ἀφήγησιν. αὕτη γὰρ ἕσται φησὶν ἡ πτῶσις ἣν κόψει Κύριος 1 παντας τοὺς λαους οσοι επεστρατευσαν ἐπὶ Ιερουσαλημ· αἱ σάρκες αὐτῶν κατατακήσονται, έκρυήσονται δὲ καὶ οἱ ὀφθαλμοὶ, συντηκομένης καὶ γλώττης. ὁ μὲν γὰρ κοινὸς οὗτος καὶ κατὰ τῆς φύσεως θάνατος τήκει μὲν τὰς ἁπάντων σάρκασς,
καὶ ἀποκενοῖ μὲν ὀφθαλμοὺς, σήπει δὲ καὶ γλώσσας· πάνἐκρυήσονται 2 δεῖνον δὲ καὶ τῆς εἰς λῆξιν ἡκούσης συμφορᾶς εἴη ἃν εἰκότως τὸ ζώντων τε καὶ ἑστηκότων ἔτι τακῆναι μὲν τὰς σάρκας, καὶ ἀπορρεῖν ὀφθαλμοὺς, κολάζεσθαι δὲ καὶ γλώττας. εὖ δὲ δὴ σφόδρα τὰ τοιάδε συμβήσεσθαί φησι τοῖς θεομισῆ καὶ
ἐπάρατον ἐπιτηδεύσασι ζωήν. πραχθήσονται γὰρ δίκας, 3 οὐχ ὑπέρ γε μόνον τῶν εἰς ἁγίους αὐτοῖς πεπλημμελημένων, ἀλλὰ γὰρ καὶ ὑπὲρ ἧς ἐσχήκασιν ἐν τῷδε τῷ κόσμῳ φιλοσαρκίας· ἢ καὶ γέγονεν αὐτοῖς αἰτία τοῦ μήτε προσήκασθαι τὴν πίστιν, μήτε μὴν ἑλέσθαι ζῆν εὐσεβῶς, καὶ τῆς ἐν
Χριστῷ πολιτείας ἀγαπῆσαι τὴν δόξαν. γεγόνασι μὲν γὰρ, ὡς ἔφην, ἀπονενευκότες ἀσχέτως εἰς ἐκτόπους ἡδονάς· ἐσχήκασι δὲ καὶ ἀκρατεῖς ὀφθαλμοὺς τὰς ἐφ’ ἑκάστῳ τῶν ὁρωμένων ἐπιθυμίας μονονουχὶ χανδὸν ἐκπίνοντας. ἠκόνησαν γὰρ καὶ γλῶτταν κατὰ Χριστοῦ, καὶ τῶν ἱερῶν τῆς Ἐκκλησίας 4
δογμάτων ἀνοσίαν πεποίηνται τὴν κατάρρησιν. εἰκότως δὴ οὖν εἰς σάρκας τε καὶ ὀφθαλμοὺς καὶ γλώττας τὴν δίκην ἐσχήκασιν. ὥσπερ γὰρ ἡ τὸ ὕδωρ τοῦ ἐλεγμοῦ πίνουσα γυνὴ καὶ ψευσαμένη τὸν ὅρκον εἰς μηρὸν ἐκολάζετο, περὶ ὃν ἂν γένοιτο καὶ τὰ ἐκ τῆς πορνείας ἐγκλήματα· “ Πρισθή- 5
“σεται γὰρ φησὶ καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς·” κατὰ τὸν ἴσον οἶμαι τρόπον καὶ τοῖς τὴν ἁγίαν διώκουσι πόλιν, εἰς σάρκας τε καὶ ὀφθαλμοὺς καὶ γλώττας ἡ κόλασις· φιλοσαρκίαι γὰρ αὐτοῖς ἡδυπάθειαί τε καὶ πρὸς τούτοις αἱ δι’ ὀμμάτων τὰ ἐγκλήματα, καὶ ἀπαιδεύτου γλώττης 6
φωναί.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.