ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.
1ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον, καὶ του 4 μεγαλῦναι στάθμια, καὶ ποιῆσαι αυγὸν ἄδικον, τοῦ κτᾶσθαι ἐν ἀργυρίω, πτωχοὐς, καὶ παπεινὸν ἀντὶ ὑποδημάτων, καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα;
5 Χριστὸν, ποίαν ἡγοῖτο πρώτην καὶ μεγάλην ἐντολὴν ἐν τῷ νόμῳ, ἀντήκουσε δὲ, ὅτι πρώτη μὲν ἐντολὴ τό “Ἀγαπήσεις 6 “ Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ “ὅλης τῆς ἰσχύος σου· δευτέρα δὲ καὶ ἐγγὺς τό Ἀγα- “πήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. ἴδοι δ’ ἄν τις
7 καὶ αὐτὸν τὸν θεσπέσιον Παῦλον μονονουχὶ τῆς ἀγάπης ἀπηρτηκότα πᾶν εἶδος ἀρετῆς, μείζονα δὲ αὐτὴν πίστεως 8 τε καὶ ἐλπίδος εἰπεῖν θαρρήσαντα, διωμολογηκότα τε σαφῶς, ὡς οὐδὲν εἴη ὁ ταύτην οὐκ ἔχων, κἂν εἰ προθείη τοῖς δεομένοις
τὰ ὑπάρχοντα, κἂν αὐτὸ τοῖς διώκουσι παραδῷ τὸ σῶμα ἵνα καυθῇ. οὐκοῦν πᾶν ὅσον ἐστὶν ἐν ἡμῖν μέγα τε καὶ ἀξιάκουστον, ἔσται δὴ πάντως ἐκ τῆς εἰς Θεόν τε καὶ 9 ἀδελφοὺς ἀγάπης. εἰ δὲ δή τις ὅλως τῶν τῆς ἀγάπης ἔξω φέροιτο νόμων, καὶ ἀμέτοχος ὁρῷτο τῶν ἐξ αὐτῆς ἀνθῶν,
αὐτὸς ἀχρεῖος ἔσται παντελῶς, καὶ παντὶ τρόπῳ φαυλότητος νοοῖτ’ ἃν εἰκότως ἐνισχημένος, ὡς ὅπηπερ ἂν ἀνεπιτήδευτον εἴη τὸ ἀγαθὸν, ἐκεῖ δήπου πάντως ἀνθήσει τὸ πλημμελές.
καὶ προσκυνητὴν δαμάλεων ἀποφήνας, καὶ τὴν εἰς τὸν ἕνα 10 καὶ φύσει Θεὸν ἀγάπην οὐκ ἔχοντα, διάτοι τὸ προσκεῖσθαι φιλεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, ἀνόσιον ὄντως προσαποδείκνυσι καὶ εἰς αὐτοὺς ἀδελφοὺς, καὶ τῆς εἰς τὸν πλησίον ἀγάπης ὁλοτρόπως ἠφειδηκότα. ποιεῖται δὲ γενικῶς, καὶ
μάλα σαφῶς, τὸν ἔλεγχον, καὶ ὡς ἐν βραχέσι μὲν ἔτι, πλὴν ἀπαριθμεῖται τὰ ἐγκλήματα. ταύτῃτοί φησιν Ἀκούσατε ταυτα οἱ εκτριβοντες εἰς τὸ πρωὶ πενητα καὶ καταδυναστευοντες πτωχοὺς ἀπὸ τῆς γῆς. ὅμοιον ὡς εἰ λέγοι Πρὸς ὑμᾶς ὁ λόγος, οἷς ἐσπούδασται λίαν τὸ οἱονείπως καὶ ἀπαλείφειν 11
τῆς γῆς τὸν ἀσθενῆ καὶ πένητα καὶ καταδυναστεύειν εἰς τὸ πρώι. οἱ μὲν γὰρ τῆς κατὰ Θεὸν ἐπιεικείας ἐρασταὶ, διαυγαζούσης αὐτοῖς τῆς ἡμέρας ἀναθέρουσι τῷ Θεῷ τὰ χαριστήρια, προσκυνοῦσι, προσεύχονται, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαιδὲ 12 νουμένων παρατρέπουσι τὰς σπουδάς· οἱ δὲ εἰς μόνον ὁρῶντες τὸ καταδυναστεύειν τινὰς, καὶ τοῦ χρῆναι πλεονεκτεῖν 13 οὐδὲν εἶναι νομίζοντες τὸ ἰσοστατοῦν, ἔργον ποιοῦνται περισπούδαστον τὸ εὐθὺς ἀρχομένης ἠοῦς εὐνῆς ἀναθρώσκειν, καὶ πρὸς τὴν αὐτοῖς συνήθη βαδίζειν φαυλότητα, καὶ οὓς
ἃν δύναιντο πλεονεκτεῖν, μόνον δὲ οὐχὶ καὶ ὑπερχομένην ὅλως αὐτοῖς τὴν νύκτα καὶ μέλλουσαν αἰτιώμενοι, ὅτι μὴ δίδωσι καιρὸν αὐτοῖς τὸν ἀποχρώντως ἔχοντα πρὸς πλεονεξίαν. οὗτοί φασι Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν; δεδανεικότων δὲ αὕτη καὶ ἐκβραχυπλούτων εὐχὴ,
αἰσχρῶν καὶ ῥυποκονδύλων, οἳ τὸ τοῦ μηνὸς ἀεὶ διψῶσι 14 πέρας, ἵνα καὶ σμικρὸν ἐπὶ σμικρῷ συλλέγοντες, ἁδροτέρας ποιοῖντο τὰς ἑαυτῶν ἐμπολὰς, καὶ τόκους ἐπὶ τόκοις ἀνοσίως ἐρανιζόμενοι καταθλίβουσι τοὺς ἀσθενεστέρους, καίτοι τοῦ 15 νόμου λέγοντος ἐναργῶς “Ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ
“πλησίον, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπιθήσεις αὐτῷ “τόκον. ἀλλ’ οἱ μέν φασι Πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν; οἱ δὲ ταῖς ἴσαις, ἢ καὶ ἔτι χείροσιν ἀῤῥωστίαις ἐνισχημένοι, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι, φασὶ πάλιν 16 Πότε διελεύσεται τὰ σάββατα κ καὶ ἀνοίξομεν θησαυροὺς, τᾶι ποιησαι μικρὸν μετρον καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιησαι ζυγὸν ἄδικον; καὶ τί δὴ τοῦτό ἐστιν, ἢ ποίων σαββάτων ζητοῦσι πάροδον ἵνα καὶ ἀνοίξειαν θησαυροὺς καὶ μικρὸν ποιήσειαν μετρον, μεγαλύνωσι τε τὰ στάθμια, εἰπεῖν ἀναγκαῖον.
“ποιήσεις ἄφεσιν, καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· “ἀφήσεις πᾶν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ 18 “τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, ὅτι ἐπικέκληται ἄφεσις 19 “κυρίῳ τῷ Θεῷ σου. τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐάν “σοι παρ’ αὐτῷ ἦ· τῷ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ “χρέους σου.’’ καὶ μεθ’ ἕτερα πάλιν “Ἐὰν δὲ γένηται ἐν 20
“σοὶ ἐνδεὴς ἐκ τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων σου ἐν “ τῇ γῇ ἢν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐκ ἀποστρέψεις “τὴν καρδίαν σου, οὐδ’ οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου “ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου· ἀνοίγων ἀνοίξεις “τὰς χεῖράς σου αὐτῷ, δάνειον δανειεῖς αὐτῷ ὅσα ἂν ἐπιδέηται
“καὶ καθ’ ὅσον ὑστερεῖται.” προσπαρεγγυᾷ δὲ λέγων “Πρό- 21 “σεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου “ἀνόμημα, λέγων Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς “ἀφέσεως, καὶ πονηρεύσεται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ “σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δῷς αὐτῷ, καὶ βοήσεται
“κατὰ σοῦ πρὸς κύριον, καὶ ἔσται σοι ἁμαρτία μεγάλη. τοῦ νόμου τοίνυν χρεῶν ἀποκοπὰς ποιεῖσθαι προστεταχότος, 22 οἱονεὶ σαββατιζόντων ἐτῶν· ἐν ἑβδόμῳ γὰρ ἔτει πληροῦσθαι προστέταχεν· εἶτα προυπομιμνήσκοντος μὴ δεῖν πονηρεύεσθαι, διακιχρᾶν δὲ μᾶλλον τοῖς δεομένοις, κἂν εἰ μὴ φαίνοιτο
μακρὰν τὸ τῆς ἀφέσεως ἔτος, οἱ πολλοὺς καὶ ἀμφιλαφεῖς ἔχοντες θησαυροὺς, τὴν χεῖρα συστέλλοντες, τὰ τῶν ἐτῶν σάββατα περιμένειν ἐσπούδαζον ἐπὶ θύραις ὄντα λοιπὸν, εἶθ’ οὕτως ἐδάνειζον, ἵνα μὴ τοῖς τῆς ἀφέσεως χρόνοις ὑπενεχθείη τὸ ὀφείλημα. οὗτοί φασι Πότε διελεύσεται τὰ σάββατα;
δῆλον δὲ ὅτι τὰ ἐξ ἐτῶν· καὶ ἀνοίξομεν θησαυρούς. καὶ 23 οὐ μέχρι τούτου τὸ δυσσέβημα, ἀλλὰ γὰρ καὶ ταῖς τῶν ἀθλίως πεπραχότων πτωχείαις ἀφιλαλλήλως ἐπιθρώσκοντες, 24 μικροῖς μὲν ἐποιοῦντο μέτροις τὴν δόσιν, ἀντεκομίζοντο δὲ σταθμίοις οὐκ ἴσοις, ἀλλὰ τοῖς ἔτι μείζοσι, καὶ πολὺ τῶν πρώτων διαβριθεστέροις, καίτοι Θεοῦ λέγοντος διὰ τοῦ 25 πανσόφου Μωυσέως τό “Οὐκ ἔσται ἐν τῶ μαρσίπῳ σου “στάθμιον καὶ στάθμιον μέγα καὶ μικρόν· οὐκ ἔσται ἐν τῇ
26 “οἰκίᾳ σου μέτρον καὶ μέτρον μέγα καὶ μικρόν. στάθμιον “ἀληθινὸν καὶ δίκαιον ἔσται σοι καὶ μέτρον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι· ἵνα πολυήμερος γένη ἐπὶ τῆς γῆς ἧς “κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα “Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν τοῦτο, πᾶς ποιῶν ἄδικον.”
ἀλλ’ οὐδεὶς ἐκείνοις τῆς δικαιοσύνης ὁ λόγος· εἰς μόνην δὲ βλέποντες τὴν φιλοκέρδειαν, ἐξέτριβον πένητας, μονονουχὶ κατακτώμενοι τοὺς ἀθλίους, καὶ ἐν ὑποδημάτων ποιούμενοι 27 τάξει· “Νομαὶ γὰρ πλουσίων πτωχοὶ,” κατὰ τὸ γεγραμ- 28 μένον. ἀλλ’ ὀνίνησιν ἡμᾶς οὐ μετρίως ὁ Παροιμιαστὴς λέγων
29 “Καρδία δὲ ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ 30 “κατευθύνηται τὰ διαβήματα αὐτοῦ. ἐνώπιον γάρ εἰσι τῶν “τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τρο- “χιὰς αὐτοῦ σκοπεύει.” ὡς οὖν ἐφορῶντος τοῦ Θεοῦ, καὶ τῶν καθ’ ἡμᾶς ἕκαστα περιαθροῦντος ἰσχνῶς, ὀρθὰς ποιεῖσθαι
31 τὰς τροχίας ἀναγκαῖον τοῖς γε ἀληθῶς ἀγαθοῖς καὶ ἐχέφροσι, καὶ οὐδὲν ἡγεῖσθαι τὸ ἰσορροποῦν τῆς τε εἰς Θεὸν καὶ τῆς 32 εἰς ἀδελφοὺς ἀγάπης. καὶ ἡ μὲν εἰς Θεὸν ἀγάπη τὸ γνήσιον εἰς πίστιν, καὶ τὸ ἀπαράφθορον ἔχει· ἡ δέ γε εἰς ἀδελφοὺς τῆς δικαιοσύνης ἀνῆπται τὰ αὐχήματα. καὶ γάρ ἐστιν ἀληθὲς
33 ὅτι “Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται.” χρῆναι δέ φημι τοὺς εὐδοκιμεῖν ᾑρημένους, καὶ ἐννομωτάτην 34 ἔχοντας ζωὴν, ἐνδύσασθαι μὲν “σπλάγχνα οἰκτιρμῶν, κατευμεγεθεῖν 35 δὲ σφόδρα τῆς ἐπαράτου φιλοκερδείας, καὶ κοινὰ τοῖς δεομένοις προθεῖναι τὰ ὄντα. τηρήσας γὰρ οὕτως τῆς ἀγάπης τὸν νόμον, λαμπρός τε ἔσται καὶ ἀξιοζήλωτος παρά 36
τε Θεῷ καὶ ἀνθρώποις. γέγραπται γὰρ ὅτι “ Ἐσκόρπισεν, 37 “ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν “ αἰῶνα τοῦ αἰῶνος.”
ἀλογῆσαι παντελῶς, πατῆσαι δὲ καὶ αὐτὴν τὴν εἰς ἀδελφοὺς ἀγάπην. ὄμνυσι τοίνυν καθ᾿ ὑπερηφανίας Ἰακώβ. καὶ που φαμὲν ὅρκιον ποιεῖσθαι τὸν τῶν ὅλων Θεὸν τήν τινων ὑπεροψίαν· ὄμνυσι δὲ κατ’ αὐτῆς, τουτέστι καθορίζων αὐτῆς τὴν ἀξίαν δίκην. τί δὲ δὴ καὶ ὄμνυσιν ὅλως; ὡς οὐκ ἂν ἔτι
παραδράμοι τὰ ἐγκλήματα, καὶ μέχρι τέλους ἀνέξεται. τοῦτο γὰρ οἶμαι τὸ εἰς νῖκος ἐστὶ, τὸ μέχρι παντὸς καὶ εἰς ἀπονίκησιν 41 τρέχον. εἶτά φησιν, ὅτι λήθης ἀνῃρημένης τῆς ἐπί γε φημὶ τοῖς ἀνοσίοις αὐτῶν πλημμελήμασι, πῶς οὐκ ἂν γένοιτο θορύβου μὲν ἔμπλεως ἡ γῆ, καταθεόντων αὐτὴν τῶν
ἐχθρῶν, αὐτοὶ δὲ πενθήσουσι δεινήν τε καὶ δυσδιάφυκτον 42 ἀνατλάντες συμφοράν; καὶ τίς αὕτη πάλιν; ἀναβιβασθήσεται γὰρ ἐπ’ αὐτοὺς συντέλειά φησιν ὡς ποταμὸς Αἰγύπτου, πάντα κατακαλύπτων, καὶ πολλοῖς καὶ ἀμάχοις ῥεύμασιν ὅλην ἐπικλύζων τῆς Σαμαρείας τὴν γῆν· καταβήσεται δὲ 43 καὶ ὁμοίως πάντα κατασύρων τὰ παρεμπίπτοντα, καὶ οὐ.
δενὸς τὸ σύμπαν φειδόμενος. ἀνεβη γὰρ ἐπ’ αὐτοὺς ὁ Σεναχηρεὶμ μυριάνδροις στρατιαῖς, οἷά τις ποταμὸς καταπλημμυρῶν τῆς γῆς, καὶ ὑφ’ ἑαυτῷ τὰ πάντα ποιούμενος· ἀπέβη δὲ πάλιν εἰς τὴν ἑαυτοῦ, πλείστην τε ὅσην καὶ ἀναρίθμητον αἰχμαλωσίαν ἐπισυρόμενος.
45 καταποντίζον εἰς ἀπώλειαν. “Ποταμοὶ δὲ ἡμᾶς οὐ συγ- 46 “κλείσουσι, κατὰ τὸ γεγραμμένον, οὔτε μὴν “καταπίεται “βυθὸς, ἀλλ’ οὐδ’ ἃν καταποντίσαι καταιγὶς” εὐαρεστεῖν ἐθέλοντας τῷ Θεῷ. τότε γὰρ δὴ τότε τὰς τῶν δαιμονίων πλεονεξίας ἀνδρωδῶς ἐκδύναντες, καὶ τῆς ἐκείνων σκαιότητος
47 ὀλίγα κομιδῆ φροντίσαντες, χαίροντες ἐροῦμεν “Εἰ μὴ ὅτι “Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ, εἰ μὴ ὅτι “ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα 48 “ζῶντας ἂν κατέπιον ἡμᾶς·” καὶ πάλιν “Χείμαῤῥον διῆλθεν “ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ
“ἀνυπόστατον.” εἰ γὰρ καὶ ἔστιν ἀνυπόστατον καὶ ταῖς ἡμετέραις διανοίαις ἀνανταγώνιστον τῆς διαβολικῆς ἐπηρείας 49 τὸ ὕδωρ, τουτέστιν, ὁ διὰ παθῶν ἐπικλυσμὸς, ἀλλ’ ἐν Χριστῷ δυνησόμεθα. παρελευσόμεθα γὰρ οἷά τινα χείμαῤῥον τῆς ἐκείνου δυστροπίας τὴν ἔφοδον.
ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ 51 φῶς· καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας 52 τὰς ᾡδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφῦν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι τὸν Ἰακὼβ ὡς πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμέραν
ὀδύνης.
ἐπ’ ἄμφω βλέποντες, τὰ εἰκότα λέγωμεν. ἐκθησόμεθα δὲ πρῶτον τὰ τοῖς εἰρημένοις ἀκόλουθα, εἶθ’ οὕτως εἰς ἐξήγησιν τὴν περὶ Χριστοῦ τὸν τῶν εἰρημένων μεθαρμόσομεν νοῦν. κατ’ ἐκείνην δὴ οὖν τὴν ἡμέραν, καθ’ ἢν ἂν ἡ συντέλεια κατὰ 54 πάσης τῆς Σαμαρειτῶν οἰχήσεται γῆς ὡς Αἰγύπτου ποταμὸς,
ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν οἰκούντων αὐτὴν δεινὸς καὶ 55 βαθὺς κατασκεδασθήσεται σκότος, καταδυομένου τρόπον τινὰ τοῦ ἡλίου, καὶ τοῦτο μεσημβριας. καὶ οὐ δήπου φαμὲν, ὅτι κατέδυ κατὰ τὸ ἀληθὲς τοῦ ἡλίου τὸ φῶς, ἀλλὰ γέγονεν ὡς σκότος τοῖς τὴν Σαμάρειαν οἰκοῦσιν ἡ ἐκ τοῦ πολεμοῦ συμφορά.
καταθολοῖ γὰρ τὸν νοῦν πολλὴ καὶ ὑπερμεγέθης, 56 ὅταν αἴρηται, λύπη, καὶ σκοτίζει καρδίαν τὰ παρ’ ἐλπίδα τε καὶ ἀδοκήτως συμβαίνοντα, καὶ τῶν σκυθρωπῶν ἡ δριμύτης ἀχλὺν οἷά τινα καὶ ὁμίχλην ταῖς τῶν παθόντων καρδίαις 57 ἐνεργάζεται.
ὁ ἥλιος. οἱ δὲ δὴ πάλαι λαμπρῶς ἑορτάζοντες, χορδαῖς τε καὶ λύραις καὶ τοῖς τῶν ᾀσμάτων λιγυρωτέροις ἀεὶ προσχρώμενοι, τῶν μὲν τοιούτων ἀφέξονται σπουδασμάτων, κατοιμώξουσι δὲ μᾶλλον, καὶ μελέτην ποιήσονται τας εἰς θρῆνον ᾠδας, καὶ τὸ τῶν πενθούντων ἀναλήψονται σχῆμα,
σάκκον τέ φημι καὶ φαλάκρωμα. ἀτιμπτοιὸν δὲ σφόδρα καταψιλοῦσθαι τὴν κεφαλήν. καὶ γοῦν ὁ θεσπέσιος Ἰὼβ 58 ἀπεκείρατο τὴν κόμην τῶν τέκνων ἀπολωλότων. ποιήσομαι 59 δέ φησι τὸν Ἰακὼβ ὡς πένθος ἀγαπητου, τουτεστιν, οὕτως ἐπ’ αὐτῷ στυγνάσουσιν οἱ ἰδόντες αὐτὸν, ὡσανεὶ καὶ μητὴρ
ἣ πατὴρ ἐφ’ ἑνὶ καὶ ἀγαπητῷ κειμένῳ τέκνῳ· καὶ τοὺς μετ’ αὐτοῦ δὲ εἰς ἡμέραν ὀδύνης, τουτέστιν, οἱ ἐκ γειτόνων Ἰούδας καὶ Βενιαμὶν, οἱ ὁμοῦ τῷ Ἐφραῒμ εἰδώλοις λελατρευκοτες, καὶ μετ’ αὐτοῦ γεγονότες κατὰ τοῦτον δηλονότι τὸν τρόπον, ὡς ἠμέραν ἔχοντες ὀδύνης, καὶ ὡς ἐν ὠδῖσι γεγονότες εὐρεθήσονται· 60 ἐν ὠδῖσι δέ φημι ταῖς ἐκ δειμάτων καὶ λύπης καὶ πόνων. καταδῃώσας γὰρ τὴν Σαμάρειαν ὁ Σεναχηρεὶμ, 61 πάσας εἷλεν αὐτῶν τὰς πόλεις. εἶτα πέμπει Ῥαψάκην ἐκ 62 Λάχεις εἰς Ἱερουσαλὴμ, ὃς ἐπηπείλησε τὰ δεινὰ τοῖς ἐν τῷ τείχει. συνέθραυσε δὲ οὕτως εἰς ἀκηδίαν τοὺς ἐν τοῖς Ἱεροσολύμοις,
ὡς αὐτίκα δὴ μάλα τοῖς ἐν Σαμαρείᾳ συνδιόλλυσθαι προσδοκᾶν. τότε δὴ τότε βαρυθυμήσας ἄγαν καὶ ὁ βασιλεὺς Ἐζεκίας, πέμπει τινὰ πρὸς τὸν προφήτην Ἡσαῒαν 63 λέγων “Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ 64 “ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδῖν’ τῇ τικτούσῃ, 65 “ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν.” οὐκοῦν ἡμέραν ὀδύνης τοὺς ὡς ἐξ ὠδῖνος πόνους καὶ βαρυθυμίας φησί. γεγόνασι τοίνυν ἐν ἡμερᾳ ὀδύνης, ἀπολέσθαι προσδοκήσαντες οἱ ἐν τοῖς Ἱεροσολύμοις,
οἱ μετὰ τοῦ Ἐφραῒμ γεγονότες κατά γε φημὶ τὸν τῆς εἰδωλολατρείας τρόπον.
αὐτὸν δεδυσσεβηκόσι τὸν Ἐμμανουὴλ, κατὰ τὸν τῆς ἐνανθρωπήσεως 66 χρόνον. αὐτοὶ γάρ εἰσιν “οἱ ἐκτρίβοντες εἰς τὸ 67 “πρωῒ πένητα, πένητα, ” τουτέστιν, οἱ ἀποσπουδάζοντες μὲν ἐννόμως ἑλέσθαι βιοῦν, ἐφ’ ἑτέρῳ δὲ οὐδενὶ προιόντες που τάχα, ἢ τὸ καταφθεῖραι τὸ δίκαιον, καὶ δι’ οὐδενὸς ποιεῖσθαι
τολμᾶν τὸ ταῖς θείαις ἐντολαῖς εὖ μάλα διωρισμένον καὶ πλεονεκτεῖν ἀσχέτως οὓς ἂν ἕλοιντο τῶν ἀσθενεστέρων. αὐτοὶ δ’ ἂν εἶεν οἱ “λέγοντες Πότε διελεύσεται ὁ μὴν, καὶ 68 “ἐμπολήσαιμεν· καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς 69 “τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον
“καὶ ποιῆσαι ζυγὸν ἄδικον.” ὅτι γὰρ ἐρασιχρήματοί τε καὶ αἰσχροκερδεῖς ἦσαν ἄγαν οἱ γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, κατὰ πολλοὺς ἂν εἰδείημεν τρόπους, τοῖς εὐαγγελικοῖς συγγράμμασι τὸν νοῦν ἐπερείδοντες. ἀμείνους μὲν γὰρ ὁρᾶσθαι λημμάτων αἰσχρῶν, καὶ φιλοκερδίας ἁπάσης ἀπηλλάχθαι
φιλεῖν τῆς κατὰ Θεὸν ἐπιεικείας τοὺς ἐραστὰς συνεβούλευεν ὁ Χριστὸς, προὔτρεπε δὲ καὶ ἐπὶ τὸ ἔτι μεῖζον ἰέναι, καὶ τοῖς δεομένοις ἐπαρκεῖν καὶ διανέμειν τὰ ὄντα. ἀλλὰ τί φησὶν ὁ Εὐαγγελιστής; “Ἤκουον δὲ ταῦτα καὶ οἱ γραμματεῖς καὶ 70 “οἱ Φαρισαῖοι φιλάργυροι ὄντες, καὶ ἐξεμυκτήριζον αὐτόν.” 71 72 73 οὐκοῦν καὶ περὶ αὐτῶν εἰκότως ἃν λέγοιτο “ Ὀμνύνει κύριος “καθ’ ὑπερηφανίας Ἰακὼβ εἰ ἐπιλησθήσεται εἰς νῖκος τὰ “ἔργα ὑμῶν.” ὑπεροψία γὰρ ἀληθῶς, τὸ καὶ θείων αὐτοὺς ἀλογῆσαι νόμων, καὶ τὸ ἔτι τούτου φορτικώτερον, καὶ αὐτῷ λοιπὸν ἐμπαροινῆσαι τῷ Χριστῷ. ταύτῃτοι λοιπὸν οὐδὲ εἰς
74 λήθην αὐτῶν ἀποδημήσει τὰ πλημμελήματα· συντέλεια δὲ ὥσπερ ἐπαναβέβηκεν ἐπ’ αὐτοὺς, καὶ ὡς πλημμυρῶν ποταμὸς 75 ὁ Ῥωμαίων πόλεμος. ἐπειδὴ δὲ σταυρῷ παρέδοσαν τὸν τῶν ὅλων Δεσπότην, ἔδυ μὲν ὁ ἥλιος ἐπ’ αὐτοὺς, συνεσκότασε 76 δὲ καὶ τὸ φῶς. γέγονε γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως
“ὥρας ἐννάτης.” καὶ τοῦτο τοῖς Ἰουδαίοις τὸ σημεῖον ἦν ἐναργὲς τοῦ κατασκοτισθῆναι νοητῶς τὰς τῶν σταυρωσάν- 77 τῶν ψυχάς. “Πάρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ· 78 καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος “Ἄχρι σήμερον ἡνίκα “ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν
“κεῖται.” ἐπηρᾶτο δὲ αὐτοῖς καὶ ὁ μακάριος Δαυεὶδ, ἐκ φιλοθεΐας 79 οὕτω λέγων “Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ 80 “μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.’ ὅτι δὲ καὶ τεθρηνήκασι μετατιθέντες ὥσπερ τὰς ἑορτὰς εἰς κατήφειαν, σαφὲς ἃν γένοιτο καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ
ταῖς κλαιούσαις ἐπ’ αὐτῷ γυναιξὶν ἀποφερομένῳ λοιπὸν ἐπὶ 81 τὸν σταυμόν “Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ’ ἐμὲ, “κλαίετε δὲ ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.’ τεθρηνήκασι γὰρ τῇ τε πόλει καὶ αὐτῷ τῷ θείῳ συνδιολλύμεναι ναῷ, καὶ καταπιμπράντων τὰ πάντα Ῥωμαίων. θήσομαι τοίνυν φησὶν
82 αὐτόν· δῆλον δὲ ὅτι τὸν Ἐμμανουήλ· ὡς πένθος ἀγαπητοῦ 83 καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμεραν ὀδύνης. σταυρωθέντα γὰρ τὸν Ἰησοῦν ἐπένθησαν οἱ πεπιστευκότες, γύναια δὲ κατοιμώζοντα μακρόθεν εἱστήκει, Μαριά τε ἡ Μαγδαληνὴ καὶ Μαρία πάλιν 84 ἢ Ἰακώβου καί τινες δὲ ἕτεραι σὺν αὐταῖς· καὶ αὐτὴ δὲ
ἡ κτίσις τὸν ἑαυτῆς ἐπένθει Δεσπότην. ὁ μὲν γὰρ ἥλιος ἐσκοτίζετο, διερρήγνυντο δὲ καὶ πέτραι, καὶ αὐτὸς δὲ ὁ ναὸς τὸ τῶν πενθούντων ἐπλήρωσε σχῆμα, περιρρηγνυμένου τοῦ 85 καταπετάσματος “ἀπὸ ἄνωθεν ἕως κάτω. καί τι τοιοῦτον ὑπεσήμαινεν ἡμῖν ὁ Θεὸς διὰ φωνῆς Ἡσαῒου λέγων “Καὶ 86
“ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω σάκκον τὸ περι- “βόλαιον αὐτοῦ.” γέγονε τοίνυν τὸ ἐπ’ αὐτῷ πένθος ὡς ἀγαπητοῦ. τέθεινται δὲ καὶ οἱ μετ” αὐτοῦ, τουτέστιν οἱ μαθηταὶ, εἰς ἡμέραν ὀδύνης. ὅτι γὰρ καὶ αὐτοὶ τεθρηνήκασι, πῶς ἐστιν ἀμφιβάλλειν; ἐν ὀδύναις γὰρ οὖσιν ἀπήγγελον
αἱ γυναῖκες τὴν ἀνάστασιν τοῦ Χριστοῦ· τότε δὴ τότε καὶ ἀνανεύσαντες μόλις, ἔτρεχον ἐπὶ τὸ μνημεῖον. καὶ τάχα που πρὸς ταυτασὶ τὰς τὴν ἀνάστασιν εὐαγγελιζομένας γυναῖκας ὁ προφήτης φησὶν Ἡσαΐας ἐν πνεύματι “Γυναῖκες ἐρχό- 87 “μεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστι σύνεσιν ἔχων·” ὁ 88
τῶν Ἰουδαίων δηλονότι· “διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ αὐ- “τοῖς ὁ ποιήσας αὐτοὺς, καὶ ὁ πλάσας αὐτοὺς οὐ μὴ “ἐλεήσῃ” φησίν.
94 Δαυεὶδ, ποτὲ μὲν ἔφασκεν “Ἐν θλίψει ἐπεκαλεσάμην τὸν 95 “Κύριον,” ὅτε δὲ αὖ “Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἀν’ μάθω τὰ δικαιωματα σου. σωφρονεστέρους γὰρ ἡμᾶς ἀποτελοῦσιν αἱ θλίψεις, καὶ τῶν τῆς ῥᾳθυμίας 96 ἐξέλκουσι βρόχων, τῆς ἐπιεικείας τοὺς τρόπους ἀγαπᾶν
ἀναπείθουσαι, καὶ τὸν ἀπηνῆ καὶ δυσήνιον ὡς ἐξ ἀνάγκης καὶ φόβου τοῖς τῆς ὁσιότητος καὶ ὑπακοῆς ὑποφέρουσαι ζυγοῖς.
μαθεῖν τοτηνικάδε τινὲς τί τὸ θέλημα τοῦ Θεοῦ, καὶ τί δρῶντες ἢ λέγοντες τῆς παρ’ αὐτοῦ τεύξονται φειδοῦς, ἵν 97 ἔξω φέροιντο τῆς ὀργῆς, οὐκ ἔσται, φησὶν, ὁ διδάσκων. λιμὸν γὰρ ἐποίσω τῶν παρὰ Θεοῦ λόγων αὐτοῖς, ὡς μηδένα παντελῶς εὑρεθῆναι προφήτην, κἂν εἰ ἐκ δυσμῶν τρέχοιεν
εἰς ἠῶ, κἂν εἰ ἐκ μεσημβρίας ἐπὶ τὰ βόρεια. τούτῳ παραπλήσιόν ἐστι τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν μακάριον 98 Ἰεζεκιήλ “Καὶ τὴν γλῶσσάν σου συνδήσω καὶ ἀποκωφω- “θήσῃ, καὶ οὐκ ἔση αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, ὅτι οἶκος “παραπικραίνων ἐστίν.” οἱ γὰρ ἅπαξ τὸν παρὰ Θεοῦ
διαπτύσαντες λόγον, οὐδ’ ἃν εἰ ἑκόντες ἔτι βούλοιντο, λαβεῖν 99 ἔχοιεν ἂν εἰκότως. ὕδατα δὲ σαλευόμενά φησι τὴν τῶν Ἰουδαίων ἀμέτρητον πληθὺν, ὡς ἐν θορύβοις γεγενημένην, 100 καὶ τοῖς ἐν θαλάσσῃ κύμασι προσεοικυῖαν λοιπὸν, ἃ ταῖς τῶν ἀνέμων ἐμβολαῖς διαριπτεῖται πανταχῆ.
γὰρ ἔστιν ἔτι παρ’ αὐτοῖς προφήτης, οὐ διδάσκαλος ἀκριβὴς τῆς Μωυσαϊκῆς ἱστορίας τὸ πάχος ἀπολεπτύνειν εἰδὼς, καὶ τὰ τοῖς γράμμασι κεχωσμένα διατρανοῦν μυστήρια. οὐ προσήκαντο 101 γὰρ λέγοντα τὸν Χριστόν “Ἐγώ εἰμι ὁ ἄρτος τῆς 102 “ζωῆς, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ
“κόσμῳ” ἤκουον δὲ ταύτῃτοι καὶ πάλαι λέγοντος αὐτοῦ διὰ φωνῆς Ἡσαΐου “ Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, 103 “ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς “δὲ διψήσετε. ” καὶ γάρ ἐστιν ἀληθὲς ὡς “ Οὐκ ἃν λιμο- 104 “ κτονήσῃ ποτὲ Κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν
“ἀνατρέψει,” τὸν θεῖον αὐτοῖς οὐ καθιεὶς λόγον τὸν ἀποτρέφοντα τὸν νοῦν εἰς ἔφεσιν ἀρετῆς. ὡς γὰρ αὐτὸς εἴρηκεν 105 ὁ Σωτῆρ’ “Ούκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ 106 “ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
καὶ οἱ νεαίσκοι σημαίνουσι, μάλιστα γὰρ τῆς τοιαύτης 109 110 ἡλικίας ἀπηρτημένους εὑρήσομεν τοὺς ἀποκομίζειν εἰωθότας εἰς αἰχμαλωσίαν. ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν ὁ λόγος τῶν κεκρυμμένων ὑποδηλοῦν. παρθένοι τινὲς ἦσαν τοῖς τῶν εἰδώλων τεμένεσιν ἐνιζήσασαι, καὶ σὺν αὐταῖς μειράκια ἤγουν παῖδες ἄνηβοι, δι’ ὧν ἐδόκουν οἱ περιεργότεροι περὶ γοητείας
τὰ παρὰ τῶν δαιμονίων διδάσκεσθαι· ὡς γὰρ ἐπ’ ἀχράντοις 111 σώμασι καλοῦντες αὐτὰ, τοῖς ἀπορρήτοις ψιθυρισμοῖς ἀπολογεῖσθαι παρεσκεύαζον. φασὶ δὲ καὶ εἰς δεῦρό τινας ἴνας ἀνοσιουργεῖν ἐθέλοντας κατὰ τὸν ἶσον ἐκείνοις μαντεύεσθαι τρόπον. ὅτι τοίνυν ἐλλείψει τῷ Ἰσραὴλ, οὐχὶ μόνος ὁ παρὰ
Θεοῦ διὰ προφητῶν ἁγίων χρήσιμός τε καὶ ἀναγκαῖος εἰς ἐπανόρθωσιν λόγος, ἀλλὰ γὰρ καὶ αὐτὸς ὁ παρὰ τῶν ψευδομάντεων ἤτοι δαιμονίων, ὃν διὰ παρθένων καὶ παίδων ἐποιοῦντο πρός τινας, ὑπεμφαίνει λέγων Ἐν τῆ ἡμέ. ἐκείνη 112 ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαί. οἱονεὶ γάρ πὼς φησί
Συναπολοῦνται τοῖς ἄλλοις ὁμοῦ καὶ αἱ καλαί σου παρθένοι. κατειρωνεύεται δὲ ὁ λόγος καὶ τοῖς κορίοις ὁμοῦ τὰ παιδάρια τὰ ὀμνύοντα κατὰ τοῦ ἱλασμοῦ Σαμαρειας. ἔθος γὰρ ἦν ἴσως ἐκείνοις ὁρκίους ποιεῖσθαι φιλεῖν τοὺς ἐν Σαμαρείᾳ θεοὺς ἤτοι τὰς δαμάλεις, καὶ πλατύ που τάχα καταμειδιῶντες Θεοῦ, τὰ
αὐτοῦ τοῖς γλυπτοῖς ἀνῆπτον λέγοντες Ζῇ ὁ θεός σου Δὰν καὶ ζῇ ὁ θεός σου Βηρσαβεέ. πόλεις δὲ αὗται τῆς Ἰουδαίας, ἐπ’ αὐταῖς κείμεναι ταῖς ἐσχατιαῖς τῆς χώρας, καὶ οἷον ὁρίζουσαι 113 τὸ μέτρον τῆς γῆς ἐκ νότου πρὸς θάλασσαν. ὅμοιον οὖν ὡσεὶ λέγοιεν οἱ ὀμνύοντες τυχόν Ζῇ τῆς Ἰουδαίων γῆς ὁ
θεὸς, τουτέστιν ὁ μόσχος· διὰ γὰρ τῶν περάτων τὰ μέσα περιλαμβάνεται, καὶ ἡ τοῦ παντὸς ὑφαίνεται δήλωσις. ἐκλείψειν γεμὴν ἐν διψει φησὶ τὰς παρθένους καὶ τοὺς νεανίσκους, οὐκ ἔτι χορηγομένους τὰς τῶν δαιμονίων ψευδοεπείας, διὰ τὸ 114 καὶ αὐτοὺς ἔργον γενέσθαι χειρὸς ἀλλοφύλων, ἢ ξίφει πεσόντας, ἢ τὴν ἀκλεᾶ καὶ δύσοιστον ἀνατλάντας αἰχμαλωσίαν.
ὁμοῦ τε ἡλίῳ τῷ κατὰ τὸν κόσμον καὶ φωτὶ τῷ 115 αἰσθητῷ, καὶ τῆς νοητῆς αὐγῆς καὶ φωτισμοῦ τοῦ διὰ Πνεύματος· ὑστέρηνται γὰρ τοῦ θείου λόγου, καὶ τῆς ἄνωθεν παρακλήσεως· ἐκλελοίπασιν αἱ παρ’ αὐτοῖς παρθένοι τοῖς νεανίσκοις ὁμοῦ, τουτέστιν αἱ καλαὶ καὶ εὐδόκιμοι ψυχαὶ, ὧν
τὸ μὲν ἄχραντον διὰ τῆς παρθένου, τὸ γεμὴν εὐσθενές τε καὶ ἀλκιμώτατον διὰ τοῦ νεανίσκου σημαίνεται. τίς γὰρ ἅγιος ἐν αὐτοῖς, οὐδὲν τελειοῦν ἰσχύοντος τοῦ νόμου, οὔτε μὴν ἀρκοῦντος αὐτοῖς εἰς δικαιοσύνην; παρὰ τίνι δὲ αὐτῶν 116 εὐρωστία πνευματικὴ καὶ εὐσθενὴς ἂν γένοιτο νοῦς, ὅτε μὴ
ἐγνώκασι τῆς εὐαγγελικῆς πολιτείας τὰ λαμπρὰ κατορθώματα; ἢ γὰρ οὐχὶ νωθροὶ πάντες καὶ ἐν ἁμαρτίαις καὶ παρειμένοι τὸν νοῦν; εἶτα πῶς τοῦτο ἀμφίβολον; ἐκλελοίπασι δὴ οὖν ἐν δίψει, εἴρηται δὲ οὐκ αὐτοῖς τό “Ἀντλήσατε 117 ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.
ἀλλὰ γὰρ καὶ “ἐνετείλατο ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς 118 “αὐτοὺς ὑετὸν, ὅτι μηδὲ αὐτῷ γεγόνασιν ὑπήκοοι τῷ Χριστῷ διακεκραγότι τε καὶ λέγοντι “Εἴ τις δίψᾳ, ἐρχέσθω 119 πρὸς με καὶ πινέτω. καταλελοιπότες ’δε αὐτὸν, καίτοι 120 πηγὴν ὄντα ζωῆς, ὤρυξαν λάκκους συντετριμμένους οι οὐ 121
“δυνήσονται ὕδωρ συνέχειν.” προσεσχήκασι γὰρ διδασκαλίαις ἐντάλμασιν ἀνθρώπων, ἃ ποτίζειν οὐκ οἶδεν εἰς ζωὴν, οὔτε μὴν συνέχειν τοὺς κεχρημένους εἰς σωτηρίαν.
τῆς διανοίας φαιδρύνοντες ὀφθαλμὸν, οὐχὶ μόνην τὴν τῶν ἐσομένων εἰσδέχονται γνῶσιν, ἀλλὰ γὰρ καὶ αὐτῶν ἔσθ’ 125 ὅτε τῶν πραγμάτων τὴν θεάν οἷαπερ ἐν πίνακι γραφομένην ὁρῶντες, αὐτοί τε κατατεθήπασι, συνδιακεῖσθαί τε σφισὶν αὐτοῖς ἀναπείθουσι τοὺς ἀκροωμένους, τὰς τῶν ὁράσεων
δυνάμεις διατρανοῦν εὖ μάλα σπουδάζοντες. ἔφη τοίνυν ὁ 126 μακάριος Ἀμώς “Καὶ εἶπε κύριος πρὸς μέ Ἥκει τὸ πέρας “επὶ τὸν λαον μου Ἰσραηλ, οὐκ ἔτι οὐ μὴ προσθῶ τοῦ “παρελθεῖν αὐτὸν, καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν “τῆ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος· πολὺς ὁ πεπτωκὼς ἐν παντὶ
“τόπῳ, ἐπιρρίψω σιωπήν.” ἀλλ’ ἰδοὺ, τεθέαται τὸ προηγγελμένον 127 καὶ πράγμασιν αὐτοῖς ἐνεργούμενον, ὥσπερ ἔχει τὴν προαγόρευσιν. αὐτὸν γὰρ ἔφη τὸν Κύριον ἐφεστῶτα τεθεᾶσθαι τῷ θυσιαστηρίῳ, καὶ οἱονεὶ τῆς καταστροφῆς ἀρχόμενον, τοῦτό τε αὐτὸ γενέσθαι προστάττοντα. ἐφίσταται
δὲ τῷ θυσιαστηρίῳ Θεὸς, οὐ τιμὴν ἀπονέμων· εὔηθες γὰρ τὸ τῇδε νοεῖν· εἴπερ ἐστὶ τῶν ἀτοπωτάτων οἴεσθαί τε καὶ λέγειν, ὡς τοῖς τῶν εἰδώλων βωμοῖς αἰδῶ καὶ τιμὴν ἀπονέ- μει Θεός· πῶς ἂν οὖν ἐτίμησε τὸ τῶν δαμάλεων θυσιαστήριον; ἐφειστήκει δὲ μᾶλλον ὡς καθελῶν καὶ κατοίσων εἰς
128 γῆν. ταύτῃτοι μονονουχὶ καὶ ἀπάρχεσθαι τῆς καταστροφῆς 129 τῷ Προφήτῃ προστέταχε λέγων Πάταξον ἐπὶ τὸ θυσιαστήριον, καὶ καταδονείσθω φησὶ τὰ προπύλαια, καὶ μεθυέτω λοιπὸν ὁ νεὼς, ὡς αὐτίκα δὴ μάλα πεσεῖσθαι μέλλων. διάκοψον δὲ καὶ
εἰς τὰς πάντων κεφαλὰς, τουτέστιν, ἀπάρχου τῶν ἐν αὐτοῖς περιφανεστέρων, καὶ πλῆττε τοὺς προὔχοντας, οἳ καὶ ἐν τάξει κεφαλῆς τέθεινται τοῖς ἄλλοις· ἀπολοῦνται δὲ αὐτοῖς ἀναμὶξ οἱ κατάλοιποι, καὶ ταῖς τῶν προεστηκότων ἕψονται συμφοραῖς, ἔργον καὶ αὐτοὶ γεγονότες ῥομφαίας. ὅμοιον δὲ 130
τούτῳ κἀκεῖνο τὸ διὰ φωνῆς Ἰεζεκιὴλ πρὸς τοὺς ἓξ ἄνδρας, οἳ ἤρχοντο μὲν ἀπὸ τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν, ᾐρμένοι δὲ τοὺς πελέκεις εἵποντο τῷ ἀνδρὶ τῷ τὸν ποδήρη διεζωσμένῳ, πρὸς οὓς εἴρητο παρὰ Θεοῦ “Πορεύεσθε εἰς τὴν 131 “πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε καὶ μὴ φείσησθε καὶ
“μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον καὶ νήπια καὶ “γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας ἐφ’ οὕς “ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου 132 “ἄρξασθε.” ὁρᾷς ὅπως πρωτόλειον ἐποιεῖτο τῆς ὀργῆς τοὺς προὔχοντας, ἤτοι τοὺς δοκοῦντας σεπτοὺς εἶναι καὶ
ἁγίους, διὰ τοῦ καὶ ἀνῆφθαι τάχα που καὶ τῆς ἱερουργίας τὴν δόξαν, ἤγουν ἑτέραις τισὶν ἐκλελαμπρύσθαι τιμαῖς; κεφαλαὶ γὰρ ὥσπερ οἱ τοιοίδε τῶν ἄλλων εἰσί.
δείλαιοι καὶ νόμου καὶ προφητῶν ὀλίγα πεφροντικότες οὐ παρεδέξαντο τὸν Χριστὸν, τέλος ὄντα νόμου καὶ προφητῶν, 133 ἁλλὰ, καίτοι σαφῶς εἰδότες ὡς αὐτός ἐστιν ὁ κληρονόμος, 134 135 ἔξω τοῦ ἀμπελῶνος ἐκβεβλήκεσαν, καὶ τελευταῖον ἐσταύρωσαν, δέδονται εἰς ἐρήμωσιν τοῖς Ῥωμαίων στρατηγοῖς, καὶ ἐμπέπρησται μὲν ὁ διαβόητος ἐκεῖνος ναὸς, κατεσπάσθη δὲ καὶ τὸ ἐν αὐτῷ θυσιαστήριον, καὶ κατεδονήθη τὰ πρόπυλα, συνδιολώλασι δὲ τοῖς ἀγελαίοις οἱ προὔχοντες· ἐφείσατο γὰρ
οὐδενὸς τῶν παρ’ αὐτοῖς ὁ πόλεμος.
πάνδεινον ὑποστήσεται τὴν καταστροφήν. ἀπροσωπόληπτος 137 γὰρ ὁ Δεσπότης, καὶ “Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται “αὐτὸν ἐν ἧ ἂν ἡμέρᾳ πλανηθῇ,” κατὰ τὸ γεγραμμένον.
139 ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανὸν, ἐκεῖθεν 140 κατάξω αὐτούς· ἐὰν ἀγκρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, 141 ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς· καὶ ἐὰν
πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρό προσώπου τῶ ὠρῶ αὐτῶν, ἐκεῖ ἐντελοῦμαι τῇ ῥομφαίᾳ καὶ ἀποκτενεῖ αὐτούς· καὶ 142 στηριῶ τοῦς ὀφθαλμούς μου ἐπ’ αὐτοὺς εἰς κακὰ καἰ οὐκ εἰς ἀγαθά.
τὸ διὰ φωνῆς τοῦ μακαρίου Δαυεὶδ πρὸς Θεὸν 143 ὑμνούμενον “Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ 144 “ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν “οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν “ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον καὶ κατασκη-
“νώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ “σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου.” πανδερκὲς γὰρ τὸ θεῖον, καὶ πρός γε τούτῳ καὶ παναλκὲς, καὶ οὐκ ἄν τις διαλάθοι τὸν ἀκατεύναστον ὀφθαλμόν. ἔφη γὰρ, ὅτι “Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόρρωθεν. μὴ ἀπ’ 145
“ἐμοῦ κρυβήσεται τι; ἀλλ’ οὐκ ἃν ἔξω τις ἴοι ποτὲ τῆς 146 ἐπεῤῥιμμένης αὐτῷ συμφορᾶς ὡς ἀπὸ θείων νευμάτων, Γἢν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; κατὰ τὸ 147 γεγραμμένον. ποία γὰρ ἡμᾶς ὀνήσει μηχανή; ἣ τίς δὲ ὅλως ἡμῖν ἐπαμύνῃ τρόπος, Θεοῦ καθορίζοντος τὸ χρῆναι
παθεῖν; ὅτι τοίνυν ἀνόνητος παντελῶς τοῖς ὑπὸ θείαν πεσοῦσιν ὀργὴν καὶ βουλὴ καὶ σκέψις καὶ πᾶν εἶδος ἐπινοίας, σαφηνίζει λέγων Ώς οὐκ ἄν τις διαφύγοι, κἂν εἰς αὐτὸν κρυφθείη τὸν ᾅδην· ἔστι δὲ ὑπερβολικὸς ὁ λόγος· κἂν εἰ ἀναπταίη μὲν εἰς οὐρανὸν, διέλθοι δὲ καὶ εἰς τὴν τοῦ Καρμηλου 148
κορυφὴν, ἀλλ’ ᾗπερ ἃν ἴοι, καταληφθήσεται· κἂν εἰ ἐν θαλάσσῃ γένοιτο, περιπεσεῖται τῷ δράκοντι, ἤγουν κατὰ τὴν τῶν Ἑβραίων ἔκδοσιν, τῷ κήτει δοθήσεται· κἂν εἰ γένοιτο παρ’ ὤροις, καὶ λοιπὸν αἰχμάλωτος, καὶ τοῖς τῆς δουλείας ζυγοῖς ἀθλίως ἐνισχημένος, καὶ τοῦτο, φησὶ, μικρὸν
ἔσται, καὶ οὐκ ἀρκοῦν εἰς δίκην αὐτῷ· καταρθήσεται γὰρ αὐτοῦ καὶ τῆς ῥομφαίας τὸ δεῖμα. καὶ οὐ πεπαύσεται, φησὶν, 149 ὁ τῶν ὅλων Θεὸς ἐπ’ αὐτοῖς στηρίζων τὸν ὀφθαλμόν· θυμοῦ 150 δὲ καὶ ἀπειλῆς τὸ χρῆμα σημεῖον· ἀπερείδομεν γὰρ ἐσθ’ ὅτε καὶ ἡμεῖς αὐτοὶ τοῖς λυποῦσι τὸν ὀφθαλμὸν, βλοσυρόν τι καὶ ἀμειδὲς ἐνορῶντες αὐτοῖς. ἐπειδὴ δὲ κατασκέπτεται Θεὸς καὶ ἀγαθοὺς καὶ δικαίους, τὸ τῆς ἐποπτείας διάφορον διατρανοῖ
λέγων εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά. κατεμβλέψεται γὰρ, φησὶν, οὐχ ἵνα τι νέμοι τῶν ἀγαθῶν, ἀλλ’ ἵν’ ἔχοιεν ἀκράδαντον καὶ οἱονεὶ πεπηγμένην τὴν καθορισθεῖσαν αὐτῷ ποινήν τε καὶ δίκην.
ἡ τὸ δίκαιον αἷμα τῆς ἰδίας καταγράψασα κεφαλῆς· ἔφασκον 152 γὰρ τῷ Πιλάτῳ σταυροῦν ἀναπείθοντες τὸν Χριστόν “Τὸ “αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.” τοιγάρτοι πανοικὶ διολώλασι καὶ αὐτοῖς ἀνδράσιν ἡρπάσθησαν πόλεις, ὡς τάχα που καὶ διαφυγεῖν ἰσχῦσαι μηδένα. οἷά τε γὰρ 1
καὶ ὅσα πεπόνθασιν, αἱ μακραὶ τῶν τὰ τοιάδε συντεθεικότων ᾄδουσι συγγραφαί.
καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.
ὀργῆς καὶ ἀνασειράζοι τὴν συμφορὰν, καὶ μετανοοῦντας 156 δέξαιτο. κατοικτείρει γὰρ ἀεὶ τοὺς ἐπιστρέφειν ἐθέλοντας. διδάσκει τοίνυν ὅτι παναλκὴς ὁ Θεὸς, καὶ οὐκ ἀνικάνως ἔχων ἐπενεγκεῖν οἷς ἔφη τὸ πέρας. Κύριος γάρ φησι, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων
αὐτήν. ὅμοιον ὡς εἰ λέγοι Μῆ καθ’ ὑμᾶς ὑπάρχειν οἴεσθε τὸν λελυπημένον. οὐ γὰρ ὡς ἄνθρωπος ὁ Δεσπότης, ἀλλ’ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος, ὁ χεῖρα τῇ γῇ· τῇ Σαμαρειτῶν 157 δηλονότι· τὴν ἰδίαν ἐπαφιεὶς καὶ σαλεύων αὐτήν· καὶ οὔτι που τὸν συνήθη κλόνον ὑπομεῖναι παρασκευάζων αὐτὴν,
ἀλλὰ τῷ πολέμῳ καὶ ταῖς ἀνηκέστοις συμφοραῖς κατασείων ἅπασαν καὶ καταδονεῖσθαι ποιῶν. ταύτῃτοί φησι Πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ὡς Αἰγύπτου ποταμος ἀναβήσεται μὲν ἡ συντέλεια, πάντα κατακαλύπτουσα οὔσα καὶ βαπτίζουσα· ὑπονοστήσει δὲ οὕτω πάντα πάλιν ἐν ἴσῳ τρόπῳ
καθέλκουσά τε καὶ καταφέρουσα. ἔφαμεν δὲ, ὅτι τὸν Σεναχηρεὶμ καὶ τὴν τῶν Ἀσσυρίων πληθὺν καὶ τὸν ὑπ’ αὐτῶν 158 ἀρθέντα κατὰ τῆς Σαμαρείας πόλεμον τοῖς τῶν ποταμῶν παρεικάζει νάμασιν.
ἄπορος μὲν ἡ φυγὴ, πανσθενὴς δὲ καὶ δυσδιάφυκτος ἡ πλήττουσα χεὶρ, καὶ τοῖς ἅπαξ ἐνειλημμένοις οὐκ ἂν γένοιτό τις ἐπικουρία καὶ παράκλησις· “Ἐὰν γὰρ κλείση κατὰ ἀνθρώ- 159 “ που, τίς ἀνοίξει;” κατὰ τὸ γεγραμμένον. ἄμεινον δὲ δήπου παρὰ πολὺ τὸ ἀποσκευάζεσθαι τὴν ὀργὴν ταῖς εἰς 160
τὸ αὐτῷ δοκοῦν καὶ φίλον ἀναδρομαῖς. τοῦτο δ’ ἂν γένοιτο, καὶ μάλα ὀρθῶς, εἰ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τὸ 161 φαῦλον ἀποσπουδάζοντες, ταῖς εἰς ἀρετὴν ἐπιδόσεσιν ἑαυτοὺς καταλαμπρύνοιμεν. διανηξόμεθα γὰρ τότε τὰ ἐκ θυμοῦ, καὶ ἀγαθὸν ὄντα τῇ φύσει τὸν Δημιουργὸν μεταθήσομεν 162 εὐκόλως εἴς γε τὸ χρῆναί φημι χρηστῆς καὶ ἡμερωτάτης ἡμᾶς ἐποπτείας ἀξιοῦν.
Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ ὄνομα αὐτῷ.
ἀποπερανεῖ, παρεμποδίζοντος οὐδενὸς, πειρᾶται πληροφορεῖν. 165 “ Ὁ γὰρ ἐφαπτόμενος, φησὶ, τῆς γῆς, καὶ σαλεύων αὐτὴν,” κατά γε τοὺς ἀρτίως ἡμῖν ἀποδοθέντας τρόπους· αὐτὸς δὴ οὗτός ἐστιν ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ· μόνον δὲ οὐχί φησιν Ὁ πᾶσαν ἔχων τὴν ἐξουσίαν, ὥστε
καὶ αὐτοῖς ἐπιβαίνειν τοῖς οὐρανοῖς, καὶ τὸ κατὰ πάντων κεκτῆσθαι κράτος, ὡς καὶ αὐτὴν ἔχειν ὑπεστρωμένην αὐτῷ τὴν ἄνω τε καὶ ἐν τοῖς οὐρανοῖς κτίσιν, ἤτοι τῶν ἁγίων ἀγγέλων τὴν μακαρίαν πληθύν. οὐρανοὺς δὲ εἶναί φαμεν τοὺς τὸν οὐρανὸν οἰκοῦντας ἀγγέλους. ἰστέον δὲ, ὅτι καὶ
ὁ θεσπέσιος Ἰακὼβ αἰνιγματωδῶς τὸ χρῆμα τεθέαται. 166 κλῖμαξ γὰρ ἦν ἀπὸ γῆς διήκουσα μέχρις οὐρανοῦ, καὶ 167 “Ὁ μὲν Κύριός φησιν ἐπεστήρικτο ἐπ’ αὐτῆς,” ἀναβαίνοντας 168 δὲ καὶ καταβαίνοντας δι’ αὐτῆς ἐθεᾶτο τοὺς ἀγγέ- 169 λους. τοῦτο οἶμαί ἐστι τὸ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αυτου.
τεθεμελιωμένον. ἀτονήσει γὰρ κατ’ οὐδένα τρόπον ὁ τῶν δυνάμεων Κύριος, οὐδ’ ἂν διαπέσοι ῥῆμα τὸ παρ’ αὐτοῦ. καὶ πρὸς τοῦτο ἡμᾶς ὁ Σωτῆρ’ ἐμπεδοῖ λέγων “Ὁ οὐρανὸς 170 “καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ πάρω 171 “θωσιν.’’ αὐτὸς οὗτός ἐστιν ὁ καὶ τῆς θαλάσσης τὸ ὕδωρ
ἀρρήτοις δυνάμεσιν ἀνιμώμενος, καὶ ὕων ἐπὶ τὴν γῆν, τουτέστι πάλιν, ὁ οἰκονομῶν τὰ ἀνθρώπινα, καὶ τοσοῦτον εὐσθενὴς, ὡς καὶ τὰς τῶν γεγονότων φύσεις ἐφ’ ὅπερ ἂν ἕλοιτο μεταστοιχειοῦν εὐκόλως, ὄνομά τε αὐτῷ Κύριος ὁ Θεὸς, καὶ πρός γε τούτοις ὁ παντοκράτωρ. καὶ οὔτι που κλῆσις ἂν
νοοῖτο τὸ χρῆμα ψιλὴ, καθάπερ ἀμέλει καὶ ἐπ’ ἀνθρώπου 172 τυχὸν, ἀλλ’ ἐξ αὐτῆς ἀληθείας ὀρθῶς ηὑρημένον. ἀπὸ γὰρ τοῦ κυριεύειν οὐσιωδῶς, καὶ τὸ κατὰ πάντων ἀνῆφθαι κράτος, οὕτως ὠνόμασται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. σκοπὸς δὴ οὖν τῷ Προφήτῃ τὸ διὰ πλείστων
ὅσων, καὶ ὅπως ἂν δύναιτο, καταπτοεῖν τοὺς ἠπατημένους, καὶ μεταπείθειν εὖ μάλα πρός γε τὸ χρῆναι γοργῶς ἀνόπιν ὥσπερ ἰέναι, χρῆμά τε ἡγεῖσθαι λαμπρὸν τὴν δικαιοσύνην, καὶ ποιεῖσθαι πάλιν αἱρετὸν τὴν εἰς Θεὸν εὐσέβειαν τοῖς τῶν ἐσομένων δείμασιν ἀνακόπτοντας εὐσθενῶς τὴν εἰς τὰ 173
5 αἰσχίω ῥοπήν. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ ὀρθῶς εἰρημένον πρὸς τὸν τῶν ὅλων Δεσπότην Ἐν 174 “κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ “ ἐγγιζόντων πρὸς σέ.”
178 αὐτοῦ “O ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν· ἀλλ’ ἔχων οὐσιωδῶς τὴν εἰς οὐρανοὺς ἀνάβασιν· προὔκειτο γὰρ, ὡς ἔφην, ὡς Θεῷ· βάσιμον αὐτὴν ἀπέφηνε τοῖς ἐπὶ τῆς γῆς. 179 “πρόδρομος γὰρ ὑπὲρ ἡμῶν ἀνέβη πρὸς τὸν Πατέρα, καὶ 180 ὡς ὁ θεσπέσιος γράφει Παῦλος “πρόσφατον ἡμῖν καὶ ζῶσαν
181 “ἐνεκαίνισεν ὁδόν·” ἐνεφάνισεν ὡς ἄνθρωπος “ὑπὲρ ἡμῶν 182 “τῷ προσώπῳ τοῦ Θεοῦ” καὶ Πατρὸς, ὃς καὶ “αυνήγειρεν “ἡμᾶς αὐτῷ καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις.” ἐπειδὴ 183 γὰρ ἀνέβη Χριστὸς, τὴν ἰδίαν ἀνάβασιν ᾠκοδόμησε καὶ ἡμῖν, 184 εἴπερ ἐστὶν ἀληθὴς ὁ μακάριος Παῦλος λέγων “τοῦτο γὰρ
“ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περι- “λειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν “τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν “φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ “οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον,
“ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς “ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς “ἀέρα, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. ἀνέβη τοίνυν ὡς ἄνθρωπος, ἵνα καὶ τὴν αὐτῷ καὶ μόνῳ πρέπουσαν ἀνάβασιν· ὅτι Θεὸς καὶ ἐκ Θεοῦ ἔστι· καὶ ἡμῖν τοῖς πεπιστευκόσιν
ἀποφήνῃ βατήν. αὐτὸς καὶ τὴν ἰδίαν ἐπαγγελίαν 185 θεμελιοῖ ἐπὶ τῆς γῆς. διέψευσται γὰρ οὐδαμῶς, ἀποπερανεῖ δὲ μᾶλλον ἅπερ ἂν ἡμῖν ἐπαγγείληται κατορθοῦν. ἔφη μὲν 186 γὰρ ὅτι ιι Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ 187 “ ἀπέλθω, ὁ Ηαράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ὅταν δὲ
ιι ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς.’’ τοιγάρτοι καὶ τοῖς ἁγίοις ἀποστόλοις κεκέλευκεν " ἀπὸ Ἰερουσαλὴμ μὴ χωρν 188 ιι ζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Ηατρὸς ἣν ἀκηκόασιν αὐτοῦ. ἀλλ’ ἐξέχεε πλουσίως αὐτοῖς τὴν χάριν. τοιγάρτοι καὶ γεγόνασι ιι Μάρτυρες τῆς δόξης αὐτοῦ ἔν τε
ι Ἰερουσαλὴμ καὶ ἐν τῆ Ἰουδαφ,’’ καὶ ἐν πάση τῇ γῆ. 189 καὶ καθ’ ἕτερον δὲ τρόπον τεθεμελιωμένην εὑρήσομεν τὴν 𝕷aa‘ιγγελιόιν aa̓ιιτου· πεπιστεύκαμεν γὰρ, ὅτι καὶ ἐκ νεκρὸν 190 ἡμᾶς ἐγερεῖ, καὶ φθορᾶς ἀμείνους ἐργάσεται, καὶ " Mετασχη- 191 ιι ματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ
α σώματι τῆς δόξης αὐτοῦ,’’ καὶ τῆς ἑαυτοῦ βασιλείας κοι- νωνοὺς εἰσδέξεται. αὐτὸς οὗτός ἐστιν ὁ προσaa‘ιλούμενος τὸ ὕρωρ τῆς θόιλιίσσης κόιὶ ἐκχέων ‘ιὀτὸ ἐπὶ προσώπου τῆς γῆς, τουτέστιν, ὁ τὰ πικρά τε καὶ ἀπαράδεκτα καὶ εἰς χρῆσιν οὐκ ἐπιτήδεια μετατιθεὶς εἰς τὸ ὠφελοῦν. ιι ἀποκτενεῖ μὲν 192
" γὰρ τὸ γράμμα’’ τὸ νομικὸν, καθά φησιν ὁ σοφώτατος 193 Παῦλος, καὶ ἔστιν αὐτὴ καθ’ ἑαυτὴν ἀνωφελὴς ἡ σκιὰ, ἀλλὰ γέγονεν ἡμῖν τοῖς νοοῦσιν χρησιμωτάτη λίαν εἰς σύνεσιν τὴν ἐπὶ Xριστῷ, καὶ ὑετὸς ὥσπερ τις ἀνεδείχθη πνευμα- τικὸς, κατάρδων τρόπον τινὰ τὴν ὑπ’ οὐρανόν· εἴπερ ἐστὶν
ἀληθὲς ὡς ὁ πάλαι τοῖς ἀρχαιοτέροις πικρὸς καὶ ἀφόρητος νόμος, γέγονεν ἡμῖν παιδαγωγὸς ἐπὶ τὸ Kριστοῦ μυστήριον, 194 ὡς καὶ ἐν αὐτῷ δύνασθαι καρποφορεῖν, τὸ τῆς σκιᾶς πάχος 195 196 ἀπολεπτύνοντας εἰς ἀλήθειαν. οὐκοῦν ὡς ἐν τάξει παραδείγματος ἐκληψόμεθα τὸ εἰρημένον, παρακομίζοντες εἰς 197 ἀπόδειξιν καὶ τὸ τῆς Μαῤῥᾶς ὕδωρ, ὅτι πικρὸν μὲν ἦν, κατεγλυκαίνετο δὲ, Θεοῦ παραδείξαντος ξύλον τῷ μακαρίῳ Μωυσεῖ, καὶ τοῦτο τοῖς ὕδασιν ἐνιέναι προστεταχότος. ἀλλ’
ἦν τὸ ξύλον εἰκὼν καὶ τύπος τοῦ τιμίου σταυροῦ, δι’ οὗ γέγονε γλυκὺς ὁ νόμος, καὶ οἱονεὶ ποτιμώτατος, καίτοι τῆς ἱστορίας ἐχούσης τὸ πικρόν· “Ἀποκτένει γὰρ, ὡς ἔφην, τὸ “γράμμα,’’ μᾶλλον δὲ ὡς γέγραφεν ὁ σοφὸς ἡμῖν Παῦλος.
οὐ τό Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καί τοὺς ἀλλοφύλους 199 ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόΘρου; ἰδοὺ οἱ ὀφθαλμοί Κυρίου τοῦ Θεοῦ ἐπὶ τὴν βασιλείαν τῶι ἁμαρτωλῶι, κω ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς.
τε καὶ κάτω τὴν τῶν πατέρων ἀειλογοῦντες εὐγένειαν, καὶ 200 πολὺ τὴν γλῶτταν κατευρύνοντες ἔφασκον “Πατέρα ἔχομεν “τὸν Ἁβραάμ.” πλὴν ἀντήκουον λέγοντος αὐτοῖς τοῦ 201 χριστοῦ “Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἁβραὰμ 202 “ ἐποιεῖτε ἂν.” “Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσ-
“ραὴλ, οὐδ’ ὅτι εἰσὶ σπέρμα Ἁβραὰμ, πάντες τέκνα.” ἀλλ’ ἡ τῶν ἔργων ὁμοιότης καὶ τὸ ἐπαυχεῖν δύνασθαι λαμπρῶς ταῖς τῶν πατέρων εὐκλείαις ἀπονέμει δικαίως. κατεσοβαρεύοντο δὲ τῶν ἄλλων ἁπάντων ἐθνῶν κἀκεῖνο λέγοντες, ὡς ἐξ ἁπάντων αὐτοὺς τῶν ἐθνῶν ἀπολέκτους ἐποιήσατο ὁ
203 Θεὸς, καὶ φίλατο μὲν ἐκ τῆς Αἰγυπτίων γῆς, μετεκόμισε 204 δὲ εἰς τὴν γῆν τῆς ἐπαγγελίας. καὶ ἀληθὴς μὲν ὁ λόγος. οἱ δὲ δὴ μάλιστα ταῖς καθηκούσαις ἀμοιβαῖς κατευφραίνειν ὀφείλοντες τὸν τετιμηκότα, ταῖς ὁλοτρόποις ἀποστασίαις καὶ ταῖς εἰς φαυλότητα παρατροπαῖς ἐκτόπως ὑβρίζοντες κατὰ
πολλοὺς ἡλίσκοντο τρόπους. ἥκουσι δὲ ἤδη φρενοβλαβείας εἰς τοῦτο λοιπὸν οἱ τάλανες, ὡς οἴεσθαί σφισιν αὐτοῖς πρὸς τὸ εὖ εἶναί τε καὶ τὸ εἰς δόξαν ἀρκέσειν τὸ ἐκ ῥίζης γενέσθαι τῆς Ἁβραὰμ, καὶ ὅτι μετεκομίσθησαν ἐκ γῆς Αἰγυπτίων εἰς 205 τὴν τῆς ἐπαγγελίας γῆν. ἵνα τοίνυν εἰδεῖεν, ὡς ἀσυντελῆ
πρὸς ὄνησιν τὰ τοιάδε τῶν αὐχημάτων αὐτοῖς εἶεν, ἀναπεπτωνκόσιν ἐπὶ τὸ ῥᾴθυμον καὶ οὐκ ἐθέλουσιν εὐσεβεῖν, ἀναγκαίως φησίν Οὐχὶ οὕτως ὑμᾶς ἡγήσομαι, κἂν ἔχοιτε τυχὸν τὸ ἐκ πατέρων εὐγενὲς, καθάπερ ἀμέλει καὶ τοὺς Αἰθιόπων υἱεῖς, οἳ ῥίζαν οὐκ ἔχουσι τὸν Ἁβραάμ; ἀπροσκλινὲς γὰρ
τὸ θεῖον καὶ ἀπροσωπόληπτον παντελῶς, καὶ σαρκικὴν οὐκ οἶδεν εὐγένειαν πράξεων ἐρήμην ἀγαθῶν· αἰδοῦς γεμὴν 206 ἁπάσης ἀξιοῖ τὴν πνευματικὴν, καὶ ᾗπερ ἃν ἕποιτο τὸ διὰ λαμπρῶν αὐχημάτων ἀγλαίζεσθαι φιλεῖν. ἀλλ’ εἶναί τι μέγα καὶ ἐξαίρετον ὑμῖν κἀκεῖνο δοκεῖ, τὸ ἐκ τῆς Αἰγύπτου
μεταφοιτῆσαι πρὸς ἑτέραν. εἶτα τί τοῦτο; φησὶν, ἢ ποίαν ὑμῖν εἰσκομίσει τὴν ὄνησιν; ἔχουσι τοῦτο λαβόντες παρ’ ἐμοῦ καὶ ἕτεροι. μετεκόμισα γὰρ τοὺς μὲν ἀλλοφύλους, τουτέστι τοὺς Παλαιστίνους· οὕτω γὰρ ἡρμήνευσαν Ἑβραῖοι· ἐκ Καππαδοκίας· τοὺς δὲ Σύρους, πάντας δηλονότι τοὺς
ὑπό γε τὴν Δαμάσκου βασιλείαν τοτηνικάδε, μετήγαγον ἐκ 207 βοθρου.
ἢ Λιβύων γῆ κόλπους ἔχει παραθαλαττίους, ἐκκειμένους. ἐμοὶ τοίνυν, φησὶ, τῷ πάντας ἐν ἴσῳ βλέποντι σκοπὸς, τὸ 209 πᾶσαν ἁμαρτωλῶν βαστιλείαν ἀποκεῖραι τῆς γῆς. οὐδὲν οὖν ἄρα ὀνήσειεν ἃν τοὺς ἔχοντας σαρκικὴ λαμπρότης. εὐγένεια γὰρ παρὰ Θεῷ κρίνεται τρόπος ἀγαθὸς καὶ πολὺ διανενευκὼς
εἰς ἔφεσιν ἀρετῆς, καὶ ταῖς τῶν προγόνων εὐσεβείαις ἁμιλλᾶσθαι μεμελετηκώς.
212 πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν· ἑ ῥομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ νοῦ, οἱ λέγοντες Οὐ μὴ ἐγγίσῃ οὐδ’ οὐ μὴ γένηται ἐφ’ ἡμᾶς τὰ κακά.
φησὶν, οὔτε μὴν εἰσάπαν ἐκ ποδῶν τὸ ἐξ Ἰακὼβ οἰχήσεται γένος. ἀλλ’ ὥσπερ λικμῷ διερριμμένοι, φησὶ, κατασκεδα- 214 σθήσονται μὲν εἰς πάντα τὰ ἔθνη. πλὴν οὐ μὴ πέση σύντριμμα ἔπι τὴν γην, τουτεστιν, οὐχ οὕτως πεσεῖται τὸ ἐξ Ιακὼβ γένος, ὡς εἰς ὁλόκληρον καθικέσθαι συντριβὴν, σω-
215 θήσεται δὲ μέρει τῷ ἠλεημένῳ· ἀνεκομίσθησαν μὲν γὰρ ἐκ τῆς αἰχμαλωσίας τοτηνικάδε τινές· σέσωσται δὲ καὶ διὰ Xριστοῦ· πεπιστεύκασι γὰρ ἐξ Ἰουδαίων οὐκ ὀλίγοι τὸν ἀριθμόν· σωθήσεται δὲ καὶ ἐν ἐσχάτοις καιροῖς τὸ κατά-
λεῖμμα, τῆς τῶν ἐθνῶν ἀγέλης προεισκεκλημένης. εἶτα ὥσπερ τινὸς λέγοντος Εἰ σώζεται πάλιν ὁ Ἰακὼβ, κατὰ 216 τίνων αἱ ἀπειλαί ; χρησίμως ἀπολογεῖται, καί φησιν, ὡς οὐκ ἄκριτος ἔσται κατὰ πάντων ἁπλῶς ὁ θυμὸς, οὔτε μὴν ἀδιαφορήσει τὰ ἐξ ὀργῆς, ἐφαλεῖται δὲ μᾶλλον τοῖς ἀφόρητα
πεπλημμεληκόσι. τοῦτό ἐστι τὸ Ἐν ῥομφ‘ιλͅόͅ τελευτήσουσι πaaόιτες ‘ἱμηόιτωλοÌ τοῦ λαοῦ μου οἱ λέγοντες Ου μὴ ἐγγλη, ουο οὐ μὴ ωῃ ἐφ’ ημιις τιι KUKct. ἧκον γὰρ εἰς τοῦτο φρενοβλαβείας τινὲς, ὡς οἴεσθαι καὶ ψευδοεπεῖν τοὺς ἁγίους προφήτας, καὶ δὴ καὶ ἔφασκον, ὡς οὐκ ἂν γένοιτό τι τῶν
προηγγελμένων. μαρτυρήσει δὲ τοῦτο καὶ ὁ σοφὸς ‘Iερε- μίας λέγων πρὸς Θεόν " Ἴδου οὗτοι λέγουσι πρὸς μέ Ηοῦ 217 ἐστιν ο λόγος κυρίου ; ελθέτω.’’ διττὸν οὖν ἄρα τῶν οὕτω διακειμένων τὸ πλημμέλημα· παρώτρυνον μὲν γὰρ κατὰ πολλοὺς τρόπους, ᾤοντο δὲ καὶ ψευδομυθεῖν τὴν
ἀλήθειαν.
ιι γνώσεως, οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε τοὺς εἰσερχομένους “ ἀφίετε εἰσελθεῖν·’’ καὶ πάλιν " Οὐαὶ ὑμῖν γραμματεῖς 220 “ καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν “ καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν γένηται, 221 “ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.” τοιγάρτοι δικαίως οὐκ ἐλογίσθησαν μὲν εἰς τέκνα, τῆς δὲ τῶν πατέρων εὐγενείας ὠλισθηκότες, κατεγράφοντο μὲν ὥσπερ ἐν τοῖς 222 Αἰθιόπων υἱοῖς· δεδαπάνηνται δὲ καὶ ὑπὸ ῥομφαίας, καὶ 223 τῆς ἑαυτῶν δυσβουλίας ἰσοστάθμους τῷ κρίνοντι ἐκτετίκασι
δίκας.
ἀνθρώπων [τὸν Κύρωι] κὼ πάντα τὰ ἔθνη ἐφ’ οὕς ἐπικέκληται τὸ ὄνομά μου ἀπ’ αὐτοὺς λέγει Κύριος ὁ ποιῶν ταῦτα.
καὶ οἴκων ἐξεωσμένοι, βάρβαρόν τε καὶ ἀλλοδαπὴν οἰκοῦντες χώραν· ἀλλ’ οὐκ ἂν συντριβεῖεν εἰσάπαν, οὔτε μὴν εἰς ὄλεθρον οἰχήσονται παντελῆ. ταύτῃτοί φησιν ὅτι καὶ ἀναστήσει καίτοι πεσοῦσαν τὴν σκηνὴν Δαυεὶδ, ἐγερεῖ δὲ αὐτῆς τὰ κατερριμμένα, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, τουτέστιν,
227 εἰς ἡμέρας μακράς. δεῖγμα δὲ τοῦτο γενήσεσθαί φησι καὶ πληροφορίαν τοῖς ἄλλοις ἔθνεσι τοῖς τε ὁμόροις καὶ ἀπωτάτω, τοῦ χρῆναι λοιπὸν ἐπιστρέφειν πρὸς Θεὸν καὶ αὐτὸν 228 ἑλέσθαι ζητεῖν, τεθαυμακότας πάντως που τῆς τε ἡμερότητος τοῦ Θεοῦ καὶ τῆς ἰσχύος τὸ μέγεθος. οὐκοῦν εἰ λέγοι σκηνὴν τοῦ Δαυεὶδ, τὸ τῶν Ἰουδαίων κατασημαίνει γένος, ἤγουν οἶκον τὸν ἐξ Ἰακώβ. ἰστέον δὲ ὅτι Κύρου
τῆς αἰχμαλωσίας ἀνέντος αὐτοὺς, τότε ὑπενόστησαν εἰς τὴν Ἰουδαίαν, καὶ ἀνεδείμαντο μὲν τὸν νεὼν, πυργώσαντες δὲ τὰς τῶν πόλεων ἠρημωμένας, οἴκους τε ἐν αὐταῖς ἐπισκευασάμενοι, 229 κατῳκήκασιν ἀσφαλῶς, πολέμους μὲν ὑπομείναντες τοὺς παρά τινων, οἷον Ἀντιόχου τε φημὶ καὶ
Ἀδριανοῦ, αἰχμάλωτοι δὲ οὐκ ἔτι γεγόνασιν, οὔτε μὴν ἠρήμωνται, καθὰ καὶ ὑπὸ τῶν Βαβυλωνίων.
τὴν ἀπὸ γῆς σάρκα, ἐγείραντος τοῦ Θεοῦ καὶ Πατρὸς, τότε 230 δὴ τότε πάντα τὰ ἀνθρώπινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατερριμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. “Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις,’ κατὰ τὰς γραφάς· 231 συνεγηγέρμεθα γὰρ αὐτῷ. καὶ κατέσκαψε μὲν ὁ θάνατος
τὰς ἁπάντων σκηνὰς, ἀνῳκοδόμησε δὲ ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ· καὶ τοῦτο ἡμῖν οὐκ εἰς χρόνον ὑπάρξει μεμετρημένον, ἀλλ’ εἰς ἡμερας αἰῶνος· ἀναπόβλητον γὰρ ἐν ἡμῖν τὸ τῆς ἀφθαρσίας ἀγαθὸν, καὶ οὐκ ἔτι κρατήσει θάνατος τῶν ἐν Χριστῷ σεσωσμένων. τότε δὴ τότε καὶ οἱ 232
κατάλοιποι τῶν ἀνθρώπων μετὰ τοὺς πεπιστευκότας ἐξ Ἰσραὴλ τὸν φύσει τε καὶ ἀληθῶς ἐγνώκασι Θεὸν, τῆς ἀρχαίας ἐκείνης καὶ βεβήλου πλάνης ἀποφοιτήσαντες. οὐ γὰρ ἦν 233 234 διαψεύσασθαι λέγοντα τὸν Χριστόν “Ἐὰν μὴ ὁ κόκκος “του σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· “ἔαν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει. καὶ πάλιν 235 “Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. κατ’ ἐκείνην δὴ οὖν τὴν ἡμέραν, καθ’ ἢν ἀνεγερῶ τὴν κατε-
236 σκαμμένην καὶ πεσοῦσαν σκηνὴν τοῦ Δαυεὶδ, κληθήσονται πάντα τοὶ ἔθνη, καὶ ἐπ’ αὐτοῖς ἔσται τὸ ἐμὸν ὄνομα. καὶ ὅτι πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα, πεπληροφόρηκε προσθείς Λέγε Κύριος ὁ Θεὸς ὁ ποιῶν ταυτα. εἰ γάρ ἐστι κύριος ὁ Θεὸς ἀληθῶς, πάντη τε καὶ πάντως
237 ποιήσει καὶ ταῦτα, πρὸς οὐδὲν ἀσθενῶν. ποιεῖ γὰρ “Μεγάλα “καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν “ἀριθμός.”
ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ πάντες οἱ βουνοί σύμφυτοι 240 ἔσονται· καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἱσραὴλ, καὶ οἰκοδομήσουσι πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσι, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ πίονται τὸν οἶνον αὐτῶν, 241 καὶ φυτεύσουσι κήπους καὶ φάγονται τὸν καρπὸν αὐτῶν. καἰ
καταφυτεύσω αὐτοὺς ἐΜ τῆς γῆς αὐτῶ, κω οὐ μὴ ἐκσπασθῶσιν 242 οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶι ἧς ἔδωκα αὐτοῖς λέγει ὁ Θεὸς ὁ Παντοκράτωρ.
καθέξουσι γῆν, πόλεις τε καὶ οἴκους ἀναδειμάμενοι, καὶ ἐν καλῷ τῆς εὐημερίας λοιπὸν γεγονότες, τὰ ἐξ ἀγρῶν συλλέξουσιν ἀγαθὰ, καὶ τῷ γηπονεῖν ἐγκείσονται μετ’ εὐφροσυνης καὶ χαρᾶς, ὡς ἀδιάλειπτον αὐτοῖς τὸν ἐπί γε ταῖς τῶν 244 ἡδίστων συγκομιδαῖς γενέσθαι πόνον, τῶν ἐξ ἅλωνος ἀγαθῶν
συμποδιζόντων αὐτοῖς τὸν τρύγητόν, παρατείνοντος δὲ αὖ καὶ τοῦ τρυγητοῦ πάλιν εἰς τὸν τοῦ σπόρου καιρὸν, ὡς ἐκ ληνοῦ καὶ δρεπάνης καὶ βοτρύων αὐτῶν μεταφοιτᾶν τὸν γηπόνον ἔπι τὰ τῶν πεδίων ἀρόσιμα, καὶ τῆς ἅλω τὴν κόνιν ἀπονιψάμενον, τῶν ἐπὶ ληνοῖς ἔχεσθαι φροντισμάτων.
ἡ μέθεξις ἐπὶ πάντας γέγονεν ἀνθρώπους Ἕλληνας τε καὶ Ἰουδαίους· “Εἷς γὰρ ὁ Θεὸς, ὃς δεδικαίωκε περιτομὴν ἐκ 246 “πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως.” πλείστη δὴ οὖν οση τῶν πνευματικῶν καρπῶν τοῖς πεπιστευκόσιν ἡ χορηγία 247 η δία τῶν ἐπιγείων καρπῶν εὖ μάλα κατασημαίνεται. πλῆθος
γὰρ ἔσται, φησὶ, σίτου καὶ οἴνου. παραδεξόμεθα δὲ νῦν τὸν μὲν σῖτον εἰς ἰσχὺν, δῆλον δὲ ὅτι τὴν πνευματικήν· γέγραπται γὰρ ὅτι “καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώπου,” 248 249 νοητὸς ’δε που πάντως καὶ θεῖός τε καὶ ἄνωθεν· τὸν δέ γε 250 οἰνον εἰς εὐφροσύνην· ἔφη γὰρ πάλιν “Καὶ οἶνος εὐφραίνει 251 “καρδίαν ἀνθρώπου·” χαίρομεν δὲ “τῇ ἐλπίδι,” κατὰ τὴν 252 τοῦ μακαρίου Παύλου φωνήν. σταλάζει δὲ καὶ τὰ ὄρη γλυκασμόν. ὄρη μὲν οὖν, ὡς ἔοικεν, ἐνθάδε φησὶ τὰς ἐκκλησίας
χριστοῦ, διά τοι τὸ ἐπῃρμένον τῶν ἐν αὐταῖς δογμάτων, καὶ τῆς εἰς Θεὸν εὐσεβείας τὸ ὑπερφερὲς, καὶ ὅτι τὰ μὲν ὄρη διαφόροις κομῶντα φαίνονται φυτοῖς, αἱ δὲ ἐκκλησίαι Χριστοῦ μυρίας τε ὅσας ἁγίων ἔχουσι κεφαλὰς, κέδροις τε καὶ ξύλοις ἐν ἴσῳ τοῖς εὐμηκεστάτοις, αἳ ταῖς τῶν
253 νοητῶν ὑδάτων παρίδρυνται διεξόδοις. ἀλλ’ ὥσπερ ἐν τοῖς εὐδενδροτάτοις τῶν ὀρῶν πλήθη μελιττῶν περιποτώμενα, τὸ 254 γλυκὺ καὶ τίμιον ἐργάζονται μέλι· οὕτω πάλιν καὶ ἐν ταῖς ἐκκλησίαις οἱ τῶν ἄλλων περιφανέστεροι καὶ ἁδρότεροι πρὸς ἀρετὴν καὶ σύνεσιν, τῆς ἐπὶ Χριστῷ διδασκαλίας τὸ γλυκὺ
συλλέγοντες μέλι, μονονουχὶ καταστάζουσι καὶ ταῖς ἑτέρων καρδίαις αὐτό. ἀποσταλάξει δὴ οὖν τὰ ὄρη γλυκασμὸν κατὰ τοῦτον οἶμαι τὸν τρόπον. ἔσεσθαι δὲ συμφύτους ἔφη καὶ τοὺς βουνούς. βουνοὶ ’δε εἰσιν οἷον δεύτεροί τε καὶ τὸ μεῖον ἔχοντες εἰς ἀρετὴν παρὰ τοὺς ἄγαν ἐν τούτῳ διαφανεστέρους.
255 μέτρα γὰρ ἁγιασμοῦ καὶ δικαιοσύνης ἐν ἐκκλησίαις, καὶ ὡς 256 ο Παῦλος φησι, κατὰ τὴν ἑκάστῳ δοθεῖσαν χάριν παρὰ τοῦ τὰ τοιάδε διανέμοντος Θεοῦ. σύμφυτοι δὴ οὖν ἔσονται καὶ οὗτοί φησι, τουτέστιν, εὐθαλεῖς τε καὶ εὔκαρποι, καὶ τῆ τῶν θείων δογμάτων ὀρθότητι βαθὺ κομῶντα φοροῦντες τὸν
257 νοῦν. ὅτι ’δε καὶ ἐπέστρεψεν ἤμων τὴν αἰχμαλωσίαν ο των 258 ὅλων Θεὸς, οὐκ ἂν ἐνδοιάσειε τις. ἐκήρυξε γὰρ “ αἰχμαλώτοις 259 ἄφεσιν ὁ Χριστὸς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξείλετο 260 τὴν ὑπ’ οὐρανόν. τότε δὴ τότε καὶ ἐν ἴσῳ γηπόνοις τῆς κατὰ νοῦν εὐκαρπίας γεγόναμεν ἐπιμεληταὶ, κατεφυτεύσαμεν κήπους καὶ ἀμπελῶνας, καὶ φαγόμεθα τὸν καρπὸν αὐτῶν. ἀποληψόμεθα γὰρ τὰς τῶν πόνων ἀντιμισθίας,
ἀποτρυγήσομεν δὲ καὶ τοὺς τῆς ἐπιεικείας καρπούς. ὅτι δὲ ἀσάλευτον ἕξομεν τὴν παρὰ Θεῷ μονὴν, καὶ τῶν ἅπαξ δοθησομένων παρ’ αὐτοῦ κλήρων οὐδεὶς ἂν ἐκπέμψειε τοὺς 261 ἐν αὐτοῖς γεγονότας, σαφηνιεῖ λέγων Καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆ; αὐτῶν ἡς ἔδωκα αὐτοῖς, λέγει Κύριος ὁ Θεός.
“Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ, 262 καὶ ἐν βεβαίῳ κεισόμεθα παντὸς ἀγαθοῦ, καθηγητὴν καὶ πανηγυριάρχην αὐτὸν ἔχοντες τὸν Χριστόν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.