" καὶ ἐστερεώθη ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι " τῷ λαῷ τῆς γῆς, καὶ διεκόπη ἡ πόλις, καὶ πάντες οἱ " ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς 2 “πύλης ἀνὰ μέσον τοῦ τείχους καὶ τοῦ προτειχίσματος, ὃ " ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως." εἶτα διὰ μέσου
παρενθεὶς τῶν Σεδεκίου παίδων τὴν σφαγὴν, αὐτοῦ δὲ τὴν 3 τύφλωσιν, ἔφη πάλιν " Ἐν μηνὶ τῷ πέμπτῳ δεκάτη τοῦ 4 “μηνὸς ἦλθε Nαβουζάρδαν ὁ ἀρχιμάγειρος ὁ ἑστηκὼς " πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ " ἐνέπρησε τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, " καὶ πάσας τὰς οἰκίας τῆς πόλεως καὶ πᾶσαν οἰκίαν με
" γαλῆν ἐνέπρησεν ἐν πυρὶ, καὶ πᾶν τεῖχος Ἰερουσαλὴμ " κύκλῳ καθεῖλεν ἡ δύναμις τῶν Χαλδαίων ἡ μετὰ τοῦ 5 " ἀρχιμαγείρου " ἀκούεις ὅπως ἐν τῷ δεκάτῳ ἔτει πεπολιόρκηεν ὁ αβουχοδονόσορ τὴν Ἱερουσαλὴμ, εἶτα τῷ τετάρτῳ μηνὶ τοῦ ἑνδεκάτου ἔτους διακεκόφθαι φησὶ τὴν πόλιν,
ἐν ’δε γε τῷ πέμπτῳ μηνὶ καὶ αὐτὸν ἐμπεπρῆσθαι τὸν ναὸν καὶ ἅπασαν δὲ τὴν πόλιν διισχυρίζεται παρὰ τοῦ ἀρχιμαγείρου. ἀποφράδας δὴ οὖν τὴν τετάρτην καὶ τὴν πέμπτην καὶ τὴν δεκάτην ἡμέραν ἐποιοῦντο, τοὺς μῆνας εἰς ἡμέρας παραφέροντες. τίς δὲ καὶ ἡ ἐβδόμη, πάλιν εἰπεῖν ἀναγκαῖον.
Ἐπειδὴ γὰρ εἷλε τὴν Ἱερουσαλὴμ ὁ ἀρχιμάγειρος, κεχειροτόνηκε 6 τὸν Γοδολίαν εἰς καθηγητὴν τοῖς καταλοίποις τῶν 7 Ἰουδαίων ἐν τοῖς ἱεροσολύμοις. εἶτα τοῦτο δεδρακὼς ἀπῆρκεν εἰς Βαβυλῶνα. ἐπειδὴ δὲ τοῦτο οὕτω πεπρᾶχθαι μεμαθήκασιν οἱ περισωθέντες ἐξ Ἱουδαίων, συνέδραμον ἐν τοῖς Ἱεροσολύμοις, 8
καὶ ἦσαν ἐν ἐλπίσι τοῦ κατοικεῖν ἔτι τὴν γῆν. ἁλλ’ ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, καθ’ ἁ γέγραπται, τὸν Γοδολίαν 9 ἀνεῖλεν ὁ Ἰσμαήλ· καὶ διεσπάρη πᾶς ὁ λαὸς τότε, καὶ 10 ἀπέδραμον εἰς τὴν Αἰγυπτίων, καὶ διολώλασιν ἐκεῖ. στυγητὴν οὖν ἐποιοῦντο καὶ τὴν ἑβδόμην ἡμέραν, καὶ αὐτὸν δὲ τὸν 11
μῆνα ταύτης ἕνεκα τῆς αἰτίας. ἥδε μὲν οὖν τῶν νηστειῶν ἡ πρόφασις. ἐπειδὴ δὲ ἦν ἀκόλουθον, πεπαυμένων τῶν ἐξ ὀργῆς καὶ ἀνακομισθέντος τοῦ Ἱσραὴλ εἰς Ἱεροσόλυμα καὶ τῶν σκυθρωπῶν παρεληλακότων, μὴ νηστεύειν ἔτι καὶ 12 κόπτεσθαι, μεταπλάττεσθαι κελεύει τὸ πένθος εἰς θυμηδίαν, ἥδεσθαί τε μᾶλλον ἐφ᾿ οἷς ἔχουσι λαβόντες παρὰ Θεοῦ, ἤγουν διὰ μνήμης ἔχειν τὰ ἐφ᾿ οἷς τετιμώρηνται κατὰ καιροὺς, πλημμελοῦντες ἀφυλάκτως καὶ πρὸς πᾶν ὁτιοῦν τῶν 13 ἐκτόπων ἀναίδην ὠλισθηκότες.
14
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.