“ εἰς χεῖρας βασιλέως αὐτοῦ. καὶ κατακόψουσι τὴν γῆν, “ καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν.’’ ἐν δέ γε τοῖς προκειμένοις, τοὺς κατὰ τῆς Ἐκκλησίας γεγονότας διωγμοὺς προαφηγεῖται σαφῶς. πεπολεμήκασι γὰρ τοῖς πιστεύσασιν εἰς Χριστόν· πρὸ μὲν γὰρ τῶν ἄλλων ἁπάντων οἱ τῆς 4
Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, παραγγέλλοντες μὲν τοῖς ἁγίοις ἀποστόλοις μὴ λαλεῖν ἐπὶ τῶ ὀνόματι τοῦ Χριστοῦ, 5 μαστίζοντες δὲ καὶ ἐν συνεδρίοις αὐτοὺς, λιθοβολεῖσθαι δέ αὐτοὺς παρασκευάζοντες, καὶ τί γὰρ οὐχὶ τῶν ἀνοσιωτάτων δρῶντες καὶ λέγοντες ; ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῶν ἐθνῶν
χώραις ἐκπεφοίτηκεν ὁ λόγος ὁ περὶ Χριστοῦ, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων κατήκοοι γεγόνασιν οἱ ἐν αὐταῖς, ἕτεροι πάλιν γεγόνασι διωγμοὶ διὰ τῶν κατὰ καιροὺς καὶ 6 κατὰ χώρας κεκρατηκότων οἳ, τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλολατρείας μεταποιεῖσθαι σπουδάζοντες καὶ διαβολικῆς
ἀνοσιότητος ὑπουργοὶ γεγονότες, ἀπεκτόνασι τοὺς ἁγίους εἰς τοὺς ἐπὶ τοῖς μαρτυρίοις καλοῦντες ἀγῶνας. ἔδοξε δέ πὼς ἡ Ἐκκλησία καὶ πάσχειν εὐκόλως, ἐπαμύνοντος οὐδενὸς, ἐοικέναι τε προθύροις σεσαλευμένοις καὶ πίπτουσιν, ἢ καὶ λιθῷ καταπατουμένῳ. καίτοι γὰρ ἰσχύων ὁ τῶν ὅλων Σωτῆρ’
καὶ πάντα πόλεμον κατευνάσαι ῥᾳδίως, μᾶλλον δὲ καὶ ἀποστῆσαι παντελῶς τῶν σεβομένων αὐτὸν, καὶ ἀμείνους 7 ἀποφῆναι παντὸς πειρασμοῦ καὶ τῆς τῶν ἐχθρῶν κατευμεγεθοῦντας χειρὸς, ἐφῆκεν οἰκονομικῶς καταλαμπρύνεσθαι 8 διὰ παθημάτων, ἵνα σύμμορφοι γεγονότες αὐτῷ, συνδοξασθεῖέν 9 τε καὶ συμβασιλεύσειαν. εἰ γὰρ συμπάσχομεν, “ καὶ “ συμβασιλεύσομεν’’ αὐτῷ, κατὰ τὸ γεγραμμένον, καὶ εἰ 10 “ κοινωνοὶ τῶν παθημάτων’’ ἐσμὲν, ἀλλὰ καὶ τῆς δόξης ἕλ’ μέθᾳ. ἱροῦ τοίνυν φησὶ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα
σαλευόμενα. εἰ δὲ δήπου τοῦτο γένοιτο, καὶ ταχθείη περὶ 11 αὐτὴν ἡ περιοχὴ, τουτέστιν ἡ παρὰ πάντων πολιορκία, καὶ ὅταν εἶναι δόξειεν ὡς λίθος καταπατούμενος, τότε πᾶς ὁ ἐμπαίζων ἐμπαίξεται. πέπρακται δὲ τοῦτο, καθάπερ ἔφην ἀρτίως, ἐν τοῖς κατὰ καιροὺς διωγμοῖς. ἐπεφύοντο γὰρ τοῖς
ἁγίοις, κατὰ πολλοὺς αἰκίζοντες τρόπους, καὶ τάχα που καὶ ἀποθνήσκουσιν ἐπιμειδιῶντες οἱ τάλανες. οὐ γὰρ ᾔδεσαν, κατὰ τὸ εἰκὸς, τὸ ἐκ τοῦ παθεῖν εὐκλεὲς, καὶ ὅτι πρὸς εὐθυμίας αὐτοῖς τῆς διηνεκοῦς ἔσται δὴ πάντως ὁ πόνος. 12 ἄθρει δὴ ὅπως οὐ τῆς τῶν ἐθνῶν ἰσχύος ἔργον εἶναί φησι,
τὸ καταπατηθήσεσθαι τὴν Ἐκκλησίαν· ἀλλὰ τῆς αὐτοῦ 13 βουλῆς ἐφιέντος, ὡς ἔφην, διὰ παθημάτων τελειοῦσθαι τοὺς ἰδίους προσκυνητάς. ιδου γάρ φησιν ἐγὼ τιθημί τὴν Ιερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ. τούτῳ παραπλήσιον ἐκεῖνο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Σωτῆρος
14 φωνῆς εὖ μάλα σαφῶς ἐφήμενον πρὸς Πιλάτον “ Οὐκ εἶχες “ οὐδεμίαν ἐξουσίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν δεδομένον σοι “ ἂνωθεν·” φαίη δ’ ἃν εἰκότως ἡ νοητὴ πάλιν Ἱερουσαλὴμ, 15 τουτέστιν ἡ Ἐκκλησία, τῷ διώκοντι κόσμῳ Οὐκ εἶχες κατ’ ἐμοῦ ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.