πλουσίως δὲ καὶ ἀμφιλαφῶς, ὡς ἔφην, καὶ ἤδη τελείως 3 τοῖς διὰ Χριστοῦ χαρίσμασιν ἐντρυφήσομεν. ὕδωρ δὴ οὖν ζῶν ὀνομάζει τὸ Πνεῦμα, ὃ καὶ ἐκ τῆς ἄνωθεν Ἱερουσαλὴμ ἐξελεύσεσθαί φησιν. ἐπειδὴ γὰρ κατοικεῖν ἐν οὐρανοῖς τὸν τῶν ὅλων Θεὸν ἡ θεόπνευστος ἔφη γραφὴ, εἰ καί ἐστι
πανταχοῦ καὶ πεπλήρωκε τὰ πάντα, ταύτῃτοί φησι καὶ ἐξ οὐρανοῦ τὸ ζωοποιὸν ἐξελεύσεσθαι Πνεῦμα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.