ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
γὰρ ἐξ Αἰγύπτου πᾶσα φυλὴ τῶν ἐξ Ἰσραηλ. οὐδενὸς οὖν ἔξω τεθέντος, ἀκοῦσαι προστέταχε τὰ παρὰ Θεοῦ. τίνα δὲ ἦν καὶ τάδε; μύριαι μὲν γάρ εἰσιν ὅσαι, φησὶν, ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν πόλεις τε καὶ χῶραι, καὶ ἀριθμοῦ κρείττους οἱ ἐν αὐταῖς, ἀλλ’ ὑμᾶς ἐκ πάντων τοὺς ἐξ Ἰσραὴλ ἀπολέκτους 4
ἐποιησάμην, ἐμαυτὸν ἐναργῆ κατέστησα διὰ πολλῶν θαυμάτων, ἐξειλόμην πικρᾶς καὶ ἀφορήτου δουλείας, ζηλωτοὺς ἀπέφηνα καὶ τρισμακαρίους, πεπαιδαγώγηκα νόμῳ πρὸς τὸ ἀρέσκον ἐμοὶ, ἀνετείχισα ταῖς ἐπικουρίαις, εἰσκεκόμικα δὲ καὶ εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην. ἐπειδὴ δὲ 5 μόνοι, φησὶν, ἐκ πάντων τῆς οὕτω περιφανοῦς ἠξιωμένοι χάριτος λυποῦντες οὐ κατελήξατε καὶ προσκεκρούκατε πολυτροπως, ταύτῃτοι λοιπὸν τοὺς τῆς ἀπονοίας ὑμὰς εζαιτησω 6 λόγους, οὐκ ἀνέξομαι πλημμελούντων ἔτι καὶ ἀνεπιτίμητον ἐχόντων τὴν εἰς τοῦτο ῥοπήν.
πίστεως, εἶτα νοσοῦσι τὸ ἄναλκι, καὶ ἀνόπιν ὥσπερ ἰέναι 7 προτεθυμημένοις ἐπιστέλλει λέγων “Νυνὶ δὲ γνόντες Θεὸν, 8 “μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε ἐπὶ τὰ “ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου οἷς πάλιν ἄνωθεν “δουλεύειν θέλετε;” ἤδει μὲν γὰρ αὐτοὺς καὶ πρό γε τῆς
πίστεως ὁ Δημιουργός· ἀγνοεῖ γὰρ ὅλως τῶν ὄντων οὐδέν· ἀλλ’ ἐν τούτοις, ὡς ἔφην, ὑποσημήνειεν ἃν ἡ γνῶσις εὖ μάλα τὴν πνευματικὴν οἰκειότητα.
σκυθρωπὰ, καὶ τὰ δι’ ὧν ἦν εἰκὸς ἑαυτῶν ἀμείνους ἔσεσθαι τοὺς ἡμαρτηκότας δεδιότας που τάχα τῶν λαληθέντων τὴν ἔκβασιν, ἐμελέτων τὴν ἀντίστασιν καὶ ἀντέπραττον αὐτοῖς, 11 οἱ τῶν ἀγελαίων τὸν νοῦν, ἐφ’ ἃ μὴ προσῆκεν, ἀποκομίζειν εἰωθότες, καὶ πλανῶντες τοὺς ὑπεζευγμένους. μένους. ἐπετίμων μὲν 12 γὰρ τοῖς προφήταις, ἀπεδέχοντο δὲ τοὺς πεπλανημένους, ὡς τὴν εὐθεῖαν ἰόντας τρίβον. τοιγάρτοι διὰ φωνῆς ‘Ησαΐου
φησὶν ὁ Θεός “Λαός Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν 13 “ὐμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσιν. ἐπετίμα δὲ καὶ Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ Ἀμὼς τῷ Προφήτῃ λέγων “Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα 14 “καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις, εἰς δὲ Βαιθὴλ
“οὐκ ἔτι οὐ μὴ προσθῇς τοῦ προφητεῦσαι. οἱ δέ γε τοῖς 15 προφήταις ἀνθεστηκότες, ἐκ πολλῆς ἄγαν σκαιότητος καὶ δυστροπίας δεινῆς, εὐάφορμον ὑπεπλάττοντο τὴν ἀντίστασιν, ἐκεῖνο λέγοντες Οὐκ ἀπέσταλκέ σε ὁ κύριος. καταιτιᾶται τοίνυν αὐτοὺς, ὅτι τοὺς παρ’ αὐτοῦ προφήτας οὐ τοὺς ἄνωθεν
ἔφασκον καὶ παρὰ Θεοῦ διακομίζειν λόγους· ᾤοντο δὲ μᾶλλον τὰ ἀπὸ τῆς σφῶν ἐρεύγεσθαι γνώμης, ἕτερά τε αὖ παρὰ τὰ δοκοῦντα λαλεῖν τῷ τῶν ὅλων Δεσπότη. ταύτῃτοί φησιν Ὦ ἀσύνετοι καὶ παράφρονες, ἆρά τινες ἐξ ὑμῶν γενήσονται φίλοι, καὶ τὴν αὐτὴν βαδιοῦνται τοῦ βίου τρίβον, οὐκ ἐγνωκότες 16
ἐαυτοὺς ἤγουν ἀλλήλους, τουτέστιν, εἰ μὴ ἀλλήλους τεθέανται ἰσοτρόπους τε καὶ ὁμογνώμονας; “Πᾶν γὰρ ζῶον 17 “ἀγαπᾷ ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολλη- “θήσεται ἀνήρ.” καὶ εἰ τοῦτό ἐστιν ἀληθὲς, πῶς ἂν ἐδεξάμην τοὺς προφήτας οἱονείπως εἰς φιλίαν καὶ ἀγάπησιν,
ἅγιος ὢν αὐτὸς, εἰ μὴ καὶ αὐτοὶ γεγόνασιν ἅγιοι; πῶς οὖν διώκετε τοὺς ἁγίους, οἷς καὶ τοὺς ἐμοὺς τεθάρρηκα λόγους, οὓς προσηκάμην ὡς ἀγαθοὺς, οἱονεὶ τὴν αὐτὴν ἐμοὶ βαδίζοντας τῶν θελημάτων ὁδόν; ὃ γὰρ ἂν βουλοίμην ἐγὼ, 18 19 τοῦτο καὶ αὐτῶν ἐστι θέλημα. οὐκοῦν τὸ προφήταις ἐπιτιμᾶν, οὐδὲν ἕτερόν ἐστιν, ἢ κατ’ ἐμοῦ λοιπὸν ποιεῖσθαι τὴν ἐπίπληξιν. τοιοῦτόν τι καὶ ὁ Σωτῆρ’ τοῖς ἁγίοις μαθηταῖς 20 εἴρηκεν “Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχό- “μενος, δέχεται τὸν ἀποστείλαντά με.” προσέταττε δὲ τοῖς
ἐξωθουμένοις καὶ αὐτὸν ἀπομάττεσθαι τὸν κονιορτὸν τῶν 21 ποδῶν, εἰπών “Ὅτι ἀνεκτότερον ἔσται γῆ Σοδόμων ἐν ἡμέρᾳ 22 “κρίσεως, ἣ τῆ πόλει ἐκείνῃ.” προσίεσθαι δὴ οὖν ἀναγκαῖον τοὺς τὰ Θεοῦ πρεσβεύοντας, καὶ τὰ αὐτοῦ δοκοῦντα διαπορθμεύοντας εἰς ἡμᾶς, ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος,
23 ἐπιστέλλων καὶ λέγων “Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, “ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν, δεόμεθα ὑπὲρ “Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.”
ἁρπάσῃ τι;
λαβεῖν. ἐπειδὰν δὲ θεάσηταί τι τῶν ἐπιτηδείων εἰς τροφὴν, εἶτα γένηται πλησίον, δεινόν τι καὶ δυσηχὲς βρυχώμενον· ποιεῖσθαι τὴν ἔφοδον. εἰ δὲ δὴ καὶ ἀποκομίζοιτο τοῖς σκύμνοις τὰ εἰς τροφὴν, εἶτα γένοιτο τῆς μανδρας ἐγγὺς, αναἐστι] 26 θρώσκουσι κἀκεῖνοι, καὶ σὺν βοῆ λαβόντες σπαράττουσι. 27 τί τοίνυν, φησὶν, αἰτιᾶσθε Θεὸν, ὅτι πρὸ τῆς τῶν δεινῶν ἐφόδου ποιεῖται τὴν ἀπειλήν; τί δὲ καὶ αὐτοῖς τοὺς ὀδόντας ἐπιτρίζετε τοῖς προφήταις, ὅτι καὶ αὐτοὶ τῆς ὑμετέρας ἀσεβείας
κατακεκράγασιν; ἐγὼ μὲν γὰρ ἔοικα λέοντί φησι, τῷ πρὸ ήρας εἰωθότι βοᾶν, μόνον δὲ οἰ χὶ καὶ προαπειλοῦντι τὴν ἔφοδον, σκύμνοι δὲ· ὥσπερ εἰσὶν οἱ προφῆται τὸ ἐμὸν ἔθος ἀπ’ ἀπομιμούμενοι· κατακεκράγασι γὰρ, ὡς ἔφην, τῶν δυσσεβεῖν εἰωθότων. ἀλλ’ ὥσπερ τοῖς ἐν ὄρεσι ζῴοις οὐκ
ἀκερδὴς παντελῶς ἡ προαναφώνησις τοῦ θηρὸς, κατασοβοῦσα 28 πρὸς φυγὴν πρὶν ἁλῶναι τυχὸν, οὕτω καὶ τοῖς ἁμαρτάνουσι χρησιμωτάτη λίαν ἢ πρὸ τῶν δεινῶν ἀπειλή τε καὶ προαγόρευσις, μεθιστᾶσα πρὸς μετάγνωσιν καὶ ἀποφυγὴν τῶν ἐπηρτημένων. μένων. λέοντι δὴ οὖν ἑαυτὸν παρεικάζει Θεὸς οὐ
πρότερον ἐπιθρώσκοντι καὶ τὰ ἐξ ὀργῆς ἐπάγοντί τισιν, εἰ μὴ προαναφάνοι τὴν ἀπειλὴν, ἵνα καὶ μετανοοῦντες σώζοιντο, πρὸ τῆς τῶν δεινῶν ἐφόδου φάρμακον ὥσπερ εἰς σωτηρίαν δεχόμενοι τῶν ἐσομένων τὴν προαγόρευσιν.
Θεὸς, κατακομίζοντι μὲν εἰς τὴν γῆν τοὺς ὑπερηφάνους, συνθλῶντι δὲ ὥσπερ καὶ ἀγρεύοντι πρὸς τιμωρίαν τοὺς μόνα φρονοῦντας τὰ ἐπὶ τῆς γῆς. ἀλαζόνες δὲ ἦσαν οἱ ἐξ Ἰσραὴλ, καταφρονοῦντες Θεοῦ καὶ προφήτας παρωθούμενοι καὶ ἀτι- 34 μάζοντες νόμον· ἦσαν δὲ οὐδὲν ἧττον καὶ γλίσχροι λίαν
περὶ τὰ ἐν κόσμῳ πράγματα, καὶ μόνα ἐπιζητοῦντες τὰ ἐπὶ τῆς γῆς, ὧν καὶ ταῖς ἐκτόποις ἐπιθυμίαις ἡττημένοι, τὸν τοῦ Θεοῦ λόγον οὐ προσίεντο, ἀντεπράττοντο δὲ τοῖς καλοῦσιν 35 εἰς ἀρετήν. ἔφασκον γὰρ τοῖς ἁγίοις προφήταις “Ἀλλὰ “ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.
εἴπερ οὖν ἐγώ εἰμι, φησὶν, ὁ ἐν ἰξευτοῦ τρόπῳ καταφέρων τοὺς ὑπερηφάνους, καὶ ὡς ἐν τάξει παγίδος συνθλᾶν εἰωθὼς 36 τὸν ἀλώπεκος δίκην ἢ μυὸς γλίσχρως ἔχοντα πρὸς τὰ ἐν κόσμῳ πράγματα, τί μάτην διώκετε τοὺς ἁγίους, ὅτε μόνους εἰς ὑμᾶς διακομίζουσι λόγους, ἐμοῦ πληροῦντος τὰ ἐξ ὀργῆς
τοῖς δυσσεβοῦσιν ἐπερριμμένα;
38 πορθμεύουσι γὰρ εἰς ὑμᾶς ἅπερ ἂν αὐτοῖς ἐντείλωμαι διὰ τοῦ Πνεύματος. ἀλλ’ ὀλιγωρεῖτε τάχα που καὶ ἀλύετε 39 σφόδρα καὶ πρὸς μόνους τοὺς παρ’ αὐτῶν ἔσθ’ ὅτε λόγους. τί γὰρ ὅλως, εἰπέ μοι, διὰ τούτων ὠφελεῖσθε; ποῖος ὑμᾶς
εἰσέδυ φόβος; ἢ τίνα μεταβολὴν ἐσχήκατε πρὸς τὸ ἄμεινον; ἐν πόλει μὲν γὰρ εἰ ἀναφωνήσειε σάλπιγξ, τὸν παρ’ ἐχθρῶν ἥκοντα καὶ κεκινημένον περιαγγέλλουσα πόλεμον, τίς οὕτως ἀνάλγητος, ὡς μὴ πάντη τε καὶ πάντως τὸν ἐκ τῶν ἐσομενων κακῶν ὑποδέξασθαι φόβον; αἱ δὲ ἐμαὶ σάλπιγγες
οὐ διαλελοίπασι προαναφωνοῦσαι τὰ μέλλοντα. ἀλλ’ ὠφελεῖσθε 40 μὲν παντελῶς οὐδὲν, μανθάνοντες δὲ ὅτι καταδῃωθήσεσθε παρ’ ἐχθρῶν, κατευμεγεθεῖτε λίαν τῶν εἰς τοῦτο δειμάτων, ὡς τάχα που καὶ διαγελᾶν, ὡς εἰκαῖόν τι χρῆμα, τὴν προαγόρευσιν, καὶ μὴν κἀκεῖνο βοᾶν τὸ σύνηθες καὶ
τοῖς ἀπονοουμένοις ἐντριβές “Ἡ ὅρασις ἢν οὗτος ὁρᾷ εἰς 41 ἡμέρας πολλὰς καὶ εἰς καιροὺς μάκρους οὕτος προφητεύει. τί οὖν ἡγεῖσθε φορτικοὺς τοὺς οἱονεὶ σαλπίζοντας, εἰ μηδὲν ἡγεῖσθε τοὺς λόγους; ἀλλ’ ἴσως ἐκεῖνό φατε, ὡς οὐ μετρίως 42 καταλυπεῖ τῶν πραγμάτων ἢ ἔκβασις. ἆρα οὖν ἔσται κακωσις
ἐν πόλει τυχὸν, ἣν Κύριος οὐκ ἐποίησεν; ὅμοιον ὡς εἰ λέγοι Μῆ ἆρά τις ἔσται τῶν ἐν ἀνθρώποις ἱκανὸς εἴς γε τὸ δύνασθαι κακῶσαι πόλιν ἢ νόσοις ἢ πολιορκίαις ἢ καρπῶν καταφθοραῖς ἢ καὶ καθ’ ἕτερόν τινα τοιοῦτον τρόπον; εἰ δὲ ἀνθρώπων μὲν οὐδεὶς τὰ τοιάδε δράσειεν ἂν, κεῖται δὲ μᾶλλον
ἐν ἐξουσίᾳ καὶ δυνάμει Θεοῦ, τί τοῖς προαγγέλλουσι χαλεπαίνετε; 43 καίτοι μεταγνῶναι δέον, καὶ ταῖς εἰς τοῦτο ῥοπαῖς ἐκμειλίσσεσθαι τὸν λελυπημένον καὶ κακοῦν ἰσχύοντα τοὺς 44 ἡμαρτηκότας. κακίαν δὴ οὖν ἐν τούτοις νοήσομεν παρὰ Θεοῦ γινομένην ἐν πόλεσι, οὐ φαυλότητα· μὴ γένοιτο· κάκωσιν δὲ μᾶλλον, ἤτοι τὴν ἐφ’ ὁτῳοῦν ὀργήν τε καὶ κίνησιν, ἢν τοῖς ἁμαρτάνουσιν ἐπαρτήσειεν ἃν, ἐπιστρέφειν ἀναπείθων 45 ἐπὶ τὰ πρεπωδέστερα. γέγραπται γὰρ ὅτι “Εν κημῷ καὶ
46 “χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων 47 “πρὸς σέ.” ἐπειδὴ γάρ ἐστιν ἀγαθὸς, καὶ “πάντας ἀνθρώ- “πους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἁληθείας ἐλθεῖν, καταβιάζεταί πὼς τοῖς ἐξ ὀργῆς ἐπὶ τὸ ἄμεινον, καὶ μεθίστησιν εὐσθενῶς ἔσθ' ὅτε τοῖς δείμασι καὶ ταῖς ἀπειλαῖς, οὓς
οὐκ ἀναπείθει λόγος καὶ ἡ τῶν συμφερόντων ὑφήγησις.
Μανθανέτωσαν εἰ δοκεῖ, πλουτείτωσαν παρὰ σοῦ τῶν ἐσομένων τὴν γνῶσιν, διατρανούσθω πάντα αὐτοῖς τὰ μυστήρια· 51 λαλείτωσαν δὲ μηδενὶ, μήτε μὴν ταῖς τῶν ἀποσειομένων αὐτοὺς ἀκοαῖς ἐνηχείτωσάν τινα. τί οὖν πρὸς ταῦτα παρὰ 52 Θεοῦ; Λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται; εἰ γὰρ ἐν τῷ βρυχᾶσθαί φησι τὸν λέοντα, τὸ παναλκέστατον τῶν θηρίων, οὐκ ἃν γένοιτό τις ἀτεράμων οὕτως καὶ σοβαρὸς, ὡς μὴ εἰσδέξασθαι πτοίαν, πῶς ἃν Θεοῦ λαλοῦντος τοῦ πάντων ἐπέκεινα,
καὶ ἀπαγγέλλειν αὐτοῖς προστάττοντος ἃ μανθάνουσιν, οὐκ ἃν ἔδεισαν τὸν προστεταχότα; οὐ γάρ εἰσι καθ’ ὑμᾶς καταφρονηταὶ καὶ ἄτεγκτοι, καὶ ἐν μηδενὶ ποιούμενοι λόγῳ 53 τὰ τῷ πάντων δοκοῦντα Δεσπότη. πανταχῆ τοιγαροῦν ἀσφαλίζεται τοὺς ἁγίους, καὶ ἀποσοβεῖ τῶν προφητῶν τὰς
ἐκ τῶν ἐθελοκακούντων βλάβας. τοῦτο δὲ ἦν ἕτερον οὐδὲν ἢ τῆς καθηκούσης φροντίδος ἀξιοῦν. τὸ γὰρ ἐκ μέσου ποιεῖσθαι τοὺς ἰατροὺς, ἕτερον οὐδὲν ἃν εἴη ἢ ἀνεπικουρήτους ἀποτελεῖν τοὺς ἠρρωστηκότας. τοῦτό τοι καὶ διὰ φωνῆς τοῦ μακαρίου Δαυεὶδ προαναφωνεῖ λέγων “Μὴ ἅπτεσθε τῶν 54
“χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε, καὶ πρὸς αὐτοὺς δέ που φησί “Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν, 55 “ὡς ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.” ἀδικήσει 56 γὰρ οὐ μετρίως τὴν ἑαυτοῦ ψυχὴν ὁ ταῖς τῶν ἁγίων κεφαλαῖς ἐπιτρίζων τοὺς ὀδόντας καὶ ἀνοσίως ἐπιφυόμενος καί τι καὶ
τῶν ἐκτόπων ἐπάγειν οὐ παραιτούμενος.
καὶ ἡ τῶν ἑβδομήκοντα γραφή. Ἑβραῖοι μὲν γὰρ ἐκδεδώκασιν Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου· οἱ ’δε γε ἑβδομήκοντα Ἀπαγγείλατε χώραις ἐν Ἄσσυρίοις καὶ ἐπὶ τὰς χώροις τῆς Αἰγύπτου. καὶ Ἄζωτος Ἄζωτος μὲν γείτων τάχα που καὶ ὅμορός ἐστι τῇ τῶν Ἰουδαίων
63 χώρᾳ, διῴκισται δὲ λίαν ἡ τῶν Ἀσσυρίων, τουτέστιν, ἡ Περσῶν καὶ Μηδῶν πρὸς αὐτοῖς οἱονείπως τέρμασι τῆς ἑῴας κειμένη. φαμὲν οὖν, ὅτι τὸ λυποῦν οὐδὲν, κἂν εἰ Ἀζώτιοι τυχὸν, ἤγουν Ἀσσύριοι λέγοιντο· κατ’ ἄμφω γὰρ ἀληθεύσει τῆς θεοπνεύστου γραφῆς ὁ λόγος, καθάπερ ἀμέλει τὰ ἐν τῷ
προκειμένῳ διατρανοῦντες ἐπιδείξομεν. ἔχει γεγὴν ἱστορίας ἀνάμνησιν τὸ δηλούμενον ἐν τῇ τετάρτη τῶν βασιλειῶν κειμένης, καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· ποιήσομαι 64 δὲ τὴν ἀφήγησιν εὖ μάλα συνεσταλμένως, ὡς ἃν μὴ δοκοίην ἐν εἰδόσι μακρηγορεῖν.
τῷ Βάαλ, προσκεκύνηκεν ἁπάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, 67 διήγαγεν ἐν πυρὶ τὰ ἴδια τέκνα, συγκεκρότηκεν οἰωνοσκόπους, 68 καὶ τοὺς οἷς μελέτη τὸ ψευδοεπεῖν, τοὺς οἰομένους μέν τι τῶν ἀναγκαίων εἰδέναι, μὴ μὴν ἔτι καὶ εἰδότας, λαλοῦντας δὲ μᾶλλον τὰ ἀπὸ καρδίας αὐτῶν. καὶ τρόπος ἦν τάχα
παντελῶς οὐδεὶς τῆς ἁπασῶν ἐσχάτης φαυλότητος, τοῖς ἐκείνου θελήμασιν ἀνεπιτήδευτος. αὐτοῦ δὲ βασιλεύοντος ἔφη που Θεὸς διὰ φωνῆς προφητῶν περί τε τῆς Ἱερουσαλὴμ καὶ ἁπάσης δὲ τῆς Ἰουδαίων χώρας “Ἰδοὺ Ἴδου ἐγὼ ἐπάγω ἐπὶ 69 ’τον λαὸν τοῦτον κακὰ, ὥστε παντὸς ἀκούοντος αυτα, 70
“ἠχήσει ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ.” ἐπειδὴ δὲ τετελεύτηκεν ὁ Μανασσῆς, διαδέχεται τὸ σκῆπτρον Ἀμὼς ὁ υἱὸς αὐτοῦ, 71 τῆς του πατρὸς φαυλότητος ἀποδέων οὐδέν τετίμηκε γὰρ ὅσα κἀκεῖνος. ἔτη δὲ μόνα διεβίω δύο. εἶτα μετ’ ἐκεῖνον κέχρισται πάλιν εἰς βασιλέα Ἰωσίας ὁ υἱὸς αὐτοῦ, σοφὸς
καὶ ἀγχίνους ἀνὴρ, καὶ τῶν ὅτι μάλιστα φιλοθεωτάτων. αὐτὸν προεκήρυττεν ἀφιγμένος εἰς Βαιθὴλ ὁ ἄνθρωπος τοῦ Θεοῦ, ‘Ιεροβοὰμ ἑστῶτος ἐπὶ τοῦ θυσιαστηρίου καὶ ἐγκαινίζοντος ταῖς δαμάλεσι τὴν ἑορτήν· ἔφη γὰρ οὕτω “Θυσια- 72 “στήριον θυσιαστήριον τάδε λέγει κύριος Ἰδοὺ υἱὸς τίκτεται
“τῷ οἴκω Δαυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ “τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ “ἀνθρώπων κατακαύσει ἐπὶ σέ.” βεβασιλευκὼς γὰρ ὁ 73 Ἰωσίας, καθεῖλε μὲν τὰ τῶν εἰδώλων τεμένη, κατέσκαψε 74 τὰ θυσιαστήρια, κατηφάνισε τὰ ἄλση, κατέκαυσε τὸ ἅρμα τοῦ ἡλίου, κατέσφαξε τοὺς ἱερεῖς τῶν ὑψηλῶν ἐν Βαιθὴλ, ὀστᾶ ἀνθρώπων ἐνέπρησεν ἐπὶ τῷ θυσιαστηρίῳ τῶν δαμάλεων, 75 ἤλασε τοὺς γνώστας, ψευδοπροφήτας δὴ λέγω καὶ ψευδομάντεις καὶ ἐγγαστριμύθους, ἐκέλευσε κρατεῖν καὶ
ἰσχύειν ἐν τῷ Ἰσραήλ τὰ διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένα· ἐπ’ αὐτοῦ τεθύκασι τὸν ἀμνὸν, καὶ τὸ πάσχα τετελέκασιν ἐν τοῖς Ἱεροσολύμοις. ἐπειδὴ δὲ ἦν ἀγαθὸς καὶ γνήσιος μετὰ Θεοῦ, πέμπει πρὸς Ὀλδὰν τὴν προφῆτιν, διαπυνθάνεσθαι ζητῶν, εἰ καταλήξει τῆς ὀργῆς ὁ τῶν ὅλων
Δεσπότης, εἰ ἐν καλῷ κείσεται τῆς εὐημερίας ὁ Ἰσραὴλ, 76 καὶ ἀργήσει λοιπὸν τὰ διὰ φωνῆς προφητῶν ἐπ’ αὐτῷ 77 προαπηγγελμένα. ἡ δὲ πρὸς αὐτούς “Τάδε τάδε λέγει Κύριος “ὁ Θεὸς Ἰσραήλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς “πρὸς με Τάδε λέγει κύριος Ἴδου ἐπάγω κακὰ ἐπὶ τὸν
“τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῶ πάντας “τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ἰούδα, “ἀνθ' ὧν ἐγκατέλιπόν με, καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως “παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ 78 “ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ
“σβεσθήσεται. καὶ πρὸς βασιλέα Ἰούδα τὸν ἀποστεί- “λαντα ὑμᾶς ζητῆσαι τὸν κύριον, τάδε ἐρεῖτε πρὸς αὐτόν “Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ Οἱ λόγοι μου οὓς “ἤκουσας, ἀνθ’ ὧν ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης “ἀπὸ προσώπου κυρίου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν
“τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτῶ, τοῦ εἶναι εἰς “ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου “καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύ- 79 “ριος. οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας 80 “σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ “ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς οἷς “ἐγώ εἰμι ἐπάγων ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοι- “κοῦντας αὐτόν.”
ἐπειδὴ δὲ ἦν Ἰωσίας ἐν ὑποψίαις, μὴ ἄρα τὴν 82 Ιουδαίαν καταδῃώσων ἀφίκετο, τὸν πολέμου νόμον ὡπλίζετο, καὶ ὑπαντιάζειν ἤθελεν. ὁ δὲ ἀποχωρεῖν ἐκέλευεν, ἐπείγεσθαι φήσας ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ εἰς τὴν τῶν Ἀσσυρίων ἀποκομίζεσθαι χώραν. ἐπειδὴ δὲ καὶ μετὰ
τοῦτο περιττῶς ἀντετάττετο, πλήττεται μὲν ἐν τῷ πολέμῳ· τεθνεὼς δὲ λοιπὸν οἴκοι τε καὶ ἐν τοῖς Ἱεροσολύμοις ὑπὸ τῶν οἰκείων ἀνακομίζεται, καὶ κέχρισται μὲν εἰς βασιλέα Ἰωάχας ὁ υἱὸς αὐτοῦ. τρίτον δὲ μόλις διατελέσαντα μῆνα μετέστησε τῶν σκήπτρων ὁ Φαραὼ Νεχαὼ, καἴ δεσμεύσας εἶχεν ἐν 83
Αἰγύπτῳ τηρούμενον. ἐπὶ πολλοῖς δὲ χρήμασι κατένευσε μόλις βασιλεύειν ἐν τοῖς Ἱεροσολύμοις τὸν Ἐλιακεὶμ ἤγουν Ιωακεὶμ, υἱὸν ὄντα καὶ αὐτὸν Ἰωσίου. κατεβιάζετο δὲ οὕτω τὸν Ἰσραὴλ, τούς τε ἐν τῆ Σαμερείᾳ φημὶ, καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις, ὡς καὶ δασμοὺς ἐπιθεῖναι τοῖς ἀνὰ πᾶσαν τὴν
χώραν, καὶ τέλη παρὰ πάντων ζητεῖν. ἐχόντων δὲ ὧδε τῶν πραγμάτων, καὶ διέποντος τὴν βασιλείαν Ιωακεὶμ, ἀνέβη 84 Ναβουχοδονόσορ. κατεκράτησε δὲ οὕτω τῶν Ἱεροσολύμων, 85 ὡς ἑλεῖν μὲν εἰς δοῦλον τὸν Ἰωακεὶμ, δασμολογῆσαι δὲ καὶ αὐτὸν, καὶ πᾶσαν ἁπλῶς καταδῃῶσαι τὴν πόλιν. καὶ οὐ μέχρι τούτων ἐπεμέτρει Θεὸς τοῖς ἀνόσια πεπραχόσι τὴν συμφορὰν, προσετίθει δέ τι καὶ ἕτερον δυσαχθές τε καὶ φορτικώτατον. ἀπὸ πάσης γὰρ τῆς περιοικίδος γῆς τε καὶ
χώρας, ἀπό τε Σύρων, φημὶ, Τυρίων τε καὶ Ἀζωτίων, 86 Ἰδουμαίων καὶ Μωαβιτῶν λῃστρικὰ συγκροτήματα κατὰ τόπους ἐκθέοντα τὴν τῶν Ἰουδαίων κατεληίζοντο γῆν. γέγραπται 87 γὰρ οὕτως ἐν τοῖς Παραλειπομένοις “Τότε ἤρξατο “η γη φορολογεισθαι του δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα
“Φαραὼ, καὶ ἕκαστος κατὰ δύναμιν ἀπῃτεῖτο τὸ ἀργύριον “καὶ τὸ χρυσίον παρὰ τοῦ τῆς γῆς βασιλέως, δοῦναι αὐτὸ “Φαραὼ Νεχαώ. εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἰωακεὶμ ἐν τῷ “βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσα- “λὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχώρα θυγάτηρ Νηρίου
88 “ἐκ ‘Ραμὰ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον κυρίου κατὰ “πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. ἐν ταῖς ἡμέραις “αὐτοῦ ἦλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν “γῆν, καὶ ἦν αὐτῷ δουλεύων αὐτὸς ἔτη τριά καὶ ἀπέστη ἀπ’ “αὐτοῦ. καὶ ἀπέστειλε κύριος ἐπ’ αὐτοὺς τοὺς Χαλδαίους,
“καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν “Ἀμμὼν καὶ τῆς Σαμαρείας.”
γέγραπται.
θαυμαστὰ πολλοὶ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ. μονονουχὶ γάρ φησιν Ἀπαγγελλέτω τις ᾗ τάχος Αἰγυπτίοις καὶ Ἀσσυρίοις, καὶ καταθεόντων εὐσθενῶς τὰ ὄρη Σαμαρείας ἤτοι τὴν χώραν αὐτήν· ὀρεινὴν γὰρ εἶναί φασιν. οἱ δὲ ἐπειδὰν ἥκωσιν ὄψονται ἐν αὐτῇ θαυμαστὰ
πολλὰ καὶ ἀδόκητον καταδυναστείαν. οἱ γὰρ πάλαι νικῶντες, ἐλεεινοὶ καὶ ἐν δούλοις ἔσονταί φησιν, οἱ ὀφρῦν 92 ἀνασπῶντες τὴν ὑπερτενῆ κατὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐθνῶν, οἰκτροὶ κείσονται καὶ κατερριμμένοι καὶ ὑπὸ πόδας ἐχθρῶν, καὶ τοσαύτην ὑπομενοῦσι καταδυναστείαν,
ὡς ἀγαπητὸν ἡγεῖσθαι τὸ σώζεσθαι, καὶ ζῆν ἐν δουλείᾳ, καὶ δασμοὺς εἰσφέρειν τοῖς νενικηκόσι. ἀλλ’ οὐκ ἔγνω φησὶν ἡ Σαμαρεία ἃ ἔσται ἐναντίον αὐτῆς, τουτέστιν ἃ συμβήσεται 93 κατ’ αὐτῆς. εἶτα ποῦ λοιπὸν οἱ θησαυρίζοντες ἀδικίαν ταλαιπωριαν ἐν ταῖς χώραις αὐτῶν; τί γὰρ ὤνησεν ἡ πλεονεξία
φησὶ, καὶ τὸ σωρεύειν αὐτοὺς ἁμαρτίας, διὰ τὸ μὴ θέλειν εἰδέναι τὰ Θεοῦ; ἆρ’ οὖν μέχρι τῆς Ἀσσυρίων τε καὶ Αἰγυπτίων ἐφόδου τὰ τῆς συμφορᾶς τοῖς ἠσεβηκόσι κείσεται; οὐδαμῶς φησί. δια τοῦτο τάδε λεγει Κύριος ὁ Θεός Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει
ἐκ σου ισχύν σου, καὶ διαρπαγησονται αἰ χωραι σου. τὸ ’δε Τύρος καὶ κυκλόθεν, ὧδέ που νοήσεις. ἀπὸ Τύρου, φησὶ, 94 καὶ ἀπὸ τῆς κυκλόθεν καὶ περιοίκου γῆς ἐρημωθησεταί σου 95 ἡ χώρα, καταθεόντων αὐτὴν, ὡς ἔφην, τῶν λῃστρικῶν συγκροτημάτων. τότε γάρ σου κατάξουσι τὴν ἰσχὺν, ἀντὶ τοῦ, πᾶσα δύναμίς σου συνθραυθήσεται, μόνον δὲ οὐχὶ καὶ ἀτονήσει συγκεκλασμένη. οὐκοῦν, εἰ λέγοι τυχὸν ἡ τῶν Ἑβραίων ἔκδοσις Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις,
καὶ εἰ ἔχοι πάλιν ἡ τῶν ἑβδομήκοντα τὸ ἐν Ἀσσυρίοις, ἀληθεύσει κατ’ ἄμφω τὸ εἰρημένον. διήρπασαν γὰρ οὐκ 96 Ἀσσύριοι μόνον, ἀλλὰ γὰρ καὶ Σύροι καὶ Ἀζώτιοι κατὰ πληθὺν ἐκτρέχοντες, καὶ τρόπῳ λῃστείας ἀδικοῦντες Ισραήλ.
97
τὴν νῆψιν. ἐπειδὴ γὰρ οὐκ εἰσάπαν ἀπόλωλεν ὁ 98 Ἰσραὴλ, σέσωσται δὲ “τὸ κατάλειμμα κατά γε τὴν 99 ‘Ησαΐου φωνὴν, ἵνα μὴ δοκοίη ψευδοεπεῖν ἡ αὐτοαλήθεια, συνεισφέρει πάντως ταῖς προαγορεύσεσι τῶν κακῶν τὸν ἐξ ἡμερότητος ἔλεον. ὥσπερ τοίνυν, φησὶ, κορεσθέντος λέοντος,
καὶ τὸ ληφθὲν εἰσάπαξ κατεδηδοκότος ζῷον, ὀλίγα μόλις ἀπομείνῃ λείψανα, δύο σκέλη τυχὸν ἢ καὶ ὠτίου μέρος, καὶ ταῦτα κλάοντες οἱ βοτῆρες συλλέγουσιν· οὕτω γενήσεται τοῖς υἱοῖς Ἰσραὴλ τοῖς ἐν Σαμαρείᾳ καὶ τοῖς κατοικοῦσιν ἐν 100 Δαμασκῷ, τοῖς κατέναντι φυλῆς, τουτέστι τοῖς ἐχθρὰ πεαὐτὴν
101 φρονηκόσι καὶ ἀνθισταμένοις ἀεὶ τῆ τοῦ Ἰούδα φυλῇ. οἱ μὲν γὰρ οἰκοῦντες τὴν Σαμάρειαν ἥλωσαν κατὰ κράτος, καὶ πεπόρθηνται παρ’ ἐχθρῶν, καὶ δαπανήσαντος τοῦ πολέμου μονονουχὶ σύμπαντας, ὀλίγοι κομιδῇ διεσώζοντο μόλις, καὶ
τῶν τεθνεώτων λείψανα μεμενήκασιν ἐν τῇ χώρᾳ. ἤγουν καὶ καθ’ ἕτερον τρόπον ἐξεσπάσθησαν, ὡς ἐκ στόματος λέοντος. ἀπενηνεγμένοι μὲν εἰς τὴν Ἀσσυρίων, ἀνεθέντες δὲ κατὰ καιροὺς τῆς αἰχμαλωσίας, ὑπενόστησαν γὰρ οὐ πάντες, 102 ἀλλ’ ὀλίγοι παντελῶς τῶν ἀποκομισθέντων λείψανα. ὅτι
δὲ καὶ τὴν Δαμασκὸν ἀνεῖλε κατὰ καιροὺς ὁ Ἀσσύριος Θεγλαφαλασὰρ, καὶ μετῴκισεν εἰς τὴν ἑαυτοῦ γῆν, παντί τῳ 103 σαφὲς, σαφὲς, καθάπερ ἐγᾦμαι· ὡς γὰρ ἐν τῆ τετάρτη τῶν βασιλειῶν γέγραπται, κέκληταί ποτε πρὸς ἐπικουρίαν παρ’ Ὀζίου τοῦ βασιλέως Ἰούδα, πολεμούντων αὐτῷ τὸ τηνικάδε Φακεὲ
τοῦ ‘Ρομελίου βασιλέως ἰσραὴλ, καὶ μέντοι καὶ ‘Ραασσὼν 104 βασιλέως Συρίας. ἀφιγμένος δὲ τόν τε ‘Ραασσὼν ἀπέκτεινε, καὶ αὐτὴν εἷλε τὴν Δαμασκόν.
βαδιεῖται. συνήσει γὰρ δὴ καὶ λίαν ὀρθῶς, ἐκεῖνο διεν- θυμούμενος, ὡς ἥρπασε μὲν ὁ σατανᾶς καὶ κατεδήδοκε τοὺς ἐπὶ τῆς γῆς, ὥσπερ τι θηρίον ἀνήμερον, ἀλλ’ ἐπεφάνη καὶ βεβοήθηκεν “Ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ 105 “θεὶς θεὶς ὑπὲρ τῶν προβάτων,” καὶ ἐξέσπασεν ἡμᾶς, τούς τε
ἐν τοῖς ζῶσι ὑπολελειμμένους, καὶ τοὺς ἤδη τεθνεῶτας. ὡς γάρ φησιν ὁ μακάριος ψαλμῳδός “Τὰς μύλας τῶν λεόντοῦ 106 “των συνέθλασεν ὁ Κύριος,” καὶ ὡς ὁ Παῦλός φησιν 107 “Ἀπέθανε καὶ ἔζησε, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.”
Βαιθὴλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ 111 πεσοῦνται ἐπὶ γῆν. γῆν. συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινὸν, καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι, καὶ προστεθήσονται οἴκοι ἕτεροι πολλοί, λέγει Κύριος.
“λές.” προστάττει δὴ οὖν τοὺς ἱερατεύοντας μονονουχὶ καὶ ὑψοῦ τὴν ἰδίαν ἱέντας φωνὴν διαμαρτύρασθαι τῷ Ἰσραὴλ, ἕκαστά τε σαφῶς τῶν ὅσον οὐδέπω συμβησομένων προαγορεύειν αὐτοῖς. καὶ τίνας ἄρα νοήσομεν ἤγουν εἶναί φαμεν τοὺς διαπρύσιόν τι βοᾶν ἐπιτεταγμένους; ἆρα τοὺς
114 τῶν δαμάλεων ἱερέας, ἢ τοὺς τῶν ἐν ἑτέρῳ τεμένει εἰδώλων; ἀλλ’ οἶμαι τοῦτο ἀπίθανον· οὐ γὰρ ἂν ἐκεῖνοι διεκήρυξαν τά τε σφῶν αὐτῶν καὶ τὰ τῶν ἑτέρων κακὰ οὓς αὐτοὶ πεπλανήκασι. τίνες οὖν ἄρα λοιπὸν οἱ προστεταγμένοι τοῦτο δρᾶν ἱερεῖς; οἱ ἐξ αἵματος τοῦ Αευΐ οὐ γὰρ πάντες
115 συνωλισθήκασι τοῖς ἐν Σαμαρείᾳ πεπλανημένοις, οὔτε μὴν ἠνέσχοντο λατρεύειν εἰδώλοις, ἀποπηδήσαντες δὲ ταύτῃτοι τῆς Σαμαρειτῶν, ὑπενόστησαν εἰς Ἱεροσόλυμα. γέγραπται δὲ οὕτω περὶ αὐτῶν ἐν τῆ δεύτερᾳ τῶν Παραλειπομένων.
ἔστι μὲν οὖν ὁ λόγος περὶ τοῦ Ἱεροβοάμ· εἶτα τὴν ἐνοῦσαν 116 αὐτῷ δύναμιν ἐξηγούμενος “Καὶ ἦσαν αὐτῷ, φησὶν, Ἰούδα 117 “καὶ Βενιαμίν. καὶ οἱ Λευῖται καὶ οἱ ἱερεῖς οἳ ἦσαν ἐν “παντὶ Ἰσραὴλ, συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν “όρίων. ὅτι ἐγκατέλειπον οἱ Λευῖται τὰ σκηνώματα τῆς
“κατασχέσεως αὐτῶν, καὶ ἐπορεύθησαν πρὸς Ἰούδαν εἰς “Ἱερουσαλὴμ, ὅτι ἐξέβαλεν αὐτοὺς Ἱεροβοὰμ καὶ οἱ υἱοὶ “αὐτοῦ τοῦ μὴ λειτουργεῖν τῷ κυρίῳ. καὶ κατέστησεν “ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς “ματαίοις καὶ τοῖς μόσχοις, ἃ ἐποίησεν Ἱεροβοάμ· καὶ
“ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραὴλ οἳ ἔδωκαν καρδίαν “αὐτῶν τοῦ ζητῆσαι κύριον τὸν Θεὸν Ἰσραὴλ, καὶ ἦλθον “εἰς Ἱερουσαλὴμ θῦσαι κυρίῳ τῷ Θεῷ τῶν πατέρων αὐ- “τῶν. καὶ κατίσχυσαν τὴν βασιλείαν Ἰούδα.”
καὶ συγγενείας καὶ κλήρων ἀπεληλαμένοι καὶ λειτουργίας αὐτῆς· ἐξέβαλε γὰρ αὐτοὺς Ἱεροβοάμ· ἀναγκαίως αὐτοῖς 118 δὴ μάλιστα κηρύττειν προστέταχε τῶν τε εἰδώλων αὐτῶν καὶ τῆς Σαμαρείας τὴν πόρθησιν, οἱονείπως παραμυθοῦ μένος καὶ διδάσκων ὅτι τὰ Θεοῦ φρονεῖν ᾑρημένοι, καὶ τὸν τῶν
ὅλων Δεσπότην ἠγαπηκότες, οὐ συναπολοῦνται τοῖς ἄλλοις, ἁλλ’ ἔξω κείσονται τῆς ὀργῆς. ὅταν γὰρ, φησὶν, ἐπιφέροιμι 119 τοῖς ἐξ Ἰσραὴλ τὰς ἁμαρτίας αὐτῶν, τότε καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ· κατασκαφήσοναται γὰρ τὰ κερατα αύτῶν 120 καὶ πεσοῦνται ἐπὶ τὴν γῆν. ἆρ’ οὖν μέχρι τούτων τῆς Σαμαρείας ἡ πόρθησις, καὶ ἀρκέσει μόνον τὸ τεμένη καθελεῖν τοῖς καταδῃοῦν ἐπιτεταγμένοις καὶ κατασκάψαι θυσιαστηρια;
οὐμενοῦν· συγχεω γάρ φησι καὶ παταζω ’τον οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν. καὶ ὃ δηλοῦν, ἔστι τι τοιοῦτον. τρυφῶντες ἄγαν οἱ ἐν τῇ Σαμαρείᾳ μαρείᾳ καὶ τὸ ἐκ τοῦ πλουτεῖν ἔχοντες πλάτος, οἴκους ἑαυτοῖς κατεσκεύαζον χειμερίους τε καὶ θερινούς. καὶ τὸν
μὲν χειμέριον ὀνομάζει περιπτερον, τὸν οἱονεὶ πανταχόθεν 121 πτεροῖς ἢ τείχεσι περιεζωσμένον, ἵνα ταῖς τοῦ χειμῶνος ἐμβολαῖς μονονουχὶ καὶ ἀπρόσιτος ᾖ· θερινὸν δὲ τὸν ἀνειμένον, μένον, καὶ ταῖς τῶν ἀνέμων εὐπνοίαις ἐκκείμενον. οὐκοῦν τοῖς θυσιαστηρίοις, φησὶ, τοῖς κατεσκαμμένοις ὁμοῦ στγχεω
κα) πατάζω οἴκους τε χειμερίους καὶ θερινούς· ἀπολοῦνται δὲ καὶ οἶκοι ἐλεφάντινοι. μεμνήμεθα δὲ ὅτι βεβασιλευκὼς 122 Ἀχαὰβ ἐν τῆ Σαμαρείᾳ τοιοῦτον ἑαυτῷ κατεσκεύασεν οἶκον. προστεθήσονται δὲ καὶ ἕτεροι πολλοί φησι, τουτέστιν, οἱ τῶν 123 ὑποβεβηκότων καὶ ἀσημοτέρων, ἤγουν λεπτῶν τε καὶ ἀγελαίων.
διόλωλε γοῦν ἅπασα λοιπὸν ἡ Σαμάρεια, παντὸς οἴκου κατασεσεισμένου.
ἀπούσης ἀγάπης, καὶ κατ’ οὐδένα τρόπον τετιμημένης παρ’ 124 ἡμῖν τῆς δικαιοσύνης. “Οὐ γὰρ ὠφελήσουσι θησαυροὶ ἀνό- 125 μους,” κατὰ τὸ γεγραμμένον, “δικαιοσύνη δὲ ῥύεται ἐκ 126 “θανάτου.” οὐκοῦν εἴη ἂν ἄμεινον παρὰ πολὺ τὸ δικαιοσύνης ἐρᾶν καὶ θησαυρίζειν ἐν οὐρανοῖς, καὶ τῶν ἄνω γλίχεσθαι μονῶν, καὶ τῆς εἰς Θεὸν ἐλπίδος ἠρτῆσθαι φιλεῖν.
τὰ μὲν γὰρ ἐν τῷδε τῷ κόσμῳ σμικρά τε ἐστὶ καὶ προσκαιρα, καὶ οὐδαμόθεν ἔχει τὸ βεβηκὸς εἰς ἀσφάλειαν· τὸ δὲ καὶ ἀεὶ μένει καὶ σώζεται, καὶ τοῖς ἀπεράντοις αἰῶσι συμπαρομαρτεῖ.
ὄρει Τῆς Σαμαρείας αἱ καταδυναστεύουσαι πένητας κω καταπατοῦσαι πτωχοὺος, αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν. ὀμνύει Κύριος κατὰ τῶ ἁγίων αὐτοῦ, 129 διότι ἰδοὺ ἡμέραι έρχονται ἐφ’ ὑμᾶς καὶ λήψονται ὑμᾶc έν ὅπλοις, καὶ τοὺς μεΘ’ ὑμῶν εἰς λέβητας ἔμπυροι λοιμοὶ, καὶ 130
ἐξενεχθήσεσθε ABBREVυμνοὶ ABBREVυνABBREV καὶ ἀνὴρ αὐτῆς κατέναντικ ἀλλήλων, 131 καὶ ἀποῤῤιφἠσεσθε εἰς τὸ ὄρος τὸ ‘Ρεμμᾶν, λέγει Κύριος ὁ Θεός.
λους ἅπαντας ὑπερκείμενοι, καθάπερ ἔφην ἀρτίως, οἴκους ἑαυτοῖς κατεσκεύαζον λαμπρούς τε καὶ πολυτελεστάτους, καὶ πρέποντας τοῖς καιροῖς, χειμῶνί τε φημὶ καὶ θέρει, οἳ καὶ ὅτι πάντη τε καὶ πάντως ἀπολοῦνται, προεκήρυξε τὸ χρησῥύεται 132 133 μῴδημα. αὐτοὺς δὴ οὖν ἄρα τοὺς τῶν οἴκων δεσπότας, τοὺς ταῖς ἐξιτήλοις τρυφαῖς καταπιαίνεσθαι μεμελετηκότας, δαμαλεις ἀποκαλεῖ τῆς Βασανιτιδος. χώρα δ’ ἡ Βασανίτις εὔβοτός τε καὶ εὐανθὴς, καὶ πολὺ λίαν ἐπιτηδείως ἔχουσα πρὸς τὸ δύνασθαι καταπιαίνειν ἀμφιλαφῶς τὰ ἐν αὐτῇ
βοσκόμενα. ὡς οὖν εὐπαθοῦντας ἄγαν καὶ ἄριστα τεθραμ- 134 μένους, καὶ μελέτην ἔχοντας τὴν τρυφὴν, δαμάλεσι ταῖς ἐκ βασᾶν παρεικάζει Θεός· αἰτιᾶται δὲ, ὅτι κατεδυνάστευον πένητας, καὶ μονονουχὶ ποσὶν ἰδίοις συνέθλων πτωχούς· 135 “Νομαὶ γὰρ πλουσίων πτωχοὶ,’’ κατὰ τὸ γεγραμμένον.
προσεπάγων δὲ ὅτι αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν, ἀνυποτάκτους ὄντας ἀπέδειξεν, οὐδὲ αὐτοῖς εἴκειν ἀνεχομένους τοῖς κρατοῦσιν αὐτῶν, ὅσον ἧκεν εἰς βασιλίδα τιμὴν, ἀλλ’ οἱονείπως ἐξ ἀμετρήτου λοιπὸν ἀλαζονείας ζονείας τὸ οἰκετικὸν καὶ αὐτοῖς τοῖς κυρίοις αὐτῶν ἀπονέμοντας
136 μέτρον. τὸ γὰρ δὴ φάναι τολμᾶν τοῖς προὔχουσι καὶ ὑπερκειμένοις Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν, ἐπιθυμούντων ἐστὶ μᾶλλον ὑπηρετεῖσθαι ἢ ὑπηρετεῖν. τί οὖν ἄρα συμβήσεται τοῖς εἰς τοῦτο λοιπὸν ἀπονοίας ἐκβεβηκόσιν; ὀμνύει φησὶ κύριος κατὰ τῶν ἀγίων αὐτοῦ, ἤτοι κατὰ τῶν ἁγιασμάτων, ἤγουν
137 μυστηρίων, ἅ ἐστι πάλιν αὐτός· κατ’ οὐδενὸς γὰρ ἔχει μείζονος ὀμόσαι· ὅτι παρέσονται καιροὶ καὶ ἡμεραι, ὅτε καὶ ὑμᾶς αὐτοὺς τοὺς οὕτω τρυφῶντας καὶ τεθραμμένους καὶ σπαταλᾶν εἰωθότας, ὁ τοῦ παθεῖν φόβος ἐν τοῖς τοῦ πολέμου 138 πόνοις καὶ ἐν ὅπλοις γενέσθαι παρασκευάσει. ἀλλὰ καὶ
οὕτως ἔχοντας καὶ ἐσκευασμένους λήψονται, φησὶν, ὁμοῦ φιλτάτοις καὶ γυναιξὶ καὶ κόλαξιν, οἳ μεθ’ ὑμῶν ὄντες ἀεὶ πλείσταις μὲν ὅσαις κατεκρότουν εὐφημίαις, ὠνόμαζον δὲ 139 καὶ τρισμακαρίους· ταῦτα γὰρ ἐπιφωνεῖ τοῖς τρέφουσιν ἀεὶ τῶν κολάκων τὰ γένη. ἀλλ’ ἐμπυρισθήσονται μὲν ἐκεῖνοι· λοιμοὶ γὰρ ἦσαν καὶ ἕτερον οὐδὲν ἀποδεχόμενοι, καὶ τεθαυμακότες τοὺς αἰσχροὺς καὶ φιλαμαρτήμονας. γυμνοὶ δὲ
δόξης ὑμεῖς, καὶ τρυφῆς ἁπάσης ὡς ἀποτάτω, καὶ τῆς 140 ἀρχαίας ἐκείνης εὐημερίας ὡς ἀπημφιεσμένοι, λοιπὸν ἀποκομισθήσεσθε δοῦλοι καὶ αἰχμάλωτοι, κα,) ῥιφήσεσθέ φησιν, ἐπὶ τὸ ὄρος τὸ ‘Ρεμμᾶν. ἔστι δὲ τῆς Ἀρμενίας, ἐν ἐσχάταις ἐκβολαῖς τῆς Περσῶν κείμενον γῆς· ἀγχιτέρμονες γὰρ,
ὅμοροί τε εἰσὶν ἀλλήλαις αἱ χώραι. Ἒστι τοίνυν ἐντεῦθεν ἰδεῖν, ὡς εἰς πικρὸν καταστρέφει τέλος τοῖς τρυφῶσι τὸ σπούδασμα, καθά φησιν ὁ Σωτῆρ’ “Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσον- 141 “ται.” καὶ καταλήγει μὲν γὰρ, ὡς ἔφην, εἰς δάκρυον ἡ τρυφὴ, πέρας δὲ πόνων ἀνάπαυσις. καὶ μαρτυρήσει τις 142 λέγων ὅτι πόνων ἀγάθων καρπὸς εὐκλέης.
ταῖς τοῦ σώματος ὥραις, κατηγωνίζοντο πένητας καὶ κατεπάτουν πτωχοὺς, μονονουχὶ καταφλέγουσαι πρὸς ἐκτόπους ἡδονὰς τοὺς ἀσθενοῦντας εἰς τοῦτο καὶ πτωχείαν ἔχοντας τὴν πνευματικὴν, οἳ, τῆς ἄνωθεν εὐσθενείας τὸν 143 πλοῦτον οὐκ ἔχοντες, ταῖς τῶν παθῶν προσβολαῖς εὐδιάθρυπτον
ἔχουσι τὴν καρδίαν. αὗται δὴ οὖν αἱ δαμάλεις λέγουσι τοις κυροῖς αυτων Επιδοτε ἥμιν ὅπως πίωμεν. περιαυτίζεται γὰρ ἀεὶ τὰ τῶν γυναίων ἑταιριζόμενα, καὶ βλακείαις ταῖς ἄγαν μονονουχὶ καὶ ἀποκναίουσι τοὺς συνηρπασμένους· μένους· 144 κἂν εἰ δεσπότας ἔχοιεν αὐτοὺς, ἀλλ’ οὖν ὁρῶντα ταῖς ἡδυ- 145 παθείαις ὕπεστ’ ῥὼ μένους, καὶ τὸ αὐταῖς ὅτι μάλιστα δοκοῦν πληροῦν ἀναπείθουσιν. ἀλλ’ ὑμᾶς μέν φησιν, ὦ δαμάλεις, ἐν ὅπλοις λήψονται· τουτέστιν οὐκ ἐν τάξει τῶν ἐρώντων γεγονότες, οἳ κολακεύοντες ἀναπείθουσι καὶ ὑποκοριζόμενοι
θεραπεύουσι, διά τοι τὸ λίαν ἡττᾶσθαι τῆς εἰς ὑμᾶς ἡδονῆς, ἀλλ’ ὠμῶς καὶ ἀγρίως καὶ νόμῳ πολέμου, καὶ αὐτοὺς δὲ τοὺς μεθ’ ὑμῶν τοὺς τρυφῶντας ἐραστὰς κατεμπυριοῦσι. γυμναὶ δὲ ὑμεῖς τῶν ἐκτόπων ἐκείνων ὡραισμῶν, εἰς τὸ ὄρος 146 τὸ ‘Ρεμμᾶν ἀποκομισθήσεσθε.
147
μήσαιτό τις, μήτε μὴν ἐπαιτιῷτο Θεὸν, ὡς ἀπηνεστέραν ἢ χρὴ ποινὴν ἐπαρτήσαντα τοῖς ἐξ Ἰσραήλ. τάδε γὰρ ἥξει 148 φησὶν ἐφ’ ὑμᾶς, καὶ τάδε. καὶ ἀνθ’ ὅτου λέγουσιν εἰς μέσον ἥξει, βοᾶ· εἰσήλθετε εἰς Βαιθὴλ καὶ ἠνομήσατε, ἔνθα 149 δάμαλιν ἀπέθετο τὴν χρυσῆν ὁ θεομισὴς Ἱεροβοάμ· ἐκεῖ
δεινῶς καὶ ἐκτόπως παρανομοῦντες ἁλώσεσθε. νενομοθέτηκα 150 μὲν γὰρ διὰ τοῦ πανσόφου Μωυσέως “Οὐ ποιήσεις 151 “σεαυτῷ σεαυτῷ θεοὺς χρυσοῦς καὶ θεοὺς ἀργυροῦς,’ καὶ “Κύριόν 152 “δὲ τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύ- “σεις.” αὐτοὶ δὲ τὸν ἐμὸν διαγελῶντες νόμον προσκεκυνήκατε, φησὶ, τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ χρυσῆν ὁρῶντες δάμαλιν καὶ ἄψυχον ὕλην, ἐκαρτερήσατε, λέγοντος 153
τοῦ τὴν πλάνην ἐξευρηκότος “Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, 154 “οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου. πλείστην δὲ ὅσην εἰργάσασθε τὴν ἀσέβειαν ἐν Γαλγάλοις· πόλις δὲ αὕτη τῶν Ἰορδάνου ναμάτων ἐπέκεινα, δεινῶς ἀπονεύσασα πρὸς ἀπόστασιν. καὶ γοῦν ἔφη περὶ αὐτῆς ὁ τῶν ὅλων
Θεός “Πᾶσαι Πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γάλγαλα, ὅτι ἐκεῖ αὐτοὺς 155 “ἐμίσησα διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν. οὐκοῦν ἧ φησὶν ὁ παροιμιαστής “Ἐνώπιόν εἰσι τῶν τοῦ 156 “Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς 157 “αὐτοῦ σκοπεύει.’’ καὶ ἀποδέχεται μὲν τοὺς ὀρθοποδεῖν
μεμελετηκότας, ἀποσείεται δὲ τὸν ἔξω βαίνοντα τῆς εὐθείας, καὶ ἐφ’ ἃ μὴ προσῆκεν ἰέναι σπουδάζοντα.
λέγει Κύριος ὁ Θεός.
ὅσον ἐφ’ ἑαυτοῖς τὴν θείαν τε καὶ ἀνωτάτω φύσιν τῶν 160 αὐτῇ τε καὶ μόνῃ πρεπωδεστάτων κατασείουσι θρόνων, καὶ τῶν ἱερῶν ἐκπέμπουσι θώκων, ἐνιδρύουσι δὲ ὥσπερ αὐτοῖς τοὺς ἀκαθάρτους δαίμονας.
162 ἐθεσμοθέτει διὰ Μωυσέως πῆ μὲν ὅτι δύο καταθύειν ἀμνοὺς προσῆκεν αὐτοὺς κατὰ πᾶσαν ἡμέραν ἐν τῇ ἁγίᾳ σκηνῇ, καὶ πρωὶ μὲν ἕνα, καὶ δείλης δὲ τὸν ἕτερον, τὸ οἱονεὶ συνεχὲς καὶ ἀδιάλειπτον εἰς εὐοσμίαν, δῆλον δὲ ὅτι τὴν πνευματικὴν, τῆς Ἐκκλησίας ὑποδηλῶν ὡς ἐν αἰνίγμασί τε καὶ τύποις·
163 προσενομοθέτει δὲ πάλιν “Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφ- “θήσεται πᾶν ἀρσενικόν σου ἐνώπιόν μου.’’ καὶ ἐν τούτοις τοῖς τρισὶ καὶ διωρισμένοις κατὰ τὸν νόμον καιροῖς, 164 προσῆγον δεκάτας, ἀπαρχὰς ἀγρῶν, θυσίας, εὐχαριστήρια. 165 γέγραπται γὰρ ὅτι “Oὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός.’’
ἀλλὰ τὰ οὕτως ὀρθῶς διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένα θεσπισμένα μεθιστάντες αὐτοὶ πρὸς δόξαν εἰδώλων, ἐν τοῖς ἐκείνων τεμένεσιν ἀνέφερον εἰς τὸ πρωὶ τὰς θυσίας, προσεκόμιζον δὲ καὶ εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα αὐτῶν. τριημερίαν δὲ λέγει τὰς τρεῖς ἡμέρας τοῦ ἐνιαυτοῦ, καθ’ ἃς, ὡς
ἔφην, ἔδει πᾶν ἀρσενικὸν ἐνώπιον ἔρχεσθαι Θεοῦ. καὶ οὐ μέχρι τούτων τὸ δυσσέβημα τῶν ἐξ Ἰσραὴλ, ἀλλὰ γὰρ 166 καὶ ἀνεγνωσαν ἔξω νόμον, τουτέστι, τετιμήκασι τὸν τῶν ἀλλοτρίων νόμον, ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸν παρὰ Θεοῦ. προσεκόμιζον γὰρ τὰς θυσίας ἐν τοῖς τῶν
167 εἰδώλων τεμένεσι κατὰ καιροὺς ὡρισμένους καὶ πλείστην ὅσην ἐποιοῦντο τὴν ἐπιτήρησιν τῶν ἐξ ἔθους αὐτοῖς ἑορτῶν. ἤγουν ἐκεῖνό φησιν, ὅτι τὰ εἰς δόξαν ἐμὴν τεθεσπισμένα, τοῖς ἔξω τεθείκασι, καὶ τὸν ἐμὸν τοῖς εἰδώλοις ἀνέθεσαν
νόμον, αὐτοῖς ἀναφέροντες τὰς κατὰ πρωὶ θυσίας, καὶ ἐν ταῖς τριημερίαις ἀνατιθέντες τὰ ἐπιδέκατα αὐτοῖς. καὶ ἐπεκαλέσαντο ὁμολογίας. καὶ τὸ μὲν ἐπεκαλέσαντο ὅτι ηὔξαντο 168 δηλοῖ, τουτέστιν ὑπέσχοντο· ὁμολογίαι δέ εἰσι τὰ κατὰ νόμον ἑκούσια, καὶ ἅπερ ἄν τις ἐθελοντὴς προσκομίζοι Θεῷ.
εἶτα τοῖς ἱερεῦσιν ἐπιφωνεῖ τὸ ἀπαγγείλατε καὶ διαμαρτύρασθε, ὅτι ταυτα ηγαπησαν οἱ υἱοὶ Ἰσραηλ, τουτεστιν, οὔχι μόνον εἰσάπαξ τετολμήκασι, ἀλλὰ καὶ ἠγάπησαν, τὰ Θεοῦ δηλονότι μεμισηκότες. δεῖ γὰρ εἶναι μονοτρόπους. τὸ γάρ τοι χωλεύειν, καὶ ἐπ’ ἄμφω βαίνειν ἐπείγεσθαι, πολλὴν ἂν 169
ἔχοι παρὰ Θεῷ τὴν καταβοὴν, καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτῆρ’ “ Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν 170 “ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται “καὶ τοῦ ἑτέρου καταφρονήσει.” παγχάλεπον δὲ τὸ ἀποπλνᾶν ἑτέρωθι τὰ εἰς δόξαν Θεοῦ, καὶ τῆς αὐτῷ πρεπούσης
τιμῆς ἀξιοῦν ἑτέρους. ἴδια γὰρ καὶ ἐξαίρετα τὰ Θεοῦ, πρέποι δ’ ἂν οὐχ ἑτέρῳ τῳ μᾶλλον, πλὴν αὐτῷ καὶ μόνω.
ὕδωρ καὶ οὐ μὴ ἐμπλησθῶσιν, καὶ οὐδ’ ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.
δή· φαῖεν ἂν ἴσως τινές· ἀτίθασον οὕτω καὶ δύσοιστον κομιδῇ τοῖς ἐξ Ἰσραὴλ ἐπιφέρει δίκην, καίτοι κατὰ φύσιν ὑπάρχων ὁ Θεὸς ἀγαθός; ἀπολογεῖται δὴ οὖν τρόπον τινὰ διὰ τούτων καὶ ἀποτόμου λοιπὸν ὀργῆς ἀποφαίνει δεδεη- 177 μένους· ἐν ταὐτῷ δὲ δείκνυσιν, ὅτι πλήττει μὲν ἐν ἀρχαῖς
ἡμερώτερον τοὺς ἡμαρτηκότας, οὐ δίκας αἰτῶν, ἀλλ’ ἐξ ἐμφύτου φιλανθρωπίας ἐπιστρέφων εἰς ἑαυτὸν, καὶ οἱονεὶ 178 “μάστιγί τε καὶ πόνῳ μετατιθεὶς ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὸ ἄμεινον. γεγονότας γὰρ ἐν οἷς ἔφην, καὶ οὐκέτι φορητὰ δεδυσσεβηκότας, γομφιασμῷ τε ὀδόντων ἐπαίδευε, καὶ μὴν
καὶ ἄρτων ἐνδείᾳ, τουτέστι λιμῷ. καὶ οὐκ ἐπεστρέψατε πρὸς 179 με, λέγει Κυριος. ανεσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τρῶν μηνῶν τοῦ τρυγητοῦ, ἤγουν· ὡς Ἑβραῖοι μᾶλλον ἐκδεδώκασι πρεπωδέστερον· πρὸ τριῶν μηνῶν τοῦ θερισμοῦ, ὅτε μάλιστα τοῖς ληίοις ἡ τοῦ καταρδεύεσθαι χρεία πολλή τε καὶ ἀναγκαία
180 πρὸς τελεσφόρησιν. γέγονε δέ φησι τοσαύτη σπάνις ὑδάτων, ὡς κράτει τε καὶ ψήφῳ Θεοῦ τοῦ πάντα εἰδότος, ὕεσθαι μὰ πόλιν, πόλιν, ἀφαυαίνεσθαι δὲ τὴν ἑτέραν· συναγείρεσθαι δὲ αὖ δύο τε καὶ τρεῖς εἰς μίαν, καὶ οὕτως ἔτι διψῆν. καὶ
οὐκ ἐπεστρεψατε πρὸς μὲ, λέγει Κύριος. συμβέβηκε δὲ τὰ τοιαῦτα παθεῖν τοῖς ἐξ Ἰσραὴλ ἱστορικῶς τε ἅμα καὶ πνευ- 181 ματικως. ὡς γὰρ ὁ τοῦ Σωτῆρος εἴρηκε μαθητής Ἠλίας 182 “ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο “τοῦ. μὴ βρέξαι ὑετὸν ἐπὶ τὴν γῆν καὶ οὐκ ἔβρεξεν ἐπὶ
“ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἔξ.” καὶ λιμὸς γέγονεν ἀπηνὴς οὕτως ἐν Σαμαρείᾳ, ὡς κεφαλὴν ὄνου πολλῶν πιπράσκεσθαι 183 δηναρίων. ἀλλὰ καὶ ἐν χρόνοις τῆς Ἱερεμίου προφητείας ἀνεσχε τὸν ὑετὸν ὁ τῶν ὅλων Θεός. καὶ γοῦν τοὺς περὶ τῆς ἀβροχίας πεποίηται λόγους “Ἐπένθησεν ἡ Ἰουδαία, καὶ αἱ 184
“πύλαι αὐτῆς ἐκενώθησαν, καὶ ἐσκοτίσθησαν ἐπὶ τῆς γῆς, “καὶ ἡ κραυγὴ τῆς Ἰερουσαλὴμ ἀνέβη, καὶ οἱ μεγιστᾶνες “αὐτῶν ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ’ ὕδωρ· ἤλθο- “’σαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕροσαν ὕδωρ, ἀπέστρεψαν “τὰ ἀγγεῖα αὐτῶν κενά. καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπον, ὅτι
“οὐκ ἦν ὑετός. ᾐσχύνθησαν οἱ γεωργοὶ, ἀπεκάλυψαν τὴν “ κεφαλὴν αὐτῶν. καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐγκατέ- ιιλίπον, ὅτι οὐκ ἦν βοτάνη. ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας, “εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ “ἦν χόρτος ἀπὸ λαοῦ ἀδικίας.” δεδυσσεβηκότων δὴ οὖν
οὐ μετρίως τῶν ἐξ Ἰσραὴλ ἀνέσχε τὸν ὑετὸν καὶ γομφιασμὸν ὀδόντων καὶ εἴπειαν ἄρτων ἐν πάσαις αὐτοῦ ταῖς πόλεσιν ἐδίδου Θεός.
γραφὴ, τὸ Χριστοῦ λαλοῦσα μυστήριον. ἀλλ’ ὥσπερ ὀδόντες εἰ πάθοιεν τὸν γομφιασμὸν, ἀδρανέστεροί πὼς ἂν εἶεν εἴς γε τὸ δύνασθαι καταμασᾶσθαί τι, καὶ καταλεαίνειν τροφήν· οὕτως καὶ ἀνθρώπινος νοῦς κατολισθήσας ἐπὶ τὸ ἄναλκι, καὶ τὸ τῆς νωθείας ἀῤῥώστημα μὰ παθὼν, οὐκ ἃν
187 δύναιτο πνευματικῆς ἐφικέσθαι γνώσεως, καί τι καὶ τῶν ἐν θεωρίαις ταῖς ἄγαν ἰσχναῖς εἰς πέψιν ἑλεῖν. ἐπαχύνθη τοιγαροῦν ἡ καρδία τοῦ Ἰσραήλ· συνῆκε γὰρ οὐδαμῶς τὸ Χριστοῦ μυστήριον· ταύτῃτοι καὶ ἔνδειαν ἄρτων ἐσχήκασι τῶν πνευματικῶν καὶ ὕδατος σπάνιν, ἐπεὶ μὴ ἔχουσι τὸν
188 τρέφοντα Λόγον τὸν ἐξ οὐρανοῦ καταβεβηκότα, καὶ ζωὴν διδόντα τῷ κόσμῳ, τὸν κατάρδοντα ψυχὰς τῆ τοῦ Πνεύματος χάριτι, τὴν ζῶσαν πηγὴν, τὸν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς 189 Υἱὸν, τὴν διὰ νόμου καὶ προφητῶν παράκλησιν. ὡς γὰρ ὁ 190 προφήτης φησὶν Ἡσαΐας “Ἐνετείλατο ταῖς νεφέλαις τοῦ
“μὴ βρέξαι ἐπ’ αὐτὸν ὑετόν.”
193 καὶ ἀπέκτεινα ἐν ῥομφαίᾳ τοὺς νεαωίσκους ὑμῶν μετὰ αἰχμα- 194 λωσίας ἵππων ὅου, καὶ ἀνήγαγον ἐν πυρί τὰς παρεμβολὰς δμῶ’ ἐν τῇ ὀργῇ μου, καὶ οὐδ’ ὥς ἐπεστρέψατε πρόα μὲ, λέΓει Κύριος.
μειζόνως καταλυποῦν ἔχοντες τὴν ἐπίδοσιν. οὐκοῦν ἐπειδήπερ τοῖς ἐξ Ἰσραὴλ μικρὸν ἦν τάχα πὼς πρὸς ἐπανόρθωσιν, τὸ ἐν ἐνδείαις ἄρτου παιδεύεσθαι καὶ ποτοῦ, ἐπενήνεκται τὸ παθεῖν καὶ τὰ ἔτι τοῦδε φορτικώτερα, ἡ αὐτῶν ἀσθένεια τῶν σωμάτων, ἡ ὡς ἐν πυρετῷ καὶ ἰκτέρῳ συμβαίνουσα.
τοῦτο καὶ διὰ φωνῆς πάλιν τῆς Ἱερεμίου εἰρημένον εὑρήσομεν. ἔφη γὰρ ὅτι “Τάδε λέγει Κύριος 196 “Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ “ἀσθενήσουσιν ἐν αὐτῇ πάτερες καὶ υἱοὶ ἅμα, γείτων καὶ 197 “ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.” ἐπειδὴ δὲ ἦσαν καὶ αἰσχρῶν
λημμάτων ἡττώμενοι, καὶ πολὺ δὴ λίαν βλέποντες εἰς φιλοκερδείας, ταύτῃτοι πληθύνοντες κήπους τε καὶ ἀμπελῶνας, συκῶνάς τε καὶ ἐλαιῶνας, ἥψατο καὶ τῶνδε Θεὸς, δι’ ὧν ἦν εἰκος οὐ μετρίως κατηλγηκότας εἰς νοῦν ἐπανήκειν τὸν σώφρονα, καὶ ἀνθελέσθαι τοῦ χείρονος τὸ συμφέρον, 198 ἐπισωρεύων αὐτοῖς ἵνα πανταχόθεν πληττόμενοι σώζοιντο. 199 μικροῦ δὲ ὄντος καὶ τούτου, προσεπενήνεκται καὶ τὸ μεῖζον. ὅτε γὰρ, φησὶ, τὴν ἐμὴν ἀτιμάζοντες χεῖρα, μόνον δὲ οὐχὶ Θεοῦ τοῦ πάντα ἰσχύοντος τὸ ἄναλκι καθορίζοντες, τὴν ὁδὸν 200 πεποιῆσθε τὴν πρὸς Αἰγυπτίους, “ἵππων σάρκας” τῆς παρ’
ἐμοῦ φροντίδος ἀνθῃρημένοι, καὶ “Αἰγύπτιον ἄνθρωπον’ προτετιμηκότες, τότε δὴ τότε δεδαπάνηται, φησὶν, ὑπὸ τῆς Βαβυλωνίων ῥομφαίας τὸ μαχιμώτατον ὑμῶν γένος. καὶ ἅπας ὑμῶν ἱππότης αιχμαλωτος ἢν, ἀπονευροῦντος Θεοῦ 201 καὶ τοὺς εἰδότας εὐδοκιμεῖν, καὶ οὐκ ἀμελέτητον ἔχοντας τὸ
νικᾶν ἐν μάχαις. συνήσεις δὲ καὶ ἑτέρως τὸ Ἀπέστειλα εἰς 202 ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου. Ἰωσίου βασιλεύοντος ἐπὶ τὸν Ἰούδαν, κατεστράτευσε τῆς Βαβυλῶνος Φαραὼ Νεχαὼ τῆς Αἰγυπτίων ὁ τύραννος. ὡς δὲ ἦν ἀνάγκη διὰ τῆς Ιουδαίων αὐτὸν παρέρχεσθαι γῆς, οἰηθεὶς ὁ Ἰωσίας σκῆψιν
μὲν εἶναι τὴν ἐπὶ Βαβυλῶνα ὁδὸν, ὡπλίσθαι δὲ κατ’ αὐτοῦ τὸν Αἰγύπτιον, ἀντεξάγει παραλόγως. ἐκεῖ πέπτωκεν ὁ 203 Ἰσραήλ. οὐκοῦν ἐξαπέστειλά φησιν εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου, τουτέστιν ὡς ἐν παρόδῳ τῶν Αἰγυπτίων, τότε καὶ ἀνήγαγον ἐν πυρὶ τοῖς παρεμβολὰς ὑμῶν, ἀντὶ
τοῦ, ἐκ βάθρων ἀνέσκαψα τὰς τετειχισμένας ὑμῶν καὶ 204 εὐπυργοτάτας πόλεις. ἔφη δὲ τοῦτο καὶ ἐν ἀρχαῖς “καὶ “ἐπορεύθη Ἐφραΐμ πρὸς Ἀσσυρίους, καὶ Ἰούδας ἐπλήθυνε “πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις “αὐτοῦ, καὶ καταφάγεται θεμέλια αὐτῶν.” οὐκοῦν ἐξ αὐ-
205 τῶν, φησὶ, κατέσεισα βάθρων τὰς ὀχυρωτάτας ὑμῶν παρεμβολὰς, καὶ οὐδ’ ὣς ἐπεστρέψατε πρὸς μὲ λέγει Κύριος.
ταῖς αἰκίαις καὶ τὰ ἔτι τούτων ἀπηνέστερα, καὶ θερμοτέραν πεποίημαι τὴν καθ’ ὑμῶν ἀγανάκτησιν. κατέστρεψα 208 γὰρ ὡς Σόδομα καὶ Γόμοῤῥα, καὶ οὐκ ἐπεστρέψατε. ἔοικε δὲ τὴν τελευταίαν ἡμῖν ἐν τούτοις πόρθησιν ὑποδηλοῦν, τὴν ἐν καιροῖς Ἱερεμίου διὰ χειρὸς Ναβουχοδονόσορ γεγενημένην,
ὃς πᾶσαν μὲν εἷλε τὴν Ἰουδαίαν, ἐνέπρησε δὲ καὶ αὐτὰ τὰ Ἰεροσόλυμα, καὶ τὰς περιοίκους αὐτῆς πόλεις τε καὶ κώμας, καὶ αὐτὸν δὲ τὸν θεῖον κατασπάσας ναὸν, δορικτήτους ἔχων τοὺς ἐκ τοῦ πολέμου περιλελειμμένους, οἴκοι πάλιν λαμπρὸς καὶ νενικηκὼς τοῖς ἁλοῦσιν ὁμοῦ ἀνεκομίζετο, 209
οἳ καὶ μόλις ἐπανῆλθον εἰς τὴν Ἰουδαίαν, ἐτῶν ἐπ’ αὐτοῖς πληρωθέντων τὸν ἀριθμὸν ἑβδομήκοντα. Κῦρος γὰρ, ὡς ἔφην, τὴν Βαβυλῶνα ἑλὼν, τῆς αἰχμαλωσίας ἀνῆκε τοὺς περιλειφθέντας καὶ σεσωσ μένους ἐξ Ἰσραήλ. διὰ τοῦτο, φησὶν, ἐγένεσθε ὡς δαλὸς ἐκσπασθεὶς ἐκ πυρὸς, οἷον
δαλίον ἡμίφλεκτον, καὶ ἐν ὀλίγοις ἔτι λειψάνοις σωζόμενον. Θεοῦ τοιγαροῦν παιδεύοντος, τὸ ὑπτιοῦσθαι πικρὸν, παραίτιον δὲ καὶ τῶν ἔτι δυσαχθεστέρων ἔσται κακῶν τοῖς τὴν αἴσθησιν ἀποσειομένοις, ἀπό γε τοῦ δεῖν ἀκαταλήκτως ἰέναι 210 πρὸς τὸ δρᾶν ἑλέσθαι καὶ φρονεῖν ἃ μὴ θέμις. ὅνπερ γὰρ
τρόπον οἱ τὰς τῶν σωμάτων ἀνακόπτοντες νόσους, καὶ τοῦ 211 θεραπεύειν δύνασθαι τὴν πεῖραν ἐξησκηκότες, τὰ τῶν τραυμάτων δυσαισθητότερα θερμοῖς καὶ δριμέσι φαρμάκοις ἀπῶ καθαίρουσι, καὶ τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας τὸ πάχος ἀπολεπτύνοντες, τοῖς ἐκ τῆς τέχνης ἐπικουρήμασι παραχωρεῖν ἀναπείθουσιν, οὕτω καὶ ὁ πάντα γινώσκων Θεὸς τοὺς
212 ἀναλγήτως ἔχοντας περὶ τὰ σμικρὰ, ταῖς ἔτι χαλεπωτέραις καταφορτίζει πληγαῖς, ὧν εἴπερ τις σοφός τε ἐστὶ καὶ ἀγχίνους, παραιτοῖτο ἂν εἰκότως πρὸ πείρας τὴν ἔφοδον.
θέντος, καὶ μονονουχὶ πᾶν εἶδος ἐπαγαγόντος αἰκίας καὶ πόνων, δυσαλγήτως ἔχοντας τεθέαμαί τε καὶ ἐξ αὐτῆς 214 ἐμάνθανον πείρας, ταύτῃτοι καὶ οὕτως ποιήτω σοι. πῶς δὲ οὕτως; οὐ γὰρ ἠρκέσθην τοῖς πρώτοις· προσεπήγαγον δὲ καὶ τὴν ἐν ἴσῳ Σοδόμοις καταστροφήν. τελευταία γὰρ,
ὡς ἔφην, αὐτοῖς ἡ τοιάδε πληγὴ διὰ τῆς θείας ὀργῆς ἐπενήνεκται.
οὕτως ποιήσω σοι, πεύσῃ δὴ πάντως, μονονουχὶ πληττομένοις 215 ὑμῖν ἐπιβοῶντός τε καὶ λέγοντος Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. τὸ ἑτοιμάζου φησὶν ἀντὶ τοῦ Σπούδαζε, ἄοκνός τε καὶ πρόθυμος ἕσο τοῦ ἐπικαλεῖσθαι τὸν μὴ ἀλτῆς 216 λότριον καὶ ψευδώνυμον, ἀλλὰ τὸν Θεόν σου Ἰσραηλ, τουτέστιν, ὃν δι’ αὐτῆς ἔγνως τῆς πείρας, ὡς ἔστι Θεὸς φύσει τε καὶ ἀληθῶς, καὶ οὐ διὰ τῆς τινων εὐτεχνίας ἐξηυρημένος, καθάπερ ἀμέλει τὰ ἐκ ξύλων ἢ λίθου πε-
ποιημενα.
εἰσφέρει καὶ τῶν ὅλων Δημιουργὸν, καὶ τῶν καθ’ ἡμᾶς 219 ἀνημμένον τὴν ἐξουσίαν, καὶ οἱονείπως τῶν ἀνθρωπίνων οἰακοστρόφον, ἐπέκεινά τε ὄντα παντὸς ὑψώματος καὶ ἁπάσης ὑπεροχῆς, καὶ ταμίαν ὥσπερ τινὰ τῆς ὅλης κτίσεως. Θεοῦ γὰρ φύσις τὸ πάντων ἐπέκεινα, καὶ οὐ τοπικοῖς ὑψώμασιν
ἀλλὰ ταῖς τῆς εὐκλείας ὑπεροχαῖς, καὶ ἀσυγκρίτῳ δυνάμει παντὸς γενητοῦ μέτρον ὑπερκείμενον.
καὶ συννεφείαις καλύπτων τὸν οὐρανὸν, καὶ καθιεὶς ὑετοὺς, 221 καὶ κτίζων πνεῦμα, τουτέστι πάλιν, ἀνέμων ποιητής. ἀπαγγελλων δὲ καὶ εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ. ὅμοιον ὡς εἰ 222 λέγοι “Δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς. χριστον γὰρ ἐν τούτοις, οὐχὶ ’τον Εμμανουὴλ, τὸν κεχρισμένον δὲ μᾶλλον εἰς βασιλέα φησί·
πνεῦμά τε ὁμοίως, οὐχὶ τὸ θεῖόν τε καὶ ἅγιον· κἂν εἰ μαί- 223 νοιντό τινες τῶν τὰ ὀρθὰ διαστρέφειν με μελέτη κότων· ἀλλὰ τουτὶ τὸ ἐν ἀέρι τε καὶ ἐγκόσμιον, περὶ οὗ φησι καὶ αὐτὸς 224 ὁ Σωτῆρ’ “Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ “ἀκούεις· ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει·
“οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος μένος ἐκ τοῦ Πνεύματος.” ἐγὼ τοίνυν, φησὶν, ὁ νεφέλας συνάγων καὶ στερεῶν βροντὴν, καὶ 225 “ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν,” ὁ φανερὸν καθιστὰς ὃν ἂν ἐθέλοιμι τοῖς τῆς βασιλείας ἐναβρύνεσθαι θώκοις. οὐκοῦν βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων,
ὁ φύσει Θεὸς, αὐτὸς ὁ ποιῶν ὄρθρον, τουτέστιν ἡμέ- 226 ρᾶν ἤτοι φῶς, αὐτὸς ὁ ποιῶν ὁμίχλην, τουτέστι, σκότος ἢ νύκτα· αὐτὸς ὁ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, ὁ παντὸς ἐπηρμένου καὶ ὑψηλοῦ κρείττων τε καὶ ὑπερκείμενος, ὄνομά τε πρέπον καὶ πολὺ λίαν ἐοικὸς τῇ ἑαυτοῦ δόξῃ φορῶν, τὸ
Κύριος παντοκρατωρ.
227 κλικότα, καὶ ἀνακομίζει πρὸς σύνεσιν τὸν ἐξ ἀμαθίας ὠλισθηκότα· καὶ τοῖς οὐκ εἰδόσι τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην, ἀπό γε τοῦ πάντα δύνασθαι κατορθοῦν καὶ κατ- 228 ἄρχειν τῶν ὅλων, ἑαυτὸν καθίστησιν ἐναργῆ. τοῦτο δὲ ἦν “πόνῳ καὶ μάστιγι σωφρονίζοντος, μόνον δὲ οὐχὶ καὶ 229 ἀνεθελήτως αὐτοὺς καταπαιδεύοντος εἰς ἐπιστροφὴν, καὶ τὰ δι’ ὧν ἦν εἰκὸς ἀναμαθεῖν δύνασθαι τὰ ἀμείνω φρονεῖν,
χρησίμως ἐπάγοντος.
συμβησομένων. τοιοῦτόν τι καὶ νῦν ὁ Προφήτης ἐπιτελεῖ, λέγων μὲν ὡς ἐξ ἰδίου προσώπου, πλὴν οὐχὶ τὰ ἀπὸ γνώμης ἰδίας, ἀλλ’ ὡς ἐκ θείων χρησμῳδημάτων. ταύτῃτοί φησιν Ἀκούσατε τὸν λόγον κυροῦ τοῦτον ὂν ἐγὼ λαμβάνω ἐφ’ ὑμᾶς θρῆνον. λελάληκε μὲν γὰρ ἐν ἐμοὶ, φησὶν, ὁ τῶν ὅλων Θεὸς, 234
συντέθειται δέ μοι θρῆνος ἐφ’ ὑμᾶς τοὺς ἀποφοιτῶντας αὐτοῦ. καὶ τί δὴ ἄρα τὸ γοερόν ἐστι μέλος; τί τὸ θρήνημα; καὶ ἐφ’ ὅτῳπερ ἃν γένοιτο παρ’ ἐμοῦ τὸ δάκρυον; δεινὴ καὶ ἀνουθέτητος ἡ συμφορά. οἶκος Ἰσραὴλ ἔπεσε. συνειστήκει μὲν γὰρ, τιμωμένου τε καὶ ἀγαπωμένου Θεοῦ, καταπέπτωκε 235 δὲ νυνὶ, ταῖς τῶν πλανωμένων ἀπονοίαις παρωτρυμμένου. εἶτα τίς ὁ ἐγερῶν τὸν τοῖς θείοις νεύμασι καταπίπτοντα ; ἔσφαλεν ἡ παρθένος, ἀντὶ τοῦ πεπόρνευκε. ποία δὲ αὕτη ; 236 πάντως που πάλιν ὁ Ἰσραὴλ, ἤγουν ἢ τῶν Ἰουδαίων 237 Συναγωγὴ, πρὸς ἢν εἴρηται παρὰ Θεοῦ " οὐχ ὡς οἶκόν
“με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου ; οὐκοῦν ἡ τῆς παρθενίας ἀρχηγὸν λαχοῦσα Θεὸν, ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, τουτέστι, πεπόρνευκε καὶ ἀπροφάσιστον ἔχει τὴν ἁμαρτίαν. πεπόρνευκε μὲν γὰρ ἐν Αἰγύπτῳ ποτέ· ἀλλ’ ἦν ἐν γῇ οὐκ ἰδίᾳ, καὶ τοῖς τῶν κρατούντων ὑπέστρωτο
νόμοις, τάχα που καὶ ἀβουλήτως εἰς τὰ ἐκείνων ἔθη κατεβιάζετο 238 τῆς προγονικῆς εὐσεβείας ὡς ἐξ ἀνάγκης ἐξωθουμένη· νυνὶ δὲ μαχλὰς κατωθοῦντος οὐδενός· ἔστι γὰρ ἐπὶ τῆς ἰδίας, ἔνθα νόμος ὁ παιδαγωγὸς, ἀποκομίζων αὐτὴν εἰς ἐπίγνωσιν τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ, ἀνειμένη δὲ καὶ ἐλευθέρα
καὶ ἀνεπίπληκτος παντελῶς ἡ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ὁδός. τίς οὖν αὐτῇ τῆς ἀπολογίας ἐκπορισθείη λοιπὸν ὁ τρόπος ; πεπόρνευκε γὰρ, οὐ βεβιασμένη· πόθεν ; ἀλλ’ ἑκοῦσα λοιπόν. ταύτῃτοί κατερραγμένη· οὐκ ἔστιν ὁ ἐγερῶν. εἰρήσθω δὴ οὖν εὖ μάλα καὶ πρός γε ἡμῶν αὐτῶν
239 τῷ πάντα ἰσχύοντι Θεῷ " Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστή- " σεταί σοι ἀπὸ τῆς ὀργῆς σου.”
τὴν τοῦ κατοικτείροντος χάριν, φημὶ δὴ Χριστοῦ. κληθή- 240 σεται γὰρ καὶ αὕτη πρὸς ἐπίγνωσιν διὰ πίστεως ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς.
ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ἰσραήλ.
ἐπειδὴ γὰρ αὐτοὶ παροτρύνοντες ἀνενηνόχασι τοῖς ἀκαθάρτοις δαίμοσιν εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα αὐτῶν, καὶ αὐτοὶ 243 μόλις ὡς ἐν μοίρᾳ δεκάτη περιλειφθήσονται, μονονουχὶ ταλαντεύοντος Θεοῦ τὸ πλημμέλημα, καὶ ταῖς δυσσεβείαις αὐτῶν ἀντεπάγοντος τὴν ἰσόρροπον δίκην.
κὼ ζήσεσθε· καὶ μὴ ἐκζητεῖτε Βαιθήλ καὶ εἰς Γάλγαλα μὴ 246 εἰσπορεύεσθε, καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ ἀναβαίνετε, ὅτι 247 Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωθευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα. ἐκζητήσατε τὸν κύρω καὶ ζήσατε, 248 249 ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσὴφ καὶ καταφάγεται αὐτὸ, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ἰσραήλ.
εἰς μετάγνωσιν· εἰσκεκόμικέ τε καὶ νῦν ἀναγκαίως αὐτὸν ἀνήσειν αὐτοῖς ὑπισχνούμενον τὰ ἐγκλήματα, ἀπαλλάξειν δὲ καὶ ποινῆς καὶ τῶν εἰς τοῦτο δειμάτων. φύσει γὰρ 251 ἀγαθὸς ὁ Δημιουργὸς, “Μακρόθυμος καὶ πολυέλεος καὶ “μετανοῶν ἐπὶ ταῖς κακίαις,” καθὰ γέγραπται, καὶ ᾗ φησὶν
252 αὐτὸς διὰ φωνῆς Ἰεζεκιήλ “Οὐ θέλει τὸν θάνατον τοῦ 253 “ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ “αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν.” εἴπερ οὖν περὶ πολλοῦ ποιεῖσθε τὸ ζῆν, καὶ ἀξιόληπτον ὑμῖν τὸ χρῆμα φαίνεται, καταλήγετε τῆς ἀπάτης, καὶ τῆς οὕτω μακρᾶς
ἀμαθίας ἀποπηδήσαντες, ἐκζητήσατέ με φησὶ, τουτέστιν, ἐμοὶ λατρεύσατε τῷ φύσει Θεῷ, τῷ ζωοποιῷ, τῷ σώζειν ἰσχύοντι, ἔξω τε παντὸς τιθέντι κακοῦ τοὺς σεβομένους αὐτόν. δεῖ δὲ δὴ, φησὶ, προαπονίπτειν ἑαυτοὺς, τῆς ἑαυτῶν ψυχῆς 254 ἐξωθοῦντας τῆς ἀποστασίας τὸν ῥύπον, καὶ προεκτήκειν εὖ
μάλα τὴν ἐκ τοῦ πεπλανῆσθαι κηλῖδα, κολλᾶσθαί τε οὕτω λοιπὸν τῷ παναγάθῳ Θεῷ.
255 Γέραρά φησι· πόλις δὲ αὕτη τῶν Φυλιστιεὶμ, ἤτοι τῶν Παλαιστίνων. ἐπειδὴ γὰρ ὤμοσαν ἀλλήλοις ὅ τε θεσπέσιος 256 Ἁβραὰμ καὶ Ἀβιμελὲχ, καὶ συνθήκας εἰρηνικὰς ἔθεντο ἐπὶ τοῦ φρέατος, μετωνόμαστο λοιπὸν ἡ πόλις εἰς τὸ φρέαρ τοῦ 257
ὅρκου. Γάλγαλα δὴ οὖν καὶ Βαιθὴλ καὶ μέντοι καὶ Γέραρα πόλεις ἦσαν πολὺ λίαν πρὸς ἀσέβειαν ἐκτετραμμέναι, καὶ πολυειδῆ τοῖς ἀπατωμένοις παρατιθεῖσαι τὴν πλάνην. τούτων ἀναγκαίως ἀποφοιτᾶν προστέταχεν, ἀναπλέξας τῷ λόγῳ καὶ ἀπειλὴν, ἵνα πανταχόθεν συνελαύνῃ πρὸς τὸ συμφέρον.
οἰχήσονται γάρ φησι Βαιθήλ τε καὶ αἱ λοιπαί. καὶ ἢ μὲν αἰχμάλωτος βαδιεῖται πρὸς ἐχθροὺς, ἡ δὲ οὕτω καταπρησθήσεται, ὡς δοκεῖν ἤδη πὼς μηδὲ ὑπάρξαι ποτέ. οὐκοῦν ζητείσθω Θεὸς, ἵνα ζήσητε, φησὶ, πρὶν ἀναλάμψαι τὸν οἶκον 258 Ἰωσὴφ καὶ καταφάγεται αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων. τὸ
μὲν οὖν ἀναλάμψαι τὸ ἐμπρησθῆναί φησιν, οἶκον δὲ Ἰωσὴφ ὀνομάζει τὸν Ἐφραΐμ, ἤτοι τοὺς ἐν τῆ Σαμαρείᾳ· γὰρ ἐξ Ἰωσὴφ Ἐφραΐμ τε καὶ Μανασσῆς. ὥσπερ οὖν ὅταν αὐτοὺς Ἰσραὴλ ὀνομάζῃ, νοούμεν ὡς ἐκ πατρὸς κεκλῆσθαι τοὺς ἐξ αὐτοῦ, οὕτω κἂν λέγῃ τυχὸν Ἰωσὴφ, κατὰ τὸν ἶσον
συνήσεις τρόπον.
σύμπαντα, καὶ νόμῳ δικαιοσύνης ἡ παμμακαρία τῶν ἀγγέλων 265 ὑπενήνεκται πληθύς· καὶ ὅτι πάντη τε καὶ πάντως τοὺς ὄντας ἐπὶ τῆς γῆς ἀκόλουθόν τε καὶ ἀναγκαῖον τοῖς τῆς παρ’ αὐτοῦ δικαιοσύνης κατεζεῦχθαι νόμοις. εἰ γὰρ τὸ ἄμεινον ἐν τούτοις καὶ δουλεύει Θεῷ, καὶ ὑπέστρωται μετὰ φόβου
τῶν ἐν ὕψει πνευμάτων ἡ ἁγία πληθὺς, πῶς ἂν ἢ πόθεν τὸ ἀνεπίπληκτον ἔχοι διανενευκὸς εἰς τὸ ἐξήνιον τὸ οὕτω μειονεκτούμενον φύσει τε καὶ δόξη, τουτέστιν, ὁ ἐκ γῆς τε καὶ εἰς γῆν ἄνθρωπος; ὁ τοίνυν, φησὶ, τῶν ὅλων Κύριος ὁ εἰς 266 ὕψος ποιῶν κρῖμα. ὅμοιον δὲ ὡς εἰ λέγοι Ὁ τοῖς ὑψοῦ
καὶ ἄνω πνεύμασι τῆς αὐτοῖς πρεπούσης δικαιοσύνης ἐντιθεὶς τὸν τρόπον· κρῖμα γὰρ τὴν δικαιοσύνην φησίν· αὐτὸς τέθεικε καὶ εἰς γῆν δικαιοσύνην, τουτέστιν, ὡρίσατο καὶ τοῖς ἐν γῆ νόμους, καθ’ οὓς ἂν πρέποι διαζῆν αὐτοὺς, εἰ ἐν λόγῳ τέθειται παρ’ αὐτοῖς τὸ εὖ εἶναι καὶ ζῆν, καὶ τῆς παρ’ αὐτοῦ
μετέχειν ἡμερότητος καὶ φιλανθρωπίας. ὅτι ’δε ἐστι παντοκράτωρ καὶ παναλκὴς ὡς Θεὸς, καὶ ἀμήχανον αὐτῷ παντεποιῶν] 267 λῶς οὐδὲν, εἴκει δὲ καὶ αὐτὴ τῶν στοιχείων ἡ φύσις, καὶ 268 μεθίσταται τὰ ὄντα πρὸς τὸ αὐτῷ δοκοῦν, ἀποδείκνυσι, λαβὼν εἰς παράδειγμα τὸ ἐκτρέπειν μὲν εἰς τὸ πρωὶ σκιὰν, ἡμέραν δὲ αὖ συσκοτάζειν εἰς νύκτα· καὶ πρός γε δὴ τούτοις,
ὅτι καὶ ἐξ ἁλὸς ὕδωρ, ἀφάτῳ δυνάμει πρὸς τὸ ὑψοῦ τε καὶ ἄνω καλῶν, γλυκὺ καθίησι τοῖς ἐπὶ τῆς γῆς, τοῖς τοῦ κρατοῦντος νεύμασι μεταχωροῦν εἰς τὸ παρὰ φύσιν. ἐκτρέπεσθαι δέ φησιν εἰς τὸ πρωὶ· σκιὰν, τουτέστι, τὴν νύκτα ἤγουν τὸ σκότος μεταφοιτᾶν εἰς ἡμέραν. ὡς γὰρ ὁ μακάριος
γράφει Μωυσῆς “Σκότος ἦν” ἐν ἀρχαῖς “ἐπάνω τῆς ἀβύσ- 269 “σιυ,” τουτέστιν ἡ σκιά· ἁλλ’ “Εἶπεν ὁ Θεὸς, φησὶ, καὶ 270 “ἐγένετο φῶς” οὕτως εἰς τὸ πρωὶ, τουτέστιν εἰς ἡμέραν, μετατετράφθαι φαμὲν τὴν σκιὰν, τουτέστι τὸ σκότος. ἁλλ’ ἡμέρας γεγενημένης ἐπελάβετο αὖθις ἡ νύξ· τοῦτό ἐστι τὸ
ἡμέραν εἰς νύκτα συσκοτάζειν. ὠφελεῖ δὴ οὖν ὁ Προθήτης τοὺς πεπλανημένους, οὐκ ἄψυχον ὕλην, τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καταδεικνὺς, οὔτε μὴν ἐν ἴσῳ ταῖς δαμάλεσι ταῖς χρυσαῖς, ἤγουν κατά τινας ὄντας τῶν ἐκ τέχνης ἀνθρωπίνης ἐξηυρημένων θεῶν, ἀλλὰ καὶ τῶν ἄνω πνευμάτων 271
βασιλέα καὶ νομοθέτην, καὶ τῶν ἐπὶ γῆς ὁμοίως, καὶ δεσπόζοντα τῶν στοιχείων, καὶ πρὸς τὸ αὐτῷ δοκοῦν μετακλίνοντα τῶν ὄντων τὴν φύσιν. ταύτῃ γὰρ δὴ, καὶ μάλα δικαίως, φησὶν ὄνομα πρέπον αὐτῷ τὸ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ. ἐπειδὴ δὲ ταῦτά ἐστι φύσει τε καὶ ἀληθῶς,
διαιρεῖ συντριμμὸν ἐπὶ ἰσχὺν, ἐπάγει δὲ καὶ ταλαιπωρίαν ἐπ’ ὀχύρωμα· καταδράττεταί φησι τῶν ὑπερηφάνων, καὶ τοῖς 272 ἀποσειομένοις τὸν αὐτοῦ ζυγὸν ἐπιμερίζει συντριβάς. ἀλλὰ 273 κἂν εἰ τις οἴηται τυχὸν ἐξ ἀποπληξίας ἰσχυρὸς εἶναι καὶ μέγας, καὶ τούτῳ ταλαιπωρίαν ἐπάγει. τοῦτο δὲ ἦν ὑπεμφαίνοντος εὐφυῶς, ὡς εἰ ἕλοιντο ῥᾳθυμεῖν, καὶ ἐν τοῖς τῆς ὑπερηφανίας ἐγκλήμασι διαμένειν ἔτι, καὶ μέγα φρονεῖν ἐπί
γε σφίσιν αὐτοῖς, εἰς ἐσχάτην πεσοῦνται ταλαιπωρίαν, τῇ τοῦ πάντων κρατοῦντος χειρὶ λοιπὸν ὁσίως περιθραυόμενοι. 274 “Κύριος γὰρ, φησὶν, ὑπερηφάνοις ἀντιτάσσεται,” κατὰ τὸ 275 γεγραμμένον, καὶ πολέμιον ἡγεῖται τὸν ἀλαζόνα καὶ ἀπειθῆ 276 καὶ δυσάγωγον· ἐπιβλέπει γεμὴν “ἐπὶ τὸν ταπεινὸν καὶ
“ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους’’ αὐτοῦ. καὶ ἀγαθὸν τὸ χρῆμα, καὶ ἀξιοζήλωτον ἀληθῶς παρά γε τοῖς ἄριστα διαζῆν ἑλομένοις.
λόγος. ἐπειδὴ γὰρ ὁ θεσπέσιος Προφήτης παντοκράτορά τε καὶ παναλκῆ κατωνόμαζε τὸν Θεὸν, προσετίθει δὲ ὅτι 278 “διαιρεῖ συντριμμὸν ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὁχύ- “ρωμα ἐπάγει,” ταύτῃτοι καὶ νῦν ἀναγκαίως, ἵνα οἴηται περιττῶς ἐπάγειν αὐτὸν τοῖς ὀλίγα πταίουσι τὰς
ὀργὰς, ἀπαριθμεῖται τὰ ἐγκλήματα, καὶ εἰς μέσον ἄγει τὰς αἰτίας, δι’ ἃς συντρίμματα καὶ ταλαιπωρίαν ἐπιμερίζει τισίν. μεμισήκασι γάρ φησι τοὺς σωφρονιστὰς, παρ’ οὐδὲν πεποίηνται τοὺς ἐλέγχοντας καὶ τοὺς ἀπορθοῦν εἰωθότας εἰς τὸ ἁνδάνον Θεῷ, Βδελυρὸν ἡγήσαντο πάντα λόγον ὅσιον, τὸν
279 καλοῦντα δηλονότι καὶ παραθήγοντα πρὸς ὁσιότητα καὶ ἁγιασμόν. τὸ δὲ ἐν πύλαις νοήσεις, ἐναργῶς καὶ ἀναφανδὸν καὶ ἐν παρρησίᾳ. ἔοικε δὲ τῆς εἰς προφήτας καὶ 280 νόμον ἀπονοίας αὐτῶν καὶ ἀποστροφῆς διαμεμνῆσθαι νυνί. ἤλεγχον μὲν γὰρ οἱ προφῆται, προσιόντες ἀκρύπτως. ὅσος δὲ λόγος ὁ νόμος ἦν, ὅτι καὶ Θεοῦ καὶ δικαιοσύνης πρύτανις, καὶ παιδαγωγὸς εἰς εὐσέβειαν, καὶ τοῦ φύσει τε καὶ ἀληθῶς
Θεοῦ δεικτικός. διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, “ἁγίαν 281 “καὶ δικαίαν καὶ ἀγαθὴν” τὴν διὰ Μωυσέως εἴρηκεν ἐντολήν. οὐκοῦν νοσημάτων αἴσχιστον, καὶ τῶν ἐν ψυχὴ παθῶν ῥίζα τις ὥσπερ καὶ γένεσις τὸ ἀποσείεσθαι συμβουλὰς, καὶ μισεῖν ἐλέγχους, καὶ δοκεῖν τὸν θεῖον μηδὲ εἰδέναι νόμον. ὁ γάρ τοι
πρὸς τοῦτο φαυλότητος καθιγμένος, νηί που πάντως ἔσται προσεοικὼς πηδαλίων ἐρήμῃ, καὶ οὐκ ἐχούσῃ τὸν ἐφεστηκότα, ἢ παντὶ πνεύματι περιφέρεται, καὶ πρὸς τὸ ὠθοῦν ἁπλῶς ἀπερισκέπτως ἵεται, μονονουχὶ καὶ μεθύουσα, καὶ κυμάτων ἄθυρμα φαινομένη λοιπόν. ἀλλ’ ὅ γε σοφὸς ἡμῖν 282
Δαυεὶδ μακαρίζει τὸν δίκαιον ἐκεῖνον λέγων “Ὁ νόμος τοῦ Ps. “Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ “διαβήματα αὐτοῦ·” ἀπορθοῖ γὰρ ὁ νόμος εἰς τὸ ἀρέσκον Θεῶ.
χρησίμου τε καὶ ὠφελεῖν πεφυκότος ἀποστροφὴ τοῖς οὐχ 285 ὧδε ἔχουσι περιπταίειν ἡμᾶς ὡς ἐξ ἀνάγκης ποιεῖ. ὅνπερ γὰρ τρόπον φωτὸς ἀπεληλασμένου, κατ’ ἴχνος εὐθὺς καὶ κατὰ πόδας εἶσι τὸ σκότος, οὕτως ἀρετῆς ἀποφοίτησις ἑπομένην ἔχει τὴν τῆς φαυλότητος εἰσδρομήν. οὐκοῦν, Supra ἐπειδήπερ μεμισήκασι μὲν “ἐν πύλαις ἐλέγχοντα, κατε-
“βδελύξαντο δὲ καὶ λόγον ὅσιον,” εἰς πολυειδῆ κατώλισθον 286 ἁμαρτίαν, ἐτράποντό τε πρὸς πλεονεξίαν, καὶ τὴν ὅτι μάλιστα κατεστυγημένην Θεῷ καταδυναστείαν ἐπιτηδεύοντες, 287 ἔτυπτον μὲν “Πυγμαῖς ταπεινὸν,” καὶ ἐκονδύλιζον κεφαλὰς πτωχῶν, οἱ ἁδροί που πάντως καὶ τῶν ἄλλων ὑπερκείμενοι δόξη τε καὶ πλούτῳ· διήρπαζον δὲ δωρεᾶς ὀνόματι, παρ’ οὐχ ἑκόντων δεχόμενοι τὰ τῶν ἐνόντων αὐτοῖς τιμιώτερα. πλὴν ἀποφαίνει χρησίμως, ὅτι τοῖς τὰ τοιαῦτα δρᾶν εἰωθόσιν ἀνόνητος ἡ πλεονεξία, καὶ τὸ αἰσχρῶν ἡττᾶσθαι 288 λημμάτων εἰς λύπας ἐκτελευτᾷ, καὶ δίκην ἔχει τὸ πέρας. εἰ
γὰρ μήτε οἴκων ἀπολαύσουσι τῶν ὡς ἐν σπουδῇ καὶ φιλοτίμως ἐξειργασμένων, εἰκῇ εἰκῆ δὲ αὐτοῖς πονεῖται τὰ ἐν ἀγροῖς, οἴχεται δὲ πρὸς ἀδόκητον ἔκβασιν τῶν ἠγαπημένων ἡ μέθεξις, δι’ ἃ γέγονεν ἡ πλεονεξία, καὶ τὸ φιλοχρήματον εἰσέδυ πάθος, πῶς οὐκ εἰκαῖος καὶ ἀκερδὴς ἀναφανεῖταί τισιν, ὁ ἐπί γε
τῷ χρῆναι πλεονεκτεῖν τρόπος; σοφὸν οὖν ἐκεῖνο περινοεῖν, 289 8 ὅτι καθά φησιν ὁ Παροιμιαστής “Κρείσσων ὀλίγη λῆψις 290 “μετὰ δικαιοσύνης ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας.” 291 . εἰδωλολατρείαν δὲ καὶ ὁ Παῦλος τὴν πλεονεξίαν καλεῖ, καὶ μάλα εἰκότως· ἀθεότης γὰρ τὸ χρῆμα λοιπὸν, καὶ ἐν ἴσῳ
τέθεινται τοῖς τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκόσιν οἱ τὸν τῆς Rom. εἰς ἀδελφοὺς ἀγάπης νόμον πατοῦντες, ἣ καὶ τοῦ νόμου τὴν πλήρωσιν ἔχει. ὁ δὲ νόμον οὐκ εἰδὼς, ἀρνεῖται τὸν Νομοἀπεληλασμένου 292 θέτην. σωφρονεστέρους δὲ ἡμᾶς καὶ ἀδίκου φιλοχρηματίας κρείττονας καὶ αὐτὸς ὁ Χριστὸς ἀπετέλει λέγων “Τί γὰρ 293 “ὠφεληθήσεται ἄνθρωπος ὅταν τὸν κόσμον ὅλον κερδήσῃ, 294 “τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος
“ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ·” “Θησαυροὶ γὰρ ἀνόμους 295 “οὐκ ὠφελήσουσι, κατὰ τὸ γεγραμμένον· δικαιοσύνη δὲ “ῥύσεται ἐκ θανάτου.
εἰς φαυλότητα ῥοπαῖς λοιπὸν ἐπάγει τὴν κίνησιν, πειρᾶται διδάσκειν. ἀποπεσεῖσθαι γὰρ οἴκων τοὺς ἐν Σαμαρείᾳ φησὶ, 299 καὶ μέντοι καὶ ἀμπελώνων, καὶ παντὸς οἶμαι τοῦ κατευφραίνειν εἰδότος καὶ συνέχοντος εἰς εὐημερίαν. ἐπειδὴ τοίνυν δειναὶ καὶ μεγάλαι καὶ οὐκ ἔτι φορηταὶ γεγόνασιν αἱ παρ’
αὐτῶν ἁμαρτίαι· κατεδυνάστευον γὰρ δικαιον, ἢ ἄνδρα τυχὸν, ἤγουν, βλέποντες εἰς ἀνοσιότητα, ὀλίγα φροντίζειν ἠξίουν 300 ὀρθοῦ καὶ δικαίου κρίματος. ἔστι δὲ τοῦτο καταδυναστεύειν τρόπον τινὰ καὶ πλεονεκτεῖν ἀφυλάκτως τὸ δοκοῦν τῷ νόμῳ. ἐδέχοντο γὰρ καὶ ἀλλάγματα, τουτέστιν ἀντιδόσεις καὶ ἀντιμισθίας
τῶν ἀδίκων κριμάτων· καὶ πρός γε τούτοις ἐξέκλινον πένητας ἐν πύλαις. καὶ τί δὴ τοῦτό ἐστιν; ἢ γὰρ ἐκεῖνό 301 φησιν, ὅτι τοὺς τὰ μέτρια φρονεῖν ἀναπείθοντας, καὶ ἐν παῤῥησίᾳ περὶ τούτου συμβουλεύοντας ἐποιοῦντο φευκτούς· 302 ἤγουν ὅτι τὰ τῶν πενήτων κρίματα παρακρίνειν ἀπετόλμων, οὐ λεληθότως· πόθεν; οὐδὲ οἱονεὶ σοφιζόμενοι τὴν ἀσέβειαν, ἀλλ’ οἱονεὶ ἐν πύλαις, τουτέστιν ἀναφανδὸν καὶ ἐν ὄψει
πολλῶν, οὐδὲν ἔτι κατερυθριῶντες ὅλως, οὔτε μὴν αἰδῶ τινὰ τοῦ θείου ποιούμενοι νόμου. εἰς τοῦτο δὲ ἤδη φαυλότητός τε καὶ πονηρίας κατεβίβασαν τὸν καιρὸν, ὡς καὶ αὐτοῖς ἄμεινον ὁρᾶσθαι τοῖς σοφοῖς, καὶ τοῖς συνιέναι δυναμένοις οἰκονομίας πραγμάτων, τὸ μήτε ἐλέγχειν ἔτι, μήτε μὴν
303 ἐπανορθοῦν τοὺς δυσσεβεῖν ἑλομένους, διάτοι τὸ τοῖς οὐκ ἔχουσιν ὠτία προσεοικέναι λοιπὸν τοὺς ἐλεγχομένους, καὶ κυνηδὸν ἐπιθρώσκειν τοῖς ἐθέλουσιν ὠφελεῖν, καὶ ἐν ἐχθρῶν ποιεῖσθαι μοίρᾳ τοὺς τῶν καλλίστων εἰσηγητάς. ἐπετίμων γὰρ τοῖς ἁγίοις προφήταις, καὶ πραγμάτων αὐτοὺς πειρᾶσθαι
παρεσκεύαζον εἰς μέσον ἰόντας ἔσθ’ ὅτε, καὶ τοὺς ἄνωθεν αὐτοῖς διακομίζοντας λόγους. καὶ γοῦν Σεδεκίας ἀπαγγέλλοντα 304 . τὰ παρὰ Θεοῦ τὸν προφήτην Ἱερεμίαν ποτὲ μὲν ἐδέσμει, ποτὲ δὲ καὶ εἰς λάκκον καθίει, καὶ τοῖς ἐν αὐτῶ τέλμασιν ἐναποπνίγειν ἤθελεν.
305 ἁμαρτίας, τὰς δεινάς τε καὶ ἀφορήτους· ὅτι “μὴ πᾶσα “ἁμαρτία πρὸς Θάνατον,” κατά γε τὴν σοφωτάτην τοῦ 306 Ἰωάννου φωνήν· εἰ δὲ μηδεμία νικᾶν ἰσχύει τὴν φιλανθρωπίαν Θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.