ὁ Προφήτης Ἐν ἐκείνῃ τῆ̣ ἡμέρᾳ οὐκ ἔσται φῶς καὶ ψύχος καὶ παγος ἔσται μιαν ημεραν, καὶ η ημερα ἐκείνη γνωστη τῳ Κύριῳ. νυνὶ μὲν γὰρ ἡμέρα τε καὶ νὺξ διακέκριται, καὶ διέλαχον τοὺς καιροὺς τοῖς τοῦ πεποιηκότος νεύμασι, καὶ ἀνίσχει μὲν τῆς ἡμέρας τὸ φῶς, εἶτα διαδέχεται νύξ. ἐπειδὰν δὲ παραγένηται
ὁ κριτὴς, ὁ πάντα μετασκευάζων κατὰ τὸ αὐτῷ δοκοῦν, 2 ἑτέραν, ὡς ἔφην, ἡ κτίσις τὴν διακόσμησιν δέξεται· οὐ γὰρ ἔτι φῶς ἔσται καὶ ψύχος καὶ τέναγος εἰς μίαν ἡμέραν. καὶ διὰ μὲν τοῦ φωτὸς τὴν ἡμέραν σημαίνει, διὰ δέ γε τοῦ πάγους τε 3 καὶ ψύχους τὴν νύκτα, λελόγισται γὰρ εἰς μίαν ἡμέραν τὸ νυχθήμερον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.