καὶ ὁ Ἰούδας παρατάξεται ἐν Ἱερουσαλὴμ, καἰ συνάξει τὴν ἰσχύν πάντων τῶ λαῶι κυκλόθεν, χρυσἰον κοὶ ἀργύρωι καὶ
ἰματισμὸν εἰς πλῆθος σφόδρα. 1 Ἕκστασιν ἐν τούτοις τὸν φόβον, ἤγουν τὴν κατάπληξιν, ὀνομάζει πάλιν. κατ’ ἐκεῖνο δὴ οὖν φησι τοῦ καιροῦ, καθ’ ὃν ἃν ἀλλήλους ἀθρήσειαν οἱ τῆς Ἐκκλησίας ἐχθροὶ, ταῖς οὕτω δειναῖς ὑποπίπτοντας δίκαις, καταπλαγήσονται μὲν
τοῖς δείμασιν, ἀφέντες δὲ οὕτω λοιπὸν τὸ διώκειν ἔτι τολμᾶν τὴν ἁγίαν πόλιν, οἰχήσονται μὲν φυγάδες, μόνον δὲ οὐχὶ καὶ χείρας ἁψάμενοι, καὶ τὰς παρ’ ἀλλήλων ἀνονήτως ζητοῦντες ἐπικουρίας, οἰκτροί τε ἔσονται καὶ κατερριμμένοι 2 καὶ ὑπὸ πόδας ἁγίων. ὁ ’δε γε Ἰούδας, φησὶ, τουτέστιν οἱ
διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοι καὶ τὸν νοητὸν 3 περιφέροντες Ἰουδαῖον, καὶ τὴν ἐν Πνεύματι τῶ Ἁγίῳ περιτομην πλουτήσαντες, παραταξονται ἐν Ιερουσαλημ, τουτέστι καταστρατεύσονται τῶν ἐχθρῶν, κατανεανιεύσονται τῶν ἀνθεστηκότων, 4 θεστηκότων, συμπατοῦντες ὡς σκορπίους, ἐπ’ ἀσπίδα δὲ καὶ
βασιλίσκον ἐπιβαίνοντες, λέοντός τε καὶ δράκοντος εἰς ἅπαν ἠφειδηκότες ἔσονται· λαμπροὶ δὲ καὶ ἀξιοθαύμαστοι, τὸν 5 ἐκ τῶν τοιούτων κατορθωμάτων συλλέγοντες πλοῦτον ὡς χρυσίον καὶ ἀργύριον καὶ ἱματισμόν. ὅτι γὰρ οὐκ ἔν γε τοῖς αἰσθητοῖς τῆς προφητείας ὁ νοῦς, πῶς ἃν ἐνδοιάσειέ τις ;
πλοῦτος γὰρ ἁγίων, οὐχ ὁ φθαρτὸς καὶ ἐπίγειος, ἀλλ’ ὁ νοητὸς καὶ ἐπουράνιος καὶ διηνεκὴς, ὃν συναγείρουσι ταῖς 6 ἑαυτῶν ψυχαῖς οἱ διδάσκοντες τε καὶ καθ’ ἑτέρους τρόπους εὐδοκιμοῦντες ἐν ἐκκλησίαις. διαρπάζουσι γὰρ ὥσπερ τὴν ἰσχὺν πάντων τῶν λαῶν, προσάγοντες διὰ πίστεως τῷ Χριστῷ τὰ ἐξαίρετα τῶν ἐθνῶν. οὕτω γὰρ ἔφη καὶ αὐτὸς
διηρπακέναι τὰ σκεύη τοῦ ἰσχυροῦ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.