ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
ἔοικε, καθ’ οὓς ἂν νοοῖντο καὶ οἱ πρὸ αὐτοῦ τεταγμένοι, τὸν Ωσηὲ δέ φημι, καὶ μέντοι καὶ τὸν ᾿Αμώς. δοκεῖ γὰρ Ἑβραίοις οὐ μετά γε τὸν Μιχαίαν, ἀλλ’ ἐκείνοις αὐτὸν συντετάχθαι δεῖν. καταγορεύει δὲ, ὥς γε μοι φαίνεται, τῶν ἐξ ᾿Ισραὴλ, καὶ πλείστην ὅσην αὐτῶν ποιεῖται καταβοὴν,
ὡς εἰς τοῦτο λοιπὸν ἀγερωχίας ἱγμένων ἀποπληξίας τε καὶ 2 ἀναλγησίας, ὡς ὑπὸ μηδενὸς τὸ παράπαν ἀνακόπτεσθαι τῶν κακῶν, μήτε μὴν ταῖς οὕτω συχναῖς, μονονουχὶ δὲ καὶ στοιχηδὸν ἐπενηνεγμένοις, συμφοραῖς ἡττᾶσθαι φιλεῖν, καί- τοι χρόνου μηδενὸς παρεισδεδυκότος, καθ’ ὃν ἂν φαίνοιτό
τις ἀνάπνευσις τοῦ κακοῦ, κἂν γοῦν βραχεῖα, γεγενημένη. εὑρήσομεν μὲν δὲ καὶ τὸν μακάριον προφήτην ῾Ησαΐαν διὰ τῶν ἴσων ἐρχόμενον λόγων. ἔφη γάρ “Καὶ ἐθυμώθη ὀργῇ 3 “Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε “χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς· καὶ παρω-
“ξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς “κοπρία ἐν μέσῳ ὁδοῦ. ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη 4 5 “ὁ θυμὸς αὐτοῦ, ἀλλ’ ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή.” συνίης, ὅπως τοῦτο τε κἀκεῖνο πεπόνθασι, καὶ η του παιοντος χεὶρ ἀπομεμένηκεν ὑψηλὴ, ὡς ὅσον οὐδέπω καὶ ἑτέρας ἐποίσουσα πληγὰς αὐτοῖς. ὅνπερ γὰρ τρόπον τὰ δυσίατα τῶν παθῶν οὐ μιᾶς ἔσθ’ ὅτε δεῖται τῆς τομῆς, ἀλλ’ ἔτι
πλειόνων· οὕτω καὶ ὁ ἀνθρώπινος νοῦς εἰς λῆξιν ἥκων ἀναλγησίας συχνοτέρας δεῖται πληγῆς, ἀνακομιζούσης μόλις εἴς γε τὸ δύνασθαι λοιπὸν ἀναμαθεῖν ἐπείγεσθαι τὸ τελοῦν 6 εἰς ὄνησιν. ἔοικε τοίνυν ὁ μακάριος προφήτης ᾿Ιωὴλ, ὡς ἐπὶ πλείσταις ἤδη πληγαῖς ἀνουθετήτου μεμενηκότος τοῦ ᾿Ισραὴλ,
ποιεῖσθαι σοφῶς τὴν ἐπίπληξιν, συμβουλεύειν τε ἅμα τὰ αἰσχίω μεθέντας μεταφοιτᾶν ἑλέσθαι πρὸς τὸ ἁνδάνον Θεῷ. προσεπάγει γεμὴν καὶ τῶν ὅτι μάλιστα φιλτάτων ἀν’ τοῖς τὴν ὑπόσχεσιν, εἴπερ ἕλοιντο μετανοεῖν· καὶ ὅτι χρηστῷ καὶ ἡμερωτάτῳ περιτεύξονται τῷ Δεσπότη δίδωσι θαρρεῖν.
οὗτος μὲν οὖν τῆς ὅλης αὐτοῦ προφητείας ὁ σκοπός· ἕκαστα δὲ τῶν ἐφ’ ἑξῆς ἀνὰ μέρος ἐροῦμεν, ταῖς τῶν προκειμένων 7 θεωρίαις ἑπόμενοι.
ἵνα τῆ προφητείᾳ τὴν πίστιν προσνέμωμεν, ἀραρότως διακείμενοι καὶ τεθαρρηκότες, ὅτι πάντη τε καὶ πάντως εἰς πέρας 9 ἐκβήσεται τὰ προηγγελμένα. πρὸς τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων 10 καὶ αὐτὸς ὁ Σωτῆρ’ “Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσον- “ται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.” χρῆμα γὰρ οὐχὶ
11 ψευδοεπὲς ἠ’ ἀλήθεια, καὶ ὅπερ ἃν λέγοι ὁ Θεὸς, ἀτρεκὲς ἔσται πάντως. αὐτὸς γάρ ἐστιν ὁ “ἱστῶν ῥήματα παιδὸς 12 “αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων. οὐκοῦν εὐτεχνέστατα καὶ σοφῶς ἐξαιτεῖ τὴν πίστιν τοὺς
ἀκροωμένους, ὅτι μὴ κατά τινας εἴη ψευδοέπης, ἤγουν ἐκ καρδίας τὸ δοκοῦν ἀναφέρων, ἀλλ’ ἐκ στόματος κυρίου 13 λαλῶν ἐν πνεύματι, σαφέστατα διειπών. πρόσκειται δὲ ἀναγκαίως ὁ Βαθουὴλ, ἵνα μή τις ἕτερος παρ’ αὐτὸν νοοῖτο τὸν ᾿Ιωήλ. πολλοὶ μὲν γὰρ ἴσως, μᾶλλον δὲ καὶ ἀναμφιλόγως
τῇ τοιᾷδε κλήσει κατωνομάζοντο· γεγόνασι δὲ οὐ πάντες ἐκ Βαθουήλ. ἀσφαλείας δὴ οὖν, ὡς ἐγῷμαι, χάριν προσεπενήνεκται πάλιν ὁ Βαθουήλ.
καὶ ἐπὶ τίσι τὰ ἴσα τεθέανται, τοῖς αὐτῶν πατράσιν ἤγουν τοῖς ἔτι κατόπιν, ἐκ θείας ὀργῆς ἐπενηνεγμένα, ἀναλογίζεσθαί τε δεῖν ἔφη λοιπὸν, εἰ μὴ ξένα καὶ ἀήθη τὰ διηγήματα, καὶ οὐδενί πω τάχα τῶν πάλαι διεγνωσμένα· συνιέναι συνιέναι εὖ μάλα καὶ τοὺς ἑτέρους προσήκειν, φησὶν, εἰ τοιαῦτα γέγονεν 17
ἐπ’ αὐτῶν· ἔσεσθαι δὲ καὶ ὑπόθεσιν ἀτελευτήτων διηγημάτων οὐκ εἰς μίαν διήκουσαν, οὔτε μὴν εἰς δύο καὶ τρεῖς γενεὰς, 18 διεκπαίουσαν δὲ μᾶλλον, καὶ εἰς τὸ ἐπέκεινα πολύ. ὥσπερ γὰρ εἶναί φαμεν ἀξιάκουστα τοῖς πολλοῖς τὰ λαμπρὰ τῶν διηγημάτων, καὶ οἷς ἃν ἕποιτο τυχὸν καὶ τὸ ἐφήδεσθαι δεῖν· οὕτως ἀξιομνημόνευτά πὼς εἶναι δοκεῖ καὶ τὰ εἰς λῆξιν ἥκοντα συμφορᾶς τε καὶ παθῶν. μονονουχὶ γὰρ κατα-
19 βιάζεταί πὼς καὶ τὰ τοιάδε τὴν λήθην, καὶ φορτικωτέραν ἔχοντα τὴν προσβολὴν ἐκ πολλῆς ἄγαν ἀναισχυντίας ἀξιοῖ μνημονεύεσθαι, καὶ ταῖς τῶν ἡδίστων δόξαις φιλονεικεῖ· ἔχει δὲ ὥσπερ τὰ χρηστὰ τὴν μνήμην οὐκ ἀκερδῆ, οὕτως οἶμαί που καὶ τὰ σκαιά τε καὶ σκυθρωπά. τὰ μὲν γὰρ
εἰς ἔφεσιν ἀρετῆς παραθήγει τοὺς ἀκροωμένους· τὰ δὲ πρὸ ἐφόδου τὴν τῶν κακῶν πεῖραν παραιτεῖσθαι διδάσκει· καὶ δι’ ὧν ἕτεροι τετιμώρηνται, διὰ τούτων αὐτῶν τὸ τοῖς ἴσοις — 20 ἐναλῶναι ζητεῖν οὐκ ἐφίησί τινας.
Τῆς ἀκρίδος κατέραγεν ὁ βροῦχος, κὼ τὰ κατάλοιπα τοῦ βρούχου κατέραγνε ἠ ἐρυσίβη.
“πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβα. 24 “νον, καὶ ἔλαβε τὰ ἐκλεκτὰ τῆς κέδρου, τὰ ἄκρα τῆς “ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαναάν.” ὑπεδήλου γὰρ ἀστείως τὸν τῆς Βαβυλωνίων ἄρχοντα γῆς, τὸν ἀποκείροντα τῶν ἐξ ᾿Ισραὴλ τὰ ἐξαίρετα, καὶ οἴκοι 25
μετατιθέντα τὸ διηρπασμένον. καὶ ὅτι μὲν γεγόνασιν ἀφορίαι τε ἀγρῶν, ἔνδειαι τε τῶν ὡρίμων, καὶ λιμοὶ πλειστάκις ἀπηνεῖς τε καὶ μακροὶ κατά γε τὴν ᾿Ιουδαίων χώραν, ἔφη τὸ γράμμα τὸ ἱερόν. ἤδη γάρ τινες λιμοῦ καταθλίβοντος ἀνάγκης εἰς τοῦτο κεχωρήκασιν, ὥστε ὄνου κεφαλὴν 26
πεντήκοντα πρίασθαι σίκλων. παραδείξειε δ’ ἂν τῆς κατὰ καίρους ἐνδείας τὴν ἀγριότητα τὰ περὶ τῶν παίδων μεμα- 27 χημένα γύναια. ἐπεὶ γὰρ κατεδηδόκασιν αἱ δύο τὸ ἓν, περὶ 28 τοῦ ζῶντος δικάζεσθαι παρὰ τοῖς κρατοῦσιν ἠξίουν.
ὁ προφητικὸς ἡμῖν ἐν τούτοις κατασημαίνει λόγος, νοοῖτ’ ἃν τὸ χρῆμα καὶ οὕτως ἀφόρητον· τὸ γὰρ ἐφεξῆς καὶ ἀμέσως πλείσταις τε ὅσαις καὶ χαλεπαῖς καταικίζεσθαι πληγαῖς, πῶς οὐ δύσοιστον κομιδῇ, καὶ τοῦ μνημονεύεσθαι πρέπειν οὐκ ἀμοίρου ἀμοιροῦν ; εἰ δὲ δὴ καὶ εἰς ἑτέρας ἡμᾶς ἐννοίας ἀποκομίζει
τὰ θεωρήματα κατεσκιασμένας τοῖς ἐμφανεστέροις, ἔοικεν ἡμῖν ὁ Προφήτης κάμπην καὶ ἀκρίδα, βροῦχόν τε καὶ ἐρυσίβην, καὶ τὰ ἐντεῦθεν δεινὰ καὶ ἀφόρητα βλάβη, τὰς ἐν 29 ἑκάστῳ καιρῷ καταδῃώσεις ὑποδηλοῦν, καὶ τοὺς τῶν αἰχμαλωσιῶν αἰνίττεσθαι τρόπους· ὑφ’ ὧν δεδαπάνηνταί τε καὶ
ἀπολώλασι, ληίοις ἐν ἴσῳ τοῖς ἐν ἀγρῷ μονονουχὶ κατεδηδοκότων αὐτοὺς καὶ κατεφθαρκότων τῶν τὰς ἐφόδους ἐξειργασμένων. μένων. πολλαὶ μὲν οὖν γεγόνασιν αἱ ἀνὰ μέρος ἐξαὐτὰ] 30 ἀναστάσεις τῆς Ἰουδαίων χώρας, καὶ τῶν περιοίκων ἐθνῶν καταστρατευόντων ἐσθ’ ὅτε, καὶ τῶν τῆς Αἰγύπτου βεβασιλευκότων.
εἷλέ τε τὰ βασίλεια, καὶ πάντας τοὺς ἐν αὐτοῖς ἐκκενώσας θησαυροὺς, καὶ τὰ χρυσᾶ δόρατα καὶ τὰς ἀσπίδας λαβὼν ἃς πεποίηκε Σολομῶν, λαμπρὸς καὶ νενικηκὼς οἴκοι πάλιν 32 ἀνεκομίζετο, καὶ μὴν καὶ Ἀζαὴλ ὁ Σύρος οὐ μετρίας αὐτοῖς 33 ἐπήνεγκε πληγάς· εἷλε δὲ καὶ Φούλα βασιλεὺς Βαβυλωνίων
τὰς πέραν τοῦ Ἰορδάνου φυλάς· καὶ πρός γε δὴ τούτῳ Νεχαὼ Φαραὼ βασιλεὺς Αἰγύπτου, κρατοῦντος ᾿Ιωσίου, 34 κατεστράτευσε τῆς Σαμαρείας, καὶ δασμοῖς ὑπέθηκε τῆν’ 35 γῆν· ἕκατον γὰρ ἐξητησε χρυσίου τάλαντα.
δειναὶ δὲ καὶ ἀξιάκουστοι πορθήσεις γεγόνασι τέσσαρες· βασιλεύοντος μὲν γὰρ ἐν τῆ Σαμαρείᾳ ᾿Ωσηὲ υἱοῦ ᾿Ηλὰ 36 ἀνέβη Σαλμανασὰρ ὁ Ἀσσύριος, καὶ ἀπῴκισε τὸν ᾿Ισραὴλ εἰς τὰ ὅρια Περσῶν καὶ Μηδῶν. εἶτα βραχὺ προἰ·όντος τοῦ καιροῦ, καὶ προφητεύοντος ῾Ιερεμίου, κατὰ κράτος ᾕρηκε
37 τὴν ῾Ιερουσαλὴμ ὁ Ναβουχοδονόσορ, ἀνείθη δὲ μόλις ὁ Ἰσραὴλ 38 διὰ Κύρου τοῦ Καμβύσου, τῶν ἑβδομήκοντα τετελεσμένων 39 ἐτῶν. εἶτα γέγονε κατὰ καιροὺς Ἀντίοχος, ὁ ἐπίκλην 40 Ἐπιφανής. οὗτος ἀφιγμένος εἰς τὴν Ἰουδαίαν, καὶ τὸν θεῖον 41 ἐνέπρησε ναὸν, εἶλε τε τὰ σκεύη τὰ ἐν αὐτῷ, καὶ τῶν
πατρῴων ἐθῶν καταρρᾳθυμεῖν ἐβιάζετο τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν· ὅτε καὶ τὰ τῶν Μακκαβαίων συνέβη γενέσθαι 42 λαμπρὰ καὶ ἀξιοθαύμαστα κατορθώματα. τέταρτος δὲ τοῖς ἐξ ᾿Ισραὴλ ὁ ῾Ρωμαίων ἐπῆλθε πόλεμος, ὅτε καὶ ἐσκορπίσθησαν 43 εἰς πάντα ἄνεμον. ἔοικεν οὖν ὁ Προφήτης ἀσυμφανῶς 44 τε καὶ ἀμυδρῶς, καὶ ὡς ἐν εἴδει παραδειγμάτων διὰ
τῶν τοιούτων διηγημάτων τὸν οἰκεῖον ἡμῖν ἀποκομίζειν βούλεσθαι λόγον· κάμπην καὶ ἀκρίδα καὶ βροῦχον καὶ μέντοι καὶ ἐρυσίβην, ἤτοι τοὺς πολέμους αὐτοὺς τοὺς ἐπανατρέχοντας ἐφ’ ἑνὶ πλαγίως ὑποδηλῶν, ἤγουν τοὺς τῶν στρατιῶν ἐξάρχοντας, ὧν καὶ ἀρτίως πεποιήμεθα μνήμην.
τὸ λέγειν Τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρὶς τοὶ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη ; ἐρυσίβης γὰρ δίκην καὶ τῶν ἑτέρων κακῶν, κατασίνονταί πὼς τὰ ἐν ἡμῖν ἀγαθὰ πονηραὶ καὶ ἀκάθαρτοι δυνάμεις εἰς νοῦν ἐμπίπτουσαι,
καὶ ἀπλήστοις ὀδοῦσι δαπανᾶν εἰθισμέναι. καλὴ τοιγαροῦν 46 ἡ ἀσφάλεια· καὶ δὴ καὶ ὀνίνησιν οὐ μετρίως ἡμᾶς ὁ Παροιμιαστὴς λέγων “᾿Εὰν πνεῦμα τοῦ ἐξουσιάζοντος 47 “ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει “ἁμαρτίας μεγάλας. ἐπιτιμώμενα μὲν γὰρ ἐν ἀρχαῖς τὰ
πάθη πραύνονταί τε καὶ ἀνακόπτονται· πλατεῖαν δὲ ὥσπερ καὶ ἀνουθέτητον εἰ λάβῃ τὴν εἰς τὰ χείρω πρόοδον, ὅλης δι’ ὅλου καταδράττονται τῆς ψυχῆς, καὶ λογισμοῦ τοῦ κολάζοντος οὐκ ἀνέχεται.
πίστεως τῆς εἰς Χριστὸν σεσαγηνευμένοις εἰς σωτηρίαν 50 ἐπιφωνῶν τε καὶ λέγων, ποτὲ μὲν ὅτι “Ἔγειραι ὁ καθεύ- “δῶν καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ 51 “Χριστός·” ποτὲ δὲ αὖ καὶ τὸ τληπαθὲς ἐν πόνοις ἀγαπᾶν 52 ἀναπείθων, ταύτῃτοι καὶ λέγων “Εἰ παιδείαν ὑπομένετε, ὡς
“υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ “παιδεύει πατήρ;” καταπαίει γὰρ ὥσπερ τοὺς ἁμαρτάνοντας καίτοι φιλάνθρωπος ὢν ὁ Θεὸς, οὐχ ἑκὼν, ἀλλ’ ὡς ἐξ ἀνάγκης ἐπιστρέφων, καὶ τρόπον αὐτοῖς ἐπικουρίας τὸ χρῆμα ποιούμενος. καθάπερ ἀμέλει καὶ οἱ τῆς ἰατρικῆς ἐπιστήμονες
τοῖς ἀρρωστοῦσι προσάγουσι καὶ τὰ σφόδρα καταδάκνοντα 53 τῶν φαρμάκων, ἄκεσιν αὐτοῖς τοῦ πάθους τὸ δεῖν ἀλγῆσαι ποιούμενοι. θέα γὰρ ὅπως προυποδείξας τάς μάσ- 54 τιγας καὶ προαναφήνας τὰ ἐξ ὀργῆς, μονονουχὶ “Χαλινῷ “καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγχει” κατὰ τὸ γεγραμμένον, καὶ ἀνθρωπίνως προιέναι κελεύει, μετατιθέντας τὸν νοῦν ἐπὶ τὸ ἑλέσθαι δρᾶν ἅπερ ἦν ἄμεινόν τε καὶ περπωδέστατον. ἐκνήψατε γάρ φησιν οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν. ἀκούεις, ὅπως ὡς τέκνοις ἐξεστηκόσι καὶ ἤδη πὼς μεμεθυσμένοις ἐπιπλήττει λοιπόν, ὡς εἴπερ ἔνηψαν ἐν ἀρχαῖς,
ἤρκεσαν ἄν εἰς δίκην αὐτοῖς καὶ τὰ ἐκ μόνης τῆς κάμπης· 55 ἐπειδὴ δὲ ἀνάλγητοι μεμενήκασι τῆς πρώτης αὐτοῖς ἐπενηνεγμένης 56 ὀργῆς, προστέθειται καὶ ἡ δευτέρα, καὶ μετ ἐκείνην ἡ τρίτη, προβέβηκε δὲ καὶ μέχρι τῆς τετάρτης. πλὴν κἂν γοῦν ὀψὲ διεγηγερμένους τε καὶ ἀνανήφοντας,
καὶ οἱονεί τινα μέθην ἱέντας τοῦ νοῦ τὴν φιληδονίαν καὶ τὸ ἐκτόπως ἑλέσθαι πλημμελεῖν, εἰς αἴσθησιν τῶν συμβεβηκότων ἀφικέσθαι κελεύει λοιπὸν, κλαίοντάς τε καὶ κατοιμώζοντας ἐπί γε ταῖς σφῶν αὐτῶν ἁμαρτίαις.
ἰδικὸς, ὁ καταμεθύσκων καρδίαν. καταμεριζόμεθα γὰρ, ἵν 57 οὕτως εἴπω, τὰ πάθη, καὶ ὁ μέν τις ἡμῶν ἀπονένευκεν ἀχαλίνως ἐπὶ φιλαργυρίαν μετὰ τοῦ καὶ ἕτερα νοσεῖν· ἕτερος δὲ αὖ πεφρόνηκε τὰ τοῦ κόσμου, καὶ κατηρρώστησε τὴν φιλοσαρκίαν, τρυφαῖς καὶ φιληδονίαις ὁλοτρόπως προσκείμενος·
ὃς δὲ εἰς ἑτέραν ἡντινοῦν ἀποδεδράμηκεν ἁμαρτίαν. ἵεμεν δὲ δὴ πρὸς τὰ οὕτω βδελυρὰ καὶ θεομισῆ τῶν παθῶν, οἱ μὲν οὐ λίαν ἐσπουδασμένως, οἱ δὲ ὅλαις ὁρμαῖς χρώμενοι, καὶ ἀνουθέτητον ἔχοντες τῆς διανοίας τὴν ῥοπήν. ταύτῃτοί 58 φησιν ὁ Προφήτης ᾿Εκνήψατε οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν·
συμβουλεύει δὲ ὅτι προσήκει κατολοφύρεσθαι τοὺς πῖν’ πίνοντας οἶνον εἰς μέθην. ὡς γὰρ ἔφην ἀρτίως, οὐ μέχρι κόρου καὶ αὐταρκείας ἱστῶσί τινες τὰς φιληδονίας, ἀλλ’ οἷον εἰς μέθην ἐκπίνουσι, καὶ παντὸς ἐπέκεινα τείνουσι μέτρου· τούτων ἀπὸ τοῦ στόματος ἀφῃρῆσθαί φησι καὶ εὐφροσύνην καὶ χαράν.
ἀληθεύει γὰρ ὁ Χριστὸς, ὅτι πάντη τε καὶ πάντως οἱ μὲν νῦν 59 πενθοῦντες παρακληθήσονται. ἕψεται δὲ τοῖς εἰωθόσι τρυφᾶν 60 τὸ χρῆναι δακρυρροεῖν, ὅτι τῆς ἀγερωχίας τὸ πέρας θρῆνος 61 ἔσται καὶ οἰμωγὴ, καὶ εἰς πέταυρον ᾅδου καταβιβάζει τοὺς ἀγαπῶντας αὐτήν. ἀληθεύει δὲ καὶ ὁ Δαυεὶδ, ὅταν λέγῃ 62 πρὸς Θεόν “Οὐκ ἐστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· 63 “ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;“ καὶ πάλιν “Οὐ “γὰρ οἱ νεκροὶ αἰνέσουσί σε, κύριε, οὐδὲ πάντες οἱ κατα-
“βαίνοντες εἰς ᾅδην· ἀλλ’ ἡμεῖς οἱ ζῶντες εὐλογήσομέν σε, “Κύριε.” εἰ δὲ δὴ νοοῖτο τῶν προκειμένων ἡ δύναμις καὶ γεωδεστέρως, εἰ δεδαπάνηνται διά τε τῆς κάμπης καὶ τῶν 64 ἑτέρων τὰ τῆς εὐφροσύνης αἴτια, πάντως που συνδιολεῖται ταῖς εὐκαρπίαις καὶ ἡ τῶν πεπονθότων εὐφροσύνη καὶ χαρά.
ἐπιστυγνάζειν γὰρ ἀναγκαῖον τοῖς ἀνιαρῶς συμβαίνουσι καὶ καταλυπεῖν εἰωθόσι καὶ οὐκ ἀνικάνως ἔχουσιν εἴς γε τὸ δύνασθαι, φημὶ, πικρᾷ τε καὶ ἀφορήτῳ λύπῃ κατατῆξαι καρδίαν.
ἔσεσθαι προσδοκωμένοις καὶ ὅσον οὔπω παρεσομένοις τὸ ἐπὶ ταῖς μεταγνώσεσιν θέλων δάκρυον, ἀφηγεῖται λεπτῶς τὰ ἐσόμενα, καὶ τῶν σκυθρωπῶν τὴν ἔφοδον μονονουχὶ καὶ ἐν ὄψει τιθεὶς δίδωσί τι τοῖς παιομένοις καὶ θρήνημα, καὶ 68 οἱονεὶ γοερὸν ἐκδιδάσκει μέλος τοὺς ὀδύρεσθαι κεκελευσ-
69 μένους, ἐκεῖνό τε λέγειν ἀναπείθει λοιπὸν Ὅτι ἔθνος ἧκεν ἐπὶ τὴν γῆν μου, ἰσχυρὸν καὶ ἀναρίθμητον, καὶ ὅσον ἧκεν εἰς ὀδοντων ἀκμὰς, λέουσί τε καὶ σκύμνοις ὀλίγα παραχωροῦν. μὲν οὖν τὸ χρῆμα, κἂν εἰ ἐπὶ ἀκρίδος νοοῖτο τυχὸν, βρούχου
τε καὶ κάμπης. ἄμαχον γὰρ τὸ χρῆμά ἐστι, καὶ ἀνανταγώνιστος κομιδῇ τῶν τοιούτων ἡ ἔφοδος, ἱκανή τε ἄρδην ἀπολέσαι τὰ ἐπ’ ἀγροῖς, καρπούς τε φημὶ καὶ πόαν· καταφθεῖραί τε συκᾶς καὶ ἀμπέλους, κακὴν δὲ καὶ ἀκαλλῆ τῆς 70 ἀρούρας ἀποφῆναι τὴν ὄψιν. εἰ δὲ δὴ περιτρέποιτο πάλιν ὁ
λόγος εἰς τὴν τῶν πεπορθηκότων ἀπανθρωπίαν, καὶ ὀλοτελἢ τῆς χώρας ἐρήμωσιν, ὑπεμφήνειεν ἂν ἕτερον οὐδὲν, ἢ ὅτι πᾶσα μὲν αὐτοῖς ἀπόλωλεν ἡ χώρα, δεδαπάνηνται δὲ καὶ οἱ προὔχοντες παρ’ αὐτοῖς, δόξῃ τε καὶ πλούτῳ τὸ τῶν ἀγελαίων ὑπερθρώσκοντες μέτρον· ὡς ἐν τάξει νοεῖσθαι
συκῆς τε καὶ αμπελου· πρὶν ὑπομείναι ’τον μαρασμὸν· κα θάπερ ἀμέλει καὶ ἐπ’ αὐτῶν νοεῖται τῶν αἰσθητῶν ἀμπέλων, 71 εἰ τοῖς τῶν ἀκρίδων ὀδοῦσι συμβαίη περιπεσεῖν· ἐκπίνουσαι γὰρ τὴν ἐν τοῖς φυτοῖς ἰκμάδα, καὶ πᾶσαν αὐτοῖς τὴν ζωοποιὸν ἀναρροφοῦσαι δύναμιν, οὐκ εἰς μακρὰν αὐαίνουσι,
καὶ λευκὴν ὁρᾶσθαι ταύτῃτοι παρασκευάζουσιν. οὐκοῦν οἱ ὁδόντες τῶν δαπανώντων ἐχθρῶν τοὺς ἐν τάξει κειμένους ἀμπέλων, ἢ καὶ ἐν εἴδει συκῶν, εἰς ἅπαν δεδαπανήκασι καὶ εἰς ἀχρειότητα πεπόμφασι παντελῆ, ἢ ξίφεσι καταπαίοντες 72 ἣ καὶ τοῖς τῆς δουλείας ὑπενεγκόντες ζυγοῖς.
τυχεῖν διὰ συχνῆς προσευχῆς ἀφέσεως καὶ ἐπικουρίας, ὡς ἃν εἶεν, κἂν γοῦν ὀψέ ποτε καὶ μόλις, σοφοί τε καὶ εὐσθενεῖς, καὶ διαδιδράσκειν οἷοί τε τὰ συμβεβηκότα. πάθοιεν δ᾿ ἃν αὐτὸ, καὶ ὅτι μάλιστά γε, καὶ οἷς ὁ νοῦς ἐκκέκλικεν ἀμαθῶς εἴς γε τὸ χρῆναι προσέχειν τοῖς ἑτεροδοξεῖν εἰωθόσι
καὶ τὰ ὀρθὰ τῆς ᾿Εκκλησίας παραλύειν δόγματα, περὶ ὧν ἃν λέγοιτο, καὶ μάλα εἰκότως Οἱ οδόντες αὐτῶν ὀδόντες λέοντος, 75 καὶ αἱ μύλαι αὐτῶν σκύμνου· θεομισὲς γὰρ τὸ ἔθνος, κίβδηλόν τε καὶ ἁλιτήριον, καὶ τῶν ἁπλουστέρων τὸν νοῦν τοῖς δοκησισόφοις ῥήμασι κατεσθίον τε καὶ ἀναλίσκον, ὡς μηδὲν
ὀρθότητος ἐν αὐτοῖς ὁρᾶσθαι λείψανον. οὗτοι τὸν δεσποτικὸν ἀμπελῶνα καταμαραίνουσι, συκῶν ἔρημον ἀποφαίνουσι τὸν 76 κῆπον, ψιλόν τε δεικνύουσι καὶ κεχερσωμένον, “Οἷς τὸ 77 “κρῖμα οὐκ ἀργεῖ, ἀλλ’ “ἔνδικόν ἐστι” κατὰ καιρούς.
καὶ κάμπης ἔσονται τροφὴ, καὶ ἁπάσης εὐκοσμίας ἀπομενοῦσιν 78 ἔρημοι, εὐανθὲς δὲ ὅλως οὐδὲν ἐν αὐτοῖς· ἡ δέ γε σοφὴ καὶ φιλόθεος ψυχὴ, καὶ τοῖς τῆς ἀληθείας δόγμασι κομῶσα πλουσίως, καὶ καρποῖς τοῖς εἰς δικαιοσύνην μονονουχὶ βρύουσάν τε καὶ εὖ μάλα περιηνθισμένην ἔχουσα τὴν καρδίαν
ἐρεῖ που πάντως ἐκ παρρησίας, κατά γε τὴν ἐν τῷ ᾄσματι 79 τῶν ᾀσμάτων νοουμένην νύμφην “ καταβήτω ἀδελφιδοῦς “μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐ- 80 “τοῦ.’’ ἡδεῖς γὰρ ἡδεῖς τῆς εὐσεβείας οἱ καρποὶ, καὶ τὰ τῆς ἀληθοῦς φιλομαθείας ἀκρόδρυα τῷ πάντων ἡμῶν Σωτήρι’ 81 Χριστῷ, ὅς ἐστιν ἡμῶν καὶ ἀδελφιδοῦς, οἷον ἐξ τῆς ἁγίας παρθένου γεγεννημένος.
οὐ μετρίως φιλονεικοῦν καὶ ἁμιλλᾶσθαι σπουδάζον, 83 ὡς ἰσοστάθμους τοῖς ἡμαρτημένοις ποιεῖσθαι πόνους. φιλεῖ δέ πὼς ἀρτίγαμος κόρη κατοιμώζειν ἄγαν ἐκτεθνεῶτα νυμφών, καὶ δριμείας εἰσδέχεσθαι τὰς ἐπὶ τῷδε λύπας, ὡς νουθεσίας ἐπέκεινα τίθεσθαι τὴν φρένα, καὶ μηδένα
τρόπον αὐτῇ τοῦ χρῆναι πενθεῖν ἐπαξίως ἀποχρῶντα εἶναι δοκεῖν· χρῆμα μὲν γὰρ τὸ θηλειῶν φιλόδακρυ καὶ φιλοπενθὲς ὁμολογουμένως, μάλιστα δὲ τῶν ἄλλων ἡ παρθενικόν τε καὶ ἔφηβον ὁρῶσα νυμφίον οἰκτρῶς καὶ ἐν εὐναῖς 84 νεκρόν τε καὶ ἄπνουν κείμενον. ᾗ δὴ παρεικάζεσθαι δεῖν τὴν
τῶν Ἰουδαίων πληθὺν εὖ μάλα φησὶν, ἀποκρούεσθαί τε τὴν ὀργὴν, καὶ οἷον ἀσχέτως ἐπ’ αὐτοὺς τὴν θείαν ἰοῦσαν κίνησιν, ἀνακόπτειν τοῖς θρήνοις τεθαρρηκότας, ὅτι “Χρηστὸς καὶ 85 “ἐπιεικὴς” ὁ τῶν ὅλων ἐστὶ Δεσπότης, φιλάνθρωπος, “Καὶ 86 “πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις’’ κατὰ τὸ γε.
γραμμενον.
ἀντ’ ἐκείνης ἡ νέα καὶ ἀρρυτίδωτος, ἡ πάναγνος καὶ σοφὴ, 89 καὶ ἐκ Λιβάνου νύμφη, καλή τε περιστερὰ, τουτέστιν, ἢ ἐξ ἐθνῶν ᾿Εκκλησία, ἡ καὶ αὐτὸ τὸ πάθος ὁμολογοῦσα κυρίου, μονονουχὶ δὲ καὶ ἐπ’ αὐτῷ κλαίουσα διὰ τοῦ συμπάσχειν καὶ πενθεῖν, αἴρειν τε τὸν ἴδιον σταυρὸν καὶ ἀκολουθεῖν
90 αὐτῷ, καὶ διὰ τούτων ἰέναι φιλεῖν διά τοι τὴν εἰς αὐτὸν ἀγάπην. παρθενικὸς δὲ νυμφίος νοοῖτ’ ἂν αὐτῆς ὁ ᾿Εμμανουήλ· καίτοι μεμοιχεῦσθαι δοκούσης καὶ πεπορνευμένης τῷ σατανᾷ, κατά γε τὸν τοῦ πεπλανῆσθαι τρόπον· διὰ τὴν ἄνωθεν ἀναγέννησιν, ἢν διὰ τοῦ Πνεύματος πεπλουτήκαμεν,
τὴν σαρκικὴν ἀρνούμενοι. γέγραπται γὰρ περὶ Χριστοῦ 91 “Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι “δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γε- “νέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ “αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος
“ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.” παρωθούμενοι δὴ οὖν τὴν κατὰ σάρκα γέννησιν, τὴν πνευματικὴν οἰκειούμεθα, καθ’ ἢν ἂν νοοῖτο παρθένος καθαρά τε καὶ πάναγνος ἡ ἐξ ἐθνῶν ἐκκλησία, τουτέστιν οἱ εἰς Χριστὸν πιστεύσαντες, 92 οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει σαφῶς “῾Ηρμοσά-
“μὴν γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστήσαι τῷ “Χριστῷ.”
καὶ ὁ θύσων ἔτι παντελῶς οὐδεὶς, ὁ προσκομιῶν ἀνάθημα καὶ ληΐων ἀπαρχὰς, δράγμα που πάντως τὸ ἱερὸν εἰς ἀπαρχὴν θερισμοῦ πυρῶν ἀνατιθέμενον τῷ Θεῷ, κατὰ τὸν 96 Μωυσέως νόμον· πρωτοκόμιά τε τὰ ἐξ ὡρῶν οὐδεὶς ὁ φησὶν, ἐντιθεὶς, καὶ πορευόμενος μὲν εἰς οἶκον κυρίου, 97
ἀνάπτων δὲ τῷ Θεῷ καὶ ᾠδὰς τὰς χαριστηρίους, ἃς ἦν ἀγορεύειν ἔθος. ταύτῃτοι πενθεῖν τὸ ἀπόλεκτον κελεύει γένος, φημὶ δὴ τοὺς ἱερέας, οὐ λημμάτων ἕνεκα διαπονουμένους, ἀλλ’ ὡς τῶν ὑπὸ χεῖρα λαῶν ὑπερηλγηκότας, καὶ τεθειμένους εἰς λειτουργίαν τὴν ἱεράν τε καὶ ἀξιάκουστον, ἵνα καὶ πρό
γε τῶν ἄλλων αὐτοὶ τὸν τῶν ὅλων ἐκμειλίσσοιντο Θεὸν, καὶ αὐτὸν δὲ τὸν ἱεροφάντην ἀπομιμοῖντο Μωυσέα, προεστηκότα τοῦ Ἰσραὴλ, καὶ Θεῷ λέγοντα “Δέομαι, κύριε, ἡμάρτηκεν 98 “ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, καὶ εἰ μὲν ἀφῇς αὐτοῖς “τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς
“βίβλου σου ταύτης ἧς ἔγραψας.’’ μεσιτεύει γὰρ τῆς ἱερωσύνης τὸ χρῆμα Θεῷ τε καὶ λαοῖς, καὶ τοῖς τεταγμένοις εἰς λειτουργίαν τὴν οὕτω σεπτὴν, πρέποι ἂν, οἶμαί που καὶ μάλα εἰκότως, ἡ ἐν λιταῖς παρρησία. μονονουχὶ γὰρ καὶ ὑπὲρ πάντων τὴν ἰδίαν Θεῷ καθιεροῦσι ζωὴν, τὰ ὑπὲρ τῆς 99
ἁμαρτίας ἐσθίοντες θύματα. τοῦτο καὶ διὰ φωνῆς Ὠσηέ φησιν ὁ τῶν ὅλων Θεός “῾Αμαρτίας λαοῦ μου φάγονται, 100 “καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν,” τουτέστιν, ὅταν ἀδικῶσι, τὸ δοκοῦν τῷ νόμῳ πλημμελοῦντες 101 οἱ λαοὶ, τότε δὴ τότε φησὶν οἱ τῶν θείων θυσιαστηρίων 102 ἱερουργοὶ λήψονται τῷ Θεῷ τὰς ἑαυτῶν ψυχὰς ὑπὲρ ἐκείνων. 103 τὸ δὲ λήψονταί φησιν, ἀντὶ τοῦ προσκομιοῦσιν ἤγουν ἀναθήσουσι. λαμβάνεσθαι γὰρ ἐλέγετο τὸ ἀνατιθέμενον τῶ Θεῶ.
αὐτῇ τῶν καρπῶν. τεταλαιπώρηκε γὰρ σῖτος, ἐξηράνθη αἶνος, ὠλιγώθη ἔλαιον, ἐξηράνθησαν, τουτέστιν, οἴχεται 104 πάντα τὰ ἐξ αὐτῆς, καὶ τὰ ἐφ’ οἷς ἦν εἰκὸς καταθαυμάζεσθαι λίαν, ὡς καρπῶν ἀγαθῶν μητέρα καὶ τροφόν.
καταθρηνήσει γεμὴν πᾶς, εἴ τις ἐστὶ δοκιμώτατος ἱερεὺς, τοὺς ἐξ ἀμέτρου φρενοβλαβείας τὴν διὰ πίστεως κάθαρσιν οὐ προσιεμένους, οὐκ ἠγαπηκότας τε τὸ ἁγιάζεσθαι παρὰ Χριστοῦ. ἀπομενοῦσι γὰρ ἔρημοι πάντη τε καὶ πάντως τῆς νοητῆς εὐκαρπίας, καὶ ἐν ἐνδείᾳ παντὸς ἔσονται τοῦ τρέφειν
105 εἰδότος, καὶ εἰς ἀνδρείαν αὐτοὺς ἀναφέροντος τὴν πνευματικὴν, σῖτόν τε καὶ οἶνον οὐκ ἔχοντες, καὶ τῆς ἐλαίου χρείας ἐστερημένοι· μυστικὸς ὁ λόγος· τοῖς μὲν γὰρ τὴν πίστιν προσιεμένοις ἑαυτὸν παραθήσει Χριστὸς, ὡς ἄρτον ζωῆς· 106 ἔφασκε γὰρ ὅτι “Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς·’’ ὡς οἶνον 107 εὐφραίνοντα καρδίαν ἀνθρώπου· σύνες δὴ πάλιν ὅ φημι· καταχρίσει δὲ καὶ ἐλαίῳ, τῷ νοητῷ δηλονότι καὶ ἁγιάζοντι, 108 καὶ ὡς ἐν μεθέξει νοουμένῳ τοῦ Ἁγίου Πνεύματος· τοὺς δὲ γνώμην ἔχοντας ἀπηνῆ, πικρόν τε καὶ ἀφιλόθεον, νοῦν ἀπειθῆ καὶ δυσάγωγον, ἐνδεᾶ που πάντως ἀποφανεῖ, καὶ 109 ἀμέτοχον παντελῶς τῶν ἀρτίως ἡμῖν εἰρημένων ἀγαθῶν.
ἰστέον δὲ, ὅτι καὶ ὁ σοφώτατος Παῦλος ἱερουργῶν εἰς τὰ ἔθνη τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, μονονουχὶ κατεθρήνει τοὺς ἀπειθοῦντας ἐξ ᾿Ισραήλ. ἔφη γάρ “Ὅτι λύπη μοί ἐστι 110 “μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῆ καρδίᾳ μου, ὑπὲρ τῶν “ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές
“εἰσιν ᾿Ισραηλῖται.” μυστικὸς δὲ, ὥσπερ ἔφην, καὶ κεκρυμμένος ὁ ἐν τῷδε λόγος.
ὁρᾶν καὶ τῶν ξύλων τὰ ἐξαίρετα, ληίοις τε ὁμοῦ τὰς ἀμπέλους κατεφθαρμένας, καὶ αὐτὴν δὲ τὴν ἀγρίαν ὕλην τοῖς 113 κήποις συγκαταφθίνουσαν. πάντα, γάρ φησι τὰ ξύλα τοῦ ἀγροῦ εξηρανθησαν, ὅτι ᾐσχυναν χαραν οἱ υἱοὶ τῶν ανθρωπων· τὸ δὲ ᾕσχυναν χαρὰν, ἀντὶ τοῦ, αἰσχύνης τε καὶ ἐντροπῆς καὶ
ἐλέγχων τῶν εἰς ποινάς τε καὶ δίκην τὸν καιρὸν ἀπέδειξαν 114 οἱ ἐνοικοῦντες τὴν γῆν, καθ’ ὃν ἦν εἰκὸς καὶ ἐνευρύνεσθαι ταῖς εὐημερίαις τὰ ἐξ ἀγρῶν συλλέγοντας, καὶ ἀναμεστοῦν μὲν τῷ σίτῳ τὰς ἀποθήκας, ἐπιφωνεῖν δὲ τρυγῶσι τὰς ἐπι- 115 ληνίους ᾠδὰς, καὶ ταῖς οἰῶν ἀγέλαις ἐφήδεσθαι, πλείστης τε ὅσης καὶ εὐανθοῦς αὐτοῖς παρερριμμένης τῆς πόας.
πυροῦ καὶ κριθῆς καὶ ξύλων ὡραίων νοηθεῖεν ἄν. ἐφαρμόσομεν 116 δὲ τῶν νοημάτων τὴν δύναμιν πρεπωδέστερόν πὼς τοῖς γραμματεῦσι καὶ Φαρισαίοις· οἳ καὶ γηπόνων ἐν 117 τάξει κείμενοι πεπαρῳνήκασιν εἰς Χριστὸν, ἀπεκτόνασί τε τὸν κληρονόμον, ἵν ἔχοιεν αὐτοὶ τὸν κῆπον, γένοιντό τε
λοιπὸν τοῦ ἀμπελῶνος δεσπόται, μονονουχὶ ληίοις ὥσπερ ἐπαγαλλόμενοι τῇ πολυάνδρῳ πληθύι· τῶν ὑπεζευγμένων, καὶ τοὺς ἐν αὐτοῖς ὅτι μάλιστα λαμπροὺς, ὡς ῥοιὰν, ὡς μῆλον ἀποτρυγᾶν εἰωθότες. ἀλλ’ εἷλεν αὐτοὺς ὁ ῾Ρωμαίων πόλεμος, δεδαπάνηκε μέγαν καὶ μικρόν, λαμπρὸν καὶ ἐπίσημον ὡς ἐν
118 συκαῖς νοουμένους, καθάπερ ἔφην ἀρτίως, ὡς ἐν ἀμπέλῳ τυχὸν, φοίνικί τε καὶ μήλῳ καὶ ἐν τοῖς ξύλοις, ὡς ἐν κριθῇ καὶ πυρῷ· διάφοροι γὰρ οἱ τρόποι, καὶ οὐχ ἓν ἅπασι τοῦ βίου τὸ μέτρον. ἐπειδὴ γὰρ ἅπαξ ἀγρῷ παρείκασε τὴν τῶν Ἰουδαίων γῆν, καὶ γηπόνους ὠνόμασε τοὺς προεστηκότας,
σέσωκεν ὁ λόγος μέχρι παντὸς τὴν μεταφορὰν, ληίοις τε καὶ ξύλοις κατὰ διάφορον τρόπον παραβάλλων τοὺς ὑπ’ αὐτοῖς.
φιλεῖ. ἀλλ’ εἰ μέν τις εἴη σοφὸς καὶ ἀγχίνους, καὶ αὐχημάτων ἀγαθῶν ἐπιμελητὴς, εὐανθῆ τε καὶ εὔξυλον τὸν εἰς νοῦν καὶ καρδίαν φορέσει κῆπον, πολυειδῆ τρέφων ἐν ἑαυτῷ τὴν ἀρετὴν, καὶ πάντα τρόπον ἐπιεικείας. εἰ δὲ δὴ ῥᾴθυμος καὶ φιλήδονος, καὶ πολὺ λίαν ἐκνενευκὼς ἐπὶ τὰ αἰσχίω,
καταθρηνήσει πάντως, μαραινομένης αὐτῷ τῆς ἐπιεικείας, καὶ πολλὴν παθόντος τὴν ἀκαρπίαν τοῦ νοῦ. ἐπιμελητέον e δὴ οὖν τοῖς ἐχέφροσι τῶν ἐν καρδίαις ἀγαθῶν, ἃ δὴ προσέσται πάντως, εἰ ἐπί γε σφίσιν αὐτοῖς εὐφραίνειν ἕλοιντο ταῖς ἐπιεικείαις τὸν τῶν οὐρανίων χαρισμάτων δοτῆρα Θεόν.
καὶ ἐν ἀφορήτοις ποιεῖται δείμασι, πλείστης μὲν ὅσης δεῖσθαι λιτῆς τὸ πρᾶγμα δηλῶν, διά γε τοῦ χρῆναι καὶ αὐτοὺς κατοιμώζειν τοὺς ἱερέας. πλὴν ἔχει τι καὶ εὐτεχνὲς ὁ λόγος. ἐπειδὴ γὰρ τοῖς τῶν εἰδώλων τεμένεσιν ἀβουλότατα προσιζήσαντες, καίτοι Θεοῦ καταπαίοντος ἐξ ὀργῆς, ἐζήτουν ἐκεῖ-
θεν τὰς ἐπικουρίας, ἀπονέμει χρησίμως ὁ τῶν ὅλων Θεὸς 123 τοῖς ἰδίοις ἱερουργοῖς τὸ καθηγεῖσθαι λιτῆς, καὶ προεστάναι 124 τληπαθῶς τῶν εἰς μετάγνωσιν σπουδασμάτων, ἵν εἰδεῖεν οἱ πεπλημμεληκότες, ὡς εἰ μὴ Θεῷ μᾶλλον ἕλοιντο τὰ φίλα ζητεῖν, καὶ αὐτῷ προσάγοιεν τὰς λιτὰς, οὐκ ἂν διακρούσαιντο τὴν ὀργήν. χρῆναι δὴ οὖν ἔφη τοὺς ἱερατεύοντας, μονονουχὶ
καὶ δανείζειν τοῖς ἄλλοις τοὺς ἐπὶ ταῖς λιταῖς πόνους, κοπετόν τε καὶ θρῆνον καὶ σάκκου περιβολὴν, δι’ οὗ σημαίνεται τρυφῆς τε καὶ ἀναπαύλης ἀπόθεσις, σκληραγωγία τε καὶ πόνος, καὶ ζωῆς ἁγιοπρεποῦς ὀρθὴ καὶ ἀμώμητος ἐπιτήδευσις. εἶτα 125 τοῦ πόνου τὴν αἰτίαν ἐναργῆ καθιστὰς, ἀπεσχηκεναι φησὶν
ἐξ οἴκου Θεοῦ θυσίαν καὶ σπονδήν· δριμὺς ὁ λόγος· οὐ γὰρ ἐνηνέχθαι πρὸς τὸ μεῖον, ἤγουν ἠλαττῶσθαί φησι θυσίαι ἰαὶ σπονδὴν, ἀπεσχηκεναιι δὲ μᾶλλον, ὅπερ ἐστὶ παντελοῦς ἀνατροπῆς σημαντικόν. δεινὸν δὲ τὸ χρῆμα καὶ δυσαχθὲς ἀληθῶς τοῖς λαῶν προεστηκόσιν, εἰ κατὰ μηδένα τρόπον
παρὰ τῶν ὑπεζευγμένων θεραπεύοιτο Θεός.
διατρανοῖ πάλιν, καὶ εἰσηγητὴς αὐτοῖς σοφὸς φαίνεται τῆς εἰς μετάγνωσιν ὁδοῦ, καὶ τὰ δι’ ὧν ἂν γένοιτο πρᾷός τε καὶ εὐμενὴς ὁ τῶν ὅλων Θεὸς, καταδεικνύει σαφῶς. τοῦτο δὴ 129 ἦν, οἶμαι, καὶ ἀνακόψαι θέλοντος τὴν ὀργὴν, καὶ ἀφανίσαι τὸ λυποῦν, καὶ περιστεῖλαι τὸ βλάπτον, ἐπιδοῦναί τε πάλιν 130 αὐτοῖς τὸ εὐημερεῖν, καὶ διαχεῖσθαι τοῖς ἀγαθοῖς. ἔφη τοίνυν ὅτι, ἁγιάστε νηστέίαν, τουτέστιν, ὡς ἐν ἀναθήματος ποιεῖσθε
τάξει, καὶ ὡς ἐν θυσίας τρόπῳ τὴν πάναγνον ἀληθῶς καὶ ἀμώμητον νηστείαν. οὐ γὰρ δὴ προσήκει ταῖς μὲν ἀσιτίαις κατατήκεσθαι τὸ σαρκίον, δρᾶν δὲ δὴ αὐτοὺς νενηστευκότας τὰ ἐφ’ οἷς ἂν εἰκότως παροτρύνοιτο Θεός. εἰ γὰρ μέλλοιμεν ἐν καιρῷ νηστείας τῶν ἰδίων οὐκ ἀποπαύεσθαι θελημάτων,
ὑπονύττειν δὲ τοὺς ὑποχειρίους “Εἰς κρίσιν τε καὶ μάχας, 131 “τύπτειν τε πυγμαῖς ταπεινὸν κατὰ τὸ γεγραμμένον, οὔπω 132 νενηστεύκαμεν ἁγίως τε καὶ καθαρῶς· πόνων δὲ ζημίας ὑπομενοῦμεν εἰκότως Θεοῦ διακεκραγότος “Οὐχὶ ταύτην τὴν 133 “ νηστείαν ἐγὼ ἐξελεξάμην λέγει Κύριος.” δεῖ δὴ οὖν
ἀποσχέσθαι φαυλότητος, ἕπεσθαί τε, καὶ μάλα νεανικῶς, τοῖς τοῦ νομοθέτου δόγμασιν, ἀπευθύνοντας τὴν καρδίαν πρὸς πᾶν ὁτιοῦν τῶν ἄρες κοντῶν αὐτῷ, καὶ τὸν τῆς διανοίας ὑποφέροντας αὐχένα, ψάλλοντάς τε καὶ λέγοντας “ Ἴδε τὴν 134 “ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς 135
“ἁμαρτίας μου·” καὶ μὴν πρὸς τῷδε κἀκεῖνο τὸ προφητικόν “Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ Θεὸς 136 “ἡμῶν εἶ.’’ παράστασις γὰρ ἥδε πνευματικὴ καὶ θυσία καθαρὰ καὶ ἁνδάνουσα τῷ Θεῷ “ὑπὲρ μόσχον νέον,’’ ὑπὲρ 137 ἀμνον ἐκ ποιμνίων, ὑπὲρ ἔριφον ἐξ αἰγῶν, ὑπὲρ σεμίδαλιν
καὶ λιβανωτόν. πνευματικαῖς “ γὰρ θυσίαις εὐαρεστεῖται 138 “Θεός.’’ ἁγιάζοντες δὲ τὴν νηστειαν, κηρύξω μὲν θεραπείαν, τουτέστι, τὴν τῶν θείων θελημάτων ἐκπλήρωσιν, ἧ δὴ καὶ 139 πρεπόντως παρέποιτο ἃν τὸ εὐθὺ, τὸ εὐάγωγον τοῦ τρόπου, 140 τὸ πρὸς πᾶν ὁτιοῦν ἕτοιμον τῶν εἰς εὐσεβείας λόγους· ἐπιτελέσομεν δὲ τῆς θεραπείας τοὺς τρόπους, συνειλεγμένων ἐν ἐκκλησίαις τῶν ἐκ γερουσίας, συνδεδραμηκότων δὲ καὶ ἁπάντων τῶν κατοικουντων τὴν γῆν, κλαόντων
τε καὶ μάλα συντόνως εἰς ὅλην ἡμέραν, καὶ ἀραρότως διακειμένων, ὅτι πάντη τε καὶ πάντως ἐλεήσει Θεός· ἔστι γὰρ Exod. xxxiv. 6. “Μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς,” “Ἐξαίρων Mich.vii. 18 10 “ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας καὶ οὐ συνέχων εἰς μαρ- 141 “τύριον ὀργὴν αὐτοῦ, κατὰ τὸ γεγραμμένον, ὅτι θελητὴς
“ἐλέους ἐστί.’’
ἐπιφυομένων, ἄλλο τε ἐπ’ ἄλλῳ προσεργαζομένων κακὸν, καὶ ταλαιπωρίαν ἐκ ταλαιπωρίας προσεπιρριπτούντων ἀεὶ τοῖς ἐνοικοῦσι τὴν γῆν, ὡς μηδ’ ὅσον εἰπεῖν ἀναπνεῦσαι δύνασθαι βραχὺ, καί τι διὰ μέσου γενέσθαι χρηστὸν, ἐφ’ 144 ὧνπερ ἦν εἰκὸς καλ’ γοῦν ἀπὸ μέρους καὶ μετρίαν ἔχειν δύνασθαί τὴν παραψυχὴν τοὺς τῆ συχνότητι τῶν κακῶν λοιπὸν ἀφορήτως ἐντετηγμένους. ἐπειδὴ δὲ πεπαινομένων ἤδη τῶν καρπῶν, καὶ τὸν ἀμῶντα λοιπὸν μονονουχὶ καλούντων 145
ἐφ’ ἑαυτοῖς τῶν ληίων, βότρυός τε καταπερκάζοντος καὶ τὸ ἐκθλίβεσθαι γλιχομένου, γέγονέ που τάχα τῆς ἀκρίδος ἡ ἐμβολὴ, βρώματά φησιν ἐξωλοθρεύθη ἐξ αὐτῶν, οἷον ἡρπασμένων τῶν ἐν ὄψει γεγενημένων, παρακειμένων δὲ ὥσπερ αὐτοῖς, καὶ ἑτοιμοτάτην ἐχόντων τὴν
ἀπόλαυσιν· ἐξῆρθαι δὲ διαβεβαιοῦται πάλιν κα) ἐξ οἴκου κυρίου τήν τε εὐφροσύνην καὶ τὴν χαράν. ἔθυον γὰρ, ταῖς ἐξ ἀγρῶν εὐκαρπίαις ἐπαγαλλόμενοι, καὶ τοὺς τῆς εὐφροσύνης 146 ἐπετήδευον τρόπους ἀνατιθέντες τὰ χαριστήρια διάτοι τὸ περιχεῖσθαι πλουσίως τοῖς ἐκ γῆς ἀγαθοῖς.
οἶνος ὁ νοητὸς, ὁ καρδίαν ἀνθρώπου κατευφραίνειν εἰδώς. 149 ἐπειδὴ δὲ οὐ διαλελοίπασι ταῖς ἀπειθείαις ὑβρίζοντες, γέγονεν 150 γονεν αὐτοῖς ἐξ ὀφθαλμῶν καὶ οἷον ἐκ μέσου τὰ βρώματα τὰ πνευματικά· ἀποπεφοίτηκε γὰρ ἀπ’ αὐτῶν ἡ παντὸς ἀγαθοῦ μέθεξις, ἐξῆρται δὲ καὶ ἐξ οἴκου τοῦ παρ’ αὐτοῖς
εὐφροσύνη καὶ χαρά· δέδονται γὰρ εἰς ἐρήμωσιν, καὶ διατελοῦσιν οἱ τάλανες “ Οὐκ ὄντος βασιλέως οὐδὲ ἄρχοντος, 151 152 “οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας “ οὔτε δήλων.”
“ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι “ ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.’ νοῦ δὲ ὅτι τροφὴ λόγος, οὐκ ἃν ἐνδοιάσειέ τις. τοῦτο τῆς Ἰουδαίων ἐξῆρται πληθύος· γεγόνασι γὰρ ἐν ἐνδείᾳ τροφῆς τῆς πνευματικῆς· οὐ νενοήκασι τὰ Μουσέων. καὶ γὰρ ὁ θεσπέσιος
155 γράφει Παῦλος “Ἄχρι σήμερον ἐπὶ τῇ ἀναγνώσει τῆς “ παλαιᾶς διαθήκης, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν “ κεῖται·’’ μεμισήκασι δὲ τὰ διὰ χριστοῦ θεσπίσματα. ὠλόθρευται δὴ οὖν πᾶσα αὐτοῖς πνευματικὴ τροφὴ, οὐκ 156 αὐτὴ παθοῦσα τὸν ὄλεθρον, ἀλλὰ τοῖς πεπονθόσιν οὐκ ἔτι παρακειμένη, καὶ ὅσον ἧκεν εἰς ἐκείνους, οὐδὲ ὑπάρχουσα παντελῶς. ἀλλ’ ὅ γε κύριος ἡμῶν Ἰησοῦς ὁ χριστὸς τοῖς εἰς αὐτὸν πιστεύουσι τὸ χρῆναι διανέμει τρυφᾶν, καὶ ἐνσπαταλᾶν 157 ἀγαθοῖς τοῖς ἄνωθεν. γέγραπται γὰρ ὅτι “ Οὐ “ λιμοκτονήσει κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν
ἀνατρέψει.
εἶτα τί τὸ θαῦμα, κἂν εἰ δαμάλεις λέγοι διασκιρτησαι τυχὸν, 162 κλαῦσαί τε βοκόλια βοῶν ; ἀφορήτως γὰρ αὐτὰ καταπιέζοντος τοῦ λιμοῦ, τάχα πὼς καὶ ἀνεσκίρτησαν ἃν καὶ τεθνήκασιν, εἴπερ ἦν αἴσθησις αὐτοῖς τῶν ἐπενηνεγμένων. ἠξανίσθαι δέ φησι θησαυροὺς καὶ κατεσκάφθαι ληνοὺς, οὐδεμιᾶς που
τάχα φροντίδος ἠξιωμένας, διάτοι τὸ μηδὲν ἐξ ἀγρῶν συλλέγεσθαι, ἀλλὰ δρεπάνην μὲν ἀπρακτεῖν τὴν ἐν ἀμπέλῳ καὶ βότρυί; ξηρὸν δὲ δὴ τάχα καὶ ἀτελεσφόρητον τοῖς ἀγροῖς ἐπικεκλίσθαι τὸν στάχυν. ταύτῃτοί φασι τί ἀποθήσομεν ἑαυτοῖς; ὅτι δὲ, ὡς ἔφην, τοῖς τῶν καρπῶν ἡμέροις καὶ 163
αὐταὶ συνδιολώλασιν αἱ τῆς ἐρήμου πόαι, καθίστησιν ἐναργὲς, αργὲς, ἠφανίσθαι λέγων καὶ αὐτὰ τῶν προβάτων τὰ ποίμνια, λιμῷ δὴ πάντως κατεφθαρμένα, καὶ τῆς συνήθους καὶ φιλαιτάτης λαιτάτης αὐτοῖς ἐστερημένα νομῆς. ἐφαρμόσει δὲ καὶ σοφῶς ταῖς Ἰουδαίων συμφοραῖς, οἳ πεπαρῳνήκασιν, ὡς
ἔφην, εἰς τὸν τῶν ὅλων Σωτῆρα χριστόν.
διδάσκων, ὡς ἥκιστα μὲν παρ’ ἑτέρου δεήσει ζητεῖν τῆς συμφορᾶς τὴν ἀπόστασιν, προσάγειν δὲ μόνῳ τῷ σώζειν ἰσχύοντι τὰς λιτὰς, καὶ ὡς ἐξ ὀργῆς ἐπάγοντι τὰ καταλυπεῖν εἰωθότα. μὴ γὰρ δὴ χρῆναι φρονεῖν εὖ μάλα φησὶν αὐτομάτως τὰ τοιάδε συμβῆναι τῶν κακῶν, ἐπενηνέχθαι δὲ
μᾶλλον ὡς ἐκ θείων αὐτοῖς μηνιμάτων· καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ἑτέρου προφήτου φησίν 168 “Εἰ ἔσται κακία ἐν πόλει, ἣν κύριος οὐκ ἐποίησεν; οὐ 169 γὰρ ἂν γένοιτό τι τῶν κακοῦν εἰωθότων ἢ πόλεις ἢ χώρας, ὃ πράττοιτο ἂν μὴ οὐκ ἐφιέντος Θεοῦ. σώζει γὰρ οὓς ἂν
ἕλοιτο, καὶ ἀπαλλάττει κακῶν. ἀναπείθει δὴ οὖν τῶν λελυπηκότων τὴν λύσιν παρὰ Θεοῦ ζητεῖν, ῥιπτοῦντας ὡς ἀποτάτω τό γε οἴεσθαι δεῖν τῆς τῶν ψευδωνύμων θεῶν χειρὸς, καὶ ἐπικουρίας δεδεῆσθαι τὰ κατ’ αὐτούς. ἐξηράνθαι δέ φησιν ἀφέσεις ὑδάτων. ὑετοῦ γὰρ τὴν γῆν οὐκ ἄρδοντος,
170 καθιεμένης δὲ πρὸς τούτῳ τῆς ἐρυσίβης, ἐξωπλισμένης δὲ καὶ ἀκρίδος, καὶ βρούχου πηδῶντος, καὶ κάμπης ἑρπούσης, πῶς ἦν ἀμφίβολον ὡς πάντη τε καὶ πάντως οἴχοιτο ἃν αὐτοῖς τὰ ζωαρκῆ πρὸς τὸ μηδέν; καταφθειρομένης δὲ καὶ πόας, πᾶσά πὼς ἀνάγκη καὶ κτήνη παθεῖν τὸν ὄλεθρον.
καὶ γεγόνασι ἄβατός τε καὶ ἄνυδρος γῆ, ἥτις 174 οὐ κατοικηθήσεται. ἡμῶν δὲ δὴ πέρι τῶν ἐν πίστει δεδικαιωμένων προανεφώνει Θεὸς, καὶ τῶν διὰ χριστοῦ χαρισμάτων ἀμφιλαφεστάτην ἔσεσθαι τὴν χορηγίαν ὑπεδήλου λέγων “Ἐν τῆ ἡμέρᾳ ἐκείνη ἀποσταλάξει τὰ ὄρη γλυ- 175 κασμὸν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πάσαι αἰ “ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου 176 “ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων·’’ καὶ μὴν καὶ ἑτέρως “Ἐγὼ κύριος ὁ Θεὸς, ἐγὼ ἐπακούσομαι 177 “ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτοὺς, ἀλλ’ ἀνοίξω
“ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν μέσῳ τῶν πεδίων εἰς ἕλη, “καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς·’’ οὐκοῦν ἡμεῖς μὲν ἐν τούτοις. εἰ δὲ δὴ βαδίζοιεν εἰς μετάγνωσιν καὶ ἀναβλέψοιεν πρὸς Θεὸν, λέγοιέν τε καὶ αὐτοί Πρὸς σὲ Κῦρε κεκράξομαι, λήψονται τὰς τῶν υδάτων ἀφέσεις, ἀντλήσουσί 178
τε μεθ’ ἡμῶν τὸ ὕδωρ τὸ νοητὸν “ ἐκ τῶν πηγῶν τοῦ σω- “τηρίου,” ποτισθήσονται δὲ καὶ “ τὸν χειμάρρουν τῆς τρυ- 179 “φῆς’’ παρὰ τοῦ Θεοῦ καὶ πατρὸς, καὶ τὴν πηγὴν τῆς ζωῆς ἕξουσιν ἐν καρδίαις. παρακείσεται δὲ αὐτοῖς εἰς τρυφὴν καὶ τὰ ὡραῖα τῆς ἐρήμου, τουτέστι, νομὴ καλὴ καὶ ἀμφιλαφὴς,
εἰς γνῶσιν αὐτοὺς ἀποτρέφουσα τὴν ἐν χριστῷ νοουμένην θείαν τε καὶ εὐαγγελικήν.
Βαβυλωνίων. ὡς γὰρ ἤδη τοῦ πολέμου βεβηκότος εἴσω θυρῶν, καὶ μονονουχὶ περιηγγελμένου κατὰ πᾶσαν γῆν Σιῶν, ἤγουν ἐν ὅλη τῆ Ἰουδαίᾳ, καὶ θορύβου καὶ δειμάτων ἀναπλησθήσεσθαι τὰ πάντα φησίν. πάρεστι γὰρ ἡμέρα κυροῦ, τουτέστιν, οὐκέτι προαγόρευσις τὸ χρῆμα μόνον,
ἀλλ’ ἐν ὄψει τὰ πάθη, καὶ ἐν αὐταῖς γεγόνασι ταῖς πείραις τῶν πάλαι προηγγελμένων, οὓς ἦν ἄμεινον παρὰ πολύ 185 μεταφοιτᾶν ἑλέσθαι πρὸς τὰ βελτίω, καὶ πρὸ ἐφόδου καὶ παρουσίας τὴν τῶν κακῶν ἀποσείεσθαι πεῖραν. οὐκοῦν ἀναδύεσθαι πρὸς μετάγνωσιν οὐκ ἐᾷ, μεθιέντας δὲ ὥσπερ
τὸ τῆς γνώμης ἀναπεπτωκὸς καὶ τὸ ῥᾴθυμον, εἰς φιλεργίας ἰέναι κελεύει γοργῶς, καὶ ἐπί γε τὸ βούλεσθαί σφισιν αὐτοῖς ἐπαμύναι γενικῶς, Θεῷ δηλονότι προσθέοντας, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀφανίζοντας τὰ ἐγκλήματα ταῖς τῶν ἀμεινόνων ἐναγωγαῖς. ταύτῃτοί φησιν ἐγγὺς εἶναι τὴν ἡμέραν
κυροῦ, καθ’ ἢν ἔσονται μὲν ὡς ἐν ὁμίχλη καὶ σκότῳ, τὸν 186 ἐκ τῆς ἀκρίδος δεδιότες λιμὸν, ἤγουν τὴν ἐκ τῶν Ἀσσυρίων ἐπηρτημένην αὐτοῖς ἀθλιότητα καὶ καταφοράν.
187 ἕως ἔτω εἰς γεωεὰς γενεῶν. τὰ ἔμπροσθεν αὐτοῦ πῦρ 188 ἀναλίσκον, καὶ τό ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς παράοεισος τρυφῆς ὴ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὀπίσω αὐτοῦ 189 πέδω ἀφανισμοῦ, καὶ ἀνασωζόμενος οὐκ ἔστιν αὐτῷ.
ὅλως καταχέηται τῶν ὀρῶν, ἀφίησιν οὐδὲν τῶν ἐν αὐτοῖς ἀκατάδευστον· ἤγουν τὰς πρώτας ἡλίου βολὰς, καὶ τοῦ τῆς ἡμέρας φωτὸς τὴν εὐθύς τε καὶ ἐν ἀρχαῖς ἀνάλαμψιν, ἢ ταῖς τῶν ὀρέων κορυφαῖς καὶ πρό γε τῶν ἄλλων μονονουχὶ καὶ ἐνευρύνεται, καὶ κατερυθαίνει βουνούς. οὕτως ἔσεσθαι 190
φησιν ἐπὶ τ‘ὶ ὄρη τὸν λαὸν τὸν ἰσχυρὸν, ἀκρίδας τυχὸν, ἤγουν, ἐξ ὁμοιότητος τῆς ἀπ’ αὐτῶν, τὸν Ἀσσύριον ὡς ἐν πληθύι· νοούμενον ἀπαραβλήτῳ λοιπόν· ὅμοιος γὰρ αὐτῷ φησὶν οὔτε γεγονεν απὸ τοῦ αἰῶνος, οὔτε μὴν ἔσται ποτέ. ἐπειδὴ δὲ ταῖς τῶν ἀκρίδων ἐμβολαῖς δαπανᾶται μὲν τὸ παρεμπῖπτον εὐθὺς,
εἰ δὲ δήπου τι καὶ περιλειφθὲν τύχη, ἔργον ἐστὶ καὶ αὐτὸ τῶν ἑπομένων ταῖς πρώταις· πῦρ ἀναλίσκον ἔφη τὰ ἔμπροσθεν αὐτοῦ, φλόγα δὲ ἂναπτομένην τὰ κατόπιν καὶ ἑπόμενα. τοῦτο 191 δὲ αὐτὸ δράσειεν ἂν οἶμαί που καὶ πολεμίων στρατός. ἕψονται γὰρ πάντως ταῖς τῶν φθασάντων ἀγερωχίαις ὁμοῦ
καὶ ἀφειδίαις καὶ οἱ κατόπιν ἰόντες βραχύ· ποιήσονται δὲ τὴν γῆν ὡς τρυφῆς παράδεισον, ἄρδην ἀποκείροντες, καὶ ἐνσπαταλῶντες τοῖς εὑρισκομένοις. ἔχει δὲ τὸ ἀληθὲς ὁ λόγος καὶ ἐπ’ αὐτῆς εἰ φέροιτο τῆς ἀκρίδος.
μαχιμωτάτης· κατασκιρτήσει γὰρ οὕτω τῆς γῆς, ὡς τάχα που καὶ ἁρμάτων ἀπομιμήσασθαι κτύπον. ἁπάσαις τε γὰρ 195 ἐπιθρώσκουσι κορυφαῖς ὀρέων, καθίπτανται δὲ καὶ βουνοῦ παντὸς, καὶ οἷον φλογὸς ἠχὴν ἀποτελοῦσιν καταπιμπράσης αλάμην. φασὶ γὰρ οὐ δίχα κτύπου πράττεσθαι παρ’ αὐτῶν
τῶν ἐν ἀγροῖς τὴν κατάβρωσιν, ἠχὼ δέ τινα τῶν ὀδόντων ἀποτελεῖσθαι βληχηρὰν καὶ κακόφωνον, περιθραυομένων αὐταῖς τῶν ἐμπεπτωκότων, ὡς ἀνέμου φλόγα διαρριπίζοντος. ὄχλῳ δὲ δὴ πάλιν πολεμίων αὐτὴν παρεικάζεσθαι, τὸ ἀπεικὸς οὐδέν· ἄττει γὰρ κατὰ πληθὺν, καὶ ὀλίγα παραχωρεῖ τοῖς
196 ἀνδριζομένοις ἐν μάχη. βορὸν γὰρ τὸ χρῆμα καὶ διὰ πληθὺν ἀμέτρητον οὐκ εὐκαταγώνιστον, μᾶλλον δὲ καὶ δυσάντητον. ὁ αὐτὸς δ’ ἂν γένοιτο καὶ περὶ τῶν Ἀσσυρίων λόγος· εἰ δὲ βούλοιτό τις καὶ περὶ αὐτῆς που τάχα τῆς Ῥωμαίων ἐκστρατείας, οἳ δίκην ἀκρίδων κατεδηδόκασιν τὸν Ἰσραὴλ εἰς
τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν χριστὸν ἀνοσίως πεπλημμεληκότα, οὐδ’ οὕτω κακῶς.
ἐμ τά τείχη.
ὡς ἐν τάξει διίπτασθαι, καὶ ἥκιστα μὲν ἀπονοσφίζεσθαι, περιέπειν δὲ οὕτως ἀλλήλας, ὡσανεὶ καὶ ἀδελφοὶ, φύσεως 203 αὐτῆς βραβευούσης τὸ φιλάλληλον.
ἀγροῖς, ἀλλὰ γὰρ καὶ οἴκοις αὐτοῖς καὶ πόλεσιν εἰσπεφοιτηκότα καὶ παρενοχλοῦντα δεινῶς, τὸν ἐκ τῶν ἀκρίδων 206 ἕξουσι στρατὸν, ἤγουν καὶ αὐτὸν τὸν Ἀσσύριον, παρέδειξεν εἰπών Καὶ οὐ μὴ συντελέσωσιν. ὅμοιον ὡς εἰ λέγοι Καὶ τοῦτο οὐκ ἔσται τὸ τῆς ὀργῆς πέρας, παρέλθοι δ’ ἂν καὶ ἐπέκεινα·
φησὶ γάρ·
κὼ τὰ ἄροτρα οὐ δώσουσι τὸ φέγγος αὐτῶ.
ἄστρα τὸ οἰκεῖον ὥσπερ ἀνακόψαι σέλας. γέγονε δὲ πάλιν ἐν τούτοις ἡμῖν ὑπερβολικὸς ὁ λόγος, δύσοιστόν τε καὶ πολυαλγῆ τοῖς ἐνοικοῦσι τὴν γῆν τὴν συμφορὰν ἀποφαίνων. ἀτρεκὴς δὲ ὁ λόγος, κἂν εἰ νοοῖτο πάλιν ὡς ἐπ’ ἀνθρώπων 211 στρατιᾶς, εἰ καταθεῖν ἕλοιντο χώρας τε καὶ πόλεως. ἐν ἴσῳ
γὰρ ταῖς ἀκρίσι τὰ πάντα περιχεόμενοι, διαλυμαίνονται μὲν ἀγροῖς, καταθλίβουσι δὲ καὶ πόλεις, τειχῶν τε ὑπεραιρόμενοι καὶ οἴκοις αὐτοῖς ἐπεισθέοντες, καὶ τοῖς ἀπὸ σεισμοῦ δείμασι φιλονεικοῦντες εἰς ἀγριότητα.
ἐπὶ τὸ ἐθέλειν ἤδη τὰ ἀμείνω τε δρᾶν, καὶ μὴν καὶ βουλεύεσθαι σωφρονέστερον, οἱ ταῖς εἰς φαυλότητα παρατροπαῖς λελυπηκότες τὸν νομοθέτην. οἶδε γὰρ οἶδεν ἡ τῶν ἀλγημάτων ὑπερβολὴ μετακομίζειν εὐκόλως ὡς ἐξ ἀνάγκης τινὰς ἐπί γε τὸ ἑλέσθαι δρᾶν τὰ ἁνδάνοντα λοιπὸν τῷ σώζειν οἵῳ τε καὶ 214
ἀπαλλάττειν ἰσχύοντι. δώσει δὴ οὖν ὁ Κύριός φησι τὴν φωνὴν 215 αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, μονονουχὶ στρατηγῶν καὶ παραθήγων ὡς ἐπ’ ἐχθρούς. πρέποι γὰρ ἃν οὐχ ἑτέρῳ τῳ μᾶλλον, πλὴν ὅτι τοῖς προασπίζουσι καὶ τῶν ἄλλων προτεταγμένοις, τὸ διεγείρειν τὸ μάχιμον καὶ οἰκείαν ἡγεῖσθαι τὴν παρεμβολήν. ὑπεμφαίνει δὲ δι’ αὐτῶν, ὅτι μὴ αὐτόματον
ἔχει τὰ δεινὰ τὴν ἔφοδον, μήτε μὴν ἐκ τοῦ παρατυχόντος 216 συμβέβηκεν ἁπλῶς, ἀλλ’ ὅτι μᾶλλον ἐπενήνεκται παρὰ Θεοῦ, λελυπημένου δηλονότι καὶ ὁσίως ἤδη κολάζοντος. καταπτοεῖ δὲ αὐτοὺς, πλείστην τε ὅσην εἶναι λέγων τὴν παρεμβοὴν, καὶ ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ. ἀμήχανον δὲ μὴ πάντη τε
καὶ πάντως εἰς πέρας ἐλθεῖν, ὅπερ ἂν προστάττοι γενέσθαι Θεός. καὶ γοῦν ἔφη πρός τινα τῶν ἁγίων προφητῶν· Ἱερεμίας 217 οὗτος ἦν· “Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει 218 κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν; διικνεῖται γὰρ ὥσπερ διὰ παντὸς ὁ τοῦ Θεοῦ λόγος, καὶ οἷς ἂν φθέγξαιτο
τὸ ἀντιστατοῦν οὐδὲν, εἴκει δὲ μᾶλλον καὶ τὰ σκληρὰ καὶ ἀντίτυπα· καταθραύεται γὰρ εὐκόλως, καὶ τοῖς δεσποτικοῖς θελήμασι καὶ οὐχ ἑκόντα παραχωρεῖ. μεγάλη δὴ οὖν καὶ επιφανης ἡ ἡμερα, φησὶ, διὰ τὴν εἰς ἅπαντας ἀνθρώπους τῶν ἐπαχθησομένων δεινῶν διατρέχουσαν φήμην. καὶ τίς ἔσται
219 ἱκανὸς αὐτῇ; τουτέστιν, οὐδεὶς ἂν γένοιτο τῶν ἐπὶ γῆς ἀτεράμων οὕτως καὶ εὐσθενὴς, ὡς ἀντεξάγειν δύνασθαι ταῖς θείαις ὀργαῖς. καὶ σοφὸς ἦν ἄγαν ὁ θεσπέσιος Δαυεὶδ ἀνα- 220 κεκραγὼς πρὸς Θεόν “Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστή- “σεταί σοι ἀπὸ τῆς ὀργῆς σου;”
221
ἡπολίπηται ὀμόω αὐτοῦ εὐλογίαν, θυσίαν καὶ σπονδὴν κυρίῳ τῶ̣ Θεῷ ἡμῶν;
λοιπὸν μεταπεῖσαι παρελθεῖν εἰς μετάγνωσιν. ἀπογινώσκειν γὰρ οὐκ ἐᾷ· διαβεβαιοῦται δὲ, καὶ μάλα σαφῶς, ὡς εἴπερ 226 ἕλοιντο φρονεῖν τὰ βελτίω, καὶ τὰς ἰδίας ὁδοὺς κἂν γοῦν τοῖς δευτέροις ἐπανορθοῦν εἰς τὸ ἀρέσκον Θεῷ, πεπαύσεται πάντως τὰ ἐξ ὀργῆς, καὶ εἰς πλάτος αὐτοῖς εὐκοσμίας μεταχωρήσει
τὰ πράγματα. τίς δ’ ἂν γένοιτο τῆς τε ἐπιστροφῆς αὐτοῖς, καὶ ὁ τῆς λιτῆς τρόπος, καθίστησιν ἐναργὲς, οὕτω λέγων καὶ νῦν λέγει κύριος ὁ Θεὸς ἡμῶν Ἐπιστράφητε πρὸς μὲ ἐξ ὅλης καρδιας ὑμῶν. ἐρρίφθω, φησὶ, τὰ παρωχηκότα, καὶ ἀποδημείτω πρὸς λήθην τὰ φθάσαντα· ἑαυτῶν ἀμείνους 227
ὄφθητε τοῖς δευτέροις, ἐκμειλίσσεσθε Θεὸν νηστειᾳ καὶ πόνῳ, κοπετῷ τε καὶ ὀδυρμοῖς. ἕψεται γὰρ πάντως ταῦτα δρᾶν ᾑρημένοις τὸ χρῆναι λοιπὸν ἐν εὐπαθείαις εἶναι καὶ τρυφῇ. ὥσπερ γὰρ τῆς ῥᾳστώνης τὸ τέλος, καὶ τοῦ διαπίπτειν εἰς ἡδονὰς καταστρέφει πάντως εἰς οἰμωγὰς καὶ
κόλασιν· οὕτω τῆς ἐπιεικείας καὶ τῶν ἐπὶ ταῖς μεταγνώσεσι πόνων ἡ ἔκβασις εἰς τὸ τῆς εὐημερίας ἔρχεται πλάτος. χρήἐπιστρέψατε 228 229 σιμὸν οὖν ἄρα τὸ κλαίειν ἐφ’ ἁμαρτίαις, καὶ λυπεῖσθαι κατὰ 230 Θεόν. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος “Ἡ κατὰ Θεὸν “λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργά- 231 “ζεται.’’ μακαρίζει δὲ καὶ αὐτὸς ὁ χριστὸς τοὺς “Πεν “θοῦντας νῦν, ὅτι αὐτοὶ παρακληθήσονται.” καὶ μὴν καὶ
ὁ σοφὸς ἡμῖν Σολομῶν τοιοῦτόν τι φησὶν αἰνιγματωδῶς 232 “Ἀγαθὸν τὸ πορευθῆναι εἰς οἶκον πένθους, ἣ τὸ πορευ- “θῆναι εἰς οἶκον πότου.’’ πλὴν ἐκεῖνο περιαθρεῖν ἀναγκαῖον, ὅση τις ἐστὶ τῆς νηστείας ἡ δύναμις. ἐξημεροῖ τὸν Δεσπότην, 233 κατευνάζει τὴν ὀργὴν, ἀνατρέπει κόλασιν. ἑαυτοὺς γὰρ
αἰκιζόμενοι, μονονουχὶ καὶ λελυττηκότα καὶ ἀγριαίνοντα καθ’ ἡμῶν τὸν θεῖον εὖ μάλα δυσωποῦμεν θυμὸν, καὶ τὴν τοῦ καταπαίοντος χεῖρα συστελοῦμεν εὐκόλως. εἰ γάρ ἐστιν 234 ἀληθὲς, ὅτι καὶ μόνον ὁμολογοῦντες τὰς ἁμαρτίας κατοικτείροντος δικαιούμεθα, πῶς ἃν ἐνδοιάσειέ τις ὅτι τοῖς
ἐξ ἀσκήσεως πόνοις ἑαυτοὺς κατατήκοντες, καὶ οἷον αἰτοῦντες δίκας, τῶν ἡμαρτημένων κερδανοῦμεν παρὰ Θεοῦ τὴν ἄφεσιν; 235 πενθεῖν οὖν ἄρα κελεύει καὶ διαρρηγνύναι σφᾶς, ἥκιστα μὲν τὰ ἀμφία, διαπτύσσειν δὲ μᾶλλον νοητῶς τὴν καρδίαν τὴν ἀπηνῆ καὶ πεπιλημένην εἰς ἢν ὁ θεῖος οὐκ εἰσδύεται φόβος.
236 ἐπιστέλλει γοῦν Κορινθίοις ὁ Παῦλος “Οὐ στενοχωρεῖσθε “ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. τὴν “δὲ αὐτὴν ἀντιμισθίαν· ὡς τέκνοις λέγω· πλατύνθητε καὶ “ὑμεῖς.” χρὴ δὴ οὖν ἄρα κατευρύνειν μὲν ὥσπερ Θεῷ τὴν καρδίαν, καὶ μονονουχὶ περιρρηγνύναι τὸν νοῦν, ἵν εἰσδέξαιτο
τὸ αὐτοῦ. τὸ γάρτοι πλάττεσθαι λύπην, καταῤῥηγνυ- 237 μένων ἀμφίων εἰκῇ καὶ μάτην, ὀνήσειεν ἃν οὐδὲν τοὺς τοῦτο 238 δρᾶν ᾑρημένους· ἐμποιήσειε δ’ ἂν οὐ βραχὺ τὸ κέρδος τὸ ἀνοιγνύναι καρδίαν, καὶ ἐναποτίθεσθαι τὸ Θεῷ δοκοῦν· ἀποκομιεῖ γὰρ τὸ χρῆμα πρὸς σωτηρίαν. ὅτι δὲ οὐκ ἀποτεύξονται τοῦ σκοποῦ ποιούμενοι τὰς λιτὰς, ἐμπεδοῖ λέγων,
ὡς εἴη μὲν ὁ τῶν ὅλων Δεσπότης φιλάνθρωπός τε καὶ πολυέλεος, οἰκτίρμων καὶ ἀγαθὸς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. εἰ γὰρ δὴ καὶ ἕλοιτο κακοῦν τοὺς ἡμαρτηκότας, ἀλλ’ οὖν ἔσται πρᾶος, καὶ οὐκ ἐς μακράν· μεταχωρεῖ γὰρ εὐκόλως ἐπὶ τὸ βουλεύεσθαι τὰ χρηστά. τοῦτο εἶναί φημι 239
τὸ μετανοεῖν ἐπὶ ταῖς κακίαις. ὑποτεμνόμενος δὲ χρησίμως ὁ προφήτης τῶν τὴν σωτηρίαν ἀπεγνωκότων τὸ εἰκαιόβουλον τίς οιδέ φησιν, εἰ μετανοησει καὶ ὑπολειψεται ὀπίσω αὐτοῦ εὐλογιαν, τουτέστι δώσει τοῖς ἐπιστρέφουσι τὸ μετασχεῖν εὐλογίαν, ὥστε καὶ σπονδὴν καὶ θυσίαν ἀναθεῖναι
πάλιν αὐτῷ, χαίροντάς τε καὶ εὐφῥαινομένους ἀνάψαι τὰ χαριστήρια.
νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ κω νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. ἀνὰ μέσον τῆς κρηπῖδος καὶ τοῦ θυσιαστηρίου κλαύσονται 243 οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ κθρίῳ καὶ ἐροῦσιν φεῖσαι κύριε τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν 244
ἐν τοῖς ἔθνεσι ποῦ εστίν ὁ Θεὸς αὐτῶι;
247 “τεροι μετὰ νεωτέρων,’ νήπιά τε πρὸς τούτοις ἀρτιγενῆ καὶ ὑπότιτθα, καὶ μὴν καὶ νυμφίοι, καὶ ἀρτίγαμοι κόραι, τάχα που κατεστεμμένων ἔτι παστῶν ἐκθέουσαι καὶ γαμηλίους εὐνὰς ἀρνούμεναι, τρυφῆς τε ὑπερορῶσαι καὶ πότων, καὶ ἀλλασσόμεναι τὴν σκληραγωγίαν· κρότου περιεσταλμένου,
καὶ ἠρεμούντων ᾀσμάτων καὶ εὐφημιῶν, ἃς ἔθος τισὶν ἀνάπτειν ἔσθ’ ὅτε τοῖς γεγαμηκόσι· καὶ ὁμοῦ νυμφίοις ὀλοφυρόμεναι. 248 καὶ γάρ ἐστιν ἀληθὲς ὅπερ ἔφη τις τῶν παρ’ 249 ἡμῖν σοφῶν “Μουσικὰ ἐν πένθει, ἄκαιρος διήγησις.’’ ἐπηρτημένης δὴ οὖν θείας ἡμῖν ὀργῆς, πενθεῖν ἀναγκαῖον,
οὐχὶ δὴ πότοις τε καὶ τρυφαῖς ἐναβρύνεσθαι φιλεῖν. ὅτι γὰρ οὐκ ἀμοιρήσειεν ἃν μομφῆς τε καὶ δίκης τὸ οὐκ ἐν καιρῷ τρυφᾶν, σαφηνιεῖ τις λέγων τῶν ἁγίων προφητῶν 250 περὶ τῶν ἐξ Ἰσραήλ “Καὶ ἐκάλεσε κύριος σαβαὼθ ἐν “ τῆ ἡμέρᾳ ἐκείνη κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ
251 “ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην, σφά. “ζοντες μόσχους καὶ θύοντες πρόβατα καὶ λεγ́οντες Φάγω- “μὲν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. ἰτέον δὴ οὖν εἰς θρήνους καὶ δάκρυα, ἐπηρτημένης ὀργῆς, καὶ διεῤῥίφθω πότος. δεῖν δὲ δή φησιν ὁ προφήτης καὶ αὐτὸ τοῖς
πενθοῦσι τὸ ἱερὸν καὶ ἀπόλεκτον ἀναπλέκεσθαι γένος, καὶ πρὸς ἀυταῖς ταῖς του νάου κρηπῖσι, και ανα μέσον του θυσιδιαπρυσίῳ] 252 αστηρίου κατολολύζειν ἐκτενῶς ἀνακεκραγότας καὶ λέγοντας Φεῖσαι Κύριε τοῦ λαοῦ σοῦ, καὶ μὴ δῷς τὴν κληρονομίαν εἰς ὄνειδος, τοὐ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς 253 ἔθνεσι Που ἐστὶν ὁ Θεὸς αὐτῶν;
ἔφοδος ἐγράφετο λεληθότως. εἰ δὲ δὴ βούλοιτό τις καὶ ἐπ’ αὐτῆς τῆς ἀκρίδος τὰ τοιάδε νοεῖν, καταθαυμάσειεν ἃν εἰκότως τῶν προφητικῶν θεσπισμάτων τὴν οἰκονομίαν. αὐτὸς 254 γὰρ ὁ τῆς κολάσεως τρόπος μονονουχὶ κατακέκραγε τῆς τοῦ Ισραὴλ ἀβουλίας, καὶ προσέτι τῆς ἐνούσης αὐτοῖς ἀσθενείας.
ἠλλάξαντο γὰρ “θεοὺς οἳ οὐκ εἰσι θεοὶ,’’ καὶ τὸν τῶν ὅλων 255 ἀφέντες Δημιουργὸν προσκεκυνήκασιν τῇ Βάαλ. ἀλλ’ ἰδοὺ τῆς ἀκρίδος ἀφόρητον ποιοῦνται τὴν παρεμβολὴν, βροῦχος ὁπλίζεται καὶ πεπτώκασιν, οὐδεμίαν ἔχουσι τὴν ἐπικουρίαν ἐκ τῶν ψευδωνύμων θεῶν· οἱ δὲ δὴ βρούχου καὶ ἀκρίδος
ἡττώμενοι, ποίαν ἃν ἔτι τοῖς προσκυνοῦσιν αὐτοῖς ἐπιδοῖεν τὴν ἄκεσιν εἰ μάχοιντο πρὸς ἐχθροὺς, καὶ ταῖς τῶν πολεμίων c πολιορκοῖντο φάλαγξιν;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.