ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
ΤΟΜΟΣ ΤΡΙΤΟΣ.
ὁ Ἀσσυρίων πρῶτος ἐλθὼν ἐν τῇ Σαμαρείᾳ τὰς δύο φυλὰς, 3 τὰς πέραν τοῦ Ἰορδάνου, καὶ τὰς ἐκεῖσε πόλεις ἀναστατώσας ᾤχετο· μετ’ ἐκεῖνον δὲ ὁ Σαλμανασὰρ οὐ πᾶσαν ἑλὼν τὴν 4 Σαμάρειαν, ἀλλά τι μέρος εἰς τὴν ἑαυτοῦ σὺν τοῖς ἁλοῦσιν ἀνεκομίζετο. ἐποίει δὲ τοῦτο ὁ Θεὸς οἰκονομικῶς, “πόνῳ 5
“καὶ μάστιγι” παιδεύων ἐκκεκλικότα τὸν Ἰσραὴλ, καὶ μετατιθεὶς ἐπί γε τὸ δεῖν τὰ ἀμείνω καὶ πρεπωδέστερα φρονεῖν τε καὶ δρᾶν. συμβέβηκε τοίνυν τοὺς ἐκ τῶν ἀρτίως ἡμῖν 6 7 εἰρημένων πολέμων διαφυγεῖν ἰσχύσαντας, γνωσιμαχοῦντας ἤδη πὼς, ἐφ’ οἷς ἠπάτηνται μετανοεῖν, εἰδέναι τε καὶ ὁμολογεῖν, ὅτι πολλὰ καὶ δύσοιστα πεπλημμεληκόσιν ἐπενήνεκται λοιπὸν τὰ ἐκ θείας ὀργῆς, εἶτα τῶν ἰδίων ἐθῶν τὴν ἐπανόρθωσιν μονονουχὶ καὶ κατεπαγγέλλεσθαι τῷ Θεῷ, λέγοντας
Μεμισηκαμεν τὰ πονηροὶ καὶ ἠγαπήκαμεν τὰ καλα. οὐκοῦν ὃν τρόπον εἰρήκατε, φησὶ, ζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ἵνα καὶ τὸ εὖ εἶναι κερδάνητε ζῶντές τε καὶ σωζόμενοι, 8 καὶ μέγ’ ὑμῶν γένοιτο Κύριος ὁ Θεὸς ὁ πάντων ἔχων τὴν ἐξουσίαν. ἀποκαταστήσατε δὲ καὶ ἐν πύλαις κρῖμα, τουτέστιν,
ὀρθοὶ γένεσθε κριταί· μὴ ψῆφον ἄδικον καταγράφοντες τῶν ἀσθενεστέρων· μὴ τὴν τοῦ δικαίου παρασημαίνοντες 9 δύναμιν· μήτε μὴν κονδυλίζοντες εἰς πτωχῶν· μήτε ὁδὸν ταπεινῶν ἐκκλίνοντες, ἵνα λοιπὸν κατελεήση Θεὸς τοὺς ἐκ τῶν ἤδη συμβεβηκυιῶν αἰχμαλωσιῶν
10 περιλειφθέντας Ἰωσήφ. σημαίνει δὲ πάλιν τὸν Ἐφραῒμ, ἤτοι τὰς δέκα φυλάς. ὡς γὰρ ἤδη προεῖπον, ἐπειδὴ γέγονεν ἐξ Ἰωσὴφ ὁ Ἐφραΐμ, ταύτῃτοι καὶ τῷ τοῦ πατρὸς σημαίνεται.
διανοίας, εἴς γε τὸ χρῆναι τὰ Θεῷ θυμήρη φρονεῖν, καὶ κατορθοῦν ἀρετὴν, καὶ τῶν τῆς δικαιοσύνης ἀντέχεσθαι τρόπων, καὶ ὀρθότητος εἶναι σοφοὺς ἐπιμελητάς· ἕξομεν γὰρ οὕτω συνόντα τε καὶ προασπίζοντα τὸν τῶν ὅλων Θεόν.
11 12
ἤδη συμβεβηκόσιν οὐ μετρίως ἐπηλγηκότες, ἐπηγγέλεσθε 15 μισεῖν τὰ πονηρὰ, καὶ ἀγαπᾶν τὸ καλόν· ἀλλὰ βραχὺ καὶ μόλις τῶν ἐκεῖθεν δειμάτων ἀπηλλαγμένοι, πρὸς τὸ ῥᾴθυμον 16 ἀπεκλίνατε, καὶ οὐδὲν ἧττον ἀπηρτημένοι τῶν ἀρχαίων ἐφαίνεσθε κακῶν. ταύτῃτοι λοιπὸν θρήνου καὶ οἰμωγῆς ἀνάμεστοι
μὲν αἱ πόλεις, κομμοὶ δὲ καὶ δάκρυον πανταχοῦ, καὶ ζήτησις ἔσται τῶν εἰδότων κατολοφύρεσθαι. καὶ οὐκ ἀρκούντων ὑμῖν εἰς τοῦτο τῶν ἀστικῶν, παραληφθήσεται καὶ γεωργὸς, ὥστε κἂν ἀγροικικὸν ὑμῖν ἐπηχῆσαι μέλος, καὶ τοῖς ἐπιχωρίοις ῥυθμοῖς τὰς τῶν πεπτωκότων ὀδύρασθαι
συμφοράς. διελεύσομαι γὰρ διὰ μέσου σου, φησὶν, ἐφορῶν 17 ἤδη πὼς τὰς ἁμαρτίας, καὶ οὐ πόρρω καθεστηκὼς ἔτι τῶν ἀφόρητα δεδυσσεβηκότων. ἕως μὲν γὰρ οὔπω παιδεύει Θεὸς, δοκεῖ πὼς οὐδὲ ἐφεστάναι· τὰ δὲ ἐξ ὀργῆς ἐπάγων, μονονουχὶ καὶ πάρεστιν, καὶ ἐπιρρίπτει τὰς δίκας. οὕτω
καὶ Σοδόμοις ἐπεφοίτησαν ἄγγελοι κατεμπρήσοντες τοὺς ἠσεβηκότας, ὡς ἐν τῷ μὴ κολάζειν ἀφεστηκότες. οὐκοῦν τὸ διελεύσομαι διὰ μέσου σου, σημαίνει τὴν ἐπίσκεψιν, καὶ 18 τὸν τοῦ κολάζεσθαι δεῖν ἐφεστηκότα καιρόν.
ἡμέρα τοῦ Κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς. ὃν 20 τρόποι ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ 21 ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸv οἶκον αὐτοῦ καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν 22 ὄφις. οὐχὶ σκότος ἡ συνέραν τοῦ Κυρίου καί οὐ φῶς; καὶ γνόφος οὐκ ἔλω φέγγος αὐτῇ;
καὶ ὅτι πικραῖς καὶ ἀνιάτοις περιπεσοῦνται συμφοραῖς, διανενευκότες ἀσχέτως ἐπὶ τὰ τῆς πλανήσεως ἔργα, διαγελῶντές τε καὶ ὑπτιούμενοι, ποτὲ μὲν ἔφασκον, εἰς ὑπερθέσεις 24 καὶ χρόνους δραμεῖσθαι τὰς προφητείας· ποτὲ δὲ καὶ ολοτροως ἀπεγνωκότες, ἀπετόλμων λέγειν, κάτα γε τὴν
25 Ἱερεμίου φωνήν “Ποῦ ἐστὶν ὁ λόγος κυρίου; ἐλθέτω. ᾤοντο γὰρ, ὅτι καὶ ψευδοεποῦσιν οἱ προφήται, καὶ δειμάτων 26 αὐτοὺς ἀναπιμπλᾶσι κενῶν· ἤγουν εἰ καί τις ἀληθῶς κατ’ αὐτῶν ἴοι πόλεμος, ἀμείνους ἔσονται τῆς ἐκείνων χειρὸς, σκληρὰν καὶ δυσάντητον ἀντανιστάντες αὐτοῖς ἀλκήν τε
27 καὶ προθυμίαν. ἀληθὲς γὰρ ὅτι “Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, κατὰ τὸ γεγραμμένον. ἁλλ’ οἱ τοιοίδε τὴν ἕξιν, καθάπερ τὰ τῶν τραυμάτων ἀπεγνωσμένα, μονονουχὶ καὶ κεκράγασιν, ὅτι πυρὸς δέονται καὶ τομῆς, καὶ τῶν τοιούτων εἰσὶν ἐν ἐπιθυμίᾳ. διψῶσι γὰρ τρόπον
τινὰ τὸ χρῆναι κολάζεσθαι, καὶ εἰ μὴ τῇ τοιᾷδε λοιπὸν κέχρηνται φωνῇ.
29 φησὶν, ὑμῖν, σκότος οὖσα καὶ οὐ φῶς, διά τοι τὸ πλείστης ὅσης ἀναπεπλῆσθαι συμφορᾶς; οὐ γὰρ ἂν γένοιτό φησι διεκδύναι τισὶν, οὐδ’ ἂν ἔξω τις ἴοι τοῦ κακοῦ· ἀλλ’ ὁ τοῦτο φυγὼν, ὑπ’ ἐκείνου ληφθήσεται, καὶ τοῖς τὸ πρῶτον ἐκνενευκοσι
συναντήσει τὸ δεύτερον. τοῦτο γὰρ ἐστι τὸ διαφυγεῖν μὲν ἐκ στόματος λέοντος, ἐμπεσεῖν δὲ εἰς ἄρκτον. ἀλλὰ κἂν εἴ τις οἴοιτο, φησὶν, ἐν ἀσφαλείᾳ γενέσθαι τυχὸν, εἰσελάσαι τε εἰς τὴν οἰκίαν, ἐκεῖ θανάτῳ περιπεσεῖται, τοῖς 30 ὄφεως δήγμασιν ἀδοκήτως ὑπενηνεγμένος. Θεοῦ γάρ τινα
συνελαύνοντος εἰς ὄλεθρόν τε καὶ πόνους, τίς ὁ διασώσων; τίς ὁ ἐπικουρήσων καὶ ἀπαλλάξων τῆς δίκης; ἢ ποῖος ἔσται τρόπος, ὃν εἰ διελάσειέ τις, ἔξω γένοιτο τῶν κακῶν; οὐδεὶς παντελῶς. “Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” 31 καὶ “Ἐὰν κλείση κατὰ ἀνθρώπου, τίς ἀνοίξει;” κατὰ τὸ
γεγραμμένον.
37 λέγων “Ἀκούσατε λόγον κυρίου, ἄρχοντες Σοδόμων· προσ- “έχετε νόμον Θεοῦ, λαὸς Γομόρρας· τί μοι πλῆθος τῶν “θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων “κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ “βούλομαι, οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξε-
“ζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου “οὐ προσθήσεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυ- “μίαμα, βδέλυγμά μοι ἐστί· τὰς νουμηνίας ὑμῶν καὶ τὰ “σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν “καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου·
“ἐγενήθητέ μοι εἰς πλησμονήν.” ταύτης ἠρτῆσθαι τῆς 38 διανοίας τὰ προκείμενά φαμεν. μεμίσηκα γάρ φησι καὶ ἀπεωσάμην τὰς ἑορτ‘ὶς ὑμῶν, καὶ οὐκ ἂν ἐπαινέσαιμι τὰς θυσίας, οὐδ’ ἂν ὀσμὴν εὐωδίας καταλογισαίμην πώποτε τὰ ὁλοκαυτώματα καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσαγωγάς.
εἴδη δὲ ταῦτα θυσιῶν διεσταλμένα κατὰ καιροὺς, καὶ ὡς ἐν ἰδίοις τρόποις. ἕτερον γάρ τι τὸ ὁλοκαύτωμα, καὶ ἕτερον ἡ θυσία, καὶ ἡ τοῦ σωτηρίου ἐπιφάνεια, τουτέστι, τὸ εἰς ὄψιν ἰέναι Θεοῦ, καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσκομίζειν θυσίας.
τὸν ἐν ἡμῖν διὰ τοῦ Πνεύματος, φημὶ δὴ Χριστόν. πρέποι δ᾿ ἃν, καὶ μάλα εἰκότως, τὸ ἀπαράδεκτον εἰς θυσίαν, καὶ τοῖς ἀνοσίοις αἱρετικοῖς καὶ οἷς οὐκ ἔστιν εἰπεῖν, κατά γε τοὺς ἐν πίστει γνησίους “Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ 41 “Θεῷ.” ὀσμὴ γὰρ αὐτοῖς ἐν Βεελζεβοὺλ, εἴπερ ἐστὶν d
ἀληθὲς ὅτι “Οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦς, εἰ μὴ ἐν 42 Βεελζεβούλ. δυσφημοῦντες δὲ ἀφυλάκτως οἱ τάλανες, καὶ τῆς τοῦ Μονογενοῦς καταψευδόμενοι δόξης, οὐκ εὐοσμίᾳ πνευματικῇ, βορβόρῳ δὲ μᾶλλον καταμεθύοντα φοροῦσι ’τον νοῦν.
ἀπονέμων Θεὸς, μετατιθεὶς δὲ μᾶλλον τῆς οὕτω λαμπρᾶς εὐκλείας τὴν μέθεξιν τοῖς ἐκ καθαρᾶς διανοίας ἀνιεῖσι φωνήν· δοξολογία γὰρ ἡ τοιάδε καλὴ καὶ ἁνδάνουσα τῷ πάντων Δεσπότη. εὖ δὲ δὴ σφόδρα τὰς οὐκ οἶδ’ ὅθεν ἐξηυρημένας τῶν Ἰουδαίων δοξολογίας, ὀργανικὰς δηλονότι,
καθάπερ ἔφην ἀρτίως, ἦχον ῷδῶν ἀποκαλεῖ, τὴν οἱονείπως περιττήν τινα καὶ εἰκαίαν ἠχὴν, ἄσημόν τι καὶ ἀδρανὲς ἱεῖσαν 46 47 μέλος. ὅτι δὲ καὶ ταῦτα γεγόνασιν Ἰουδαικῆς ἀβουλίας εὑρήματα, δέδειχεν εἰπών ψαλμὸν ὀργάνων σου· μόνον γὰρ οὐχί φησιν Οὐκ ἐμῶν· ἔξω γὰρ νόμου τὸ χρῆμα, καὶ περὶ τούτων οὐδὲν λελάληκεν ὁ Μωυσῆς. οὐκοῦν οὐ παρακληθήσομαί φησιν, οὐδὲ ταῖς δι’ ὀργάνων εὐηχίαις ἀποκρούσει
τὰ ἐγκλήματα· ἀλλ’ ὡς ὕδωρ κυλισθήσεταί μου τὸ κρῖμα, καὶ ἡ παρ’ ἐμοῦ γενομένη δικαιοσύνη, τουτέστιν, ἡ καθ’ ὑμῶν δικαία λοιπὸν ἀπόφασις ὡς χειμάῤῥους ἄβατος ἔσται, κατασύρων 48 δηλονότι τὰ παρεμπίπτοντα, καὶ φειδόμενος οὐδενός. καταρρήγνυνται γὰρ τῶν ὀρῶν ῥαγδαίως οἱ χείμαρροι. οὕτω
καὶ ἡ θεῖα ψῆφος, εἰ δὴ γένοιτο κατά τινων, ὕδωρ ἄμαχον καὶ χειμάῤῥους ἀνανταγώνιστος ἱστὸς ἔσται, καὶ ἕτερον οὐδέν.
φωνὴν ἱέντας Θεῷ, ἀλλ’ ἐξ ἀγαθῆς διανοίας σοφὸν ἀληθῶς 49 καὶ εὔρυθμον ἀνηχοῦντας μέλος. “Θῦσον γὰρ, φησὶ, θυσίαν “αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπι- “κάλεσαί με ἐν ἡμέρᾳ θλίψεως σου, καὶ ἐξελοῦμαί σε καὶ “δοξάσεις με.”
50
“ὑμῶν οὐκ ἐπιβλέψομαι.” ἵνα γὰρ φαίνηται σεσωκὼς αὐτὸς ἐξ ἰδίας ἡμερότητος τὸν Ἰσραὴλ, καὶ τῇ τῶν πατέρων μνήμη διδοὺς τὸν ἐπὶ τέκνοις ἔλεον, καὶ οὐ θυσιῶν ἀντέκτισιν καὶ οἱονείπως ἀντιμισθίαν τὸ χρῆμα ποιούμενος, φησὶν ἀναγκαίως, ὡς ἔτη μὲν διατετελέκασιν οὐκ ὀλίγα κατὰ
τὴν ἔρημον. καὶ τροφὴ μὲν ἦν τὸ μάννα αὐτοῖς, ἐβάδιζον δὲ νεφέλης αὐτοὺς ἐπισκιαζούσης ἡμέρας, καὶ στύλου πυρὸς 56 τὴν νύκτα. καὶ ἡγεῖτο μὲν ἡ κιβωτὸς εἰς τύπον Θεοῦ, προβαδίζουσα καὶ κατασκεπτομένη τόπον αὐτοῖς καὶ ἀνάπαυσιν 57 ἐν ἐνδείᾳ δὲ καθεστήκεσαν τῶν ἀναγκαίων οὐδενὸς, ὑδάτων
αὐτοῖς ἀδοκήτων ἐκρηγνυμένων, πιπτόντων ἐχθρῶν. καὶ τούτων ἁπάντων γινομένων, τοὺς μὲν περὶ τῶν θυσιῶν ἐδέχοντο νόμους, ἤκουον δὲ πανταχῆ καὶ ἐφ’ ἑκάστῳ τυχὸν τῶν τεθεσπισμένων, 58 “Ἐὰν δὲ εἰσαγάγῃ σε κύριος ὁ Θεός σου εἰς “τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσι σου δοῦναί σοι,’ ποιήσεις 59
τοῦτο κἀκεῖνο, προσοίσεις δὲ καὶ θυσίας. οὐκοῦν ἐν τεσσαρακονταετεῖ καθ’ ὃν ἦσαν ἐν τῇ ἐρήμῳ, προσῆγον μὲν ἑκόντες θυσίας, ἐξῃτεῖτο δὲ οὐδεὶς ἀναγκαίως. ἀλλ’ ἦν εἰς ἀνάβλησιν τὸ χρῆμα αὐτοῖς, ἄχρις ἂν εἰσελάσειαν εἰς τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην. ταύτῃτοί φησι Μὴ
σφάγια καὶ θυσίας προσηνεγκατε μοι ἐν τῇ ἐρήμῳ τεσσαρακοντα ἔτη, οἶκος Ἰσραήλ; λέγει Κύριος. ἀλλ’ ἐσώζοντο τότε 60 61 καὶ θυσιῶν δίχα, καὶ ᾗ φησι δι’ ἑτέρου προφήτου πάλιν 62 “Οὐκ μοι ἀργυρίου θυμίαμα, οὐκ ἐμοὶ πρόβατα τῆς “ὁλοκαρπώσεώς σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ.” αὐτοὶ δὲ πάλιν ἀπροφάσιστον ἔχοντες τὴν ἀπόστασιν, ἀλλοπρόσαλλοί τε ἦσαν τοτηνικάδε, καὶ Θεὸν ἀτιμάζοντες τὸν
φύσει καὶ ἀληθῶς, ἀνελάμβανον τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ αστρον τού Θεοῦ ὑμῶν Ῥαιφάν. καὶ τί δὴ τοῦτό ἐστι, περιαθρεῖν ἀναγκαῖον.
64 κατεξανέστησαν τοῦ Ἀαρὼν λέγοντες “Ποίησον ἡμῖν θεοὺς “οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τι γέγονεν αὐτῷ. μεμοσχοποιήκασι τοίνυν κατὰ τὴν ερημον. καὶ τὸ μὲν ἐμφανὲς, καὶ οἱονείπως ἁπάντων εἴδωλον
ὁ μόσχος ἦν· πολλὰ δὲ παρ’ ἑκάστου καὶ ἕτερα διεπράττοντο. τραπόμενοι γὰρ ἅπαξ ἐπὶ τὴν ἀρχαίαν πλάνησιν, καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἀποπηδήσαντες, ἕκαστος τὸ 65 δοκοῦν ἐποιεῖτο σέβας, καὶ διέπλαττεν ἑαυτῷ, κατὰ τὴν ἄνωθεν ἔτι καὶ ἐν Αἰγύπτῳ συνήθειαν· προσέκειντο δὲ
μᾶλλον ταῖς τῶν ἄστρων λατρείαις. καὶ πόθεν ἃν γένοιτο καὶ τοῦτο καταφανές; ἐρεῖ τις τυχόν. οὐ πολὺς ὁ πόνος ἀπελέγχειν ἐθέλουσι· ἐξ αὐτῶν γὰρ εἰσόμεθα τῶν ἱερῶν γραμμάτων.
τοῦ Ἀαρὼν, εἶτα προσέπιπτε τῷ Θεῷ λέγων 66 “Δέομαι, κύριε· ἥμαρτεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, 67 “ἐποίησαν γὰρ ἑαυτοῖς θεοὺς χρυσοῦς,” καίτοι μόσχος ἦν 68 τὸ διαπεπλασμένον. ἀλλ’ οὐκ ἠγνόησεν, ὅτι καὶ ἕτεροι προσειργάσαντο τὰ γλυπτά. ὁ δέ γε μακάριος Στέφανος, κατηγοροῦ μένος ποτε παρὰ τοῖς Ἰουδαίων καθηγηταῖς ἐπὶ δυσφημίαις ταῖς εἰς Θεὸν καὶ Μωυσέα, καὶ ταῖς καθηκούσαις
ἀπολογίαις ἀποκρουόμενος τὰς συκοφαντίας, εἶτα δεικνύων, ὅτι δεδυσσεβηκότες ἀγρίως, καὶ ἐμπαροινήσαντες τῷ Χριστῷ τὴν τῶν ἰδίων πατέρων ἀπομιμοῦνται φαυλότητα καὶ σκληροκαρδίαν, διαμέμνηται σαφῶς τῆς ἐν τῆ ἐρήμῳ μοσχοποιΐας, καί φησι περὶ τοῦ πανσόφου Μωυσέως “Οὗτός ἐστιν ὁ 69
“γενομενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῆ ἐρήμῳ μέτα του ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν, ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἁλλ’ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον, εἰ-
“πόντες τῷ Ἀαρών Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος, ὅς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. καὶ ἐμοσχοποίησαν ἐν τῆ ἐρήμῳ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ ηὐφραίνοντο ἐν τοῖς
ἔργοις τῶν χειρῶν αὐτῶν. ἔστρεψε δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν Μῆ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, οἶκος Ἰσραὴλ, λέγει κύριος, καὶ ἀνελάβετε τὴν
“σκηνὴν τοῦ Μολόχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς, καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.” ἄθρει δὴ οὖν ὅτι καὶ ὁ θεσπέσιος Στέφανος, ἀνὴρ Ἁγίου Πνεύματος πλήρης, μεμαρτύρηκεν ὅτι μεμοσχοποιήκασι μὲν, ἐτράποντο
δὲ καὶ εἰς τὸ λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· διαμέἠγνόηκεν 70 71 μνηται δὲ καὶ τῆς τοῦ Προφήτου φωνῆς. ὅθεν ἔστιν ἐννοειν, ὅτι πρὸς τῷ μόσχῳ καὶ τὴν σκηνὴν τοῦ Μολὸχ ἀνέλαβον. σκηνοποιησάμενοι γὰρ ἔστησαν εἴδωλον, καὶ κεκλήκασι Μολὸχ ἤτοι Μολχόμ· εἴδωλον δὲ τοῦτο Μωαβιτῶν, λίθον ἔχον διαφανῆ καὶ ἐξαίρετον ἐπὶ μετώποις ἄκροις, εἰς ἑωσφόρου
τύπον. καὶ ἑρμηνεύεται μὲν τὸ Μολὸχ βασιλεὺς αὐτῶν· ἐκδεδώκασι γὰρ οὕτως Ἀκύλας καὶ Θεοδοτίων· ἑωσφόρου 72 γεμὴν ἐκτύπωμα τὸ τεχνουργούμενον ἦν. ἀνελάβετε τοίνυν φησὶ τὴν σκηνὴν τοῦ Μολόχ, τουτέστι, τοῦ βασιλέως ὑμῶν. καὶ ποῖος ἦν οὗτος ὁ βασιλεύς; τὸ ἄστρον τοῦ θεοῦ
ὑμῶν Ῥαιφαν. Ῥαιξὰν δὲ ἑρμηνεύεται σκοτισμὸς ἤτοι τύφλωσις. προσεκύνουν γεμὴν τὸν ἑωσφόρον ὡς προανίσχοντα τῆς ἡλίου μαρμαρυγῆς, καὶ ἀρχὴν ἡμέρας εἰσθέροντα τοῖς ἐπὶ τῆς γῆς· ἀλλὰ τοῖς προσκυνοῦσι γέγονε Ραιφὰν, τουτέστι, σκοτισμὸς ἤτοι τύφλωσις. καὶ οὐχὶ δὴ
πάντως ὡς ἐνηργηκότος ἐν αὐτοῖς τοῦ ἄστρου τὴν τύφλωσιν, ἀλλ’ ὅτι σκοτισμοῦ παραίτιον αὐτοῖς τὸ εἰς τοῦτο γέγονε 73 σέβας. ἐπειδὴ δὲ, φησὶ, τὴν Μωαβιτῶν καὶ τῆς γείτονος Δαμάσκου μανίαν ἐζηλώσατε, ταύτῃτοι καὶ ἀποιχήσεσθε Δαμασκοῦ τε ἐπέκεινα καὶ τῶν ἀπωτέρω κειμένων ἔτι, φημὶ
δὴ Βαβυλωνίων. ἡ μὲν γὰρ ἔκδοσις τῶν ἑβδομήκοντα ἐπέκεινα Δαμασκοῦ φησὶν, ὁ δέ γε θεσπέσιος Στέφανος Βαβυλῶνος ἔφη. τί οὖν πρὸς τοῦτο ἐροῦμεν; κατὰ τὴν Ἑβραίων ἔκδοσιν ὁ μακάριος ἔφη Στέφανος. δοκεῖ γὰρ οὕτως ἐκείνοις τὸ ἐπέκεινα Δαμασκοῦ ὠνομάσθαι τὴν
74 Βαβυλωνίων. παρατεινούσης γὰρ ἴσως τῆς Δαμασκηνῶν, 75 ἤτοι Σύρων βασιλείας μέχρι τερμάτων τῶν πρὸς ἠῶ καὶ ἀκτῖνα πόλεων, ὅμορος εὐθὺς ἡ Βαβυλωνίων χώρα τε καὶ γῆ.
Σαμαρείας.
μεμοσχοποιήκασι γὰρ καὶ ἀνέλαβον τὴν σκηνὴν τοῦ Μολόχ· ἀπελέγχει λοιπὸν ὅτι πατρώζουσι, καὶ προγονικῆς δυσσεβείας κατ’ ἴχνος ἰόντες παραθήγουσιν ἐφ’ ἑαυτοὺς τὸν τῶν ὅλων Δεσπότην. ἐξουθενεῖν δὲ, φησὶ, τὴν Σιῶν τοὺς ἐξ 78 Ιούδα καὶ Βενιαμίν. ἀπομεμενηκότες γὰρ ἐν τοῖς Ἱεροσολύμοις,
καὶ τὸν θεῖον ἔχοντες ναὸν, παρ’ οὐδὲν πεποίηνται τὴν εἰς Θεὸν αἰδῶ καὶ ἀγάπησιν, ἀλλ’ ἧ φησι τὸ γράμμα τὸ ἱερόν “Ἐθυμίων ἐν τοῖς ὑψηλοῖς ὑποκάτω δρυὸς καὶ 79 “λεύκης καὶ δένδρου συσκιάζοντος.” ἐλάτρευον δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. καὶ γοῦν ἔφη πρὸς Ἱερεμίαν οὐ
μετρίως λελυπημένος ὁ τῶν ὅλων Θεός “Καὶ σὺ μὴ προ- “σεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι “αὐτοὺς, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει καὶ “προσευχῇ, ὅτι οὐκ εἰσακούσομαί σου.” εἶτα τῆς ἀποστροφῆς 80 φῆς τὴν αἰτίαν ἐπιφέρει λέγων “Ἤ οὐχ ὁρᾷς τί οὗτοι 81
“ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν ταῖς ὁδοῖς Ἱερουτελμάτων 82 “σαλήμ; οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐ- “τῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ “ποιῆσαι χαυῶνας τῆ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με.” ἐξουθενήκασι δὴ οὖν τὴν Σιῶν οἱ ἐν τοῖς Ἱεροσολύμοις. τοιγάρτοι
πρεπόντως ἐπενήνοχεν αὐτοῖς τὸ οὐαὶ.
καὶ πᾶν ὁτιοῦν τῶν ἡδίστων αὐτοῖς ἀδόνητον ἕξει τὴν ἕδραν.
84 διδόντος, ἔσται τι τῶν ἀγαθῶν ἐφ’ ἡμῖν· “Πᾶσα γὰρ δόσις “ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φώτων·” αὐτῷ δὴ ἄρα προσκεῖσθαι καλὸν, καὶ αὐτὸν ἐλπίδα ποιεῖσθαι καὶ ἀρωγόν. ἐξουθενοῦσι δὲ τὴν Σιῶν, τουτέστι τὴν Ἐκκλησίαν, καὶ οἱ τῶν
ἀνοσίων δογμάτων προεστηκότες, καὶ ἐπί γε ταῖς σφῶν αὐτῶν εὐγλωττίαις ἐπιθαρσήσαντες, καὶ μεγαλοφρονεῖν εἰωθότες ἐπὶ τοῖς τῶν ἀνοσίων συλλογισμῶν εὑρήμασι καὶ σοφίᾳ 85 τῇ κοσμικῇ. πρέποι δ’ ἂν αὐτοῖς καὶ πρό γε τῶν ἄλλων το ουαι.
εἰσκεκόμικεν εἰς τὴν γῆν, ἢν ὤμοσε τοῖς πατράσιν· εἰσκεκόμικε δὲ, πολλὰ καὶ δυσκαταγώνιστα καὶ οὐκ ἀμελέτητον ἔχοντα τὸ νικᾶν ἐν μάχαις ἀποκείρας ἔθνη. οὕτω γὰρ καὶ ὁ μακάριος Δαυεὶδ ἔφη που πρὸς Θεὸν περὶ τῶν ἐξ αἵματος Ἰσραήλ “Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη 89
“καὶ κατεφύτευσας αὐτήν.” ὀνειδίζονται δὴ οὖν, καὶ μάλα 90 εἰκότως, ὡς ἀχάριστοι κομιδῆ καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀποδρομαῖς λυποῦντες τὸν Εὐεργέτην. τετρυγήκασι μὲν γὰρ ἀρχάς φησιν μνῶν, καὶ κλῆρον ἴδιον ἐποιήσαντο τὴν ἐκείνων χώραν, Θεοῦ κατασείοντος τοὺς ἀνθεστηκότας,
καὶ ἀφάτῳ δυνάμει τὴν τῶν ἀντανισταμένων ἰσχὺν παραλύοντος. ἀλλ’ ὅτι πίονα καὶ εὔβοτον καὶ παντὶ μεθύουσαν ἀγαθῷ κεκληρονομήκασι γῆν, καὶ τῶν ἄλλων χωρῶν ἀμείνω 91 τε καὶ εὐρυτέραν, ἀναμαθεῖν ἐπιτάττει, τὰς τῶν ὁμόρων, ἢ καὶ τῶν ἐπέκεινα πολυπραγμονοῦντας ἀρχὰς ἤγουν βασιλείας.
βαδίζετε γὰρ, φησὶν, εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων· 92 αὗται γὰρ αἱ τῶν ἄλλων βασιλειῶν περιφανεστέραν ἔχουσαι τὴν δόξαν· κἀκεῖ ζητεῖτε, φησὶν, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν υμετερων ὅρων. ἦσαν μὲν οὑν πολλαί τε καὶ ἄνα μέρος αἱ βασιλεῖαι τῶν ἐθνῶν, ἡ Μωαβιτῶν, ἡ Ἰδουμαίων, ἡ τῶν υἱῶν Ἀμμών. ἀλλ’ οὐδὲν ἐν αὐταῖς τὸ μέγα. λαμπροτέρα
93 δὲ τῶν ἄλλων ἡ Δαμασκηνῶν καὶ Παλαιστίνων. καὶ δύο μὲν ἦσαν πόλεις ὑπὸ τὴν Δαμάσκου βασιλείαν, εἰς ἠῶ κείμεναι, αἷς ὄνομα τὸ Αἰμάθ· ὧν ἡ μὲν εὐρυτέρα καὶ μείζων, ἡ δὲ λαχοῦσα τὸ μεῖον· ἑρμηνεύεται δὲ τὸ Ῥαβὰ, μεῖζον ἢ πλατυτέρα. πορεύεσθε δὴ οὖν εἰς Αἰμὰθ Ῥαβὰ,
τουτέστιν, εἰς τὴν Αἰμὰθ τὴν μείζω τε καὶ εὐρυτέραν· ἦν γὰρ, ὡς ἔφην, ὁμώνυμος ἑτέρᾳ, λαχοῦσα τὸ μεῖζον. φασὶ δὲ τὴν μὲν Αἰμὰθ τὴν πλατεῖαν ταύτην εἶναι τὴν νῦν Ἀντιόχειαν, 94 τὴν δὲ μείω καὶ στενοτέραν, τὴν γείτονά τε καὶ ὅμορον Ἐπιφάνειαν· Ἀντιόχου, τοῦ ἐπίκλην Ἐπιφανοῦς,
τὴν μὲν Ἀντιόχειαν, Ἐπιφάνειαν δὲ τὴν ἑτέραν εἰς δόξαν ἰδίαν ὠνομακότος. ἡ δὲ Γὲθ πόλις ἦν τοτηνικάδε τῆς νυνὶ Παλαιστίνης λαμπροτέρα. ἐν ταύτῃ μεμενήκασιν οἱ Ἐανκεὶμ καὶ οἱ καλούμενοι Φιλιστιεὶμ, οὐκ ὀλοθρευσάντων αὐτοὺς τοτηνικάδε τῶν υἱῶν Ἰσραήλ. ταύτῃτοί φησι περὶ
αὐτῆς Εἰς Γὲθ ἀλλοφύλων· βαδίσατε τοίνυν φησὶν εἰς Αἰμὰθ Ραβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων· καὶ περιεργάσασθε λεπτῶς, 95 εἰ μὴ μᾶλλον ὑμεῖς εὐρυτέραν οἰκεῖτε χώραν, τῶν ἄλλων ἁπασῶν τὴν ἀμείνω καὶ προὔχουσαν.
96 ταγμένην ἔχει τὴν Χαλάνην. πορεύεσθε γὰρ, φησὶν, εἰς Χαλάνην καὶ εἰς Αἰμὰθ καὶ εἰς Γέθ· Χαλάνη δέ ἐστιν ὑπὸ τὴν Περσῶν βασιλείαν, ἣ νῦν καλεῖται Λυσίππων. ἐπειδὴ δὲ καὶ τῆς Περσῶν βασιλείας ἐμνημόνευσεν τῶν Ἐβραίων
ἡ ἔκδοσις, ταύτῃτοί φαμεν καὶ τὸν μακάριον Στέφανον ἀντὶ τοῦ Μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμάσκου, τὸ Ἐπέκεινα Βαβυλῶνος 97 εἰπεῖν.
Θεῷ μᾶλλον ἀνῆπτον τὰ χαριστήρια, ἀλλ’ οἱ μὲν ἐξουθένουν 98 τὴν Σιῶν, οἱ δὲ, πεποιθότες ἐπὶ τὸ ὄρος Σαμαρείας, οὐδένα τῆς εἰς αὐτὸν αἰδοῦς ἐποιοῦντο λόγον.
5 τὰς ἐκείνων ἡγεῖσθαι δόξας, καὶ τοῖς ἀπονεύουσιν εἰς τὸ 99 προσκεῖσθαι ζητεῖν τοῖς παραχαράττουσι τὴν ἀλήθειαν, καὶ τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ὀρθότητα παραλύουσι τὸ Πορεύεσθε εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων καὶ ἴδετε εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων. εύρυτέρα
γὰρ τῆς Ἑλλήνων στενολεσχίας ἡ θεόπνευστος γραφὴ, τὸ τῆς ἀληθείας καταγγέλλουσα φῶς καὶ δογμάτων ἐπωφελῶν 100 εἰσφέρουσα γνῶσιν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων τὸν τῶν πιστευόντων ἀναβιβάζουσα νοῦν.
ἀληθείας ἐστὶ λόγος. οἱ μὲν γὰρ αὐτῇ μαχόμενοι, μονονουχὶ καταπνίγονται, ψυχροῖς τε καὶ ἀτρανέσιν ἐπινηχόμενοι λογισμοῖς· οἱ δὲ τοῖς τῆς εὐσεβείας συναγορεύοντες δόγμασι, καὶ τὸ λαμπρὸν τῆς ἁληθείας περιαθροῦντες κάλλος, εἰς 101 102 πλατὺ θεωρημάτων ἐκτρέχουσι πέλαγος, “αἰχμαλωτίζοντες ”πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,” τῇδέ τε κἀκεῖσε 103 διάττοντες, καὶ τὰ εἰς γνῶσιν ἀληθινὴν ἀπὸ τῆς θεοπνεύστου γραφῆς εὖ μάλα συλλέγοντες. καὶ γοῦν Κορινθίοις ἀποφοιτᾶν 104 ἑλομένοις ”τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς,”
προσκειμένοις δὲ ἀμαθῶς τοῖς ἑτεροδιδασκαλεῖν εἰωθόσιν, 105 ἐπιστέλλει λέγων ὁ θεσπέσιος Παῦλος “Τὸ στόμα ἡμῶν “ἀνέῳγε πρὸς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλά- “τυνται· ου στενοχωρεῖσθε ἐν ἥμιν, στενοχώρει δε ἐν “τοῖς σπλάγχνοις ὑμῶν· τὴν δὲ αὐτὴν ἀντιμισθίαν· ὡς
“τέκνοις λέγω· πλατύνθητε καὶ ὑμεῖς. μὴ γίνεσθε ἑτεροζυ- “γοῦντες ἀπίστοις.”
“ποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας.’ καὶ ἐπειδὴ δύο τινῶν ἐποιεῖτο μνήμην, τῶν τε ἐξουθενούντων φημὶ τὴν Σιῶν καὶ τῶν πεποιθότων ἐπὶ τὸ ὄρος Σαμαρείας, πολυπραγμονοῦντες ἀναγκαίως τῶν ἐννοιῶν τὴν δύναμιν, ἐφηρμόσαμεν ἡμεῖς τοῖς 109 ἐξ Ἰούδα καὶ Βενιαμὶν τὴν αἰτίαν τοῦ ἐξουθενεῖν τὴν Σιῶν,
110 τοῖς γεμὴν ἐξ ἐφραΐμ τὸ πεποιθέναι ἐπὶ τὸ ὄρος Σαμαρείας. εἶσι δὴ οὖν ὥσπερ ἀνόπιν ὁ λόγος, καὶ τὰ ἀμφοῖν ἐγκλήματα καταλέγει πάλιν, αὐτοῖς ἐπιφέρων τὸ οὐαί. ἔθος δὲ τῆ θείᾳ γραφῆ κατὰ τῆς εὐθείας πτώσεως τὴν τοῦ Οὐαὶ φωνὴν ἐπιφέρειν· 111 οἷόν τι φημί “Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν
112 “Κυρίου·” καὶ πάλιν “Οὐαὶ” οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ 113 “σίκερα διώκοντες.’’ οὐαὶ τοίνυν φησὶν οἱ εὐχόμενοι εἰς ἡμέραν κακὴν, τουτέστιν οἱ ἐν τοῖς Ἱεροσολύμοις. τὸ γὰρ μὴ ἀνέχεσθαι μετανοεῖν, μήτε μὴν τὸν ἐπὶ τοῖς ἔσεσθαι προαπηγγελμένοις εἰσδέξασθαι φόβον, μονονουχὶ καὶ ἐπιθυμεῖν 114
ἐστὶν εἰς ὀλέθρου πεσεῖν ἡμέραν. οἷον ὡς εἴ τις περί τινος τῶν φιλαμαρτημόνων λέγοι τυχόν Ἐπιθυμεῖ τεθνάναι, καίτοι τοῦτο παθεῖν οὐκ ἐθέλοντος ἐκείνου, πόθεν; ἀλλ’ ὅσον ἧκεν εἰς τὸ βούλεσθαι δρᾶν, καὶ τοῦτο ἀκαταλήκτως, τὰ τοῖς νόμοις ἀπᾴδοντα, μονονουχὶ καὶ ἐρᾷ τῆς τοῖς φιλαμαρτήμοσιν
ἀεί πως ὀφειλομένης κολάσεως τε καὶ δίκης. μετανοεῖν οὖν ἄρα μὴ ἀνεχόμενοι, μονονουχὶ καὶ ἐπιθυμοῦσι πεσεῖν εἰς ἡμέραν κακὴν, καὶ ταῖς ἤδη προαπηγγελμέναις ἐναλῶναι συμφοραῖς, 115 οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν. ἦν μὲν γὰρ ἔτι συνεστηκὼς ὁ νεὼς καὶ τὰ ἐν αὐτῷ θυσιαστήρια.
καὶ προσῆγον μὲν τῷ Θεῷ τὰς κατὰ νόμον θυσίας, ἐπετέλουν δὲ καὶ τὰς ἐν σαββάτοις ἀργίας, πλὴν οὐκ εἰσάπαν ἠκριβωμένως, ἀτημελῶς δὲ σφόδρα καὶ ῥᾳθύμως κομιδῇ. καὶ γοῦν ᾐτιᾶτο διὰ φωνῆς προφητῶν, ὡς σάββατα μὴ τετηρηγοῦν 116 οὐαὶ τοίνυν, φησὶ, τοῖς προσποιουμένοις ἐγγίζειν
Θεῷ διά τοι τοῦ προσποιεῖσθαι τιμᾶν τὰ Μωυσέως ἔτι, καὶ 117 ψευδῶν σαββάτων ἀποθιγγάνειν. ὁρᾷς ὅπως διαβέβληκεν ὡς οὐκ ὀρθῶς ἢ πεφροντισμένως τὴν τῷ σαββατίζειν πρέπουσαν τηροῦντας ἀργίαν;
ἐπὶ τούτοις εἰπεῖν· ψευδῆ σάββατα, τὰ παρὰ τοῖς Ἰουδαίοις· εἴπερ ἐστὶ σκιὰ μὲν ὁ νόμος, καὶ τύπος κατὰ τὸ ἀληθὲς τὰ διὰ Μωυσέως. ὁ δὲ τύπος οὐκ ἀλήθεια, 118 119 μόρφωσιν δὲ μᾶλλον τῆς ἀληθείας εἰσφέρει. τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τοῖς Ἑβραίοις, καί φησι περὶ 120 τῶν ἀρχαιοτέρων “Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ 121 “τοῦ Θεοῦ.’’ οὐ γὰρ κατέπαυσεν ἐκείνους Ἰησοῦς, οὔτε μὴν εἰσεληλάκασιν εἰς τὴν κατάπαυσιν τοῦ Θεοῦ· σαββατίζομεν
δὲ πνευματικῶς ἡμεῖς ἐν Χριστῷ, καταλύοντες καὶ ἀποφοιτῶντες μὲν ἁμαρτίας, καταλήγοντες δὲ παντὸς φθαρτοῦ καὶ γηίνου πράγματος. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος 122 “Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς 123 “κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ
“τῶν ἰδίων ὁ Θεός.
126 οὐχ ὡς φεύγοντα· οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ 127 πρῶτα μύρα χριόμενοι, καὶ οὐκ ἔπασχον οὐδὲ ἐμ τῇ συντριβῇ Ἰωσήφ.
τῶν ἐν τῇ Σαμαρείᾳ τοὺς ἐν δόξῃ περιφανεστέρους, καὶ ταῖς τῶν χρημάτων περιουσίαις τῶν ἄλλων ὑπερηρμένους, ὡς ἐκ πολλῆς ἄγαν εὐημερίας μονονουχὶ καὶ μεθύοντας, καὶ τῷ 128 τῆς τρυφῆς πλάτει παρενηνεγμένους μένους εἰς τὸ μηδὲν ὅλως ὑποκατηγόρει 129 βλέπεσθαι τῶν δεινῶν, μήτε μὴν οἴεσθαι τὸν τῶν ὅλων Θεὸν τοῖς οὕτω διακειμένοις ἐπιθήγεσθαί ποτε, καὶ ποινὰς ἐπάγειν τοῖς φιλαμαρτήμοσιν. ἐξηγεῖται δὲ ἀκριβῶς τὸ ἀνειμένον αὐτῶν καὶ ἄφετον εἰς τρυφάς. κλῖναί τε γὰρ
αὐτοῖς ἐξ ἐλέφαντος, φησὶν, αἱ πολυτελεῖς τε καὶ μαλακαὶ μὲν εὐναὶ, τὰ δὲ ἀπόλεκτα τῶν ἀμνῶν, μόσχοι τε ὑπότιτθοι τὰ ἐδώδιμα, ᾠδαί τε καὶ μέλη, καὶ πάντα τὰ δι’ ἀργάνων συνεισθέοντα ταῖς τρυφαῖς, κῶμοί τε καὶ κρότοι, καὶ τὸ ἔτι φορτικώτερον, ὅτι τὰ τοιάδε τῶν κακῶν ὡς ἑστῶτα ἐλο- 130
γίσαντο καὶ οὐχ ὡς φεύγοντα. καθόλου μὲν γὰρ παρίπταται τὰ τοιάδε, καὶ ἀπάτη κοσμικὴ τὸ ἱδρυμένον οὐκ ἔχει. λύεται γὰρ ἐν ἴσῳ σκιαῖς, καὶ “παράγει τὸ σχῆμα τοῦ κόσμου κοσμου 131 “τούτου,’’ κατὰ τὸ γεγραμμένον· συγκαταλήγει δὲ πάντως τοῖς τεθνεῶσιν ἡ τρυφή. ἐπὶ δέ γε τῶν ἐν Σαμαρείᾳ καὶ
καθ’ ἕτερον ἂν νοοῖτο τρόπον τῶν εἰρημένων ὁ νοῦς. ἐπειδὴ γὰρ ἔμελλον ἁλώσεσθαι, καὶ οὐκ εἰς μακρὰν, φεύγοντά τε καὶ οὐχ ἑστῶτ‘ι λέγει τὰ εἰς τρυφὴν αὐτοῖς ἐξιτήλως ἐξηυρημένα, ὡς ὅσον οὐδέπω παρελευσόμενα. ἐπικροτοῦσι δὴ οὖν τοῖς ὀργάνοις, οἶνον πίνοντες τάχα που τὸν ἀνθοσμίαν, καὶ λεπτῶς
εὖ μάλα διυλισμένον· καταχρίονται δὲ καὶ μύρῳ, συντιθέντες τὰ ἐξαίρετα, καὶ λόγον οὐδένα πεποίηνται παντελῶς τοῦ συντρίβεσθαι μέλλειν τὸν Ἰωσήφ. ὡς γὰρ ἔφην ἀρτίως, καίτοι προεγνωκότες τὴν ὅσον οὐδέπω παρεσομένην συμφορὰν, καὶ τῆς Σαμαρείας τὴν ἅλωσιν, καὶ τὴν τοῖς ἐξ
Ἰωσὴφ γενησομένην συντριβὴν, τῆς αὐτοῖς κατειθισμένης οὐ κατημέλουν τρυφῆς.
τὸ κατολισθεῖν εἰς τρυφὰς, καὶ τῆς βεβήλου φιλοσαρκίας οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον; περὶ τῶν τοιούτων τάχα που 134 φησὶν διὰ φωνῆς ἁγίων “Ὦ οἱ ποιμένες οἱ διασκορπίζοντες 135 “καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς.” ὅτι γὰρ ταῖς τῶν ποιμένων ῥᾳθυμίαις κινδυνεύσει τὸ ὑπήκοον, σαφὲς ἃν
136 γένοιτο, πάλιν Θεοῦ λέγοντος ἐναργῶς “Ὅτι οἱ ποιμένες “ἠφρονεύσαντο, καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο “οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν.
138
μὲν ἥξει, καὶ μάλα γοργῶς, κατὰ πάντων ὁ τῆς αἰχμαλωσίας καιρὸς, πρωτόλειον δὲ ποιήσεται τοὺς δυνατωτέρους· ἀεὶ γὰρ 140 πολέμιοι καταδῃοῦντες πόλιν ἐπὶ τοὺς τῶν ἐπισημοτέρων τρέχουσιν οἴκους, τὰ ἐν αὐτοῖς διαρπάσοντες.
ἐξαιρέτοις τῶν ἵππων ἐποχεῖσθαι φιλεῖν, οἱ δὲ, κατὰ τὸ 141 εἰκὸς, διὰ μέσων ᾔεσαν τῶν πλατειῶν, ἔννουν τι καὶ σοφὸν καὶ οἷον ἐξ ἐπιστήμης ὑποχρεμετίζοντες· ἕτοιμον γὰρ ἀεί πὼς τὸ ζῷον εἰς εἴδησιν εὐκοσμίας καὶ τῆς αὐτῷ πρεπούσης ἐπιστήμης εἰς παραδοχήν· καὶ τοῦτο πεπαύσεται, φησίν.
ἐξαρθήσεται γὰρ χρεμετισμὸς ἐξ ἵππων Ἐφραΐμ. ὅμοιον ὡσεὶ 142 λέγοι Πεπαύσεται τῆς ἀγερωχίας τῶν ἐν Σαμαρείᾳ τὸ προκριτὸν, καταλήξουσι δὲ καὶ οὐχ ἑκόντες τοῦ περιφανεῖς ποιεῖσθαι τὰς προόδους, ὑποχρεμετιζόντων αὐτοῖς τῶν ἵππων, οἳ λαμπροῖς φαλάροις κατεστεμμένοι, τὸν ἐπιβάτην
τάχα που καὶ ἐπιγινώσκουσι, μόνον δὲ οὐχὶ καὶ φυσῶσι μέγα, σεπτόν τε καὶ ἀξιάγαστον ἐπαναθέμενοι τὸν ἡνίοχον. ἀλλ’ ὅτι τὸ νήφειν τοῖς ἡγουμένοις ἀσφαλὲς, τὸ γεμὴν ὑπτιοῦσθαι φιλεῖν ἐπιζήμιον, κἀντεῦθεν ἃν μάθοις. ἐπ’ αὐτοὺς γὰρ ἔσται καὶ πρό γε τῶν ἄλλων τὰ ἐξ ὀργῆς· καὶ 143
ἁπάσης μὲν εὐκλείας ἐξωσθήσονται, κείσονται δὲ καὶ αὐτοὶ τοῖς ἄλλοις ὁμοῦ, πικρόν τι καὶ δυσαχθὲς ἔχοντες κρῖμα, καὶ ὅτι μὴ μόνον ἑαυτοὺς ἀπολωλέκασι, Προσέθεσαν δὲ καὶ ἑτέρους ταῖς ἑαυτῶν παρανομίαις, ἀπολογήσονται.
ὕβριν Ἰακὼβ, καὶ τὰς χώρας αὐτοῦ μεμίσηκα.
καὶ ἠγάπησε τὸν Ἰακὼβ ἐκ μήτρας, καὶ ἀπόλεκτον ἐποιεῖτο καὶ ἐν ἐμβρύοις ὄντα Θεός· Ἰακὼβ δὲ πάλιν φησὶ τοὺς ἐξ 146 Ἰακὼβ, ὧν τὴν ἐπάρατον ἀλαζονείαν· ὕβριν γὰρ ἔθος τὴν ὑπεροψίαν ὀνομάζειν τῇ θείᾳ γραφῆ· μεμισηκέναι φησίν. 147 ἢ γὰρ οὐχὶ τὸ χρῆμά ἐστιν ὑπεροψία λοιπὸν, τὸ παρωθεῖσθαί - φημι τὸ εἰς Θεὸν σέβας, εἰδώλοις δὲ ἀπονέμειν τὴν αὐτῷ πρεπωδεστάτην ὅτι μάλιστα δόξαν, καὶ προσέτι τούτοις
μήδε’ ἐπαΐειν ἀξιοῦν ὧν ἂν ἕλοιτο δηλοῦν διὰ προφητῶν ἁγίων, ἄθυρμα δὲ ὥσπερ ποιεῖσθαι τὴν ἀπειλὴν, καὶ πλήθει συμμάχων ἐπιθαρσήσαντας, ἀλογῆσαι παντελῶς τῆς παρ’ αὐτοῦ φειδοῦς καὶ ἐπικουρίας; εἶτα, πῶς τοῦτο ἀμφίβολον;
149 καθ᾿ ἑαυτοῦ δὲ, ὅτι “κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι.” τί δὲ τὸ ὀμωμοσμένον; ὅτι βδελύσσομαι πᾶσαν τὴν ὕβριν Ἰακὼβ, ἤτοι τὴν ὑπεροψίαν τοῦ Ἰακὼβ, καὶ ἁπάσας δὲ αὐτοῦ μεμίσηκα τὰς χώρας. οὐ γὰρ ἦν ἐν αὐταῖς ὁ τῶν θείων θελημάτων ἐκπληρωτής· οὐκ ἢν ὁ τὸ σέβας ἀνάπτων αὐτῷ,
καὶ τοῖς εἰς δικαιοσύνην αὐχήμασι διαπρέπων. οὐ γὰρ ἃν ἀπεστράφη Θεὸς, εἴπερ τινὲς ἦσαν, κἂν γοῦν εὐαρίθμητοι, παρ’ αὐτοῖς, οἷς ἦν ἐν λόγῳ τὸ ἁνδάνειν αὐτῷ. καὶ γοῦν 150 ἔφη ἔφη διὰ φωνῆς Ἱερεμίου “Περιδράμετε ἐν ταῖς ὁδοῖς “Ἱερουσαλὴμ, καὶ ἴδετε καὶ ζητήσατε ἐν ταῖς πλατείαις
“αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα καὶ ἀγαπῶν “πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος. ἐπειδὴ δὲ τοῦ Ἰακὼβ αἱ χῶραι γεγόνασιν ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ καὶ θεοφιλοῦς ἀνδρὸς, ταύτῃτοι δέδονται πρὸς ἐρήμωσιν, καὶ ὁμοῦ τοῖς ἐνοικοῦσιν ἀπολώλασιν αἱ πόλεις. πολλὴ
τοιγαροῦν τῶν ἁγίων ἡ χρεία· σώζουσι γὰρ πόλεις, καὶ ἀπαλλάττουσι χώρας συμφορᾶς ἐπηρτημένης, τῆ τοῦ βίου 151 φαιδρότητι παρεγκόπτοντες ἐπὶ τὸ ῥᾴθυμον καίτοι ζέοντα 152 τὸν θυμὸν, καὶ οἷον ἀνασειράζοντες ἐπιτρέχοντά τισι τὰ ἐκ θείας ὀργῆς κινήματα.
καὶ ὑπολειφθήσονται οἱ κατάλοιποι, κὼ λήψονται οἱ οἰκεῖοι 154 αὐτῶν καὶ παραβιῶνται τοῦ ἐξενέγκαι τὰ ὀστᾶ αὐτῶ ἐκ τοῦ οἴκου, καὶ ἐρεῖ τοῖς προεστηκόσι τῆς οἰκίας Εἰ ἔτι ὑπάρχει παρὰ σοί; καὶ ἐρεῖ οὐκ ἔτι· καὶ ἐρεῖ Σίγα, ἕνεκεν τοῦ μὴ 155 ὀνομάσαι τὸ δόμα Κυρίου.
ἣν ἃν βούλωμαι πόλιν, καὶ οἷον ἐκ μέσου ποιήσομαι τοῖς κατοίκοις ὁμοῦ. κἂν εἰ γένοιτο τυχὸν δεκα τινας τῶν ἐκ μιας ὄντων οἰκίας διαδρᾶναι μὲν τῶν πολεμίων τὸ ξίφος, εἰσδῦναι 156 δὲ εἰς μυχοὺς καὶ εἰς τὰ ἐσώτερα τῆς οἰκίας, τεθνήξονται, δεδιότες τάχα που κἂν γοῦν προκύψαι βραχὺ τῶν ἐν οἷς εἰσὶ
μυχῶν.
τίνα δὲ καταβιάσονται τὰ τῶν τεθνεώτων συναγείροντες 157 158 λείψανα; ἑαυτοὺς δηλονότι. φορτικὸν γὰρ καὶ δύσοιστον ἀληθῶς τὸ μυδώντων ἤδη καὶ σεσημμένων ἅπτεσθαι σωμάτων, καὶ ῥινὸς οἶμαί που μὴ τετρημένης τοῖς τὰ τοιάδε τολμῶσι χρεία· κακοσμίας γὰρ τῆς οὕτω δεινῆς οὐδὲν ἂν γένοιτο χεῖρον. ἑαυτοὺς οὖν ἄρα καταβιάσονται, τοῖς κατοιχομένοις
καὶ ἀπολωλόσιν ὑπὸ λιμοῦ τὸ συμπαθὲς χαριζόμενοι, διὰ τοῦ καὶ τάφων καὶ περιστολῆς ἀξιοῦν αὐτούς. 159 οἱ δὲ τοῦτο δρῶντες, φησὶ, περιεργάσονται λοιπὸν παρὰ τοῦ τὴν οἰκίαν εἰδότος, μὴ ἄρα τις εἴη μετ’ ἐκείνους ἕτερος, ἢ ζῶν ἔτι τυχὸν καὶ ἐν μυχοῖς λανθάνων, ἢ τεθνεὼς ἤδη καὶ ὀδωδώς.
ὁ δὲ ἀποκρίνεται λέγων Οὐκ ἔτι. τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν, ἢ παντελοῦς ἐρημίας ἀπόδειξις ἐναργής.
μηδὲ ἀνέχεσθαί τινων, εἴπερ ἕλοιντό πὼς τὸν τῶν ὅλων ὀνομάζειν Θεόν. ἐστι δὲ οἶμαι σαθρὸς κομιδῇ καὶ τὸ ἀκαλλὲς ἔχων ὁ τοιόσδε λόγος. ὅτι μὲν γὰρ ἀπέθορον τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρόπως οἱ ἐξ Ἐφραῒμ, ἐνδοιάσειεν ἂν 161 οὐδείς. ἀλλ’ ἐν πληγῇ καὶ μάστιγι γεγονότας, εἰκὸς δήπου
μᾶλλον καταδεῖσαι βραχὺ καὶ μεταφοιτῆσαι λοιπὸν πρὸς τὸ χρῆναί τι βούλεσθαι τῶν ἀναγκαιοτέρων, οὐκ ἐκ τῶν ἐναντίων 162 ἀγρίως οὕτως καταθρασύνεσθαι τῆς εἰς Θεὸν εὐσεβείας. ἄλλως τε· προσθείην γὰρ ἂν τοῖς εἰρημένοις καὶ τόδε· ποία γὰρ ἦν ἀνάγκη τοῖς προεστηκόσι τῆς οἰκίας ἐρωτωμένοις εἴ πη τις ἄρα παρ’ αὐτοῖς ἢ ζῶν ἔτι τυχὸν, ἤγουν τεθνεὼς
ἤδη λανθάνει, προσθεῖναι καὶ ὅρκον, ὡς οὐδεὶς ἔτι παρ’ αὐτοῖς;
ἐκ νομικῶν ἐνταλμάτων ἔχουσι τὴν ἀρχήν. γέγραπται μὲν γὰρ ἐν τῷ Λευιτικῷ, ὅτι δύο τινὲς ἄνδρες συνεπλάκησαν 164 ἀλλήλοις ἐν τῆ συναγωγῇ, εἶτα δεδυσφήμηκεν εἷς τῶν μεμα- Τημένων, ὁ τῆς Αἰγυπτίας υἱὸς, καὶ τελευτᾷ μὲν λιθόλευστος. ἐτίθει δὲ νόμον εὐθὺς τὸν ἐπὶ τῷδε Θεὸς, οὕτω
λέγων “Ἄνθρωπος ἂν καταράσηται Θεὸν αὐτοῦ, ἁμαρτίαν 165 “ λήψεται, ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου, θανάτῳ θανα- 166 “τούσθω.’’ οὐκοῦν τὸ ὀνομάσαι τὸ ὄνομα Κυρίου, τὸ δυσθημεῖν ἐστὶν, εὐφήμοις λέξεσι διὰ τῶν ἱερῶν ἐκπεφωνημένον γραμμάτων. ἐπειδὴ δὲ πολλοῖς ἔθος, εἰ γένοιντό πὼς ἐν
λύπαις, παλιμφήμους ἐσθ’ ὅτε ῥίπτειν κατὰ Θεοῦ φωνὰς, ἀπαγγέλλοντα, φησὶ, τὸν προεστηκότα τῆς οἰκίας, ὡς οὐδείς ἐστιν ἔτι παρ’ αὐτῷ, καί τι πεπονθότα τῶν ἐξ ἀνηκέστου συμφορᾶς, ἐπιστομιεῖ φησὶν ἵνα μὴ ὄνομάσῃ τὸ ὄνομα Κυρίου, τουτέστιν, ἵνα μή τι τῶν παλιμφήμων εἴπῃ κατὰ Θεοῦ. 167
τοῦτο δ’ ἔστιν οὐκ εἰκῆ δεικνύοντος ἐπενηνεγμένην αὐτοῖς τὴν μάστιγα, καὶ κολάζοντος οὐ μάτην, ἀλλ’ ἐπὶ χρησίμῳ καὶ ἀναγκαίῳ. ἔστι γὰρ ἔστι, καὶ μάλα εὐκόλως, ὡς ἀπό γε τοῦ συμβεβηκότος ἰδεῖν, ὅτι μετέστησεν εἰς εὐλάβειαν 168 τοὺς ζῶντας ἔτι καὶ περιλελειμμένους ἡ τῶν πεπονθότων πληγὴ, καὶ δεδιέναι παρεσκεύασε τὸ προσκρούειν ἔτι Θεῷ, κἂν γοῦν ἐν ψιλοῖς αὐτὸν καταλυπῆσαι λόγοις, καίτοι πάλαι 169 καὶ τοῦτο δρᾶν ἀφυλάκτως εἰωθότας, προστιθέντας δὲ τοῖς λόγοις καὶ τὰς ἐν αὐτοῖς τοῖς πράγμασιν ὕβρεις. οὐκοῦν
ἄμεινον παρὰ πολὺ τοῖς γε ἀληθῶς ἀγαθοῖς καὶ σώφροσι πρὸ πληγῆς καὶ μάστιγος ἐπὶ τὴν τοῦ συμφέροντος ἰέναι θήραν, καὶ φθάσαι τὴν πεῖραν τῶν ἐξ ὀργῆς κινημάτων ἀποφοιτῶντας φαυλότητος, καὶ κατορθοῦν ᾑρημένους ἅπερ ἁνδάνοι κατὰ τὸ ἀληθὲς τῷ παναγίῳ Θεῷ.
170
λίαν τὸ ἐντέλλεσθαι μὲν αὐτὸν τοῖς καταδῃοῦν ἰσχύουσιν, ἐκείνους δὲ δρᾶν εὐκόλως ἅπερ ἂν ὁ θεῖος ὁρίζοι θυμός. οἶκον δὲ μέγαν καὶ μικρὸν τὸν Ἐφραῒμ τάχα που καὶ τὸν Ἰούδαν ἀποκαλεῖ. πολυάνθρωπος μὲν γὰρ ὁ Ἐφραῒμ, ὡς ἐν φυλαῖς μετρούμενος δέκα· ταύτῃτοι καὶ μέγας οἶκος. μείων γεμὴν
172 ὁ Ἰούδας, ὡς ἔν γε δυσίν· αὐτὸς γὰρ ἦν ἐν τοῖς Ἱεροσολύμοις, καὶ φυλὴ Βενιαμίν.
173 τοῦ Ἐφραῒμ, ἤτοι τὸν Ἰσραὴλ τελείαν ὑπομεῖναι τὴν ἅλωσιν, καὶ δυσίατον τὴν ἐκ τοῦ πολέμου συμφορὰν, ἀπὸ μέρους δὲ τὸν Ἰούδαν, καὶ ὡς ἐν βραχεῖ ῥήγματι τοῦτο παθεῖν. δίκαιος οὖν ὁ κριτὴς καὶ ἀπροσωπόληπτος. ταλαντεύει γὰρ, ὡς 174
ὁρᾷ, τὰ πόλεων ἢ χωρῶν ἐγκλήματα, καὶ ἀναλόγως ἑκάστῳ τὴν ὠφελεῖν ἰσχύουσαν ἐπάγει πληγήν. μὴ δὴ καταφρονῶμεν Θεοῦ, τὸ παναλκὲς εἰδότες τῆς ὑπερτάτης χειρός· χρῆμα γὰρ ἄριστον ἡ εἰς τοῦτο σύνεσις.
ὅτι ὑμεῖς ἐξεστρέψατε εἰς θυμὸν κρῖμα, καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν.
ἀναπείσει λέγων Εἰ διώξονται ἐν πέτραις ἵπποι; ὅμοιον γὰρ ὡς εἰ λέγοι σαφῶς Ἀγέρωχον μὲν τὸ ζῷον, καὶ τῶν ὅτι μάλιστα δρομικωτάτων ἵππος, ἀλλ’ ὁ τόπος αὐτῷ εἰς τὸ θέειν ἐπιτήδειος, οὐκ εἴ τις εἴη πετρώδης καὶ ὄχθου πλέως, ἀλλ’ ὁ ψιλός τε καὶ λεῖος. εἶτα πῶς ὑμῶν καταδεδραμήκασιν
οἱ Ἀσσύριοι, καίτοι πάλαι τραχέος τε λίαν καὶ οἱονεὶ 177 πετρώδους ὄντος λαοῦ, καὶ ὑπ’ οὐδενὸς πώποτε τῶν πολεμίων πεπατημένου; ἀλλὰ Θεὸς ἦν ὁ ἠτιμασμένος, ὁ τὰ σκληρὰ καὶ δυσπόρευτα τοῖς πολεμοῦσι τιθεὶς βάσιμα καὶ ἱππήλατα. ὥσπερ δὲ οὐκ ἂν παύσαιντο, φησὶν, ὀρεκτιῶντες ἵπποι, καὶ 178 τοῖς τῆς φύσεως κέντροις θηλείαις παρούσαις ἐπιθηγόμενοί τε καὶ ἐπιθρώσκοντες, οὕτως οὐκ ἂν ἠρεμήσειαν οἱ ἐχθροὶ, θερμοτάτην τινὰ καὶ ἀκάθεκτον κατὰ τῶν δεδυσσεβηκότων 179 πο,ιούμενοι τὴν ὁρμήν. καὶ τίς ἡ τοῦδε πρόφασις; ὺμεῖς, καὶ οὐχ ἕτεροι. τὸ γὰρ ἐμὸν δίκαιον περὶ ὑμᾶς κρῖμα παρετρέψατέ
φησιν εἰς θυμὸν, καὶ ἀντὶ τοῦ καρποὺς ἔχειν δικαιοσύνης, τὸν ἁπάσης ὑμῖν εὐθυμίας πρύτανιν ἐξεβιάσασθε πρὸς ὀργὰς, πικρίας ἄξια δεδυσσεβηκότες. ἠλέει μὲν γὰρ ὁ πάντων Θεὸς ὡς ἐν Αἰγύπτῳ πεπονηκότα τὸν Ἰσραὴλ, ἀλλ’ οὐ διαλελοίπασι παροτρύνοντες. καὶ τοῦτο οἶμαί ἐστι
τὸ ἐξεστρέψατε εἰς θυμὸν κρῖμα.
181
“δικαιοσύνης εἰς πικρίαν ὑμεῖς,’’ οἱ μέγα φρονοῦντες ἐφ’ ἑαυτοῖς, καὶ ὑψηλὴν ἀνασπῶντες κατὰ Θεοῦ τὴν ὀφρὺν, οἱ ἐπὶ σαθρῷ καὶ ἀσυνέτῳ χαίροντες λόγῳ. εἰρήκατε γὰρ, οὐκ ἐμὲ γεγενῆσθαι χορηγὸν τῆς ἐνούσης ὑμῖν ἰσχύος, καὶ τοῦ καταθλεῖν δύνασθαι τῶν ἐχθρῶν, ἀλλὰ ταῖς ἑαυτῶν δυνάμεσιν
185 ἀναθέντες τὰ αὐχήματα, τετολμήκατε καὶ εἰπεῖν Οὐκ ἐν ἠ’ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα; ὅμοιον δὲ ἦν ἐκεῖνο λοιπὸν, 186 ἁλῶναι πεφρονηκότας καὶ ἀσυνέτως λέγοντας Αὐτοὶ καταδυναστεύομεν καὶ περιεσόμεθα τῶν ἐχθρῶν, κἂν εἰ μὴ ἕλοιτο,
φησὶ, προασπίζειν Θεὸς, ἡμεῖς κεκρατήκαμεν, καὶ τοῖς οὕτω λαμπροῖς κατορθώμασι σεμνύνεσθαι χρὴ, Θεῷ τοπαράπαν νέμοντες οὐδέν. ὑπεροψία δὴ οὖν καὶ ὕβρις κατὰ Θεοῦ, τὸ ἀπόπληκτον οὕτω φρόνημά τε καὶ ῥῆμα. ἀλλ’ ἦν ὅτι μάλιστα σοφὸς ὁ θεσπέσιος Δαυεὶδ, τῷ τῶν ὅλων κατεξουσιάζοντι
Θεῶ τὴν δόξαν ἀνατιθεὶς, καὶ λέγων “Ὅτι τὸ καύ- 187 “χημα τῆς δυνάμεως ἀυτῶν εἰ σὺ. καὶ πάλιν “Ἐν σοι 188 τοὺς ἐχθροὺς ἤμων κερατιοῦμεν, καὶ ἐν τῳ ὀνόματί σου “ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν. οὐ γὰρ ἐπὶ τῷ “τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με.” πᾶσα
γὰρ ἰσχὺς παρ’ αὐτοῦ, καὶ οὐκ ἃν γένοιτό τι παρ’ ἡμῶν ἀξιάκουστον, μὴ οὐχὶ συνόντος αὐτοῦ καὶ προεστηκότος. “κύριος γὰρ συντρίβει πολέμους,’’ κατὰ τὸ γεγραμμένον.
ἔθνος· δῆλον δὲ ὅτι τὸ τῶν Ἀσσυρίων· καὶ ἐκθλίψουσιν ὑμᾶς, τοῦ μὴ εἰσελθεῖν εἰς Αἰμὰθ καὶ ἕως τοῦ χειμάῤῥου τῶν 190 δυσμῶν. ἔστι μὲν οὖν ἡ Αἰμὰθ μία τῶν πρὸς ἠῶ πόλις, ὑπὸ τὴν Δαμάσκου βασιλείαν τοτηνικάδε κειμένη· μετωνόμασται δὲ νῦν, ὡς ἔφην, εἰς Ἀντιόχειαν, ἤγουν Ἐπιφάνειαν. 191
χείμαῤῥον δὲ δυσμῶν φησὶ τὸν τῶν Αἰγυπτίων ποταμὸν, κατὰ δυσμὰς τῆς Ἰουδαίων γῆς τῆς Αἰγύπτου κειμένης. ἐπειδὴ δὲ ἦν ἔθος τοῖς ἐξ Ἰσραὴλ, πολέμου μέλλοντος ἐπιθρώσκειν 192 ὐτοῖς, ποτὲ μὲν τὴν ἐκ Δαμάσκου καὶ Σύρων ἐπικουρίαν αἰτεῖν, ποτὲ δὲ τὴν τῶν Αἰγυπτίων ὑποτρέχειν χώραν, ταύτῃτοί 193 φησιν, ὡς ἔθνος μὲν ἐπ’ αὐτοῖς ἐγείρει, οἱ δὲ ἥξουσιν εὐσθενεῖς, τοσαύτην αὐτοῖς ἐπιρριπτοῦντες θλίψιν, ὡς μὴ ἰσχῦσαι λοιπὸν μήτε εἰς Αἰμὰθ εἰσελθεῖν, μήτε εἰς χειμάῤῥουν
τῶν δυσμῶν, τουτέστι, μήτε τὴν Δαμάσκου, μήτε τὴν Αἰγυπτίων 194 δύναμιν καλέσαι πρὸς ἐπικουρίαν. “Θεοῦ γὰρ συγκλείοντος, τίς ἀνοίξει; κατὰ τὸ γεγραμμένον. ποῖος ἔσται σωτηρίας τρόπος, τοῦ πάντα ἰσχύοντος εἰς ὄλεθρον συνελαύνοντος;
195 196
Κύριος.
γὰρ ἀεὶ τοῖς ποιμέσιν εἶναί τε δοκεῖ, καὶ ἔστιν ἀληθῶς ἀκρίς τε καὶ βροῦχος· ἀποκειραμένης γὰρ ὥσπερ δι’ αὐτῶν τῆς πόας, καταφθείρεσθαι λοιπὸν ἀνάγκη τὰ ποίμνια. οὐκοῦν 199 ὡς ποιμένι τῷ Προφήτῃ Θεὸς τὰς ἐκ τοῦ πολέμου κατασηαὐτοῦ 200 μαίνει συμφοράς. ὡς ἐν εἴδει γὰρ ἀκρίδος κατασημαίνει τὸν Ἀσσύριον, ὡς ἐν ἀμετρήτῳ πληθύι· μονονουχὶ κατεσθίοντα καὶ δαπανῶντα τὴν γῆν. ἑωθινὴν ’δε φησιν αὐτὴν, μονονουχὶ πίπτουσαν ὡς δρόσον, καὶ ἐν νιφάδων τάξει
καταχεομένην τῆς γῆς. ἀλλ’ ἦν, φησὶ, καὶ βροῦχος εἷς· ἦν δὲ δὴ οὗτος καὶ Γὼγ ὁ βασιλεύς. εἶτα Θεοῦ λέγοντος Καὶ ἔσται ὅταν συντελέσῃ τοῦ καταφαγειν τὸν χόρτον τῆς γῆς· τουτέστιν, ὅταν δαπανήσῃ κατεσθίων τὴν ἀγελαίαν πληθὺν τὴν οὖσαν ἐν Σαμαρείᾳ δηλονότι, καὶ ἐν ταῖς πόλεσι τῆς 201
Ἰουδαίας· εἶτά τι μέλλοντος προστιθέναι ἕτερον, διαλαβὼν ὁ Προφήτης, καταλήγειν αὐτὸν τῆς ὀργῆς λιπαρεῖ λέγων Κύριε ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰσραήλ; ὅτι ὀλιγοστός ἐστιν. εἰ γὰρ δὴ βούλοιο, φησὶ, καθ’ ὃν τεθέαμαι τρόπον παραδοῦναι τοῖς ἐχθροῖς τὸν Ἰσραὴλ εἰς κατάβρωσιν, ὀλίγοστος
ἔσται παντελῶς. πρὸς ταῦτα Θεός Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύρος. οὐκ ἃν κοπάσαιμι φησι, οὐδ’ ἂν καθυφείην· καταλήξαιμι γὰρ ἃν οὐδαμῶς τοῦ παιδεύειν 202 τοὺς ἠσεβηκότας.
Γὼγ, ἐκεῖνό φαμεν, ὅτι καὶ ὁ μακάριος προφήτης Ἰεζεκιὴλ θρῆνον ἐν αὐτῷ γράφει, Θεοῦ προστάττοντος. οἰόμεθα δὲ εἶναι τὸν Σενναχηρὶμ, ὅτε καὶ Ῥαψάκου κατακερτομοῦντος 203 Θεὸν “ἐξῆλθεν ἄγγελος κυρίου καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ “τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε
“χιλιάδας.’’ μεμνήσομαι δὲ ἀναγκαίως τῶν ἐπ’ αὐτῷ γεγραμμένων διὰ φωνῆς Ἰεζεκιήλ. ἔχει δὲ οὕτως “Τάδε λέγει 204 “Κύριος Κύριος τῷ Γώγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ 205 206 “ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου τῶν “προφητῶν τοῦ τοῦ Ἰσραὴλ, ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσι, “τοῦ ἀγαγεῖν σε ἐπ’ αὐτούς.” ἀκούεις ὅπως αὐτὸν, καὶ οὐχ ἕτερον εἶναί φησιν, ὃν ἠπείλησε διὰ προφητῶν ἁγίων ἐπιφέρειν τοῖς ἐξ Ἰσραήλ; ὅτι δὲ τὰς τῆς ἀθυροστομίας
ἐξήτηται δίκας, καὶ κρατήσειν ὑπολαβὼν ἀδοκήτως ἀνῄρηται, καὶ πέπτωκεν ἐν τῆ γῇ τοῦ Ἰσραὴλ, πάλιν εὐθὺς κατασημαίνει 207 λέγων “Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ “Γὼγ καὶ ἐρεῖς τάδε λέγει κύριος κύριος Ἴδου ἐγὼ “σὲ Γὼγ ἄρχοντα Ῥοσμεσὸχ καὶ Θοβὲλ, καὶ συνάξω σε
“καὶ καθοδηγήσω σε καὶ ἀναβιβάσω σε ἐπ’ ἐσχάτου βορρᾶ 208 “καὶ ἄξω σε ἐπὶ τὰ ὄρη τοῦ Ἰσραὴλ, καὶ ἀπολῶ τόξον σου “ἀπὸ τῆς χειρὸς τῆς ἀριστερᾶς σου καὶ τὰ τοξεύματά σου “ἀπὸ τῆς χειρὸς τῆς δεξιᾶς σου, καὶ καταβαλῶ σε ἐπὶ τὰ “ὄρη τοῦ Ἰσραὴλ, καὶ πέσῃς σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ
“τὰ ἔθνη τὰ περὶ σὲ δοθήσονται εἰς πλῆθος ὀρνέων· καὶ “παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε “καταβρωθῆναι· ἐπὶ πρόσωπον τοῦ πεδίου πέση, ὅτι ἐγὼ 209 “ἐλάλησα λέγει κύριος Κύριος·” καὶ μεθ’ ἕτερα πάλιν “καὶ “ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνη δώσω τῷ Γὼγ τόπον ὀνομαστὸν
“μνημεῖον ἐν Ἰσραὴλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων “πρὸς τῆ θαλάσσῃ, καὶ περιοικοδομήσουσι τὸ περιστόμιον “τῆς φάραγγος καὶ κατορύξουσιν ἐκεῖ τὸν Γὼγ καὶ πᾶν τὸ “πλῆθος αὐτοῦ καὶ κληθήσεται τότε τὸ πολυάνδριον τοῦ Γώγ. “καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ἰσραὴλ, ἵνα καθαρισθῇ ἐν
“ἑπταμήνῳ, καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, 210 “καὶ ἔσται αὐτοῖς εἰς ὀνομαστὸν ἧ ἡμέρᾳ ἐδοξάσθην λέγει “Κύριος Κύριος.” πεπτωκότων γὰρ τῶν Ἀσσυρίων, οἳ διὰ τοῦ Γὼγ κατασημαίνονται, τάχα που τὸ πλῆθος τῶν ἐξ Ἰσραὴλ κατορώρυχε τοὺς τεθνεῶτας, ἵνα μὴ πόλεσί τε καὶ
χώραις τὸ δύσοιστον τῆς οὕτω δεινῆς κακοσμίας καταλυμαίνοιτο χρῆμα.
ἀλλὰ γὰρ καὶ πλείστας ὅσας τῶν ἐν Σαμαρείᾳ κατενεπίμπρων 215 πόλεις. ἡ δίκη τοίνυν, φησὶ, τουτέστιν ἡ ἐκδίκησις ἡ διὰ πυρὸς, κατεδήδοκε τὴν ἄβυσσον τὴν πολλὴν, τὸν Ἐφραῒμ δηλονότι, διὰ πολλὴν καὶ ἀμέτρητον πληθὺν ἄβυσσον ὠνομασμένον. κατεδήδοκε δὲ οὐδὲν ἧττον τὴν μερίδα τὴν μικρὰν,
τουτέστι, τὸν Ἰούδαν καὶ Βενιαμίν. οὐκ εὐαριθμήτους γὰρ τῆς Ἰουδαίας ἐμπρήσας πόλεις, μετὰ τοῦτο καὶ αὐτὴν λοιπὸν πεπολιόρκηκε τὴν Ἱερουσαλὴμ ὁ ἀλαζὼν Ραψάκης. ἐκμειλισσομένου δὲ τοῦ Προφήτου πάλιν, καὶ μετανοεῖν, ἤτοι μεταβουλεύεσθαι, τὸν τῶν ὅλων Θεὸν ἀναπείθοντος, Οὐκ ἂν 216
γένοιτο τοῦτό φησιν ὁ τῶν ὅλων Δεσπότης. τί οὖν ἐντεῦθεν εἰσόμεθα πάλιν; ὅτι τὰ πέρα λόγου τῶν πλημμεληαὐτὸ 217 μάτων, καίτοι πολὺ λίαν ἀνεξικακεῖν εἰδότα Θεὸν παραθήγει δεινῶς, καὶ τὰς τῶν ἁγίων μονονουχὶ καὶ ἀπράκτους ἀποφαίνουσι προσευχάς. καὶ γοῦν ἔφασκε πρὸς τὸν προφήτην 218 Ἱερεμίαν περὶ τῶν ἐξ Ἰσραήλ “Καὶ σὺ μὴ προσεύχου περὶ “τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτοὺς καὶ
“μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαί σου.’’
μέσον λαοῦ μου Ἰσραὴλ, οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν 222 αὐτόν· καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον 223 Ἱεροβοὰμ έν ῥομφαίᾳ.
Ἀσσύριον, ἤτοι τὸν Γὼγ ἐπιδείξας τῷ Προφήτῃ Θεὸς, ἑαυτὸν ἤδη πὼς ἑστῶτα λοιπὸν ἐπὶ τείχους ἀδαμαντίνου δείκυνσιν, ἵνα διὰ τούτου νοῆται μονονουχὶ βεβηκὼς ἐπ’ ἀῤῥήκτῳ δυνάμει, καὶ ἀκατάσειστον ἔχων τὴν ἐπὶ τοῖς ἰδίοις ἀγαθοῖς ἀσφάλειαν. παναλκὲς γὰρ τὸ θεῖον, καὶ ἐρηρεισμένην
ἔχει τὴν ὑποβάθραν, ὅτι μεταπίπτειν οὐκ οἶδεν, ἀλλ’ ἔστι τροπῆς ἄμεινον, καὶ ἐν τοῖς ἰδίοις, ὡς ἔφην, ἀγαθοῖς 224 ἀεὶ καὶ διαπαντὸς ἐρηρεῖσθαι φιλεῖ.
καὶ ἀντιπίπτειν εἰωθόσι παραχωρεῖν ἀνεχόμενος, οὔτε μὴν 225 ἑτέραις ὕλαις διδοὺς τὸ καταθλεῖν δύνασθαι τῆς ἐνούσης ἰσχύος αὐτῷ, τάχα δέ που καὶ τῆς τοῦ πυρὸς ἀκμῆς ἀλογεῖν εἰθισμένος. ἐπειδὴ δὲ ἦν ὁ ἐπὶ τοῦ τέλους ἑστηκὼς ἀδάμαντα φέρων ἐν χειρὶ, διεπυνθάνετο τοῦ Προφήτου λέγων Τί σὺ
ὁρᾷς, Ἀμώς; τοῦ δὲ συνέντος, καὶ ὅπερ ἦν λέγοντος· ἔφη 226 γὰρ Ἀδάμαντα· τοῦτον ἐντάξειν εἰς μέσον τοῦ Ἰσραὴλ διεβεβαιοῦτο σαφῶς. ἀδάμαντα δὲ νοήσεις, ἣ τὸν Ἀσσύριον, ὡς καὶ ἀπηνῆ τε καὶ ἄθραυστον, καὶ εἰς τοῦτο τεθειμένον παρὰ Θεοῦ· δυναμοῖ γὰρ ὁ τῶν δυνάμεων κύριος οὓς ἃν
ἕλοιτο τυχόν· ἤγουν τὸν ἄθραυστόν τε καὶ παναλκῆ τοῦ Θεοῦ Λόγον, ὃν οὐκ ἔστιν ἀποστρέψαι κενὸν, ἤγουν ἄπρακτον ἀποφῆναι· δραμεῖται γὰρ πάντως εἰς πέρας ἀντιπράττοντος 227 οὐδενὸς, ὅπερ ἃν φθέγξηται Θεός. οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός “Ὁ οὐρανὸς, φησὶ, καὶ ἡ 228
“γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. ἔφη δὲ ὡς οὐκ ἃν παρέλθοι τὸν Ἰσραὴλ, τουτέστιν, αἰτήσει δίκας τῶν ἀνοσίως αὐτῷ πεπλημμελημένων· μένων· καὶ ἀνεξικακήσει μὲν οὐκέτι, παραδώσει δὲ λοιπὸν τοῖς ἐπ’ αὐτὸν κεκλημένοις, ὁμοῦ τεμένεσι καὶ βωμοῖς καὶ τοῖς εἰδώλοις.
ἀφανισθήσονται γάρ φησιν οἱ βωμοὶ τοῦ γέλωτος. γέλως μὲν οὖν ἀληθῶς ἡ παντὸς εἰδώλου ποίησις· πρέποι δ᾿ ἄν, οἶμαι, κυρίως τε καὶ ἰδικῶς γέλωτα νοεῖσθαι τὸν Βεελφεγὼρ, 229 διάτοι καὶ αὐτὸ τὸ τοῦ σχήματος ἀκαλλές. διασύρει δὲ ἅπασαν τὴν εἰδωλοποίησιν, ὡς ἐξ ἑνὸς δὴ τούτου τοῦ πάντων
αἰσχίονος. οὐκοῦν κατασπασθήσονται μὲν οἱ βωμοί φησι, συνεξαρθήσονται δὲ καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ, τουτέστι, τὰ τῆς εἰδωλολατρείας ἀθύρματα, βέβηλά τε καὶ βδελυρὰ μυστήρια. ὅτι δὲ τοῖς ἰδίοις θεοῖς συνοιχήσεται 230 πρὸς ἀπώλειαν ὁ τοῖς τῆς βασιλείας αὐχήμασιν ἐκπρεπὴς 231 Ἱεροβοὰμ, διαμεμήνυκεν ἐναργῶς. μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς ἕτερος παρὰ τὸν πρῶτον ὁ περὶ οὗ νῦν ὁ λόγος· ὁ μὲν γὰρ ἦν ἐκ Ναβὰτ, ὁ δὲ ἐξ Ἰωάς.
ἀδάμαντα δὲ τὸν ἀληθῆ παραδείξει Χριστὸν τὸν τῶν δυνάμεων Κύριον, τὸν ἄμαχον ἔχοντα καὶ ἀκαταγώνιστον τὴν ἰσχὺν, τὸν συνθραύοντα τοὺς ἐχθροὺς, καὶ νικῶντα τοὺς ἀνθεστηκότας, καὶ ὑπὸ μηδενὸς ῥηγνύμενον. οὗτος ὡς 232 λίθος ἐκλεκτὸς εἰς μέσον τέτακται τοῦ λαοῦ. “Ὥφθη γὰρ
233 “ἐπὶ τῆς γῆς καὶ τοῖς ἀνθρώποις συνανεστράφη. τοιγάρτοι 234 τοι καὶ κέκληται διὰ τῆς ἀγγέλου φωνῆς “ Ἐμμανουὴλ, ὅ “ἐστι μεθερμηνευόμενον Μεθ’ ἡμῶν ὁ Θεός.’’ μεθ’ ἡμῶν γὰρ γέγονεν, ὅτε γέγονε καθ’ ἡμᾶς. ἐντεταγμένος δὴ οὖν ἐν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὡς λίθος ἀδάμας, τὴν
τοῦ διαβόλου κατέσεισε τυραννίδα, κατηφάνισεν ἀληθῶς τοὺς βωμοὺς τοῦ γέλωτος. ἅμα τε γὰρ ἐπέλαμψεν ὁ Ἐμμανουὴλ, καὶ τῆς ἀληθοῦς γνώσεως τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν ἁπλώσας τὸ φῶς, ἑαυτὸν ἡμῖν ὑπέδειξεν εἰκόνα καὶ ὁμοίωσιν 235 τοῦ Πατρός. τότε δὴ τότε καὶ ὁ τῆς ἀρχαίας ἀπάτης ἀπελήλατο
σκότος, καὶ ἡ βέβηλος καὶ θεομισὴς ἐκ μεσοῦ γέγονεν εἰδωλολατρεία, καὶ πέπτωκε δὲ καὶ αὐτὸς ὁ τῆς ἀπάτης προεστηκὼς, τουτέστιν, ὁ Σατανᾶς.
μέσῳ οἴκου Ἰσραὴλ, οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας 237 τοῦς λόγους αὐτοῦ· διότι τάδε λέγει Ἀμώς Ἐν ῥομφαίᾳ τε- 238 λευτήσει Ἱεροβοὰμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.
ἀπάτης πόδες σαθρὸν ἔχουσι τὸ ἔρεισμα. τοιγάρτοι γελᾶται, μόλις ταῖς ἔξωθεν ἐπικουρίαις εἰς τὸ ἑστάναι κρατούμενον. οἷον δὴ τοῦτό ἐστι τὸ τῆς τοῦ Ἰσραὴλ εἰδωλολατρείας. μεθυόντων γὰρ ἦν ἀθύρματα τὰ παρ’ αὐτοῖς, δαμάλεις χρυσαῖ, “ἔργα τέκτονος καὶ χωνεύματα,” κατὰ τὸ γεγραμμένον, καὶ 239
τέχνη χειρὸς ἀνθρωπίνης, καὶ ἀνοσίων ἐγχειρημάτων ευρηματα. ἀλλ’ οἱ μὲν μακάριοι προφῆται καλοῦσιν εἰς νῆψιν τοὺς ταῖς ἀπάταις κεκρατημένους· οἱ δὲ τῶν εἰδώλων θεραπευταὶ, καταλυομένης ὥσπερ αὐτοῖς τῆς ὅλης σκηνῆς, οὐ μετρίως ἀσχάλλουσι, καταπτοοῦσι τοῖς δείμασι, τὴν τῶν
πλανωμένων θρηνοῦσιν ἀνάνηψιν. ἴσασι γὰρ ὅτι γοργῷ καὶ ἐγρηγορότι νῷ τῆς παρ’ αὐτοῖς λατρείας τὴν βεβήλωσιν ἀταλαίπωρον ἰδεῖν. ἐκδέδιε τοίνυν ὁ βέβηλος Ἀμασίας, μὴ 240 ἄρα τοῖς τοῦ Προφήτου παρενεχθεῖεν λόγοις εἰς εἴδησιν ἀγαθὴν οἱ δαμάλεσι ταῖς χρυσαῖς προσκυνεῖν ἀναπεπεισμένοι,
καὶ ἀπολισθήσειε μὲν τῆς ἱερουργίας αὐτὸς, ἀπολοῦνται δὲ τοῖς τεμένεσιν ὁμοῦ τὰ ἐν αὐτοῖς ἕδη. ταύτῃτοι παραθήγειν πειρᾶται τὸν Ἱεροβοὰμ, μονονουχὶ τῆς αὐτοῦ βασιλείας κατεξανίστασθαι λέγων τὸν Ἀμὼς, καὶ διαβριθῆ τινα καὶ ἀφόρητον ἤδη πὼς ἀποτολμᾶν ποιεῖσθαι λόγον, ὡς 241
τεθνήξεται μὲν αὐτὸς ἐν ῥομφαίᾳ, βαδιεῖται δὲ καὶ αἰχμάλωτος ὁ Ἰσραήλ.
πανταχῆ τοῦ ψεύδους νοσοῦντος τὸ ἄναλκι.
247
εἰς γῆν Ἰόύδα. προστιθεὶς δὲ τὸ Ἐκεῖ καταβίου, μονονουχί φησιν Εἰ λημμάτων αἰσχρῶν ἐφίεσαι, καὶ ἐκ τοῦ κατεπᾴδειν 248 τισὶ ῥημάτια, τὰ πρὸς τὸν βίον χρήσιμα ζητεῖς ἐρανίζεσθαι, τὴν Σαμάρειαν ἀφεὶς λάλει τοῖς ἐκ φυλῆς Ἰούδα, καὶ οὐ προφητεύσεις ἐν Βαιθήλ· ἁγίασμα γὰρ βασιλέως λέως ἐστί. τὸ
ἁγίασμά φησιν, ἀντὶ τοῦ ἀνάθημα, ἤγουν ἀναθήματος τόπος. ἐκεῖ γὰρ ἀνέθηκεν ὁ πρῶτος Ἱεροβοὰμ τὴν δάμαλιν τὴν χρυσῆν. ἀναφέρων δὲ ὥσπερ τοῦ Προφήτου τὸ ἔγ- κλημα καὶ εἰς τὴν τοῦ κρατοῦντος τιμὴν, οἶκος, φησὶ, βασιλείας ἐστί. σὺ δὲ συγχεῖς τὰ βασιλικὰ, θορύβους ἐγείρεις,
249 τοῖς τῶν κρατούντων θελήμασι ῥιψοκινδύνως ἀντιτασσόμενος. 250 ὅρα τοίνυν ἐναργῶς, ὅπως ἐστὶν ἀληθὲς τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν Ἰσραήλ “ Καὶ ἐποτίζετε τοὺς ἡγιασμέ- 251 “ νους οἶνον, καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες Οὐ
“μὴ προφητεύστητε.”
κα νῦν ἄκουε λόγον Κυρίου Σὺ λέγεις Μὴ προφήτευε ἐμ τοι 255 λαόν μου Ἰσραὴλ, καὶ οὐ μὴ ὀχλαγςγήσῃς ἐΜ τοι οἶκον δῶ τοῦτο τάδε λέγει Κύριος Ἡ γυνή σου ἐν τῇ πόλει προνεύσει, 256 κα ὁ ὑῶι ὅου κω αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἑ σχοινίῳ καταμετρηθήσεται, κα οὐ ἑ γῇ ἀκαθάρτῳ
τελευτήσεις, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.
οἴονται, διαλελήθασι δὲ σφᾶς αὐτοὺς μονονουχὶ ἐν πίνακι γράφοντες, καὶ ὁποῖοί τινες εἰσὶ καταδεικνύοντες τοῖς ἄλλοις. τοῦτό τι παθόντα νυνὶ τὸν ἀπόπληκτον Ἀμασίαν εὑρήσομεν. ψευδοπροφήτης γὰρ ὣν, καὶ τοῖς τῶν εἰδώλων προσεδρεύων βωμοῖς, κῶλά τε συλλέγων καὶ τῶν σφαζο- 258 259 μένων τὰ λείψανα, καὶ λημμάτων αἰσχρῶν ἀχαλίνως ἡττώμενος, κατωνείδιζε τὸν Ἀμὼς, καὶ δεῖν μὲν ἔφασκε τῆς Σαμαρείας ἀποφοιτᾶν, ἐκχωρεῖν δὲ, εἰ βούλοιτο, εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβιοῦν. ἐκεῖ γὰρ, φησὶ, ψευδοεπήσεις εὐκόλως, καὶ συναρπάζων πολλοὺς, ἐρανιῇ τὰ πρὸς τὸν
βίον, καὶ μᾶλλον εὑρήσεις τὰ ζωαρκῆ. τὸ γὰρ Ἐκεῖ καταβίου, τοιοῦτόν τινα, καθάπερ ἤδη προεῖπον, ὑπεμφαίνει νοῦν. 260 ἀλλ’ ὅτι μὴ τοιοῦτος τῷ Προφήτῃ σκοπὸς, μήτε μὴν εἰς φιλοκερδίαν βλέπει, δεσποτικοῖς δὲ μᾶλλον ὑπείκει θελήμασι, ταύτῃτοι τὴν προφήτη πρέπουσαν διακονίαν ἀποπληροῖ,
πειρᾶται διδάσκειν, καὶ λίαν ἐπιεικῶς, ἐκεῖνο λέγων, ὡς οὔτε προφήτης ἦν, οὔτε μὴν προφήτου γέγονεν υἱὸς, κατὰ μαθητείαν δὲ πάντως, ἤγουν κατὰ πνεῦμα, φημὶ, καθάπερ ἀμέλει καὶ Ἐλισσαιὲ τοῦ Ἡλίου, ἀλλ’ ἦν μὲν αἰπόλος, ἄγροικόν τε 261 καὶ ἁπλῆν καὶ ἀκάκουργον βιοτεύων ζωὴν, ὀλίγα δὲ παντελῶς
τὰ εἰς τροφὰς ἔχων, καὶ τοῖς ἐξ ἀγρῶν ἀρκούμενος, ἃ μηδὲ ἃν ἐκπρίαιτό τις· ταῦτα δὲ ἦν συκάμινα. σχολαῖοι γὰρ ὄντες τῶν ποιμνίων οἱ ἐπιστάται, τάς τε τῶν δένδρων σκιὰς ὑποτρέχουσι, καὶ τὰ ἐκ τῆς ἀργίας ἐγκλήματα μονονουχὶ διαπαίζοντες, καρποὺς ἀποκνίζουσι καὶ τῆς γαστρὸς
τὴν ἀνάγκην, ὡς ἂν ἐνδέχοιτο, θεραπεύουσιν. ἀλλ’ ἐμὲ μέν φησιν ἐν τούτοις ὄντα, Θεὸς κατὰ τὸ αὐτῷ δοκοῦν ἐποιεῖτο προφήτην, καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ τὰ ἐπ’ αὐτοὺς ἥκοντα καὶ ὅσον οὐδέπω παρεσόμενα διατρανοῦν ἐκέλευε· 262 σὺ δὲ τοῖς ἄνω νεύμασιν ἀντεξάγων τὰ σὰ, σιωπᾶν ἐπιτάττεις.
ταύτῃτοι λοιπόν Τάδε λέγει Κύριος Ἡ γυνή σου ἐν 263 τῇ πόλει πορνεύσει, δῆλον δὲ ὅτι ταῖς τῶν πολεμίων ὕβρεσιν ὑποπίπτουσα, καὶ τὸ ἀκρατὲς εἰς ἀσέλγειαν τῶν ἐχόντων αὐτὴν ὡς ἐξ ἀνάγκης ὑφισταμένη· καταφθαρήσονται δὲ καὶ τὰ τέκνα, ῥομφαίας ἔργον γεγενημένα. καὶ πρός γε δὴ
τούτῳ, η γῆ σου καταμετρηθησεται σχοινιῳ, τουτεστιν, ὕπο φόρον ἔσται, καὶ συντελέσει δασμοὺς τῷ κεκρατηκότι. σὺ δὲ πρὸς τούτοις ὁ νῦν οἰόμενος, φησὶ, γῆν ἁγίαν οἰκεῖν τὴν 264 Βαιθὴλ, καὶ ἁγίασμα βασιλέως ἔχειν, βαδιῇ μὲν αἰχμάλωτος, ἐντεθνήξῃ δὲ τοῖς κακοῖς, οὐχ ὑπονοστήσας ἔτι· πῶς γὰρ,
ἢ πόθεν; ἀπομεμενηκὼς δὲ νεκρὸς ἐν ἀλλοδαπῇ τε καὶ ἀκαθάρτῳ γῇ τῶν πολεμίων· οἰχήσεται δὲ καὶ αὐτὸς αἰχμαλωτος ὁ Ἰσραὴλ, ὁ σὲ προφήτην καὶ ἐπιστάτην τῶν ἁγίων ἀνθῃρημένος. χαλεπὸν οὖν ἄρα τὸ τοῖς θείοις ἀντιπράττειν νεύμασι, καὶ ἀπερισκέπτως ἰέναι πρὸς τὸ δεῖν ἔσθ’ ὅτε καὶ
ἁγίοις ἐπιτιμᾶν τὰ Θεῷ δοκοῦντα διερμηνεύουσιν, οἷς καὶ 265 εἴρηται παρ’ αὐτοῦ “Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν ὡς ο 266 “ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.
ὑπηρετεῖν, καὶ παρ’ οὐδὲν ποιεῖσθαι τὰ ἀνθρώπινα, κἂν εἰ πολέμους αὐτοῖς καὶ θλίψεις ἐπιφέρωσί τινες. ὁ μὲν γὰρ μακάριος Ἀμὼς ἀλογήσας παντελῶς τῆς Ἀμασίου σκαιότητος, οὐχ ὅπως σεσίγηκεν, ἀλλὰ γὰρ καὶ τὴν ἐπ’ αὐτῷ κατάρρησιν ἐποιεῖτο νεανικῶς· οἱ δέ γε θεσπέσιοι μαθηταὶ 267
σιωπᾶν αὐτοῖς προστεταχότων ποτὲ τῶν γραμματέων καὶ Φαρισαίων, διαρρήδην ἔφασκον “Εἰ δίκαιόν ἐστιν ἐνώπιον 268 “τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε· οὐ “δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.”
ὁ πεπτωκὼς ἐν πάντὶ τόπῳ, ἐπιῤῥίψω σιωπήν.
275 Ἀσσυρίων πληθὺν, ὡς ἑωθινὴν ἀκρίδων ἐπιγονὴν, καὶ σὺν αὐτοῖς τὸν Γὼγ, ἤτοι τὸν Σεναχηρεὶμ, ὡς ἐν εἴδει βρούχου γραφόμενον, διὰ τὸ πολὺ τῆς γῆς ἀναθρώσκειν εὐσθενῶς τὸ ζῷον. τοιοῦτος δέ πὼς ὁ ἀλαζὼν, ἀναθρώσκων ἀεὶ πρὸς τὸ ὑψοῦ, καὶ τοῖς ταπεινοῖς συνδιαιτᾶσθαι παραιτούμενος. τε-
276 θεαταὶ δὲ καὶ ὡς ἐν πυρὶ καλουμένην τὴν δίκην, καὶ μὴν καὶ 277 ἐντεταγμένον εἰς μέσον τὸν Ἰσραὴλ τὸν ἀδάμαντα παρὰ τοῦ ἑστηκότος ἐπὶ τὸ τεῖχος τὸ ἀδαμάντινον. εἶτα τί καὶ πρός; τὸ ἄγγος ἦν ἰξευτοῦ. ὃ δὲ δὴ καὶ ἐν ἀρχαῖς ἔφην, ἑ ῥῶ δὴ πάλιν, ὡς ἀγροικότερον τεθραμμένῳ τῷ Προφήτῃ,
Θεὸς διὰ τῶν ἐν ἀγροῖς ὅτι μάλιστα δρωμένων ἀποκαλύπτει μυστήρια. ἰξευταὶ γὰρ, καὶ τὰ δι’ αὐτῶν θηρώμενα, πτηνὰ 278 δηλονότι, πρέποιεν ἂν οὐχὶ δήπου μᾶλλον ἀνδράσι τοῖς ἀστικοῖς, ἀλλ’ οἷς ἂν εἴη τὸ ἐπιτήδευμα καὶ ὁ τοῦ βίου σκοπὸς ἀγροὶ καὶ τὰ ἐν αὐτοῖς. ὅτι δὲ πάντη τε καὶ τάντως
ἀγρευθήσεται πρὸς σφαγὴν, καθάπερ ὑπὸ χειρὸς τῶν 279 ἰξεύειν εἰωθότων, τοῖς ἀγελαίοις ὁμοῦ καὶ τὸ ἀπόλεκτον τῶν ἐν Σαμαρείᾳ γένος, φημὶ δὴ τὸ τῶν ἀλαζόνων καὶ ἐν ἴσῳ πτηνοῖς ὑψοῦ φέρεσθαι μεμελετηκότων, αἰνιγματωδῶς ὑπέδειξε τῶν ὁραμάτων ἡ δύναμις. ἄγγος γὰρ ἦν ἰξευτοῦ τὸ
ὁρώμενον. τοιγάρτοι φησὶν ὁ τῶν ὅλων Θεὸς, ὅτι ἥκει τὸ 280 πέρας ἐπὶ τὸν λα,όν μου Ἰαραὴλ, καὶ ὡς οὐκ ἃν ὤ παρελθοι τὰ αὐτῶν ἐγκλήματα· κατεμπρησθήσεται δὲ ὅτι καὶ αὐτὸς ὁ ναὸς, ὁ τὴν χρυσῆν ἔχων δάμαλιν ἐν Βαιθὴλ, διαμεμήνυκεν εἰπὼν ὅτι ὀλολύξει τὰ φατνώματα τοῦ ναου ἐν τῃ
ἡμέρᾳ ἐκείνῃ. φατνώματα δὲ λέγειν εἴωθε τὴν ὀροφὴν, ἤτοι τὰ περὶ αὐτὴν, ταῖς τῶν τεκτόνων ἐπιεικείαις εὐτέχνως εὖ μάλα πεποικιλμένα κατὰ τὸ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων 281 “Δοκοὶ ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι. ὀλολύξει 282 δὲ τὰ φατνώματά φησιν· καὶ οὐχὶ τὴν ἔναρθρον ἱέντα
φωνὴν, τὴν ὡς ἐν κτύποις δὲ μᾶλλον καὶ τοὺς ἐν τῷ διακλᾶσθαι τρισμούς. ἐπειδὴ δὲ καὶ πολὺς ἔσται, φησὶν, ὁ πεπτωκὼς ἐν παντι τόπῳ, ἐπιρρίψω σιώπην. παντὸς γὰρ τόπου λοιπὸν εἰς ἐρημίαν ἐνηνεγμένου, καὶ οὐκ ἔχοντος τοὺς οἰκήτορας, πολλή τις ἔσται ἡ σιωπὴ, ἤγουν ἡσυχία, καθὰ
καὶ ἐν ταῖς ἐρήμοις καὶ ἀβάτοις γαῖς. ἀμηχανήσει δὴ οὖν κατ’ οὐδένα τρόπον ὁ τῶν ὅλων Θεὸς, εἰ παιδεύειν ἕλοιτο 283 τοὺς ἡμαρτηκότας, ἀλλ’ ἔσται πολὺς καὶ διάφορος αὐτῷ τῆς αἰκίας ὁ τρόπος, καὶ ἀντιστήσεται μὲν οὐδεὶς ποιναῖς ἐνιέντι τὸν παροτρύνοντα, διαφεύξεται γεμὴν ὁ ταῖς μεταγνώσεσιν
ἀποσειόμενος τὴν ὀργὴν, μετατιθεὶς ἐφ’ ἑαυτῷ πρὸς ἡμερότητα χρηστὸν ὄντα καὶ φιλοικτίρμονα τὸν Δεσπότην.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.