λοιπὸν ἔρχεται τοῦ παρόντος αἰῶνος τὸ τέλος, καὶ ἀφηγεῖται χρησίμως τὴν ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ Ἐμμανουήλ. καταβήσεται γὰρ μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ 2 Θεοῦ καὶ Πατρὸς, ἵνα “ κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνη.” ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “Τοὺς πάντας ἡμᾶς δεῖ
φανερωθῆναι ἔμπροσθεν του βήματος του βήματος τοῦ Χριστοῦ, ἵνα “ κομίσηται ἕκαστος τὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε 3 “ἀγαθὸν εἴτε φαῦλον.’’ ἥξει δὴ οὖν ἥξει, φησὶ, καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ, τουτέστιν ἡ τῶν ἰδίων ἀγγέλων καθαρω- τάτη πληθὺς, δορυφοροῦσά που πάντως καὶ ὑπουργικὴν εἰσι
φέρουσα τὴν παράστασιν. Κύριος γάρ ἐστι τῶν ὅλων ὁ Εμμανουὺλ, καὶ δοξολογεῖται παρὰ πάντων ὡς Θεὸς καὶ συγκατάρχων τῷ γεγεννηκότι. εἰ δὲ δή τις λέγοι καὶ αὐτοὺς 4 αὐτῷ συμπαραστήσεσθαι τοὺς ἁγίους ἁρπαγέντας “ ἐν νεφέ- “ λαὶς εἰς ἀπάντησιν αὐτοῦ εἰς ἀέρα,’’ μετά γε τὴν ἐκ νεκρῶν
ἀναβίωσιν, καθὰ καὶ τῷ σοφωτάτῳ Παύλῳ δοκεῖ, τῆς τοῦ 5 πρέποντος θήρας ἀμοιρήσειεν ἂν οὐδαμῶς. ἔφη γάρ τι τοῖον 6 ’τον καὶ ὁ θεσπέσιος Ἡσαΐας περὶ αὐτῶν “Ἐκεῖ ἔλαφοι 7 “ συνήντησαν καὶ ἴδον τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρ- “ ἦλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ
“ ἐζήτησαν, ὅτι κύριος ἐνετείλατο αὐταῖς καὶ τὸ Πνεῦμα “ αὐτοῦ συνήγαγεν αὐτάς.’’ ψάλλει ’δε που καὶ ὁ θεσπέσιος ἡμῖν Δαυεὶδ, τὴν ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ προαναφωνῶν “Ὅτι οὐκ ἀπώσεται Κύριος 8 “ τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκατα- 9
“ λείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχό- “ μένοι αὐτῆς πάντες οἱ εὐθεῖς τῆ καρδίᾳ.’’ δικαιοσύνην μὲν γὰρ ὀνομάζει Χριστὸν, ἐπιστρέψειν δέ φησιν εἰς κρίσιν αὐτόν. ἀνελήφθη μὲν γὰρ πατήσας τὸν θάνατον, καὶ ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· ἀλλ’ ἐπιστρέψει
κατὰ καιροὺς εἰς κρίσιν, καὶ σὺν αὐτῷ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ ἅγιοι, καθάπερ ἔφην ἀρτίως.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.