ὑπὸ πόδας ἐχθρῶν καὶ εἰς νοῦν ἀδόκιμον· εὐχαριστοῦμεν δὲ 2 μᾶλλον ἐφ᾿ οἷς ἠλεήμεθα καὶ σεσώσμεθα, καὶ ἐκ χειρὸς 3 ἐχθρῶν λελυτρώμεθα, καὶ τὴν ἁγίαν οἰκοῦμεν πόλιν, τουτέστι τὴν Ἐκκλησίαν, ἠξιώμεθά τε λοιπὸν εὐχαῖς καὶ θυσίαις ταῖς πνευματικαῖς καταγεραίρειν αὐτὸν, ἀηαπῶμεν δὲ καὶ ὡς εἰς
εἰρήνην καὶ ἀλήθειαν, καὶ θυμηδίας τῆς ἀνωτάτω πρόφασιν τὸ χρῆμα καταλογίζεσθαι παρὰ τῆς θεοπνεύστου δεδιδάγμεθα 4 γραφῆς. “ Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν·” αὐτὸς, ὡς ἔφην, ἡ ἀλήθεια· καὶ δι᾿ αὐτόν ἐσμεν ἐν ἐλπίσιν ἀγαθαῖς, b καὶ ἐν τῷ κατευφραίνεσθαι δεῖν, κατηφείας ἁπάσης ἐξῃρημενης.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.