’ πεδία δὲ αὐτῆς εἶεν ἂν οἱ λαῶν ἡγούμενοι καὶ παιδαγωγεῖν εἰδότες, οἳ καὶ τοῖς θείοις καὶ ἐξ οὐρανοῦ χαρίσμασιν οἱονεὶ βρύοντά τε καὶ εὖ μάλα περιηνθισμένον φέρουσι τὸν νοῦν καὶ ταῖς τῶν δογμάτων ἄνθαις
ἡδὺ πνέοντα, καὶ οἷον ἀρτιφανεῖ τῆ πόᾳ κατεστεμμένον. 36 οὗτοι τὸν τῶν ἀποκτηνωθέντων ἐκτρέφουσι νοῦν, ἵνα καὶ εἰς σύνεσιν ἀναβῶσιν ἀνθρωποπρεπῆ. ἔφη δὲ ὅτι καὶ ξύλον ἐξήνεγκε τὸν καρπὸν αὐτοῦ, ἄμπελόν τε καὶ συκῆν τὴν ἰδίαν ἐκδοῦναι δύναμιν, τὸν στερεὸν οἶμαι τῶν διδασκόντων λόγον,
ᾧ ἔνεστι μὲν τὸ γλυκὺ, ἔνεστι δὲ αὖ πρὸς τούτῳ καὶ τὸ 37 κατευφραίνειν εἰδὸς, τοῖς ἀπὸ συκῆς καὶ ἀμπέλου παρεικάζων καρποῖς. ἁρμόσειε δ’ ἂν καὶ μάλα εἰκότως, τοῖς μὲν ἔτι παχυτέροις τὸν νοῦν καὶ νώθειαν ἔχουσι τὴν κτηνοπρεπῆ, κατανέμεσθαι μάθησιν τὴν χθαμαλωτέραν, τὴν ὡς ἐν εἴδει
καὶ δυνάμει πόας ἐν τοῖς τὰ μικρὰ διδάσκουσι φυομένην, τοῖς γεμὴν ἤδη τελείοις τὸν ὑψοῦ τε ἤδη νοούμενον, καὶ οἷον ξύλοις ὡραίοις ἐπηνθηκότα καρπὸν, τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, ἤγουν παιδεύσεως ἠθικῆς, τῆς ὡς ἐν ὕψει 38 θεωρημάτων. τοιγάρτοι κτήνη μὲν ἐκείνους ὀνομάζει, Σιῶν
δὲ τέκνα τοὺς τελειοτέρους, οἷς καὶ ἑπιγάννυσθαι κελεύει Κυρίῳ τῴ Θεῷ αὐτῶν. ἡ πᾶσα γὰρ ἡμῶν θυμηδία χριστὸς, παρ’ οὗ καὶ δι’ οὗ πᾶσα πλήρωσις ἀγαθῶν, καὶ τῶν οὐρανίων χαρισμάτων ἀμφιλαφὴς χορηγία τοῖς ἀγαπῶσιν αὐτὸν, ὡς ἐν πρωίμοις τε καὶ ὀψίμοις καρποῖς νοουμένη καὶ ὡς ἐν
σίτω πληροῦντι τὴν ἅλω, καὶ ὡς ἐν οἴνῳ ληνοῦ ὑπερχεομένῳ, καὶ ὡς ἐν ἐλαίῳ τῷ ὑπερβλύζοντι. ἰστέον δὲ, ὅτι καὶ κατά γε τὸν τρόπον τῆς μυστικῆς πληρώσεως ἀληθὴς ἡ ὑπόσχεσις. 39 δέδοται γὰρ ἡμῖν ὡς ἐν ὑετῷ τὸ ὕδωρ τὸ ζῶν τοῦ ἁγίου βαπτίσματος, ὡς ἐν σίτω γεμὴν ὁ ἄρτος τῆς ζωῆς καὶ ὡς ἐν
οἴνῳ τὸ αἷμα· προ[σ]επενήνεκται δὲ καὶ ἢ τοῦ ἐλαίου χρεία, 40 συντελοῦσα πρὸς τελείωσιν τοῖς δεδικαιωμένοις ἐν χριστῷ διὰ τοῦ ἁγίου βαπτίσματος.
44 τηνικάδε συμβάσης αὐτοῖς αἰκίας εὐρυτέραν φησὶν ἔσεσθαι τὴν τῶν ἐδωδίμων παράθεσιν.
κατεφθαρκότων οὐ φορητῶς τῶν ἀλιτηρίων πνευμάτων ἐπὶ πολυτρόπου παθῶν ἰδέας, ξηροὶ καὶ ἄκαρποι μεμενήκαμεν, γυμνοὶ καὶ ἐψιλωμένοι παντὸς ἀγαθοῦ, οὐκ ἠθικὴν ἔχοντες εἰς νοῦν ἀρετὴν, οὐ δογματικῇ θεωρίᾳ καταλαμπόμενοι, λιμῷ 45 δὲ ὥσπερ κατεφθαρμένοι, καὶ ἁπαξαπλῶς ἁπάσης εὐκαρπίας
ἐστερημένοι. ἐπειδὴ δὲ πεπλουτήκαμεν παρὰ χριστοῦ τὸ 46 χρῆναι θαρσεῖν· νενικήκαμεν γὰρ σὺν αὐτῷ τὸν κόσμον, 47 καὶ “Δέδωκεν ἡμιν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων τότε δὴ τότε καὶ ὑετοὺς ἐσχήκαμεν τοὺς πνευματικοὺς πρώϊδικαιουμένοις 48 μόν τε καὶ ὄψιμον, νομικήν τε φημὶ παίδευσιν καὶ παράκλησιν Εὐαγγελικήν, τότε καὶ ἀνεθάλομεν εἰς δικαιοσύνην καὶ καρποὺς ἐσχήκαμεν ζωῆς, τότε καὶ φάγοντες ἐμπεπλῆσμεθα καὶ δοξολογοῦμεν ὡς Δεσπότην τὸν ἑαυτῶν Σωτῆρα
χριστὸν, ἀνακηρύττοντες ὡς θαυματουργὸν, καὶ τὰ λόγου 49 καὶ ἐλπίδος ἐπέκεινα τοῖς ἀγαπῶσιν αὐτὸν δωρούμενον. ἐγνώκαμεν δὲ πρὸς αὐτῷ παντελῶς ἕτερον οὐδένα. δεδιδάγμεθα δὲ λέγειν ἐξ ἀγαθῆς διανοίας “κύριε, ἐκτός σου 50 “ ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν.” ἄθρει δὲ
ὅπως ὁ τῶν ὅλων Θεὸς μονονουχὶ καὶ διαγελᾷ καὶ κατειρωνεύεται τὰ ἀνθρώπινα, δύναμιν μεγάλην ἑαυτοῦ τὴν κάμπην ἀποκαλῶν, ἢν καὶ εἰς αὐτοὺς πεπομφέναι φησὶ. καὶ οὐ δήπου φαμὲν, ὅτι δύναμις ἀληθῶς ἡ κάμπη Θεοῦ, καὶ τοῦτο μεγάλη, ἀλλ’ οἷον ἐκεῖνό φησι τοῖς τὴν δι’ αὐτῆς οὐκ 51
ἐνεγκοῦσι κόλασιν ἃ δεῖνοι καὶ ἀγέρωχοι καὶ ἐν οὐδενὶ γράφοντες λόγῳ τὸ προσκρούειν ἐμοί· οὐ πῦρ ἐφ’ ὑμᾶς οὐρανόθεν ὁρῶμαι καθεὶς, οὐκ ἐπαφῆκα βροντὴν ἢ χάλαζαν, οὐχ ἕτερόν τι τῶν ὑψοῦ τε ἠρμένων, καὶ ὅτι μάλιστα τῇ τοῦ Θεοῦ δόξη πρεπωδεστάτων ἐπενεγκών. σκωλήκων
εὐτελεστάτων ἀθλία πληθὺς κατεξανέστη τῆς χώρας, καὶ τεθορύβησθε πρὸς αὐτῆς, τεθρηνήκατε καὶ διολώλατε· τάχα που μεγάλη λίαν ἡ κάμπη, λογιοῦμαι δὲ αὐτὴν καὶ δύναμιν ἐμαυτοῦ μεγάλην· ἐν ἤθει δὴ οὖν ὁ λόγος, καὶ οἱονείπως ἐν 52 γέλωτι, μονονουχὶ καὶ ἐπιτωθάζοντος Θεοῦ τοῖς καταφρονεῖν
εἰωθόσιν, ὡς καὶ, εἴπερ ἕλοιτο κολάζειν αὐτοὺς, ἀρκούσης εἰς τοῦτο καὶ κάμπης ἀντὶ πολλῆς καὶ ἀμάχου λοιπὸν ἰσχύος.
54
τρόπον, καὶ ὅτι τοῖς ἐπὶ τῆς γῆς συνδιαιτηθήσεται καθεὶς ἑαυτὸν εἰς κένωσιν, καὶ γενόμενος καθ’ ἡμᾶς, τουτέστιν, ἄνθρωπος. τότε γὰρ γέγονεν ἐν μέσῳ τοῦ Ἰσραὴλ, καὶ διεφύγομεν ἐντροπὴν καὶ αἰσχύνης ἀπηλλάγμεθα, θανάτου 55 πεσόντος, ἁμαρτίας ἀνῃρημένης, γνώσεως ἀληθοῦς εἰσκεκο-
56 μισμένης. προσκυνοῦμεν γὰρ οὐκέτι “τῇ κτίσει παρὰ τὸν “κτίσαντα,’’ καὶ Θεὸν ἕτερον ἐπ’ αὐτῷ παντελῶς οὐδένα παραδεδέγμεθα. τοιγάρτοι καὶ πεπλουτήκαμεν, ὡς ἐν ἐλπίδι βεβαίᾳ, ζωήν τε καὶ δόξαν καὶ τὴν εἰς μακραίωνα βίον ἐν ἁγιασμῷ καὶ ὁσιότητι πολιτείαν.
57
Ἀγίου πνεύματος χύσιν, τουτέστιν ἀμφιλαφῆ χορηγίαν, οὐκ εἰς προφήτην ἐξειλεγμένως ἕνα που καὶ δύο τύχον, ἀλλὰ τὴν εἰς ἅπαντας ἁπλῶς τοὺς ἑλεῖν ἀξίους. ὃ δὴ καὶ πεπεράνθαι 61 φαμὲν ἐγηγερμένου χριστοῦ, καὶ τὸ τοῦ θανάτου καταλύσαντος κράτος. ἀπαρχὴν γὰρ ὥσπερ τῆς ὧδε σεπτῆς
καὶ ἀξιαγάστου χάριτος τοῖς ἁγίοις ἐνετίθει μαθηταῖς, ἐμφυσῶν τε καὶ λεγ́ων “Λάβετε πνεῦμα “Αγιον.’’ ἔδει γὰρ ἔδει 62 τοὺς τῆς Ἐκκλησίας μυσταγωγοὺς, καὶ τῆς ὑφ’ ἡλίῳ παιδευτὰς ἐσομένους καὶ πρό γε τῶν ἄλλων τῇ τοῦ Ἁγίου Πνεύματος δόσει κατακαλλύνεσθαι, καὶ οἷόν τινα τῶν διὰ πίστεως
κεκλημένων εἰς ἁγιασμὸν ἀπαρχὴν γεγονότας, τῇ θείᾳ τε καὶ οὐρανίῳ καταχρυσοῦσθαι χάριτι. κατὰ δέ γε τὰς ἡμέρας 63 τῆς Πεντηκοστῆς συναγηγερμένων εἰς οἶκον ἕνα τῶν μαθητῶν, καὶ τὰς συνήθεις Θεῷ προσαγόντων λιτὰς, γέγονεν “Ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, 64
“καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ “ πυρὸς, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο “ λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς “ ἀποφθέγγεσθαι.’’ ἀπεφθέγγοντο δὲ προφητεύοντες, ἤγουν συνιέντες τε καὶ λέγοντες τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπὶ 65 Xριστῷ μαρτύρια, καὶ τὰ δἰ ὧν ἦν εἰκὸς εἰκὸς ἑτοίμως εἰσιέναι πρὸς 66 εὐπείθειαν ἀναπεπεισμένους εὖ μάλα τοὺς ἀκροωμένους, ὡς ἐνέστηκε λοιπὸν ὁ τῆς εὐδοκίας καιρὸς, καὶ τὰ πάλαι διὰ νόμου καὶ προφητῶν ἐπὶ χριστῷ προαπηγγελμένα πρὸς πέρας ἥκει λοιπόν. οὐκοῦν προεφήτευον, ἁπάσῃ γλώσση
λαλοῦντες, προαναφωνοῦντος Θεοῦ διὰ φωνῆς ἁγίων καὶ 67 τοῦτο. γέγραπται γάρ “ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν 68 “χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ καὶ οὐδ' οὕτως “πιστεύσωσι.’’ τοῦτό τοι συνεὶς καὶ ὁ θεσπέσιος Παῦλος, 69 εἰς σημεῖον δεδόσθαι τοῖς Ἰουδαίοις ἔφασκε τὴν πολυγλωσ-
70 σίαν. ὅτι δὲ καταπτάντος ἐξ οὐρανῶν τοῦ Ἁγίου Πνεύματος πολλοὶ λίαν ἦσαν οἱ τῷ τῆς προφητείας ἀναμεστούμενοι 71 πνεύματι, σαφηνιεῖ γράφων ὁ Παῦλος “προφῆται δὲ “ δύο ἢ τρεῖς λαλείτωσαν καὶ ἄλλοι διακρινέτωσαν. ἐὰν “ δὲ ἄλλῳ ἀποκαλυφθῇ φησὶ καθημένῳ, ὁ πρῶτος σιγάτω. 1
“ δύνασθε γὰρ πάντες καθ’ ἕνα προφητεύειν.’ πάλαι μὲν γὰρ διὰ πολλὴν δυστροπίαν παρακρούοντος τοῦ Ἰσραὴλ, 72 ἔφασκε Θεός “Ἴδου ἐγὼ λιμὸν ἐπάγω ἐπὶ τὴν γῆν, οὐ λιμὸν “ἄρτου, οὐδὲ δίψαν ὕδατος· ἁλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον “κυρίου, καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται
“ζητοῦντες τὸν λόγον κυρίου, καὶ οὐ μὴ εὕρωσι.’’ καὶ 73 πρός γε τὸν μακάριον Ιεζεκιήλ “ καὶ τὴν γλῶσσάν σου 74 “συνδήσω καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα 75 ἐλέγχοντα, ὅτι οἶκος παραπικραίνων ἐστίν.’’ ἐπειδὴ δὲ, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν “Θεὸς Κύριος, καὶ ἐπέφανεν 76 “ἡμῖν·’’ ἐπέλαμψε γὰρ ἡμῖν ὁ κύριος ἡμῶν Ἰησοῦς χριστὸς, ἀνιεὶς ἐγκλήματα καὶ ἀπαλλάττων αἰτιαμάτων, καὶ τὸ τῆς
ἁμαρτίας ἐμφράττων στόμα· δέδοται λοιπὸν ἡ τοῦ Ἀγίου πνεύματος χύσις, Θεοῦ κατευφραίνοντος τὴν ἀνθρώπου φύσιν, καὶ τῇ ἄνωθέν τε καὶ ἐν ἀρχαῖς στεφανοῦντος δόξη, καὶ εἰς ἐκεῖνο πάλιν αὐτὴν φιλαγάθως ἀνακομίζοντος, εἰς 77 ὅπερ ἦν ἐν ἀρχαῖς, οὔπω τῆς ἁμαρτίας εἰσκεκριμένης.
Οὐ γὰρ ἔρημον ὄντα προφητικοῦ πνεύματος εὑρήσομεν τὸν Ἀδὰμ οὔπω τὴν θείαν ἐντολὴν παραβεβηκότα· βεβηκότα δὲ ὥσπερ καὶ ἐρηρεισμένον ἔτι, καὶ τοῖς τῆς φύσεως ἀγαθοῖς ἐμπρέποντα. καὶ γοῦν ὅτε τὴν γυναῖκα Θεὸς πλαστουργήσας ἤγαγε πρὸς αὐτὸν, καίτοι τίς τε καὶ πόθεν εἴη, τίνα
τε ἀνέφυ τρόπον ἀκούσας οὐδενὸς, εὐθὺς ἐπεφώνει “τοῦτο 78 “νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός “μου· αὕτη κληθήσεται γυνὴ, ἤτοι κατὰ τὴν Ἑβραίων ἔκδοσιν ἀνδρὶς, “ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη.’’ ἀλλ’ 79 ἤργησε μὲν ἡ ἀνθρώπῳ δοθεῖσα χάρις, ἀνεκαινίσθη γεμὴν
ἐν χριστῷ, ὅς ἐστι δεύτερος Ἀδάμ. ἀνεκαινίσθη δὲ τίνα τρόπον; ᾗ μὲν γάρ ἐστι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ υἱός· γεγέννηται γὰρ ἀληθῶς ἐκ τοῦ Θεοῦ καὶ πατρός· ἴδιον αὐτοῦ καὶ ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ τὸ πνεῦμά ἐστι, 80 καθάπερ ἀμέλει καὶ ἐπ’ αὐτοῦ νοεῖται τοῦ Θεοῦ καὶ Πατρός῾ ἧ δὲ γέγονεν ἄνθρωπος καὶ πέφηνε καθ’ ἡμᾶς, ἐπακτὸν ἔχειν 81 τὸ πνεῦμα λέγεται. καταπεφοίτηκε γοῦν ἐπ’ αὐτὸν ἐν εἴδει 82 περιστερᾶς, ὅτε καθ’ ἡμᾶς γεγονὼς, ὡς ἔφην, ὡς εἷς ἐξ ἡμῶν οἰκονομικῶς ἐβαπτίζετο. τότε καὶ τὸ ἴδιον αὐτοῦ πνεῦμα
δοτὸν αὐτῷ ἄνωθεν γενέσθαι λέγεται, διὰ τὸ ἀνθρώπινον, καὶ τοῦτό ἐστιν ἡ κένωσις. νοοῖτο δ’ ἃν ὧδε τε, καὶ οὐχ 83 ἑτέρως “Δι’ ἡμᾶς πτωχεῦσαι πλούσιος ὣν, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. δέδοται μὲν γὰρ, ὡς ἔφην, τὸ πνεῦμα τῷ Ἀδὰμ ἐν ἀρχαῖς, πλὴν οὐ μεμένηκεν τῇ
ἀνθρώπου φύσει· διανένευκε γὰρ εἰς τὸ πλημμελὲς, καὶ παρώλισθεν εἰς ἁμαρτίαν, κατηρρώστησέ τε πᾶν εἶδος ἀκαθαρσίας.
85 πνεῦμα, “ μεμένηκεν ἐπ’ αὐτόν·’’ ἔφη γὰρ οὕτως ὁ μακάριος Ἰωάννης ὁ Εὐαγγελιστής· ἵνα καὶ ἐν ἡμῖν κατοικήσῃ λοιπὸν ἐμμόνως, ὡς ἤδη μεμενηκὸς ἐν τῇ τοῦ γένους ἡμῶν ἀπαρχῇ δευτέρᾳ, τουτέστι χριστῷ· κατωνόμασται γὰρ διὰ τοῦτο καὶ δεύτερος Ἀδὰμ, δι’ οὗ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον ἀνεστοιχειώμεθα,
καὶ τὴν διὰ πνεύματος ἀναγέννησιν εὖ μάλα κερδαίνομεν, οὐκέτι τὴν πρώτην ἔχοντες, τὴν κατὰ σάρκα 86 φημὶ, τὴν εἰς φθοράν τε καὶ ἁμαρτίαν· “τὸ γὰρ φρόνημα 87 “τῆς σαρκὸς θάνατος,’’ κατὰ τὸ γεγραμμένον· ἀλλὰ τὴν ἄνωθεν καὶ δευτέραν, τὴν ἐκ Θεοῦ διὰ πνεύματος, εἴπερ
88 ἐστὶν ἀληθὲς ὡς “οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος 89 ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ γεγεννήμεθα.“ ἔδει δὴ οὖν ἔδει τοὺς ἐν τέκνοις Θεοῦ κατατεταγμένους καὶ τὴν τοῦ Ἁγίου Πνεύματος καταπλουτῆσαι χάριν. ἐνήργηκε δὲ καὶ τοῦτο εἰς ἡμᾶς χριστὸς, καὶ πιστώσεται λέγων ὁ θεσπέσιος Πέτρος
“Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τήν τε ἐπαγγελίαν τοῦ 90 “πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς, ἐξέχεε “τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε.’’ δέχεται μὲν γὰρ ὡς 91 ἄνθρωπος παρὰ τοῦ πατρὸς τὸ ἐνὸν αὐτῷ φυσικῶς· ἐκχεῖ δὲ πλουσίως εἰς ἡμᾶς, ὅτι καὶ Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ
εἰ γέγονε σάρξ. ἐκχεῖ δὲ ἐπὶ πᾶσαν σάρχα. καὶ τοῦτο δῆλον, ὡς οὐκ ἐπὶ μόνους τοὺς ἐκ περιτομῆς, ἀλλ’ ἐφ’ ἅπαντας ἁπλῶς τοὺς διὰ πίστεως καλουμένους, κἂν εἰ ἐκ πλάνης, εἶεν Ἑλληνικῆς, κἂν εἴτε μικροὶ καὶ μεγάλοι, δοῦλοι 92 καὶ ἐλεύθεροι, βάρβαροί τε καὶ Σκύθαι. πρόκειται γὰρ τῆς
ἐν χριστῷ σωτηρίας ἡ χάρις τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν, 93 ὅτι καὶ αὐτός ἐστι “Ηροςδοκία ἐθνῶν.”
γένους, καὶ οὐχὶ “ τῶν βοῶν μέλει τῷ Θεῷ, καθὼς 95 καὶ ὁ σοφὸς ἔφη Παῦλος. προφητεύσειν δέ φησιν υἱοὺς καὶ θυγατέρας, τὸ τῆς χάριτος ἀμφιλαφὲς καὶ τὸ ἐπὶ πάντας ἆτον διὰ τούτων ὑποδηλῶν. εἴη γὰρ ἂν οὐκ ἀπόβλητον παρὰ Θεῷ τὸ θῆλυ γένος, εἰ τὰ αὐτῷ δοκοῦντα δρῴη τε 96
προθύμως, καὶ μὴν καὶ ἕλοιτο φρονεῖν, οὔτε μὴν ἀγέραστον, ἢ ἀμέτοχον ἁγιασμοῦ, εἰ διά τε τῆς πίστεως καὶ τῆς ἐν 97 ἔργοις ἐπιεικείας εὐδοκιμοῦν ἔσται· πόθεν; ἠξίωται γὰρ καὶ 98 αὐτὸ χάριτός τε καὶ οἰκτιρμῶν, καὶ “ τὸν ἀρραβῶνα τοῦ “πνεύματος δέχεται παρὰ Θεοῦ, λελόγισται δὲ καὶ ἐν τέκνοις. πρεσβυτέρους μὲν οὖν ἐνυπνίοις ἐνυπνιασθήσεσθαί φησιν, ὄψεσθαι δὲ καὶ ὁράσεις τοὺς ωεανισκους, πρεσβυτικὴν
99 ἡλικίαν, καθάπερ ἐγῷμαι, λέγων τὴν ὡς ἐν ποσότητι τῆς ἀρετῆς προὔχουσάν τε καὶ ὑπερκειμένην, καὶ οἷον λαμπροῖς πεπολιωμένην κατορθώμασι, καὶ φρονήσει διαπρέπουσαν τῇ τελεωτάτη καὶ τεθαυμασμένην, ὁποῖός τις ἦν καὶ ὁ θεσπέσιος Παῦλος, ὃς τεθέαται καθ’ ὕπνον ἄνδρα τινὰ τῶν ἐκ
100 Μακεδονίας, ἐκλιπαροῦντά τε καὶ λέγοντα “Διαβὰς εἰς “Μακεδονίαν βοήθησον ἥμιν· γέγραπται γὰρ οὕτως ἐν ταῖς πράξεσι τῶν σοφῶν ἀποστόλων. Ἀνανίας δέ τις τῶν ἐν πίστει δεδοκιμασμένων ὅρασιν ἐπ’ αὐτῷ τεθέαται τῷ μακαρίῳ 101 Παύλῳ. ἐπειδὴ γὰρ ἧκεν εἰς Δαμασκὸν, αὐτῷ κατὰ τὴν
102 ὁδὸν ὀφθέντος χριστοῦ, εἶτα τῆ τοῦ φωτὸς ἀστραπῇ τὴν ὄψιν ἀφῄρηται, τεθεράπευται διὰ χριστοῦ. γέγραπται δὲ 103 οὕτως πάλιν· “Ἦν δέ τις ἐν Δαμασκῷ μαθητὴς ὀνόματι “Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος Ἀνανίᾳ. “ ὁ δὲ εἶπεν Ἴδου ἐγώ. ὁ δὲ κύριος πρὸς αὐτόν Ἀναστὰς
“πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζή- “τησον ἐν οἰκίᾳ Ἰούδα Σαοὺλ ὀνόματι ταρσέα.” ἀκούεις ὅπως ἐν ὁράματι μὲν λελάληκε πρὸς Ἀνανίαν; ἦν γάρ που τάχα τὴν πίστιν εὔτονος, καὶ νεανίας τὴν ἕξιν, καὶ σφριγῶσαν ἔχων εἰς τὸ ἀγαθὸν τὴν γνώμην, ἄθραυστος εἰς ἀλκὴν,
104 δῆλον δὲ ὅτι τὴν πνευματικήν. καθ’ ὕπνον δὲ τῷ μακαρίῳ 105 Παύλῳ τὰς λιτὰς ἐδόκει προσφέρειν ὁ Μακεδών· ἦν γὰρ τὴν φρένα πρεσβύτης, τὸν νοῦν γηραιὸς, καὶ τῆς ἄνωθεν σοφίας ἔμπλεως. προσεφώνει δέ που καὶ ὁ σοφὸς Ἰωάννης τοῖς
ἡγιασμένοις ἐν χριστῷ διὰ πίστεως “Γράφω ὑμῖν πατέρες, 106 “ ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς. γράφω ὑμῖν νεανίσκοι, ὅτι “ ἰσχυροί ἐστε καὶ νενικήκατε τὸν πονηρόν.’’ ἐπαγγέλλεται δὴ οὖν τὴν χύσιν τοῦ Ἁγίου Πνεύματος τοῖς δουλεύουσιν αὐτῷ. τίνες δ’ ἂν οἱ τοιοίδε πάλιν; ἢ ἐκεῖνοι πάντως οἳ 107
τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ὑποφέρουσι τὸν αὐχένα τῆς διανοίας, τῆς μὲν ἐν τύπῳ λατρείας ἀποφοιτήσαντες, Ἑλληνικῆς δὲ ἀπάτης ἀποπεπαυμένοι, κατὰ τὸν λέγοντα;
ὁρῶσα τὸν ἑαυτῆς Δεσπότην, καὶ ὁ μὲν θεῖος ναὸς 111 καὶ ἀσχάλλων τοῖς πενθοῦσιν ἐν ἴσῳ, περιερρήγνυτο· γέγραπται γὰρ, ὅτι “Τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ s.Matth. “ἄνωθεν ἕως κάτω·’’ ὁ ἥλιος δὲ τὸ οἰκεῖον ἀνακόψας σέλας καὶ τὴν ἀκτῖνα συνενεγκὼν, οὐκ ἠξίου φαίνειν ἔτι τοῖς ἐπὶ
τῆς γῆς. ἐποίει γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας 112 113 114 ἐνάτης, ἐσχίζοντο δὲ καὶ αἱ πέτραι, τάχα δέ που καὶ περὶ τον τῆς σελήνης κύκλον ἐπράττετό τι τῶν ἀσυνηθων, ὡς δοκεῖν εἰς αἷμα μεταπεποιῆσθαι καὶ αὐτήν. σεσίγηται μὲν οὖν τὸ τοιόνδε παρὰ τοῖς ἁγίοις εὐαγγελισταῖς, ἀξιόχρεως γεμὴν ἡ πίστις ἐκ τῆς προφητείας. ὅτι δὲ τοῖς τοῦ Δημιουργοῦ
νεύμασιν οὐκ ἐν ἡλίῳ μόνω τὰ σημεῖα γέγονεν, ἀλλ’ οἷον ὅλη πρὸς τὸ ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετακεχώρηκεν ἡ κτίσις, σαφὲς ἂν γένοιτο Θεοῦ λέγοντος διὰ 115 φωνῆς Ἡσαΐου “Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, “ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ.’’ οὐρανὸν δὲ
ὅταν λέγῃ, πάντα που πάντως φησὶ τὰ ἐν οὐρανῷ καὶ οἷον σάκκῳ τῷ σκότει καταμφίεσαι, πενθοῦντά τε καὶ ἀλγοῦντα, καὶ ὥσπερ διακεκραγότα τῷ σχήματι. σημεῖα μὲν οὖν ἐν οὐρανῷ ταυτὶ φαίην ἄν· τὰ δέ γε εἰς γῆν αἷμά τε καὶ πῦρ, καὶ ἀτμὶς καπνοῦν καταδηλώσειεν ἂν οἶμαι που τὰς τῶν
Ἰουδαίων συμφορὰς, ἃς ὁ παγχάλεπος αὐτοῖς ἐπεσώρευσε 116 πόλεμος, ὁ διὰ τῆς Ῥωμαίων χειρός. αἵματι γὰρ ἡ πᾶσα μὲν αὐτοῖς κατερραίνετο χώρα. ἔμελλε δὲ ὁμοῦ ταῖς πόλεσι καταπίμπρασθαι καὶ αὐτὸς ὁ διαβόητος νεὼς, οἶκοί τε καπνίζεσθαι κατασεσεισμένοι. ὅτι δὲ καὶ πρὸ τῆς ἡμέρας
τῆς μεγάλης καὶ ἐπιφανοῦς, καθ’ ἢν ἅπασι τὸ θεῖον προκείσεται 117 βῆμα χριστοῦ διδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τὰ τοιάδε τοῖς Ἰουδαίοις συμβήσεται, διαμεμήνυκεν 118 εἰπὼν πρὶν ἐλθεῖν τὴν ἡμέραν κυροῦ τὴν μεγάλην καὶ ἑπιφανη. σημειωτέον δὲ πρὸς τούτοις, ὅτι καὶ αὐτὸς ὁ Κύτιος ἐρωτώμενος παρὰ τῶν σοφῶν ἀποστόλων τὰ περὶ τῆς συντελείας τοῦ αἰῶνος, καὶ τὰ περὶ τῆς τῶν Ἱεροσολήμων 119
καταστροφῆς, ἔμιξε τὰ σημεῖα, ὡς τάχα που καὶ ἀγνοεῖσθαι λοιπὸν, ποῖα δή ποτε συμβήσεται.
προσκέκληται.
ἐν χριστῷ δικαίωσιν, τὸν ἀρραβῶνα τοῦ Πνεύματος, τὸν ἁγιασμὸν, τὴν ἐλπίδα τῆς τῶν οὐρανῶν βασιλείας, ἀμνησικάκως αὐτοῖς ἀνέντος Θεοῦ καὶ τὰ εἰς Χριστὸν ἐγκλήματα. καὶ γοῦν ὁ θεσπέσιος Πέτρος κατῃτιᾶτο μὲν σφόδρα τοὺς Ἰουδαίων δήμους; διαρρήδην ἀνακεκραγὼς, ὡς ἀπεκτόνασι
μὲν κρεμάσαντες ἐπὶ ξύλου τὸν τῶν ὅλων Σωτῆρα καὶ 122 λυτρωτὴν, καὶ “Ἠρνήσαντο μὲν τὸν ἅγιον καὶ δίκαιον, 123 “ ἐζήτησαν δὲ ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς.” προσετίθει δὲ τούτοις “καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν 124 “ ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. μετανοήσατε 125
“οὐν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ “Κυρίου Ἰησοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύ- “μάτος· ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις 126 “ὑμῶν. οὐκοῦν κἂν εἰ γένοιτο, φησὶ, σημεῖα καὶ τέρατα, 127 σωθήσεται πᾶς ὃς ἂν ἐπιγράψαιτο δεσπότην τὸν οὐρανοῦ τε καὶ γῆς κῦρον. ὅτι δὲ ἔμελλεν ὁ λόγος τῆς σωτηρίας ἐν αὐτῇ καὶ πρώτη λαληθήσεσθαι τῇ κυριοκτόνῳ Ἱερουσαλὴμ, περιενεχθήσεσθαι δὲ οὕτω καὶ εἰς πάντα τὰ ἔθνη διὰ τῶν
ἁγίων Ἀποστόλων, σαφὲς ἃν γένοιτο, τοῦ Προφήτου λέγοντος Ἐν τῷ ὄρει Σιῶν καὶ ἐν Ἱερουσαλὴμ ἔσται ἀνασωζόμενος, καὶ εὐαγγελιζόμενος, οὓς Κύριος προσκέκληται· ὡς γὰρ 128 ὁ θεσπέσιος γράφει Παῦλος “οὐχ ἑαυτῷ τις λαμβάνει τὴν “τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ.’’ κέκληνται τοίνυν
129 ἀπολέγδην ἐκ πάντων οἱ μακάριοι μαθηταὶ, καὶ οὐκ ἀυτόμλοι παρῆλθον εἰς ἀποστολὴν, καθάπερ ὁ ἀπόπληκτος Φαρισαῖος ἐκεῖνος, ἤγουν νομικὸς, ὃς τοῖς τῆς μαθητείας 130 αὐχήμασιν ἑαυτὸν ἐνιεὶς, προσετίθει λέγων “ κύριε, ἀκολου- “θήσω σοι ὅπου ἐὰν ἀπέρχη.’’ ταύτῃτοι καὶ αὐτὸς ὁ Σωτῆρ’
παρενοχλοῦντά τε εἰκῆ, καὶ τῶν εὐαγγελικῶν ἐπιτηδευμάτων μάτων οὐδ’ ὅσον εἰπεῖν ἐγγὺς γεγονότα, παρωθεῖτο λέγων 131 “Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ “ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ “ τὴν κεφαλὴν κλῖναι·’’ τοῖς γεμὴν ἐπιτηδείως ἔχουσιν εἰς
132 ἀποστολὴν ἐπεφώνει λέγων “Δεῦτε ὀπίσω μου καὶ ποιήσω 133 ὑμὰς ἁλιεῖς ἀνθρώπων. Ματθαιον γεμην ἐξ αὐτῶν 134 ἀνίστη τῶν τῆς πλεονεξίας ἐργαστηρίων, ἀκολουθεῖν ἐπιτάττων· προσκέκληται δὲ, κατ’ ἰδίαν βούλησιν, οὕσπερ ἦν εἰκὸς, ἔσεσθαι δυνατωτάτους εἴς γε τὸ ἀποπεραίνειν δύνασθαι,
καὶ μάλα νεανικῶς, τὸ αὐτῷ δοκοῦν, εἰ καὶ ἥρπασε τὸν προδότην ὁ τῆς ἀνομίας εὑρετὴς καὶ πατήρ.
μου καὶ τῆς κληρονομίας μου Ἰσραὴλ, οἳ διεσπάρησαν έν τοῖς ἔθνεσι, καὶ τὴν γῆν μου καταδιείλοντο, καὶ ἐΜ τοι λαόι μου 139 ἔβαλον κλήρους, καὶ ἔδωκα τὰ παιδάρια πόρναις, καὶ τὰ 140 κοράσια ἐπώλουν ἀντὶ οἴνου κοὶ έπινον.
καὶ διήρη μένων αὐτῶν καὶ παντὸς τοῦ Ἰσραὴλ, εἴς τε τὸν Ἐφραῒμ καὶ τὸν Ἰούδα οἱ μακάριοι γεγόνασι προφῆται. λελαλήκασι δὲ τὰ παρ’ ἀμφοῖν, τῆς ὅλης αὐτοῖς βασιλείας παρατεινούσης μέχρι καιρῶν τῆς αἰχμαλωσίας. μετὰ ’δε γε 141 τὴν ἐν τοῖς Ἱεροσολύμοις ἐκεῖθεν ὑποστροφὴν, καὶ τὴν
γεγενημένην κατὰ καιροὺς ἐπάνοδον, προεφήτευσαν ἐπὶ τὸν Ἰσραὴλ Ἀγγαῖός τε καὶ Σαχαρίας καὶ μέντοι καὶ Μαλαχίας φαίνεται δὲ καὶ ὁ Ἔσδρας ὀλίγα ἄττα τῶν κατ’ ἐκεῖνο καιροῦ, καὶ ἐν τοῖς αὐτοῦ χρόνοις γεγενημένων προαγορεύσας. μέμνηται τοίνυν τῶν προκειμένων ὁ λόγος
πράγματος οὐκ ἐν καιρῷ προφητῶν τῶν ἀρχαίων ἀλλ’ ὅτε δὴ μόλις Κύρου τὸν λαὸν ἀνέντος ἑπενόστησαν εἰς τὴν Ἰουδαίαν. καὶ τί τὸ χρῆμα τὸ ἀξιάκουστον, 142 τί δὲ δὴ γενέσθαι συμβέβηκεν, ἐροῦμεν ὡς ἔνι, τὴν τοῦ Εσθρα συγγραφὴν κομίζοντες εἰς ἀπόδειξιν.
146 Ἔσδρας, περιερρήγνυτο μὲν τὴν ἐσθῆτα, κατωλοφύρετο δὲ τοὺς ἐξ Ἰσραὴλ, καὶ τῶν ἀλλοφύλων γυναικῶν ἀπαλλάττεσθαι παρεκάλει. οἱ δὲ τοῦτο δρᾶν ἀνεπείθοντο, δεδιότες τάχα που τὰ ἐξ ὀργῆς, καὶ τῶν ἐσομένων αὐτοῖς, εἰ μὴ ἕλοιντο τιμᾶν τὸν νόμον, τῶν προγεγονότων τὴν πεῖραν
ἐποιοῦντο διδάσκαλον. ἐπειδὴ δὲ ἀπεβέβλητο καὶ ἀπεφοίτα 147 τῶν Ἱεροσολύμων ἡ τῶν ἀλλοφύλων γυναίων πληθὺς, λοιπὸν ἀναγκαίως κατεπικραίνοντο πρὸς ὀργὰς οἱ περίοικοι τῶν ἐθνῶν, ἅτε δὴ καὶ διὰ τούτων οὐ μετρίως ἐξυβρισμένοι, καὶ πρός γε δὴ τούτῳ κἀκεῖνο που τάχα διελογίζοντο κατὰ
σφᾶς αὐτούς. ἐπειδὴ γὰρ τὴν Ἱερουσαλὴμ ἀνετείχιζον μὲν, ἐσπούδαζον δὲ καὶ αὐτὸν τὸν θεῖον ἐγείρειν ναὸν, τοῖς τοῦ φθόνου βέλεσιν ἀνεκαίοντο πρὸς ὀργὰς, καὶ διακωλύειν ἐπεχείρουν, ἐκεῖνο διενθυμούμενοι, κατά γε τὸ εἰκὸς, ὡς εἰ 148 γένοιτο πάλιν ὁ Ἰσραὴλ ἐν δυναστείαις ταῖς πρώην, καὶ
τετειχισμένας μὲν ἔχοι τὰς πόλεις, ἐπαμύνοντα δὲ τὸν τῶν ὅλων Θεὸν, ἅτε δὴ τοῖς ἀρχαίοις ἔθεσι θεραπευόμενον ἐν ναῷ, πάλιν κατακρατήσει καὶ ἀφόρητος ἔσται τοῖς ἁπανταχοῦ, καὶ δασμοὺς ἐπιβαλεῖ τῶν ὁμόρων τισὶ, καὶ ἁλώσονται πάντως, καταδῃουμένων μένων αὐτοῖς τῶν χωρῶν, εἰ δή
τινες ἕλοιντο κἂν γοῦν ὀψὲ ἀντιβλέψαι μόνον. ταύτης ἕνεκα τῆς αἰτίας παρεσκεύαζον μέν τινας ἀπείργειν αὐτοὺς τῶν τε ἐπ’ αὐτῷ τῷ ναῷ, καὶ τοῖς τείχεσι κατασκευασμάτων. ἐπειδὴ 149 δὲ αὐτοῖς ἀνόνητος ἦν ἡ σπουδὴ, Θεοῦ κατευρύνοντος τοῖς ἐξ Ἰσραὴλ τὴν τῶν ἐπιτηδευμάτων ὁδὸν, ὡπλίζοντο λοιπὸν
καὶ καταστρατεύειν ἤθελον· ἀλλ’ ἥλωσαν καὶ πεπτώκασι 150 ἐπαμύνοντος αὐτοῖς Θεοῦ. γέγονε δὲ τῶν εἰς τοῦτο συναγηγερμενων ἡ ἄθροισις ἐν τῇ κοιλάδι Ἰωσαφάτ· χῶρος δὲ οὗτος οὐ πολλοῖς σταδίοις ἀπέχων Ἰερουσαλὴμ, ἐν τοῖς πρὸς ἠῶ μέρεσι. ψιλὸν δὲ εἶναί φασι, καὶ ἱππήλατον. ὅτι δὲ διεφθονήκασι
μέν τινες τῶν δυνατωτέρων τοῖς ἐξ Ἰσραὴλ τὸν θεῖον ἐγείρουσι ναὸν, ὤνησαν δὲ οὐδὲν, διδάξει λέγων ὁ 151 μακάριος Ἔσδρας “Ἐν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τοῦ 152 “ Περσῶν βασιλέως χρόνοις κατέγραψαν κατὰ τῶν κατοι- “ κούντων ἐν Ἰουδαίᾳ καὶ ἐν Ἰερουσαλὴμ Βήλεμος καὶ
“ Μιθριδάτης καὶ Ταβέλλιος καὶ Ῥάθυμος καὶ Βεέλτεθμος “καὶ Γεελ́τεθμος ὁ γραμματεὺς, καὶ οἱ λοιποὶ οἱ τούτοις “συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις “τόποις.’’ ἦν δὲ τῆς γραφῆς τοιάδε τις ἡ δύναμις, ὡς εἴη μὲν πόλις ἄθραυστον ἔχουσα δύναμιν Ἱερουσαλὴμ, εἴκουσα
δὲ οὐδαμῶς τοῖς τῶν ἑτέρων χωρῶν βασιλεῦσιν· ἀντεγει- 153 ρομένη δὲ μᾶλλον καὶ σφόδρα νεανικῶς, ἢν εἰ γένοιτο πάλιν ὑπονοστῆσαι πρὸς τὸ ἀρχαῖον, καὶ αὐτοῖς σωρεύσει φροντίδας τοῖς τῆς Βαβυλῶνος κατὰ καιροὺς ἡγουμένοις. ἀλλ’ ὤνησαν μὲν, ὡς ἔφην, οἱ τὰ τοιάδε γεγραφότες παντελῶς οὐδέν.
παρεκάλουν δέ τινες τῶν ἐν Σαμαρείᾳ, τοὺς ἐκ Βαβυλῶνος μετοικισθέντας συνεργάζεσθαί τε καὶ συνοικοδομεῖν αὐτοῖς. οἱ δὲ οὐκ ἤθελον, καὶ ταύτης ἕνεκα τῆς αἰτίας κεκμήκασιν οὐ μετρίως, ταῖς ἐκείνων ἐπιβουλαῖς ἀντεξάγοντες. γέγραπται 154 δὲ οὕτως ἐν τῷ Ἕσδρᾳ πάλιν “Καὶ ἤκουσαν οἱ θλίβοντες 155
“Ἰούδαν καὶ Βενιαμὶν, ὅτι οἱ υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν “οἶκον τῷ κυρίῳ Θεῷ Ἰσραήλ· καὶ ἤγγισαν πρὸς Σορο- “βάβελ καὶ πρὸς τοὺς ἄρχοντας τῶν πατριῶν, καὶ εἶπον “αὐτοῖς οἰκοδομήσομεν μεθ’ ὑμῶν, ὅτι ὡς ὑμεῖς ἐκζητοῦ- “μὲν τὸν Θεὸν ὑμῶν, καὶ αὐτῷ ἡμεῖς θυσιάζομεν ἀπὸ 156 Β. (A.V.) οἰκοδομήσωμεν Edd. 29. ὑμεῖς (sic) iid. ante Migne. “ ἡμερῶν Σαρσάθου βασιλέως Ἀσοὺρ τοῦ ἐνέγκαντος ἡμᾶς “ὧδε. καὶ εἶπε πρὸς αὐτοὺς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ “ οἱ κατάλοιποι τῶν ἀρχόντων τῶν πατριῶν τοῦ Ἰσραήλ “ Οὐχ ὑμῖν καὶ ἡμῖν τοῦ οἰκοδομῆσαι οἶκον τῷ Θεῷ ἡμῶν, 157 “ ὅτι ἡμεῖς αὐτοὶ ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν κυρίῳ τῷ Θεῷ
“ ἡμῶν, ὡς ἐνετείλατο ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν. καὶ “ ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων τὰς χεῖρας τοῦ λαοῦ Ἰούδαι, “ καὶ ἐνεπόδιζον αὐτοὺς τοῦ οἰκοδομεῖν, καὶ μισθούμενοι ἐπ’ “ αὐτοὺς, βουλευόμενοι τοῦ διασκεδάσαι βουλὴν αὐτῶν.’’ ἁλλ’ ἐπεβούλευον μὲν, ἄπρακτος δὲ καὶ τούτοις ἡ ἐπιχείρησις
ἦν. ὅτι δὲ τῆς λαθραίου λοιπὸν ἀτονούσης ἐπιβουλῆς τὸν πολέμου νόμον ἤεσαν στρατευόμενοι πάντες οἱ περίοικοι 158 τῶν ἐθνῶν, ἥλωσάν τε καὶ πεπτώκασι, κἀντεῦθεν ἂν μάθοις. 159 γράφει γὰρ ὧδε πάλιν καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ. “καὶ “ἐγένετο ὡς ἤκουσεν Ἀναβαλὰτ καὶ τωβίας καὶ οἱ Ἄραβες
“καὶ οἱ Ἀμμανῖται ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερου- “σαλὴμ, καὶ ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, “πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα. καὶ συνήχθησαν πάντες “ἐπὶ τὸ αὐτὸ ἐξελθεῖν καὶ παρατάξασθαι ἐν Ἰερουσαλήμ. 160 “καὶ πρὸς κύριον τὸν Θεὸν ἡμῶν, φησὶ, προσηυξάμεθα,
“καὶ ἐστήσαμεν προφύλακας ἐπ’ αὐτοὺς ἡμέρας καὶ νυκτὸς “ἀπὸ προσώπου αὐτῶν. καὶ εἶπεν Ἰούδας Συνετρίβη ἡ “ἰσχὺς τῶν ἐχθρῶν, καὶ ὄχλος πολύς. καὶ σεσίγηται μὲν ἐν τούτοις τῆς κοιλάδος ἡ μνήμη· φέρει δὲ τοῦτο πάλιν εἰς ἡμᾶς ὁ τῆς παραδόσεως λόγος. ἀξιόχρεως δὲ εἰς πίστιν ἡ
προφητεία καὶ αὐτὸν ἡμῖν τὸν τοῦ πολέμου χῶρον κατονομάζουσα. ταυτησὶ τῆς ἱστορίας μεμνῆσθαί φαμεν, συνάξειν λέγοντα πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφάτ. δῆλον δὲ ὅτι οὐκ ἄκοντα ἄξει, ἀλλ’ ὅτι βουλόμενα ἐλθεῖν οὐ κωλύσει. διακριθήσεσθαι δὲ πρὸς ταῦτα περὶ τοῦ Ἰσραὴλ
161 καὶ τῆς ἑαυτοῦ κληρονομίαις, ἣν καταδιείλοντο διαρπάζοντές 162 που τάχα τὰ τῶν Βαβυλωνίων λείψανα, καὶ ἐν καιρῷ τῆς ταλαιπωρίας συνεπιτιθέμενοι, καὶ πόρναις μὲν τοι παιδάρια χαριζόμενοι, προθέντες δὲ τὰ κόρια πρὸς ἀσυνήθη πορνείαν,
καὶ οἷον ἐκκαπηλεύοντες ταῖς ἑτέρων ἀσελγείαις, εἶτα τοὺς ἐντεῦθεν μισθοὺς εἰς τρυφὰς καὶ μέθας συλλέγοντες. Φαμὲν ’δε τι καὶ ἐφ’ ἡμῶν τοιοῦτον γενέσθαι, τὴν διὰ χριστοῦ λύτρωσιν ἐννενοηκότες. ἐξείλετο μὲν γὰρ ἡμᾶς αἰχμαλώτους ὄντας, καὶ ὑπὸ τυράννῳ πράττοντας, πικρῷ 163
φημὶ δὴ τῷ σατανᾶ, ἀνεκόμισε δὲ ὥσπερ εἰς γῆν ἁγίαν, εἰς πολιτείαν εὐαγγελικὴν, εἰς ἕξιν εὐμαθεστάτην, εἰς πόλιν τετειχισμένην τὴν νοητὴν Ἰερουσαλὴμ, “ ἥτις ἐστὶν Εκ- 164 “κλησία Θεοῦ ζῶντος,“ οἰκοδομεῖσθαι παρασκευάσας, ὡς λίθους τιμίους “ εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ 165
“ἐν πνεύματι ἀλλὰ τοῖς ἐκ βασκανίας πόνοις ἡ τῶν δαιμονίων ἀνεφλέχθη ἀνοσία πληθὺς, καὶ μέντοι πρὸς τούτοις οἱ τοῖς δόγμασι τῆς ἀληθείας μαχόμενοι, καὶ πολλὰς 166 μὲν τὰς κατὰ τῶν ἁγίων ἐφόδους πεποίηνται, ἠδίκησαν δὲ οὐδὲν προασπίζοντος Θεοῦ, παραθαρρύνοντος δὲ χριστοῦ
καὶ λέγοντος “ Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ, ἀλλὰ θαρσεῖτε, 167 ἐγὼ νενίκηκα ’τον κόσμον.
οἴονται δὲ ὅτι τῶν εἰς αὐτοὺς ἕνεκα γεγονότων ἀποτιοῦσι 168 λόγους, οἱ κατὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν. ἀμοιρήσειε δ' ἂν οὐδαμῶς τοῦ γελᾶσθαι πρέπειν τὸ ἐνθύμημα αὐτῶν, τῆς θεοπνεύστου γραφῆς τὰ τῆς προφητείας ἐκπεπεράνθαι λεγούσης, καὶ ὅτι δίκας ἐξῄτηνται παρὰ Θεοῦ τὰ περίοικα τῶν
ἐθνῶν, τοῦ πολέμου γεγονότος ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφάτ. 169 ἐπέθρωσκον γὰρ, ὡς ἔφην, τοῖς λειψάνοις τοῦ Ἰσραὴλ, καίτοι πλείστην ὅσην ἀνατλάντος ταλαιπωρίαν· δέδοντο γὰρ τοῖς Βαβυλωνίοις.
ὑμεῖς ἐπ' ἐμοί; ὀξέως καὶ ταχέως ἀνταποδώσω τὸ 172 ἀνταπόδομα ὑμῶ εἰς τὰc κεφαλὰς ὑμῶν, ἀνθ' ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά 173 μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν· καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοσθε τοῖς υἱοῖς τῶν
174 Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶι ὁρίων αὐτῶν.
αὐτῆς τῆς Γὲθ, ἥτις καλεῖται καὶ ἀλλοφύλων. τοιγάρτοι καὶ πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός Καὶ τί ἐμοὶ καὶ ὑμῖν 175 Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; ποίας γὰρ, φησὶ, τὰς ἀφορμὰς τῆς ἀγριότητος ἔχοντες, ταλαιπωροῦντα τὸν Ἰσραὴλ, καὶ ταῖς ἐκ Βαβυλωνίων συμφοραῖς
οὐ μετρίως κατηχθισμένον ἀνοσίως ἐπιφορτίζετε, πικρῶς ἐπιβαίνοντες καὶ οἷον ἐμὲ γελῶντες τὸν σώζοντα τάχα που, καὶ ἀμυνόμενοι, καὶ τὰ ἐχθρῶν εἰς ἐμὲ τολμῶντες λέγειν, μᾶλλον δ' ἤδη καὶ δρᾶσαι; οὐκοῦν οὐκ εἰς μακρὰν ἀπολήψεσθε τὸ ἀνταπόδομα. ἥξει δὲ ὑμῖν εἰς κεφαλήν· δίκας
γὰρ ἀποτιεῖτε ἐμοὶ τῷ διακριθησομένῳ πρὸς ὑμᾶς ἐν τῆ 176 κοιλάδι τοῦ Ἰωσαφάτ. ἐγκαλεῖ δὲ αὐτοῖς ὡς διηρπακόσι 177 μὲν τὰ ἐπίλεκτα τοῦ ναοῦ, καὶ τὰ χρυσᾶ σκεύη σεσυληκόσι, καὶ ταῖς τῶν ἰδίων θεῶν ἀνατεθεικόσι τιμαῖς. ἀφόρητον δὲ τὸ χρῆμα καὶ πικρὸν, καὶ οὐκ ἀνικάνως ἔχον εἴς γε τὸ δύνασθαι καταλυπῆσαι Θεόν. ἔφη γὰρ ὅτι “Τὴν δόξαν 178
“ μου ἑτερ́ῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. τί γὰρ ἕτερον ἃν εἴη τὸ τοῖς θείοις ἀναθήμασι τοὺς τῶν εἰδώλων καλλωπίζειν ναοὺς, ἢ μονονουχὶ διακεκραγέναι καὶ λέγειν ὡς εἴη μὲν ὁ τῶν ὅλων Θεὸς ἐν δευτέροις, τὰ δὲ ἐν λόγῳ τῷ προὔχοντι καὶ σώζειν εἰδότα τοὺς ἰδίους προσκυνητάς; 179
καὶ οὐκ ἀπόχρη, φησὶν, εἰς δυσσέβειαν ὑμῖν τὸ τῶν θείων ἀναθημάτων τὸν ἐμὸν γυμνῶσαι νεὼν, ἀλλὰ γὰρ καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοσθε τοῖςνὐοῖς τῶν Ἑλλήνων. γενέσθαι δέ τι τοιοῦτον εἰκὸς, ὡς ἐν ταῖς χώραις τῶν ἐθνῶν τινὰς ἀποκομισθῆναι τῶν ἐξ Ἰσραὴλ,
ἀπεμπολούντων αὐτοὺς ἢ Τυρίων τυχὸν, ἢ καὶ ἑτέρων, οἷς ἐμπορία τὸ σπουδαζόμενον, καὶ φιλοκέρδεια τὸ ἐπιτήδευμα.
μονονουχὶ διαρπάζοντες τῇ τῶν Ἑλλήνων καταπωλοῦσι σοφίᾳ, ἵνα πολυπλόκων ἐννοιῶν ἀναπιμπλάμενοι, πικροὶ γένοιντο ζητηταὶ, μᾶλλον δὲ ἀπειθεῖς τε καὶ ἀλιτήριοι, καὶ τὰ ὀρθὰ διαστρέφοντες, καίτοι δέον ἁπλῆ διαβιῶναι φύσει, καὶ τὸν ἀκαπήλευτον λόγον τῆς ἀληθείας μελετᾶν. ἔξω
δὴ οὖν τῶν ἰδίων ὁρίων γενέσθαι τοὺς ἠπατημένους μένους παρασκευάζουσιν. ὅροι δὲ ὥσπερ καὶ χώρα τῶν τέκνων τῆς Ἐκ- 181 κλησίας τῆς ἀληθείας ἡ γνῶσις, καὶ τὸ εἰς πᾶν ὁτιοῦν τῶν ἀκριβῶς ἐξητασμένων εἰς ὀρθότητα νενευκός. λέγοιντο δ' ἂν εἰκότως χρυσᾶ σκεύη καὶ ἀργυρᾶ, καὶ ἐπίλεκτα Θεοῦ, κατὰ
τὸ ἀληθὲς οἱ πίστει τε κατηγλαισμένοι, καὶ τοῖς ἐξ ἔργων 182 ἀγαθῶν αὐχήμασι κεχρυσωμένοι, καὶ τῷ τῆς εὐσεβείας διαστίλβοντες κάλλει. ἀλλ’ εἰ γένοιτό τινα τῶν ὧδε λαμπρῶν τοῖς τῆς ἀπάτης ἐναλῶναι βρόχοις, ἀκούσονται πάντως οἱ 183 τῆς ἀπάτης εὑρεταί Τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε καὶ τὰ ἐπιλεκτά μου εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν.
ἔγκλημα δὲ τοῦτο δεινόν τε καὶ δυσδιάφυκτον. “Ἁμαρ- “τάνοντες γὰρ εἰς τοὺς ἀδελφοὺς, ὑπὲρ ὧν χριστὸς “ἀπέθανεν,” αὐτὸν ἀδικοῦσι χριστὸν, ᾧ πάντη τε καὶ πάντως τὰς τῶν εἰς αὐτὸν πεπλημμελημένων δίκας ἀποτιοῦσιν.
184
ἰσοστάθμου δικῆς. ὥσπερ γὰρ αὐτοὶ τὸ ἐξ Ἰούδα γένος εἷλον, εἶτα τοῖς ἀνδραποδώναις δεδώκασιν, ἀποκομίζειν εἰπόντες εἰς ἔθνος μακρὰν, οὕτω τὰ αὐτῶν ἀπεμπολησθήσεσθαι τέκνα, φησὶ, διὰ χειρὸς Ἰουδαίων, καὶ ὅτι πάντη τε καὶ πάντως τὰ τοιάδε συμβήσεται, προσεμπεδοῖ λέγων Ὄτι
κύριος ἐλάλησεν. ἀνήνυτον δὲ πάντως οὐδὲν ὃ φθέγξεται
ἐννοήσει πάλιν, ὅτι καὶ Ἑλλήνων παῖδες οἱ ταῖς δοκη[σι]σοφίαις ἐξωφρυωμένοι, καὶ μὴν καὶ αἱρετικοὶ πολυπλόκοις ἀπάτης εὑρήμασι τὸ δοκεῖν τι σφισὶν αὐτοῖς ἀπονέμοντες, ἀποφέρουσι τῶν ἁπλουστέρων τινὰς τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως, ἧς ἃν ἔχοιεν παρὰ Θεοῦ, καὶ τοῖς
βρόχοις τῆς ἀπάτης ἐνδέοντες μονονουχὶ, καὶ ἐν δορικτήτων μοίρᾳ λαβόντες, ἀποκομίζουσι τῶν τῆς ἀληθείας ὅρων ὡς 191 ἀποτάτω. ἀλλ’ ὅ γε τῶν ὅλων Θεὸς ἄπρακτον αὐτοῖς ἀποφαίνει τὴν κακουργίαν, καὶ ἀνίησι μὲν τοὺς ἠπατημένους, τοὺς δὲ τῶν ἀπατησάντων κατὰ μάθησιν υἱοὺς προσάγει τοῖς
ἐξ Ἰούδα· νοηθεῖεν δ’ ἂν οὗτοι πάλιν οἱ θεσπέσιοι μαθηταὶ, καὶ ὅσοι τὸ χριστοῦ λαλοῦσι μυστήριον· οἱ δὲ τῆς ἐκείνων πλάνης ἀπαλλάττοντες, εἰς καλήν τε καὶ ἀξιέραστον ἀποφέρουσι δουλείαν, τὴν ὑπὸ χριστῷ δηλονότι, καὶ οἷον αἰχμαλώτους ἁρπάζουσι, μετατιθέντες εἰς τὴν ἑαυτῶν ἕξιν 192
τε καὶ γνώμην, ἢ τῆς ἐκείνων ἐστὶν αποτατω. πολὺ γὰρ τὸ μεταξὺ τῆς γνώμης τε τῶν ἁγίων, καὶ τῆς τῶν τοιούτων ὁρᾶται. λέγεται δὲ καὶ ὁ χριστὸς τοὺς ἐκ τῆς Ἑλληνικῆς ἀπάτης εἰς τὴν ἐπίγνωσιν τοῦ κατὰ φύσιν Θεοῦ μετενηνεγμένους ὡς αἰχμαλώτους ἑλεῖν. ἔφη γὰρ ὁ μακάριος Δαυείδ
“Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες 193 “δόματα ἐν ἀνθρώποις.”
ἐκεῖ καΘιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κθκλόθεν.
καὶ μονονουχὶ διαπρυσίῳ κεχρῆσθαι κηρύγματι, συλλέγειν τε ἤδη πρὸς μάχην τὰ ἔθνη, καὶ ἀναπτοεῖν ἐπείγεσθαι πρὸς τοῦτο αὐτὰ, κἂν εἰ ἕλοιντο τυχὸν τὴν ἠρεμαίαν τε καὶ ἀφιλόμακον ἑλέσθαι ζωήν. τοῦτο δὲ ἦν εὐτολμοτάτους αὐτοὺς 201 ἀποφαίνοντος, καὶ ἐπ’ αὐτῷ θαρρεῖν ἀναπείθοντος, ὅτι καὶ
τῶν ἐχθρῶν ἀμείνους ἔσονται αὐτοῦ προασπίζοντος. ταῦτα δὴ οὖν ἐν τοῖς ἔθνεσι κηρύξατέ φησι, καὶ ἁγιάσατε πόλεμον. καὶ τί δὴ τὸ ἁγιάσατε πάλιν ἐστίν; Ἐμοὶ καθιερώσατε τρόπον τινὰ, ἔσομαι γὰρ ὁ μαχητὴς ἐγὼ, καὶ εἰς ἐμὴν δόξαν ἔσται τὸ δρώμενον· τεθνήξονται γὰρ οἱ τὴν ἐμὴν δόξαν
ἀνάψαντες ξύλοις τε καὶ λίθοις. ἅπαν δὲ τὸ ἁγιάζεσθαι 202 λεγόμενον, εἰς δόξαν ἀεὶ προσάγεται Θεοῦ. διὰ τοῦτό φησιν ἁγιασατε πόλεμον, ἐξεγείρατε τοὺς μακητὰς, καὶ δὴ καὶ ἐπιφωνεῖτε, φησὶ, Προσαγάγετε πάντες ἄνδρες πολεμισταί. καταληγέτω μὲν ὁ γηπόνος τῶν αὐτῷ φιλαιτάτων φροντίδων
καὶ σπουδασμάτων· μεταχαλκευέτω δὲ τὸ μὲν ἄροτρον εἰς ῥομφαίαν, τὴν δὲ δρεπάνην εἰς σειρομάστας. οὐ γάρ ἐστι τοῦ γηπονεῖν ὁ καιρὸς, ἀλλὰ τοῦ διδόναι δίκας ἠτιμασμένῳ Θεῶ. 203 εἰ δὲ δή τις εἴη καὶ ἀδύνατός φησι, μὴ σκῆψιν ἐχέτω τὸ ἄναλκι, ψευδέσθω δὲ καὶ αὐτὸς, εἰ βούλεται, καὶ λεγέτω τὸ δύνασθαι. μὴ γὰρ δὴ τῶν ὅπλων ἤτω μακράν. συναγείρεσθε 204 δὴ οὖν ἅπαντές φησιν οἱ κύκλῳ τῆς Ἰουδαίας, καὶ
ὁ πραῢς ἔστω μαχητὴς, τουτέστι, καὶ εἴ τις τῶν ἀοργήτων εἴη, ἔστω καὶ οὗτος μαχητής. ὅμοιον ὡς εἰ λέγοι, οὐδενὸς τὸ σύμπαν ὑπολελειμμένου, κἂν εἰ γηπόνος τις εἴη, κἂν εἰ δειλός τε καὶ ἄνανδρος· οὗτος γὰρ ὁ ἀδύνατος· κἂν εἰ πρᾶος καὶ ἀφιλοπόλεμος, παραθηγέσθω πρὸς μάχην. παραιτήσομαι
γὰρ οὐδένα· διακρίνω δὲ ἅπαντας ἐν τῆ κοιλαδι τοῦ Ἰωσαφάτ. τὸ δὲ διακρίνω σημαίνει ὅτι κριτὴς ἔσομαι δυνατὸς, 205 νατὸς, ποιναῖς τε καὶ δίκαις ἐνιεὶς τοὺς διαρπάσαντας μὲν τὴν γῆν τὴν ἐμὴν, κλήρῳ δὲ διαλαχόντας τόν Ἰσραηλ, καὶ 206 πόρναις μὲν δεδωκότας τὰ παιδάρια, καταπεπρακότας δὲ τὰ
κοράσια, καὶ ὡς οἶνον ἐκπεποκότας.
μὲν καταστρέφοντος, ἀνατειχίζοντος δὲ τοὺς ἰδίους 207 προσκυνητὰς πίστει καὶ ἐλπίδι καὶ ἀγάπη, καὶ τοῖς ἐκ τῆς ἰδίας ἡμερότητος ἀγαθοῖς.
πεπλήθυνται τὰ κακὰ αὐτῶ. ἦχοι ἐξήχησαν ἐν τῇ κοιλαδι τῆς 209 δίκης, ὅτι ἐγγὺς ἡ ἡμέρα κυριου ἐν τῇ κοιλάδι τῆς δίκης. ὃ 210 ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ οἱ ἀστέρες δύσουσιν τό 211 212 213 φέγγος αὐτῶν. ό δὲ κυριος ἐκ Σιώ ἀνακεκραξεται, κω ἕε Ἱερουσαλὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐραγὸς καὶ ἡ γἡ.
καὶ Ἰδουμαίους, Ἀμμανίτας καὶ Γεργεσαίους, οἱονεὶ σάλπιγγι κεχρημένους συναγείρειν ἐκέλευσεν εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφὰτ, ὡς αὐτίκα δὴ μάλα τεθνηξομένους, καὶ πικρὰς 214 ὑφέξοντας τῷ κρίνοντι δίκας· παραθήγει δὲ νυνὶ τοὺς ἐξ Ἰσραὴλ εἰς ἄμαχόν τινα προθυμίαν καὶ δυσάντητον ἀλκὴν,
καὶ δὴ συναγηγερμένοις ἐπιθρώσκειν ὥσπερ διακελεύεται, δεῖν δὲ ὁρᾶσθαί φησιν εὐτολμοτάτους, ἀνδρείους καὶ νεανικοὺς, οὐ τοῖς πολέμου δείμασι κατεπτοημένους, οὔτε μὴν ὡς εἰς μάχην ἰόντας ὅλως, ἡγουμένους δὲ μᾶλλον τὸ χρῆμα τρυφὴν, καὶ ἐν θυμηδίαις αὐτὸ καταγράφοντας καὶ γεγηθότας
ἐν ἴσῳ τοῖς τὰς ἐξ ἀμπέλων εὐκαρπίας συλλέγουσι. ταύτῃ 215 τοί φησιν Ἐξαποστείλατε δρέπανα ὅτι παρέστηκε τρυγητός· τὸ ἐξαποστε4ίλατε τιθεὶς, ἀντὶ τοῦ ἐκπέμψατε καὶ ἐκτείνατε, καθάπερ ἀμέλει καὶ οἱ τρυγᾶν εἰωθότες· κείσονται γὰρ ἕτοιμοι πρὸς ἀναίρεσιν, εὐτρεπεῖς εἰς κατατομήν. ἀποκειρέσθω
φησὶν ὁ πολέμιος, ὡς ἐξ ἀμπέλου βότρυς· πατείσθω δὲ ὥσπερ ἐν ληνοῖς, σωρηδὸν ὑπὸ πόδας κείμενος. είσπορεύεσθε γάρ φησι, πατεῖτε, διότι πλήρης ἡ ληνὸς, τουτέστι, συγκεκόμισται πρὸς ὄλεθρον τῶν ἐθνῶν ἡ πληθὺς, οὐδὲν τὸ κωλῦον ὑπὸ πόδας εἶναι τοὺς σούς. ὑπερχεῖται τὰ ὑπολήνια·
216 σημαίνει δὲ διὰ τούτου τὸ οἷον ἀμφιλαφὲς τῶν εἰς καταπάτησιν συγκεκομισμένων. ἐν γάρ τοι ταῖς τῶν βοτρύων ἀφθονίαις, ὑπεραίρει πολλάκις καὶ αὐτὰς ὁ οἶνος τὰς ληνούς. 217 τὸ πλῆθος δὴ οὖν τῶν ὑπὸ πόδας κειμένων ὑποδηλοῖ λέγων Υπερχεῖται τα ὑπολήνια.
καὶ ἐν αὐταῖς ἔσθ’ ὅτε γίνεσθαι ταῖς τῶν πραγμάτων φαντασίαις, ὥστε καὶ ὁρᾶν ἤδη δοκεῖν τὰ δρώμενα καὶ ἀκροᾶσθαι φωνῶν. καὶ γοῦν ὁ θεσπέσιος προφήτης Ἱερεμίας τὰ τοῖς Ἰουδαίοις συμβησόμενα προαναφωνῶν, καὶ ὅτι πάντως ἄρδην ἀπολέσει κεκινημένος εἰς μάχην ὁ Ναβουχδοόσορ, 218
καὶ εἰς αὐτὴν τοῦ πολέμου τὴν ἀτερπῆ θέαν ἠρπάζετο, μονονουχὶ δὲ καὶ πληθὺν ἀμέτρητον τεθεαμένος νεκρῶν, ἔφασκεν “Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς 219 “ἀνῃρημένοις.” τοιοῦτόν τι, καθάπερ ἐγᾦμαι, καὶ ὁ μακάριος Ἰωήλ πεπονθὼς, τάχα που τὸν ἐν πολέμῳ θόρυβον εἰς
οὖς ἐδέχετο, ταύτῃτοί φησιν Ἦχοι ἐξήχησαν ἐν τῇ κοίλωι τῆς δικης. καὶ κοιλαδα μὲν δικης ὀνομάζει τοῦ πολέμου τὸν χῶρον, ὡς οὐκ ἐφ’ ἑτέρῳ τινὶ τῶν ἐθνῶν ἐν αὐτῷ συνεηγμένων, 220 ἢ ἵνα πικρὰς ἐκτίσωσι δίκας· ἐξηχοῦντας δὲ ἤχους, ἢ τὰς τῶν πιπτόντων ὀλολυγὰς ἐνθάδε φησὶν, ἢ τοὺς τῶν
νικώντων ἀλαλαγμούς.. συμβαίνει γὰρ ἐν πολέμοις καταστένωειν μὲν τοὺς πίπτοντας, ἐπαγάλλεσθαι δὲ τοῖς κειμένοις τοὺς κεκρατηκότας, καὶ εὖ μάλα ἐπικαυχᾶσθαι.
τοῦτο αὐτὸ τῶν στοιχείων πεισομένων τοτηνικάδε, ἀλλ’ ὡς σκότος ἐμποιοῦντος τοῦ πολέμου, καὶ οἷον ἀχλὺν ταῖς τῶν 221 ἡττωμένων ἐνιέντος ὄψεσι. σκοτοῖ γὰρ ἀεὶ τοῦ θανάτου τὸ δεῖμα, καὶ ἀπαμβλύνει τὸν νοῦν συμφορᾶς ἀδοκήτου μέγεθος, καὶ ὥσπερ ζόφῳ καταμελαίνει καρδίαν τοῖς ὑπερμέτροις 222 τῶν 7, ταθῶν. κεκράξεσθαι δέ φησι τὸν Κύριον, ὡς συνόντα τε καὶ συνασπίζοντα, καὶ στρατηγοῦ δίκην τοῖς ἐναντίοις ἐποτρύνοντα τοὺς ἐξ Ἰσραήλ. πρέποι δ’ ἂν μάλιστα τῷ 223 τῆς ἀναστάσεως καιρῷ τὸ φάναι τὸν Κύριον, ὡς ἐκ Σιῶν 224 ἀνακεκραξεται. ὅτι καθά φησιν ὁ θεσπέσιος Παῦλος “Αὐ-
“τος ὁ κύριος ἐν κελεύσματι, ἐν φωνὴ ἀρχαγγέλου, καὶ ἐν 225 “σάλπιλλι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ “ἐν Χριστῷ ἐγερθήσονται ἄφθαρτοι.” τοῦτο καὶ ὁ Μωνυσέως 226 νόμος προανετύπου, ἐκέλευε γὰρ ἐν νεομηνίᾳ σαλπίζειν τοὺς ἐξ Ἰσραήλ. καὶ νεομηνία μὲν τύπος ἂν νοοῖτο, καὶ μάλα
ἦς, αἰῶνος τοῦ μέλλοντος καὶ νέου μέτα ’τον πρῶτον ἡ ’δε γε σάλπιγξ, τῆς διαπρυσίας ἠχῆς τῆς τοῦ ἀρχαγγέλου 227 φωνῆς, τῆς παρὰ Θεοῦ σάλπιγγος, ἢ πάντας ἐγερεῖ τοὺς ἐν τῆ γῇ κειμένους, ἐξαίσιόν τι καὶ φωνητικὸν ἠχοῦσα. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ κύριος τὸ ἐπὶ τῷ Λαζάρῳ
θαῦμα πληρῶν, ἀφίκετο μὲν εἰς τὸ μνημεῖον, ὡς δέ φησιν 228 ὁ Εὐαγγελιστὴς, φωνή μεγάλη ἐφώνησε “Λάζαρε δεῦρο “ἔξω.” τοῦτο δὲ πῶς ἂν νοηθείη, λέγοντος Θεοῦ διὰ τοῦ 229 προφήτου “Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται 230 “ἔξω ἡ φωνὴ αὐτοῦ;” σημεῖον οὖν ἄρα τῆς διαπρυσίου
σάλπιγγος, καὶ τῆς ἀπ’ αὐτῆς ἠχῆς τῆς ἐπ’ ἐσχάτοις, φημὶ, 231 καὶ ἐξ οὐρανοῦ, τὸ μεγάλῃ τὸν Σωτῆρα χρήσασθαι φωνῇ, διανιστάντα τὸν Λάζαρον.
ὁ κατασκηνῶν ἑ Σιὼν ἑ δρᾶ ἁγίῳ μου· καὶ ἔσται Ἱερουσαλὴμ ἀλία, καὶ ἀλλογενεὶς οὐ διελεύσονται δι’ αὐτῆς οὐκέτι.
εὐάλωτοι, καὶ τοῖς πολεμίοις ἑτοιμοτάτη προὔκειντο θήρα· ταύτῃτοι καὶ εἰς αἰχμαλωσίαν ἐπέμποντο. ἐπειδὴ δὲ ἐλέηνται, καὶ τὴν ἑαυτῶν κατῳκήκασι, χαλῶντος Θεοῦ τὰς ὀργὰς, ἄμαχοι λοιπὸν καὶ ἀνανταγώνιστοι γεγόνασι τοῖς ἐχθροῖς, ἀμογητί τε κεκρατήκασι, καίτοι πάντων τῶν ἐθνῶν συνειλεγμένων
εἰς μάχην. γνώσεσθαι δὴ οὖν φησὶν αὐτοὺς ἀπό 236 γε τοῦ κατισχύσαι τῶν δι’ ἐναντίας, ὅτι καὶ ἐν αὐτοῖς ἐστι, καὶ ἐπαναπαύεται λοιπὸν τῇ Σιῶν ὡς ἁγίᾳ πόλει. ταύτῃτοί φησιν ὅτι φείσεται μὲν τῶν ἰδίων λαῶν, καὶ ἀλκιμωτάτους ἀποφανεῖ, μαθήσεσθαι δὲ αὐτοὺς ὅτι, καθάπερ ἔφην ἀρτίως,
μετ’ αὐτῶν ἐστίν. ἔσεσθαι δέ φησι τὴν Ἱεριτσακὴμ ἁγιαν, τῆς ἀρχαίας που πάντως ἀφιλοθεΐας ἀπηλλαγμένην· οὐ τοῖς ψευδωνύμοις θεοῖς ἀπονέμουσαν τῆς λατρείας τοὺς τρόπους, ποὺς, οὐ ψευδομαντείας ἔτι καὶ γοητείας παρ’ αὐτῇ τιμωμένης, ἐννόμου δὲ μᾶλλον κρατούσης ζωῆς, καὶ ἀρίστων 237
ἐπιτηδευμάτων ἐν σπουδῇ γεγονότων αὐτοῖς. ἐχούσης δὲ οὕτω καὶ διαζῆν ᾑρημένης, οὐδένα φησὶ τῶν ἐθνῶν δι’ διττῆς παρελεύσεσθαι, οἷον οὐκ εὑ κατ’ ἀγών ἱστὸς ἔσται τισὶν οὐδὲ ἐν παρόδῳ τοῖς ἐθέλουσιν ἁρπαζομένη, ὡς πρότερον, μᾶλλον δὲ ἀσφαλὴς, καὶ ταῖς παρ’ ἐμοῦ δυνάμεσι καὶ
ἐπικουρίαις εὖ μάλα τετειχισμένη.
τουτέστιν ἠ Ἐκκλησία, ἔνθα τὰ τῶν ἁγίων τάγματα. οὐ 242 γάρ εἰσι πάροδος ἀλλογενῶν· “Οἱ γὰρ τοῦ Χριστοῦ τὴν “σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυ- “μίαις·” μέμνηνται δὲ λέγοντος καί τινος τῶν σοφῶν 243 “Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου
“μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας. ἀσφαλῆ γὰρ ἔχουσι τὴν καρδίαν, οὐ βάσιμον, οὐχ ἱππήλατον τοῖς ἀκαθάρτοις πνεύμασιν, οὐ ταῖς τῶν παθῶν προσβολαῖς εἴκουσαν εὐκόλως, οὐ ταῖς τῶν ἑτεροδιδασκαλούντων ψευδοδοξίαις μεμολυσμένην, οὐ λογισμῶν ἀπατᾶίς
σεσαλευμένην· ἑδραίαν δὲ μᾶλλον καὶ τοῖς τῆς ἀληθείας δόγμασιν εὖ μάλα πεπυργωμένην.
ποτιεῖ τὸν χειμάῤῥουν τῶι σχοίνων.
ἀμείνω, τότε δὴ τότε τὰ μὲν ὄρη γλυκασμον ἀποστα- 246 λάξει φησὶν, ῥυήσονται δὲ καὶ οἱ βουνοὶ τὸ γάλα, καὶ αἱ τοῦ 247 Ἰούδαι ἀφέσεις τὸ οἰκεῖον ἐκδώσουσι νᾶμα. ἀφέσεις δὲ οἶμαι λέγεσθαι τὰς τῶν πηγῶν ἐκδρομὰς, ἢ καὶ καθ’ ἕτερον τρόπον οἵπερ ἃν εἶναι λέγοιντο τῶν ὑδάτων ὀχετοί. καὶ ὄρη
μὲν νοηθεῖεν ἂν οἱ πρὸς ὕψος ἀρετῆς ἠρμένοι, καὶ τοῖς αὐχήμασι τῆς ἐναρέτου ζωῆς τὸ τῶν ἄλλων ὑπερφέροντες μέτρον, οἱ περίοπτοι καὶ περιφανεῖς, ὁποῖοι ἦσαν οἱ μαθηταὶ, καὶ πρό γε τῶν ἄλλων ὁ Βαπτιστὴς, περὶ οὗ ὁ Σωτῆρ’ φησιν 248 “Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ 249
“βαπτιστοῦ.’’ οὗτοι δὴ οὖν οἱ μεγάλοι καὶ γνωριμώτατοι σταλάξουσι γλυκασμὸν, καὶ οἷον μέλιτι καταχρίοντες τὸν περὶ τοῦ Σωτῆρος ποιήσονται λόγον, ὡς τῶν μετεσχηκότων ἕκαστον ἐκ περιχαρείας ἀνακραγεῖν “Ὡς γλυκέα τῷ λάρυγγί 250 “μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί
“μου.” γλυκὺς γὰρ ἀεὶ τῶν ἁγίων ὁ λόγος, παρά γε τοῖς ἀγαπῶσι τὸ εὐαρεστεῖν τῷ Θεῷ. ὄρη μὲν οὖν οἱ τοιοῦτοι νοηθεῖεν ἃν, καὶ μάλα εἰκότως. βουνοὺς δὲ εἶναί φαμεν τοὺς τῆς ἐκείνων ὑπεροχῆς βραχὺ μὲν ἡττωμένους καὶ τῷ τῆς 251 πολιτείας ὑφιζάνοντας μέτρῳ· ἀνεστηκότας δὲ καὶ αὐτοὺς,
καὶ πολὺ τῶν ἄλλων ὑπερτέλλοντας. οὗτοι ταῖς τῶν ἄρτι πεπιστευκότων ψυχαῖς τὸ λογικὸν καὶ ἄδολον παρεγχέουσι 252 γάλα, νηπιοπρεπῆ χορηγοῦντες τροφήν· τελείων γάρ ἐστιν 253 ἡ στερεά· γάλα δὲ νηπίοις τὸ πρεπωδέστατον. καὶ οὔτι που φαμὲν ὡς ἔν γε τῷ δύνασθαι μόνον ἐγχεῖν τοῖς νηπίοις τὸ
γάλα, τῆς ἐκείνων διανοίας τὸ μέτρον ἐστίν. ἔχοντες γὰρ, καὶ μάλα ἐπιτηδείως, εἰς τὸ, εἴπερ ἕλοιντο, διανέμειν δύνασθαι 254 τοῖς τὴν ἕξιν στερεωτέροις τὰ τῶν τροφείων ἁδρότερα, δια- 255 μέμνηνται λέγοντος τοῦ ἱεροῦ γράμματος “Τνωστως επι- “γνώση ψυχὰς ποιμνίου σου.’’ καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ καίτοι μυρίας ὅσας ἐντολὰς δεδωκότος ἡμῖν τοῦ Χριστοῦ τοῖς ἐξ ἐθνῶν πιστεύσασιν, οἰκονομικῶς ἐπιστέλλουσι,
256 φυλάξασθαι δεῖν “Ἀπό τε πορνείας καὶ πνικτοῦ 257 “καὶ αἵματος. ἔδοξε γάρ φησιν τῷ Ἁγίῳ πνεύματι καὶ “ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος.’’ ἀκούεις ὅπως νηπιοπρεπές ἐστι τὸ παράγγελμα, καὶ οἷον ἐν ἴσῳ γάλακτι τοῖς ἀσθενεστέροις τὴν ἕξιν χορηγούμενον; ὅτι δὲ καὶ ὕδωρ
258 τὸ νοητὸν ἀμφιλαφὲς ἔσται τοῖς “ἐν οἴκῳ Κυρίου πεφυτευ- 259 μένοις, ἵν’ “ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσειαν θείοις που πάντως ἀρδόμενοι νάμασι, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταπιαινόμενοι λόγοις, ὑπεμφαίνει λέγων ὅτι πᾶσαι αἱ ἀφέσεις Ἰούδαι ῥυήσονται ὕδατα. ὡμολόγουν γὰρ
παρακαλεῖσθαι παρὰ Θεοῦ καὶ οἱ μακάριοι μαθηταί. ἀλλ’ αἱ πρῶται μὲν τῶν νοητῶν ὑδάτων ἀφέσεις, ἀφέσεις αὗται πάντως εἶεν ἂν αἱ τοῖς ἁγίοις παρὰ Θεοῦ διὰ Πνεύματος 260 διδόμεναι τῶν ἀγαθῶν χορηγίαι· δεύτεραι δὲ ὥσπερ ὑδάτων ἀφέσεις οἱ παρ’ αὐτῶν εἰς ἡμᾶς εὑρίσκονται λόγοι, χαρίσμασιν
ἡμᾶς ἀναπιμπλάντες πνευματικοῖς. ἡ δὲ ἐξ οἰκοῦ Κυρίου ἐκπορευομένη πηγὴ τίς ἂν εἴη πάλιν πλὴν ὅτι Χριστός: οὕτω γὰρ αὐτὸν καὶ ὁ μακάριος ὠνόμαζε μελῳδὸς 261 λέγων πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν “Ὡς “ἐπλήθυνας τὸ ἐλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώτροφῶν
262 πων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.” οὐκοῦν καὶ πηγὴ ζωῆς καὶ χειμάρρους ὁ Χριστός. Χειμάῤῥους 263
ῥοῦς δὲ σχοίνων· μέμνηται μὲν οὖν ὁ Προφήτης χειμάρρου τινὸς ᾧ παραπεφύκασι σχοῖνοι πολλαί. φασὶ δὲ εἶναι τὸν αὐτὸν τῷ χειμάρρῳ τῶν κέδρων, περὶ ὃν ηὑρῆσθαί φησιν ὁ Εὐαγγελιστὴς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν χριστὸν, ὁμοῦ 264 τῃ σπείρᾳ ζητοῦντος αὐτὸν του προδότου μαθητοῦ.
ἀειθαλὴς ἡ σχοῖνος. εἰ δὲ δὴ καὶ ὁρῷτο κεκεντρωμένη, καλῶς ἂν ἔχοι καὶ οὕτως. οὐ γὰρ ἄκεντρος παντελῶς τῶν ἁγίων ἡ ἀρετή. εἰσὶ μὲν γὰρ πραότητος ἐρασταὶ, πλὴν μετὰ τούτου καὶ μαχηταί.
γενήσεται ἐξ ἀδικῶν υἱῶν Ἰούδα, ἀΘ’ ὧι ἐξέχεα αἷμα ἀθῷον ἐν γῆ αὐτῶν. αὐτῶι. ἡ δὲ Ἰουδαία εἰς τὸν αἰῶνα 268 κατοικηοήσεται, καὶ Ἱερουσαλήμ εἰς γενεὰς γενεῶν· καὶ ἐκδικήσω 269 τὸ αἷμα αὐτῶ, καὶ οὐ μὴ ἀθῳώσω, καὶ Κύριος κατασκηνώσει 270 ἐν Σιῶι.
λόγος κεκρυμμένην οἰκονομίαν, ἣν ὅτε γέγονεν ἄνθρωπος πεπλήρωκεν ὁ Μονογενής. ἀεὶ γάρ πὼς ἡ θεία γραφὴ μεμελέτηκεν ἐξομοιοῦν τοῖς ἄγαν εἰδωλολάτραις καὶ εἰς τοῦτο λίαν ἀπονενευκόσι, τὰς ἀγέλας τε τῶν δαιμονίων καὶ αὐτοὺς δὲ τοὺς ἀεὶ τοῖς ἁγίοις ἀνθεστηκότας. πάντα δὴ
οὖν ἐχθρὸν ἀπολεῖσθαί φησιν, Αἰγυπτίοις τε καὶ Ἰδουμαίοις 273 ἐξεικασμένον. ἀσφαλὴς γὰρ ἡ ὑπόσχεσις τοῦ Χριστοῦ 274 λέγοντος περὶ τῆς Ἐκκλησίας ὅτι “ πύλαι ἅδου οὐ κατ- “ ἰσχύσουσιν αὐτῆς.” ὅτι δὲ πάντη τε καὶ πάντως ἔμελλον δίκας ἐξαιτεῖσθαι τῶν εἰς ἀνθρώπους πεπλημμελημένων αἵ
τε πονηραὶ δυνάμεις, καὶ ὅσοι τολμῶσιν ἐκείναις τὰ παραπλήσια, ἢ πρὸς Ἑλληνικὴν ἀπάτην ἀποφέροντές τινας, ἤγουν εἰς ἀδόκιμον καταστρέφοντες νοῦν, διά γε τοῦ διδάσκειν ἐπείγεσθαι τὰ διεστραμμένα, καθίστησιν ἐναργὲς, ταύτης ἕνεκα τῆς αἰτίας ἀφανισθήσεσθαι λέγων τοὺς τῇ
275 Σιῶν πεπολεμηκότας, ἀνθ‘ ὦν ἐξέχεαν αἶμα ἀθῷον, ἠδικήκασί τε οὐ φορητῶς τοὺς υἱοὺς Ἰούδα, τουτέστι, τοὺς ἁγίους ἐξομολογήσεως ὄντας τέκνα. διερμηνεύεται γὰρ Ἰούδας ἐξομολόγησις. ἔφη δέ που καὶ ὁ μακάριος Δαυεὶδ περὶ τῶν 276 ἀνοσίως ἀνηρημένων “Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμ-
“ νήσθη· οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων.” πρὸς δέ 277 γε τὸν σατανᾶν ὡς ἐν εἰκόνι γραφόμενον τῷ Ἀσούρ “ Ὅν “ τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, 278 “ οὕτως οὐδὲ σὺ ἔση καθαρὸς, διότι τὴν γῆν μου ἐμίανας “ καὶ τὸν λαόν μου ἀπώλεσας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα 279 “ χρόνον.’’ οὐκοῦν κατοιχήσεσθαι μὲν εἰς ὄλεθρον τοὺς τῇ Σιῶν πεπολεμηκύτας φησί. κατοικηθήσεσθαι δὲ τὴν Ἰουδαίαν
εἰς τὸν ἀἰῶνα, καῖ εἰς γενεὰς γενεῶν τὴν Ἰερουσαλὴμ, οὐ τὴν πεπορθημένην καὶ ἐμπεπρησμένην, εἴπερ ἐστὶν άναμαρτοεπὴς ὁ κύριος καὶ Θεὸς ὡς ἀλήθεια, τὴν νοητὴν δὲ μᾶλλον, τὴν ἐπουράνιον Ἱερουσαλήμ, τὴν ἄνω καὶ θείαν Σιῶν, τὴν εὐκλεᾶ καλλίπολιν “ Ἧς τεχνίτης καὶ δημιουργὸς καὶ τέκτων ὁ 280
“Θεὸς,’’ εἰς ἢν καὶ ἡμᾶς αφικέσθαι γένοιτο διὰ Χρυιστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ δόξα τῷ Πατρὶ ἅμα τῷ Ἁγίῳ νεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.