οὐδὲ νὺξ, εἰς μίαν ἡμέραν. τοιοῦτόν τι φησὶ καὶ ὁ μακάριος 1 προφήτης Ἡσαΐας “ Καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς “ τῆς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα· “ ἀλλ’ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου.’’ ὅτι δὲ ἀπρακτήσει κατὰ καιροὺς καὶ αὐτὴ τῶν στοιχείων ἡ
2 χρεία, πιστώσεται λέγων αὐτὸς ὁ Χριστός “ Εὐθέως δὲ μετὰ “ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ “ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.’’ ἀρκέσει γὰρ ὁ Χριστὸς εἰς φῶς ἡμῖν αἰώνιον, καὶ αὐτὸς ἔσται μακρὰ καὶ διηνεκὴς ἥμερα. τὴν δέ γε ἡμέραν ἐκείνην γνωστὴν εἶναί φησι
3 τῷ Κυρίῳ. μόνος γὰρ οἶδεν ὁ Θεὸς καὶ Πατὴρ τὴν τῆς συντελείας ἡμέραν. ἐμπεδοῖ δὲ πρὸς τοῦτο ἡμᾶς καὶ αὐτὸς 4 ὁ Υἱὸς οὕτω λέγων “ Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας “ οὐδεὶς οἶδεν, οὔτε ἄγγελοι ἐν οὐρανῷ, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ “ Πατὴρ μόνος.” ἧ μὲν γὰρ νοεῖται καθ’ ἡμᾶς ἄνθρωπος,
οὐκ ἂν εἰδείη τὰ ἐν τῷ Πατρί· ᾗ ’δε ἐστι φύσει Θεὸς, καὶ ἐξ αὐτοῦ πεφηνὼς, οἶδε που πάντως καὶ τὴν ἐσχάτην ἡμέραν, κἂν εἰ λέγοι μὴ εἰδέναι διὰ τὸ ἀνθρώπινον. διερμηνεύων δὲ ἡμῖν ὁ Προφήτης καὶ σαφέστερον καθιστὰς ὅπερ ἔφη, προσ- 5 ἐπάγει τούτοις Καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ ἔσται, ἀλλὰ πρὸς
ἑσπέραν ἔσται φῶς, τουτέστιν, ἐν καιρῷ νυκτὸς φῶς ἔσται 6 πάλιν τὸ διὰ Χριστοῦ καὶ καταστράψει τὴν ὑπ’ οὐρανὸν, ἀνῃρημένου παντελῶς τοῦ σκότους, καὶ τοῖς τῶν ἁγίων ὀφθαλμοῖς οὐκ ἐπιπολάζοντος ἔτι. ἔχει δὲ δὴ τὸν εἰκότα λόγον τὸ καὶ αὐτὴν οἴεσθαι τὴν κτίσιν ἐπὶ τὰ ἀμείνω μεταῤῥυθμίζεσθαι
καὶ ἀξιόχρεως μὲν τοῦ Σωτῆρος ὁ μαθητὴς, ἥξειν τὴν 7 ἡμέραν Κυρίου ὡς κλέπτην λέγων, ἐν ᾗ οὐρανοὺς μὲν ῥοιζηφὸν 8 παρελεύσεσθαι, στοιχεῖα δὲ καυσούμενα λυθήσεσθαι, γῆν δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεσθαι πάντα, καινοὺς δὲ ἡμᾶς 9 οὐρανοὺς καὶ καινὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκᾶν.
πλὴν καὶ ἐξ ἀναγκαίων εἰς τοῦτο βαδιούμεθα λογισμῶν. εἰ γὰρ ἕσται πάντως ἐν καινότητι ζωῆς τὰ καθ’ ἡμᾶς, καινῆς ἡμῖν ἔδει καὶ κτίσεως. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, " ἐλευθερωθήσεται καὶ αὐτὴ κατὰ καιροὺς ἡ 10 “ κτίσις ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς 11
“δόξης τῶν τέκνων τοῦ Θεοῦ.’’ Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζών ἕε Ἱερουσαλὴμ, τό
ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν ὦι ἐσχάτην, κω ἐν θέρει κα ἑ ἔαρι έσται οὕτως. καὶ ἕσται Κὐριος εἰς βασιλέα ἐπὶ πᾶσαν
τ' ν γῆν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.