Ἰσραήλ. ὅτι δέ ἐστι παναλκὴς ὁ τῶν ὅλων Δημιουργὸς, ὁ τὴν ἐπὶ τούτοις ἡμῖν ποιούμενος προανάῤῥησιν, ἀποφαίνει λέγων Ἐκτείνων οὐρανὸν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. δέχεται γὰρ, φησὶν, ἐπὶ τὸν Ισραηλ τὸ λημμα τοῦ λόγου Θεὸς ὁ πάντα ἰσχύων, καὶ
“ ἐκτείνων μὲν ὡσεὶ δέῤῥιν τὸν οὐρανὸν,” κατὰ τὴν τοῦ 1 ψάλλοντος φωνὴν, ἑδραιοτάτην τε οὕτως ἀποφήνας τὴν γῆν, ὡς ἀεί τε καὶ διὰ παντὸς ἀκλονήτως ἔχειν, καίτοι τεθεμελιωμένην ἐπὶ θαλασσῶν· ἔφη γὰρ οὕτως ἡ θεόπνευστος 2 γραφή. αὐτὸς ὁ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ.
ὁ δὲ δὴ τῶν οὕτω μεγάλων δημιουργὸς καὶ τεχνίτης, πῶς οὐκ ἃν ἀνιδρωτὶ καὶ μάλα εὐκόλως τὸ αὐτῶ δοκοῦν ἀποπεραίνῃ; πλάσσεται δὲ παρὰ Θεοῦ πνεῦμα ἀνθρώπου ἐν αὐτῷ, οὐκ εἰς ἀρχὰς τοῦ εἶναι καλούμενον, εἰ καὶ γεγ́ονε δι’ αὐτοῦ, 3 4 ἀλλ’ οἷον μεταμορφούμενον, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐξ ἀνανδρίας εἰς ὑπομονὴν, καὶ ἁπαξαπλῶς ἐκ τῶν αἰσχιόνων εἰς τὰ ἀμείνω μεταστοιχειούμενον νοητῶς. ψάλλει δέ που 5 καὶ ὁ θεσπέσιος Δαυείδ “ Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ “ ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.’
καὶ οὐ δήπου φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, καρδίαν ἢ πνεῦμα βούλεσθαι λαβεῖν , ὡς οὐκ ἔχοντα τὴν ἀρχήν· οἰηθείη δ' ἂν μᾶλλον ἐν αὐτῷ κτίζεσθαι παρακαλεῖν καρδίαν καθαρὰν 6 καὶ πνεῦμα εὐθές. καὶ τοῦτό ἐστιν ὁ μεταπλασμός. ἔθος δὲ τοῖς ἁγίοις προφήταις, εἰ δὴ μέλλοιεν οὐκ εὐκαταφρονήτων
πραγμάτων ποιεῖσθαι προαφήγησιν, πανσθενῆ τε καὶ ἀλκιμώτατον προαναφαίνειν πειρᾶσθαι τὸν τῶν ὅλων Θεὸν, ἵνα πανταχόθεν ὁ λόγος αὐτοῖς ἔχοι τὸ βέβαιον εἰς πίστιν, κἂν εἴ τι λέγοιεν τῶν ἐλπίδος ἐπέκεινα, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἐννοίας τὰς ἐν ἡμῖν ἔξω τε τοῦ λόγου καὶ ἀπιστούμενον.
Ἴδου ἐΓὼ Τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι 7 τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ ἐσται περιοχή ἐμ
Ἱερουσαλήμ. κὼ ἐσται ἐν τῇ Ἡμέρᾳ ε'κείνῌ θήσομαι τὴν Ἱερουσαλὴμ λόθον καταπατούμενον πᾶσι τοῖς ἒθνεσι· πᾶς ὁ καταπατῶ αὐτὴν ἐμπαίζων ἐμπαίξεται, κὼ ἐπισυναχθήσονται
ἐπ’ αὐτὴν πάντα τὰ ἒθνη τῆς γῆς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.