δόγμασιν, ἕχοι ἂν ὁ νοῦς τὸν εἰκότα λόγον. ἐσκύλευσαν γάρ ποτε τοὺς Αἰγυπτίους αἱ σοφαὶ γυναῖκες τῶν ἐξ Ἰσραὴλ, χρησάμεναι “ παρὰ γείτονος καὶ συσκήνου αὐτῶν 1 σκεύη χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ ἱματισμὸν. οὔκουν ὡς ἐν γε τοῖς αἰσθητοῖς καὶ ὡς ἐν ὕλαις ταῖς ὁρωμέναις, ἡ τῶν εἰς 2
νοῦν ἀγαθῶν λαμπρότης σημαίνεται. διδασκάλων δὲ μά· λιστα πλοῦτος οἱ μαθηταί. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ σεσωσμένοις καὶ πεπιστευκόσι προσεφώνει λέγων “ Νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοὶ, ἣν ἔχω ἐν 3 “ Χριστῷ Ἰησοῦ·” “ στέφανον δὲ καὶ χαρὰν” αὐτοῦ ἰδίαν
ὠνόμαζε πάλιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.