ὡσπερ γὰρ εἶναί φαμεν νοητὸν Ἰουδαῖον, τὸν ἔχοντα περι- τομὴν ἐν καρδίᾳ, τὴν διὰ τοῦ πνεύματος, καὶ οὐχὶ δὴ πάντως 4 τὴν ἐν σαρκὶ διὰ γράμματος· οὕτω καὶ Ἰσραὴλ νοεῖσθαι φαίη τις ἂν, οὐχὶ πάντως τὸν ἐξ αἵματος Ἰσραὴλ, ἐκεῖνον δὲ μᾶλλον, ὃς ἔχει τὸν νοῦν ὁρῶντα Θεόν. τοιοῦτοι δὲ
μᾶλλον πάντες οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν κεκλημένοι πρὸς ἁγιασμὸν, ἐπεγνωκότες τε δι’ αὐτοῦ καὶ ἐν αὐτῶ τὸν 5 Θεὸν καὶ Πατέρα. θεοπτίας γὰρ οὗτος εἷς τρόπος ὁ ἀτρεκὴς καὶ ἐξαίρετος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.